Migne Reading Room

PG 33 · cols. 1320–1329 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1320Read from the page
Ἐργατίναι χάζεσθε ἀτασθαλίης ἀλεγεινῆς· Οὕνεκα μεῦ κλαυθμοῖο βοῆς ἐμὸς ἔκλυεν Ἐσσήν· Αὐδῆς ἡμετέρων Θεὸς ἔκλυεν εὐχωλάων, Νωϊτέρην ὑπέδεκτο Θεὸς πανυπέρτατος εὐχήν. Αἶσχος δυσμενέεσσιν ἐμοῖς τάραχός τε τετύχθω· Ὦκα μάλ' αἰσχύνοιντο μεταστρεφθέντες ὀπίσσω.
Depart, you workers of grievous recklessness; because my King has heard the cry of my weeping; God has heard the voice of our prayers, the Supreme God has received our supplication. Let shame and confusion be wrought for mine enemies; very swiftly may they be put to shame, turned back again.
ΨΑΛΜΟΣ Ζʹ.
Psalm VII.
Χουσὶ πάρος Δαυΐδον ἐφύβρισεν· αὐτὰρ ὁ μεμφθεὶς, Ποιμένι τιμήεντι φίλους παρακάτθετο μύθους· Ἔμπα γε μὴν βασιλῆος ὅδ' ἔπλετο ἕβδομος ὕμνος.
Chusi aforetime insulted David; but he, being reviled, entrusted his dear words to the honoured Shepherd; nevertheless this was the seventh hymn of the king.
Θάρσυνος ἐλπωρῇ, Βασιλεῦ, σέο πάντοτ' ἐτύχθην· Ἐκ πάντων, λίτομαί σε, διωκόντων με σαώσοις· Μήποτ' ἐφαρπάξειε λέων ἐμὸν οἷά τις ἦτορ, Πάμπαν ἀλάλκοντος καὶ ἀμύντορος οὐ παρεόντος. Ἀλλ' εἰ τοῖον ἔρεξα τόπερ σέο μῆνιν ἐγείρει, Ἔργμασιν εἰ στυγεροῖσι φέρω κάτα χεῖρας ἀθέσμους, Εἴ γε κακῶν ῥεκτῆρα κακῶς ἔπρηξα καὶ αὐτός· Δυσμενέων ἄπρηκτος ἐμῶν ἄπο πάγχυ πέσοιμι, Καί μευ ἕλοι ψυχὴν ἑλόων μέτα δήϊος ἀνὴρ, Καί μευ ἐπιστείβοι βίοτον χθονὶ ποσσὶν ἑοῖσι, Καὶ κλέος ἀμφιβόητον ἐμὸν κονίῃσι μιήνοι. Ἀλλὰ κοτεσσάμενος βριαρῶν ἀνεγείρεο θώκων, Καί μευ οὐλομένων ἐπαείραο πείρασιν ἐχθρῶν. Σῇσιν ἐφημοσύνῃσιν ἀνέγρεο κάρτος ὀπάζων, Πᾶσα δὲ κυκλώσειεν ὁμήγυρις ἀμφὶ σὲ λαῶν· Ἧς, Μάκαρ, ἡγήσαιο μετήορος ὑψόσ' ἀερθείς. Αὐτὸς, Ἄναξ, λαοῖσι δικασπόλος ἔσσεαι αἰεί. Εὐδικίης κατὰ θεσμὸν ἐμῆς, Βασιλεῦ, μὲ δικάζοις, Καὶ φρενὸς ἡμετέρης ἀγαθῆς ἐπιείκελα τεύχοις. Ἀμπλακίης τέλος ἔσται, ἐπιθύνοις δὲ δίκαιον. Νεφροὺς καὶ κρύφια κραδίης μυχὰ μοῦνος ἐλέγχοις, Ὡς ὁσίην μοι, Ἄναξ, ἐπαρηγόνα χεῖρα φυλάσσῃς, Πάντοτε ῥυόμενος μερόπων ἰθύφρονα φῦλα. Αἰὲν Ἄναξ ὅσιός τε θεμιστοπόλος τε περίφρων, Καὶ σθένει κρατερὸς καὶ ἀνεξίκακον λάχε θυμὸν, Οὐ δεδαὼς τρηχεῖαν ἑκάστοτε μῆνιν ἐγείρειν. Παύσασθε, πρὶν ἄορ ταναὸν θήγοιτο φαεινὸν, Καὶ τόξον τανύσειεν· ἑτοιμότατον γὰρ ἐτύχθη· Ὅπλα γὰρ οὐλομένου θανάτου τέκτηνεν ἐπ' αὐτῷ· Τοῖσι δὲ καρφομένοις εἰργάσατο πικρὰ βέλεμνα. Δέρκεο νῦν ὠδῖνος ἑῆς ἀθεμίστιον ἔργον· Κύσατο μὲν μόχθον, τέκε δ' ἀμπλακίην ἀλεγεινήν. Χάσμα μέγ' ἐξώρυξε, κακῇ δ' ἔσκαψε μενοινῇ· Ἀλλ' εἰς ὅνπερ ἔτευξε πέσοι κακοεργέα βόθρον· Κακκεφαλῆς οἱ ἄλγος ἐπιστρέψειεν ἑτοῖμον, Καὶ οἱ ὑπὲρ κορυφῆς ἐπιβήσεται ὕβρις ἀεικής. Εὐδικίης Βασιλῆος ἐπάξιον αἶνον ἀείσω· Οὔνομα δ' Ὑψίστου λιγυρῇ φόρμιγγι βοήσω.
Confident in hope of Thee, O King, have I ever been; save me, I entreat Thee, from all that persecute me, lest ever someone like a lion snatch away my heart, when there is none at all present to ward off and defend. But if I have wrought such a thing as stirs up Thy wrath, if I lay lawless hands upon hateful deeds, if indeed I myself also have treated ill the doer of evils, may I fall utterly empty away from mine enemies, and may a hostile man pursuing overtake and take my soul, and may he trample my life to the earth with his feet, and befoul my far-famed glory in the dust. But in wrath arise Thou from Thy mighty thrones, and lift Thyself up at the borders of my destructive enemies. Awake with Thy commandments, bestowing strength, and let the whole assembly of peoples encompass Thee round about; over which, O Blessed One, mayest Thou lead, lifted up on high in the air. Thou Thyself, O Lord, shalt ever be judge unto the peoples. Judge me, O King, according to the law of my righteous dealing, and do Thou fashion things answerable to our good mind. There shall be an end of transgression, and mayest Thou direct the righteous man. Thou alone dost prove the reins and the secret recesses of the heart, so that Thou mayest keep for me, O Lord, Thy holy helping hand, ever delivering the upright-minded tribes of mortals. Ever is the Lord holy and a wise dispenser of laws, and mighty in strength, and He has obtained a long-suffering spirit, not wont to stir up rough wrath on every occasion. Cease, ere He whet His long, shining sword, and bend His bow; for it is made most ready; for He has fashioned therein instruments of destructive death, and has wrought bitter shafts for those who are to be parched with fire. Behold now the lawless work of his travail: he conceived toil, and brought forth grievous transgression. He dug out a great chasm, and hollowed it with evil intent; yet let him fall into the mischievous pit which he wrought; upon his head may ready sorrow return for him, and over his crown shall unseemly violence mount. I will sing praise worthy of the righteous dealing of the King, and I will proclaim the name of the Most High with a clear-toned lyre.
ΨΑΛΜΟΣ Ηʹ.
Psalm VIII.
Δαυΐδου ληναῖος ὅδ' ὄγδοος ὕμνος ἐτύχθη.
This eighth hymn of the winepress was wrought of David.
Ἄφθιτε, νωϊτέρης βιοτῆς οἴηκα φυλάσσων, Ὡς ἄρα τοι θηητὸν ἐπὶ χθονὸς οὔνομ' ἐτύχθη! Καί τοι ἀριπρεπὲς εὖχος ὑπέδραμεν οὐρανὸν αὐτόν. Ἐκ στόματος βρεφέων ὅθεν ἤνυσας αἶνον ἑτοῖμον, Πευκεδανῶν, ἄχραντε Πάτερ, σέθεν ἕνεκεν ἐχθρῶν· Ὄφρα κεν ἐχθρὸν ὁμοῦ καθέλοις, καὶ ἀμύντορ' ὀλέσσῃ.
O Immortal One, keeping the helm of our life, how wondrous indeed is Thy name wrought upon the earth! And Thy pre-eminent glory has mounted up above heaven itself. Whence out of the mouth of babes Thou hast perfected ready praise, because of Thy bitter enemies, O Immaculate Father, that Thou mightest cast down the enemy together and destroy the avenger.
Notes, col. 1320

On the reading

Printed ἑλόων, for ἐλόων.

Printed ὀλέσσῃ, for ὀλέσσῃς.

PG 33:1321Read from the page
Ὄψομαι οὐρανὸν εὐρὺν, ὃν ἥδρασε δάκτυλα σεῖο,
I shall behold the wide heaven, which Thy fingers founded,
Ἄστρα τε καὶ μήνην, οἷς πυθμένα θήκαο χειρί. Τίς γὰρ ἔην ἄνθρωπος, ἐπεὶ μιμνήσκεαι αὐτοῦ; Ἢ πάϊς ἀνθρώπου, ὅτι οἱ καὶ ἐπίσκοπός ἐσσι; Μείονά μιν ποίησας ἐπουρανίων στρατιάων· Ἀμφιπεριστέψας καὶ κύδει καὶ γεράεσσιν, Ἔργα τεῶν ἔστησας ἐπιθύνειν παλαμάων. Πάντα δέ οἱ θαλεροῖσιν, Ἄναξ, ὑπεθήκαο ποσσὶν, Ἀγρονόμους τε βόας, καὶ εἰροπόκων γένος οἰῶν, Ὅσσα τε καρποτόκον πεδίον καταβόσκεται ἄλλα, Αἰθέριά τε πετεινὰ, καὶ ἰχθυόεντα γένεθλα, Ὁππόσα ποντοπόρους παρεπιστείβουσι κελεύθους. Ἄφθιτε νωϊτέρης γενεῆς οἴηκα φυλάσσων, Ὡς ἄρα τοι θηητὸν ἐπὶ χθονὸς οὔνομ' ἐτύχθη!
and the stars and the moon, for which Thou didst lay a foundation with Thy hand. For what was man, seeing that Thou art mindful of him? Or the son of man, that Thou art also guardian over him? Thou madest him lesser than the heavenly hosts; crowning him round about both with glory and with honours, Thou didst set him to direct the works of Thy hands. And all things, O Lord, Thou didst put under his vigorous feet, both the field-grazing oxen and the race of wool-fleeced sheep, and whatsoever other creatures feed over the fruit-bearing plain, and the birds of the air, and the fishy broods, as many as tread beside the sea-traversing paths. O Immortal One, keeping the helm of our race, how wondrous indeed is Thy name wrought upon the earth!
ΨΑΛΜΟΣ Θʹ.
Psalm IX.
Δαυΐδου κρυφίων, χάριν υἱέος ἄφθιτος ὕμνος.
Of the hidden things of David, an immortal hymn for the sake of his son.
Ἀλήκτῳ κραδίῃ, Βασιλεῦ, τεὸν αἶνον ἀείσω· Ἔργα σέθεν θηητὰ περιφραδέως ἀγορεύσω. Ἐν σοὶ εὐφροσύνην ἐρατὴν καὶ χάρμα τελέσσω. Οὔνομα δ' ὕψιστον κιθάρῃ σέθεν ὑμνοπολεύσω, Δυσμενέος κακότητι μεταστρεφθέντος ὀπίσσω. Ἄντα καταφθείροιντο τεῶν κεκμηότες ὄσσων· Οὕνεκά μευ κατὰ θεσμὸν ἐτίσαο λωβητῆρας.
With unceasing heart, O King, I will sing Thy praise; I will declare Thy wondrous works with understanding. In Thee I will accomplish lovely gladness and joy, and I will hymn Thy most high name upon the lyre, when the foe in his wickedness is turned backward. May they perish fainting before Thine eyes, because Thou hast avenged me upon my revilers according to law.
Ἀρχὲ δικαιοσύνης, βριαρῶν ὑπερέζεο θώκων. Ἔθνεσιν ἠπείλησας, ἄφαρ δ' ἐξέφθιτ' ἀλείτης· Οὔνομα δ' ἐν πάντεσσι διαμπερὲς ἠμάλδυνας. Ἔφθιτο δυσμενέος τεύχεα, πόλιάς τ' ἀλάπαξας· Σὺν πολλῷ δ' ὁμάδῳ μνημήϊον ὤλετο πάντη· Αὐτὰρ ἐπουράνιος Βασιλεὺς μάλα πάντοτε μιμνει. Εὐνομίῃ στήριξεν ἑὴν πανυπέρτατον ἕδρην· Ὄφρα διακρίνειε δίκῃ κλυτὰ πείρατα γαίης, Καὶ σφετέροις λαοῖσι δίκην ἰθεῖαν ὀρέξοι. Ἀθάνατος Θεός ἐστι, δύης ἀνάπαυμα πενιχρῷ· Ἐν δὲ βαρυφροσύναις ἐπιτάῤῥοθος ἄρμενος ἔστη. Ἐλπὶς ἔφυς πάντεσσιν, ὅσοι μάθον οὔνομα σεῖο· Οὕνεκεν οὐ προλέλοιπας ἐελδομένους σέο, Ποιμήν. Ἐνναέτην Σιῶνος ἀεὶ φορμίζετ' Ἄνακτα· Πρήξιας Ἀθανάτου πυκινοῖς ἀγγείλατε δήμοις· Ὡς σφέων ἐμνήσθη φθιμένων, διζήμενος αἷμα,
O Prince of righteousness, Thou sattest above Thy mighty thrones. Thou didst threaten the nations, and straightway the sinner perished; and Thou didst blot out his name utterly among all. The arms of the foe perished, and Thou didst sack their cities; and with a great din their memorial perished altogether; but the heavenly King abides for evermore. In equity He established His supreme seat, that He might judge with justice the glorious ends of the earth, and reach forth upright judgement unto His peoples. Immortal is God, a rest from misery for the poor man; and in heavy sorrows He stood as a fitting helper. Thou art become hope unto all who have learned Thy name, because Thou hast not forsaken them that long after Thee, O Shepherd. Hymn ever upon the lyre the Lord who dwells in Sion; proclaim the deeds of the Immortal One among the thronging peoples, how He remembered them that were slain, seeking out their blood,
Οὐδὲ βοῆς δειλῶν ἐπελήσετο πάγχυ πενιχρῶν.
and forgot not at all the cry of the wretched poor.
Ἀδρανίην ἐλέησον ἐμὴν, δηΐους ἀπερύκων, Αὐτὸς ἀνυψώων με καὶ ἐκ θανάτοιο πυλάων, Πάντα πύλαις Σιῶνος ὅπως τεὸν αἶνον ἀείσω. Γηθήσω μάλα σῇσιν ἀλεξικάκοισιν ἀρωγαῖς· Ἔθνεα δυσφροσύνῃσιν ἐπετρώθησαν ἑῇσιν· ᾚ δὲ πάγῃ κρύπτεσκον, ἑὴ ξυνεέργετο πέζα.
Have mercy upon my weakness, warding off the foes, Thou Thyself exalting me even out of the gates of death, that in the gates of Sion I may sing all Thy praise. I will rejoice greatly in Thine evil-averting helps; the nations have been wounded by their own follies, and in the snare which they hid, their own foot was caught fast.
Τεύχων εὐθυδίκης Βασιλεὺς ἀρίδηλος ετυχθη· Ἀμφ' ἔργοις παλάμης σφετέρης πεπέδηται ἀλιτρός. Εἰς ἀΐδην παλίνορσοι ἀποτρέψειαν ἀλεῖται, Ἔθνεα πάντα Θεοῖο λελησμένα αιὲν ἐόντος. Οὐ γὰρ Ἄναξ πτωχοῖο διηνεκέως λελάθοιτο, Οὐδέ ποτ' ἀδρανέων σταθερὴ παραμείβεται ἐλπίς.
The righteous-judging King is made manifest in His works; the sinner is fettered about the works of his own hand. May sinners be turned backward unto Hades, all the nations that are forgetful of the ever-living God. For the Lord will not be continually forgetful of the beggar, nor does the steadfast hope of the helpless ever pass away.
Notes, col. 1321

On the reading

Printed μιμνει, for μίμνει.

Printed ᾚ, for ᾟ.

Printed ετυχθη, for ἐτύχθη.

Printed αιὲν, for αἰὲν.

PG 33:1324Read from the page
Ἔγρεο, μηδὲ βίῃ κρατέων ἄνθρωπος ἀνάσσοι. Φῦλα διακρίνοιτο τεῶν κατ' ἐναντίον ὄσσων. Στῆσον, Ἄναξ, ἀγαθὸν θεσμογράφον ἄλλον ἐπ' αὐτούς.
Arise, and let not mortal man rule by prevailing with violence. Let the tribes be judged before Thy face. Appoint, O King, another good lawgiver over them.
Ἔθνεά τοι γενεῆς βροτέης ἴστωσαν ἐόντα. Τίπτ' ἐπιδευομένων, Πανυπέρτατε, τηλόθεν ἔστης, Τειρομένων ἐπίκουρον ἀπηώρησας ὀπωπήν; Πτωχὸς ὑπερβασίῃ φλέγεται κακοεργέος ἀνδρός· Βουλῇσι φθινύθουσιν ἑαῖς ἀλιτήμονες ἄνδρες. Ἵμερον εὖ μάλα πάντες ἐπευφήμησαν ἀλιτροῦ, Καὶ μύθοις ἀθέμιστον ἀρειοτέροις ἐνέπουσι. Θυμὸν ἀειζώοντος ἀτάσθαλος ὦρορ' Ἄνακτος,
Let the nations know indeed that they are of mortal race. Why, O Most High, hast Thou stood afar off from those in need, and withdrawn Thy helping gaze from those who are distressed? The poor man is inflamed by the transgression of the evil-doing man; sinful men perish by their own counsels. All have right well praised the desire of the sinner, and with better words they bless the lawless man. The reckless man hath stirred up the wrath of the ever-living King,
Ἄπλετα λυσσάων οὐ δίζεται, οὐδ' ἐρεείνει, Οὐδὲ Θεὸν βλεφάροισιν ὑπερφιάλοισι δοκεύει. Πάντοτε δ' ἀτραπιτοῖσιν ἐλεγχίστοισιν ὁδεύει. Ὀφθαλμοῖς σφετέροισι τεοὺς ἠρνήσατο θεσμούς. Ἄρξει δυσμενέων γεγαὼς κακοεργὸς ἁπάντων.
Raging boundlessly he seeketh not, nor inquireth, nor doth he watch for God with his haughty eyelids. Always he walketh in most shameful paths. With his own eyes he hath denied Thy statutes. Being an evil-doer, he will rule over all his enemies.
Σκέψατο γὰρ πραπίδεσσι μένειν κακότητι πεποιθώς. Ῥιγίστοιο δόλου καὶ ἀρῆς στόμα τοῖο βέβυσται, Γλῶσσαν ἀεὶ δολόεσσαν ἔχει περίφορτον ἀνίης· Ἕζεται ὁρμαίνων λόχον ἀφνειοῖο θοώκοις, Βουλαῖς κρυπταδίῃσιν ἀναίτιον ἐξεναρίζων. Αἰεὶ δ' ὀφθαλμοῖς περιδέρκεται ἄνδρα πενιχρόν. Ὡς δ' ὀλοὸς ξυλόχοισι λέων κακὰ μήδεα πέμπει, Θᾶσσον ὅπως ἐλεεινὸν ἐφαρπάσειε προῖκτην, Βουλῆς ἁρπαλέης ἵνα μιν μέλπηθρα τελέσσῃ, Ἐν δὲ λίνῳ δολόεντι κακὸν καὶ ἀγήνορα τεύξῃ. Ἀλλὰ πέσοι κεκυφὼς πρὶν Ἄναξ κλήζοιτο πενιχρῶν. Εἶπε γὰρ ἀρχαίων ἀμνήμονα μῆτιν Ἄνακτος, Καί οἱ απεστράφθαι πανδερκέα πάμπαν ὀπωπήν. Ἔγρεό μοι, Βασιλεῦ, παλάμην δ' ὕψιστον ἄειρον, Μηδὲ βοῆς μογερῶν ἐπιλήθεο πάγχυ πενιχρῶν.
For he hath purposed in his mind to remain, trusting in wickedness. His mouth is stuffed with most dreadful deceit and cursing, he ever keepeth a deceitful tongue laden with grief; he sitteth devising an ambush in the seats of the wealthy, slaying the innocent by secret counsels. And ever with his eyes he watcheth around for the poor man. And as a destructive lion in the thickets sendeth forth evil devices, that he may swiftly snatch away the pitiful beggar, to make him the sport of his rapacious counsel, and in his deceitful net render him wretched and humbled. But may he fall bowing down before the King of the poor is called upon. For he hath said that the counsel of the King is unmindful of things of old, and that His all-seeing gaze hath been altogether turned away. Arise for me, O King, and lift up Thy hand on high, and forget not utterly the cry of the toil-worn poor.
Τίπτε κακοῤῥέκτης ἐρέθει Θεὸν αἰὲν ἐόντα;
Why doth the evil-doer provoke the ever-living God?
Εἶπε γὰρ ἐν στήθεσσιν, ὅτ' οὐκέτι δίζεται Ἐσσήν
For he hath said in his breast that the King no longer seeketh out
Εἰσοράᾳς, ὅτι μόχθον ὁμοῦ καὶ θυμὸν ἀέξεις, Ἰσχανόων παλάμῃσιν ἑλεῖν ἀέκοντας ἀνάγκῃ. Μὴ γάρ σοι προλέλοιπεν Ἄναξ ἀχρήμονα φῶτα, Ἢ πάρος ὀρφανικῷ ἐπιτάῤῥοθος αὐτὸς ἐτύχθης; Φωτὸς, Ἄναξ, κρυεροῖο βραχίονα λεπτὰ κεάσσαις Οὐδὲ τέλος κακίης γε τεῆς διζήμενος εὕροι. Ἀλλὰ Θεὸς μετὰ πᾶσι διηνεκέως βασιλεύοι· Φῦλα κακοφροσύνης σφετέρης ἀπολοίατο γαίης. Ἀδρανέων Θεὸς αὐτὸς ἐπεκρήηνεν ἐέλδωρ. Τῶν δέ γ' ἑτοιμότατον κραδίης πόθον οὔασιν ἔγνω
Thou beholdest, because Thou increasest toil and wrath together, longing to seize the unwilling in Thy hands by constraint. Why, hath the King abandoned the indigent man to thee, or wast Thou Thyself aforetime a helper to the orphan? Shatter finely, O King, the arm of the chilling mortal, nor let him find an end of his wickedness when he seeketh it. But may God reign continually among all; may the tribes perish from the land through their own evil-mindedness. God Himself hath fulfilled the desire of the feeble. And with His ears He hath known the most ready longing of their heart,
Ὄφρα κεν ὀρφανικοῖσι καὶ ἀκλείεσσι δικάζοις, Ἀνθρώπων ἵνα μή τις ἔχῃ μεγαλαυχέα γῆρυν.
That Thou mayest judge for the orphans and the inglorious, so that no one of men may have a boastful voice.
ΨΑΛΜΟΣ Ιʹ.
Psalm 10.
Δαυΐδου δέκατος πολυάρητος πέλει αἶνος.
The tenth is David's much-desired praise.
Πῶς ἐρέει τις ἐμεῖο Θεῷ περιθαρσέα θυμόν,
How shall anyone say to my soul that is exceeding confident in God,
Στρουθὸν ὀρεσσιβότοισιν ὅπως θρώσκοντα νομῇσι;
Even as a sparrow leaping upon the mountain-fed pastures?
Notes, col. 1324

On the reading

Printed απεστράφθαι, for ἀπεστράφθαι.

PG 33:1325Read from the page
Τόξα κακοὶ τανύουσι, βέλεμνα δὲ θέντο φαρέτρῃ,
The wicked bend their bows, and have placed their arrows in the quiver,
Ἰθυνόους ὀρφνῆθεν ὀϊστεῦσαι μεμαῶτες· Ἀφραδίῃ καθελόντες ἅπερ τεκτήναο, Ποιμήν. Ἀλλὰ τί τοῖον ἔρεξε Θεῷ μεμελημένος ἀνήρ; Νηῷ Παμβασιλεὺς πολυκυδήεντι ἀνάσσων, Οὐρανὸν ἀστερόεντα λαχὼν ὑψαύχενα θῶκον, Φῶτα μέτ' ἀκτέανον πανεπίσκοπον ὄμμα τιταίνων·
Eager to shoot out of the darkness at the upright in mind; in folly tearing down the things which Thou hast fashioned, O Shepherd. But what such thing hath the man who is cared for by God wrought? The All-King reigning in His all-glorious temple, having obtained the starry heaven as His lofty throne, stretching forth His all-surveying eye towards the needy mortal;
Καὶ βλεφάροις βροτεης γενεῆς διζήμενος ἔργα. Αὐτὸς Ἄναξ ἀγαθόν τε καὶ οὐλοὸν ἄνδρα δικάζει. Ὅς δ' ἄδικον φιλέει, ψυχῆς ἕθεν ἐχθρὸς ἐτύχθη. Οὐρανόθεν χαλεποῖς λῖνα φθισίμβροτα πέμπει· Πῦρ, θεῖόν τε ὁμοῦ, καὶ ἀμειδέος ἆσθμα θυέλλης,
And with His eyelids seeking out the works of the mortal race. The King Himself judgeth both the good and the destructive man. But he who loveth unrighteousness hath become an enemy of his own soul. From heaven He sendeth upon the harsh mortal-destroying nets; fire, and brimstone together, and the blast of a grim tempest,
Σφωιτέρου πέλεται πολυπήμονος αἶσα κυπέλλου. Ὅττι δίκαιος Ἄναξ, μάλα τ' εὐδικίην ἀγαπάζει· Καί οἱ ἀεὶ ἰθεῖαν ὁδὸν θηήσατ' ὀπωπή.
Is the portion of their much-woeful cup. Because the King is righteous, and greatly loveth righteous judgement; and His gaze hath ever beheld the straight way.
ΨΑΛΜΟΣ ΙΑʹ.
Psalm 11.
Ἑνδέκατον Δαυΐδος ἐς ὀγδοάτην ἔφατ' ἠώ.
The eleventh of David he spake unto the eighth dawn.
Μοῦνε σάω μ'· ὅσιον γάρ τ' ἄδην ἔφθιτο φῦλον· Ἔργα δ' ἀληθείας μεροπηΐδος ὤλετο ῥίζης. Μύθοις μαψιδίοις ἕταρον προσέειπεν ἕκαστος· Χείλεσιν ἐφθέγξαντο, δόλους φρεσὶ μητιόωντες. Ἐξολέσοι Θεὸς αἶψα δολόφρονα χείλεα πάντα, Καὶ μεγαλαυχέα γλῶσσαν ὑπερφιάλων ἀλεγεινῶν. Πάντας ὅσοι γλώσσῃσιν ἀνιέρθησεν ἑῇσι, Καί σφισιν ὠίσαντο φέρειν ἐπὶ χείλεσιν ἔργα, Τίς βροτὸς ἐξ ὑμέων βασιλεὺς ἄχραντος ἐτύχθη; Εἵνεκεν ἀκτεάνων μογερῶν στοναχῆς τε πενιχρῶν, Αὐτὸς ἀναστήσεσθαι Ἄναξ ἐπένευσε κραταιὸς, Θήσεσθαί τε φόως ἀναφανδά τε φέγγεϊ ῥέξαι. Μῦθοι θεσπέσιοι, μῦθοι γεγάασιν ἄθικτοι, Ἀργύρῳ ἰσόμοροι φλογερῇ δμηθέντι καμίνῳ, Μοίραις πλειοτέραις κεκαθαρμένῳ ἕφθ' ὑπὲρ αἶσαν, Ἀλλ' ἡμέων ἐν πᾶσι φύλαξ φρουρός τε φανείης,
Save me, O Thou Alone; for the holy race hath utterly perished, and the works of truth have perished from the mortal root. Each man hath spoken to his fellow with vain words; with their lips they have uttered speech, devising deceits in their minds. May God swiftly destroy all deceitful-minded lips, and the boastful tongue of the grievous proud, all who have been lifted up by their own tongues, and have supposed for themselves that they bear their works upon their lips: What mortal among you hath been an undefiled king? Because of the toil-worn needy and the groaning of the poor, the mighty King Himself hath promised to arise, and to set light and to work openly in radiance. The divine words are words undefiled, equal in portion to silver subdued in a fiery furnace, purified in fuller measures sevenfold beyond compare; but mayest Thou appear in all things as our guardian and watchman,
Ἔνθεν, Ἄναξ, καὶ μέχρις ἀτερμάντοιο βιώνης. Ἀστρᾶσιν εὐκύκλοιο δόλου στείχουσιν ἀλεῖται, Ὡς ἀγαθὸς μερόπων γενεὰς ὥρῃσιν ἀέξεις.
From henceforth, O King, and unto endless life. In the turnings of a well-rounded deceit the wicked walk, as Thou, being good, increasest the generations of mortals in their seasons.
ΨΑΛΜΟΣ ΙΒʹ.
Psalm 12.
Δαυΐδου κρατεροῖο δυωδέκατος πέλεν ὕμνος.
The twelfth is the hymn of mighty David.
Τίπτε τόσον μεγαλωστὶ λελασμένος ἔπλευ ἐμεῖο; Μέχρι τίνος βασίλειον ἀποστρέψειας ὀπωπήν; Μέχρι τεῦ ἡμετέρῃ μένεα φρενὶ μέρμερα πέσσω, Ὠδίνων πραπίδεσσιν ὁμοῦ νύκτας τε καὶ ἦμαρ; Μέχρι τεῦ ἐχθρὸς ἐμεῖο καρήατος ὑψόθι θείνει; Ἀλλ' ἐπιδέρκεο θᾶσσον, ἐμῆς τ' ἐπικέκλυθι φωνῆς. Δὸς φάος, ὄφρ' ὕπνον προφύγω θανάτοιο τοκῆα, Ὄφρα μὴ ἐχθρὸς ἐμὸς μέγ' ἐπεύξεται, ὥς με δαμάσσας.
Why hast Thou become so greatly forgetful of me? How long wilt Thou turn away Thy royal gaze? How long shall I brood over anxious thoughts in my mind, travailing in my heart both nights and day together? How long shall mine enemy smite high above my head? But look upon me swiftly, and hearken unto my voice. Grant light, that I may escape the sleep that is the parent of death, lest mine enemy boast greatly, as having subdued me.
Αἴκεν ὀρινοίμην, κεχαροίατο δήιοι ἄνδρες· Αὐτὰρ ἐγὼν ἐλέῳ πίσυνος τεῷ ἐλπίδι χαίρω. Πάντοτε γηθήσαιμι μετὰ φρεσὶ σῇσιν ἀρωγαῖς. Εὐερκτῇ Βασιλῆι πολύλλιτον ὕμνον ἀείσω, Οὔνομα δ' Ὑψίστου λιγυροῖς μελέεσσιν ἰήνω.
If I should be shaken, hostile men would rejoice; but I, trusting in Thy mercy, rejoice in hope. May I ever be glad in my heart at Thy succour. Unto the beneficent King I will sing a hymn of many prayers, and I will gladden the name of the Most High with clear-sounding melodies.
Notes, col. 1325

On the reading

Printed βροτεης, for βροτέης.

Printed Εὐερκτῇ, for Εὐεργέτῃ.

PG 33:1328Read from the page
ΨΑΛΜΟΣ ΙΓʹ.
Psalm 13.
Δαυΐδου σθεναροῦ τρισκαιδέκατος πέλεν ὕμνος.
The thirteenth is the hymn of strong David.
Οὐκ εἶναι Θεὸν εἶπεν ἑοῖς ἐν στήθεσιν ἄφρων· Αἴσχεα τεκταίνων στυγερὸς καταφαίνεται ἔργοις. Ἐργατίνης οὐκ ἔστιν ἕως ἑνὸς εὐνομιάων. Ποιμὴν οὐρανόθεν βρότεον σκοπιάσσατο φῦλον, Ὀψόμενος τίς ἄνακτα Θεὸν διζήμενος εἴη. Πάντες ἀποκλίναντες ὁμῇ δεδμήατο λώβῃ· Ἐργατίνης οὐκ ἔστιν ἕως ἑνὸς εὐνομιάων. Τῶν δ' ἀγαθῶν ἀγνῶτες, ἀεὶ συμφράδμονες ἄτης, Λαὸν ἐμὸν κατέδοντες, ὅπως εὐαλθέα σῖτον. Ἀφραδέως ἐλάθοντο Θεὸν βασιλῆα λιτέσθαι· Δειμαίνεσκον ἄδην, ὅτε δείματος οὐ χρέος ἦεν· Ὡς Θεὸς ἐν μέσσῃσι δικαιοτάτῃσι γενέθλῃς Ἀκτεάνων μή μοί τις ἀτιμήσειε μερίμνας, Οὕνεκεν ἀθάνατος κείνων Θεὸς ἐλπὶς ἐτύχθη. Τίς πόροι ἐκ Σιῶνος ἐπίῤῥοθον Ἰσραήλου; Λαοῦ ὅταν στρέψειε Θεὸς κάτα δούλιον ἦμαρ, Τῆμος ἀγαλλέσθω περιώσιον Ἰσραῆλος.
The fool hath said in his breast that there is no God; framing shameful deeds, he appeareth hateful in his works. There is not a worker of good laws, no, not so much as one. The Shepherd looked down from heaven upon the mortal race, to see who there might be that sought God the King. All having turned aside have been subdued by a like corruption; there is not a worker of good laws, no, not so much as one. And ignorant of good things, ever consenting unto ruin, devouring my people even as wholesome bread, in folly they have forgotten to entreat God the King; they feared exceedingly, where there was no need of fear; since God is in the midst of the most righteous generations. Let no one dishonour for me the counsels of the needy, because the immortal God hath become their hope. Who shall grant out of Sion the helper of Israel? When God turneth back the day of bondage of His people, then let Israel exult exceedingly.
ΨΑΛΜΟΣ ΙΔʹ.
Psalm 14.
Δαυΐδου πινυτοῦ δέκατος καὶ τέτρατος ὕμνος.
The fourteenth hymn is of prudent David.
Τίς κλισίης, Ἄφθαρτε, παραυλίσοιτο τεῇσιν, Ἢ σέο ναιετάοι τίς ἐπ' οὔρεος ἀχράντοιο; Εὐδικίῃ καὶ ἀκηρασίῃ μεμελημένος ἀνήρ, Στήθεσιν εὐαγέεσσιν ἀεὶ νημερτέα βάζων, Ἐκπάγλως δολερῆς στυγέων μελεδήματα γλώττης·
Who shall dwell beside Thy tabernacles, O Incorruptible One, or who shall inhabit Thy spotless mountain? A man who careth for righteous judgement and purity, ever speaking unerring truth in a pure breast, vehemently hating the cares of a deceitful tongue;
Ὅς κακὸν οὐ τέκτηνεν, ἑῷ δ' ἔῤῥαψεν ἑταίρῳ· Οὐδὲ κακοῖς νείκεσσιν ὀνειδείοισι θυραῖον. Μωμητὸν βασιλῆι κακοῤῥαφὲς ἔπλετο φῦλον. Τοῖς δ' ἄρα δειμαίνουσι Θεὸς μέγα κῦδος ὀπάζοι.
Who hath not framed evil, nor stitched it together for his comrade, nor assailed a stranger with evil reproachful quarrels. Blameworthy before the King is the evil-stitching race. But unto those who fear Him may God grant great glory.
Ὅς δέ κέ που ὁμόσειε, καὶ ὅρκια πιστὰ φυλάξοι,
And he who, if ever he sweareth, keepeth faithful oaths,
Μηδὲ τόκον δυσάλευτον ἑαῖς παλάμῃσιν ἀγείρει,
Nor gathereth hard-to-escape usury with his hands,
Μηδὲ δίκῃ βλάψειεν ἀναίτιον ἀνέρα δώροις· Οὔποτ' ὀρινθείη τρομέων βιότοιο θυέλλας.
Nor in judgement harmeth an innocent man for bribes; never shall he be shaken, trembling at the tempests of life.
ΨΑΛΜΟΣ ΙΕʹ.
Psalm 15.
Δαυΐδου χαρίεντος ἐπὶ στήλης ἐριτίμου, Πρὸς δεκάτῳ πέμπτον τοῦτο μέλος λιγυρόν.
Of gracious David upon a precious pillar, this clear-sounding melody is the fifteenth.
Ἄφθιτε, φρούρησόν με, ἐπεὶ σύ μευ ἐλπὶς ἐτύχθης. Εἶπα Θεῷ βασιλῆι· Σύ μευ Θεὸς ἔπλεο μοῦνος· Οὐδὲ γὰρ ἡμετέρων ἀγαθῶν ἐπιδεύεαι αὐτός. Θηητὴν ὁσίων χθονίοις ἀνέφηνε γενέθλην,
O Incorruptible One, guard me, since Thou hast been my hope. I said unto God the King: Thou alone art my God; for Thou Thyself hast no need of our goods. He hath manifested a wondrous generation of holy ones unto those upon earth,
Παρθέμενος πινυτῆς τε μετὰ σφίσί μήδεα θυμοῦ. Ἀδρανίαι πλήθουσι, καὶ ἐν σφίσιν εἰσὶ ταχεῖαι.
Having set among them the counsels of a prudent heart. Infirmities multiply, and among them they are swift.
Ἀνδρῶν εὐσεβέων ταχιναὶ βεβρίθασι νοῦσοι. Νόσφι φόνων ἀδίκων, κλισίας σφέων εἰς ἓν ἀγειρων,
Swift maladies have weighed down devout men. Apart from unrighteous slaughters, gathering their assemblies into one,
Οὔνομά τ' ἐκ πραπίδων οὐ χείλεσι μνήσομαι αὐτῶν.
Neither from my heart will I remember their names upon my lips.
Αὐτὸς Ἄναξ κλῆρος, καὶ ἐμεῦ πέλει αἶσα κυπέλλου Αὐτὸς ἐμοὶ Βασιλεὺς ζωαρκέα κλῆρον ὀπάζων. Σχοῖνοί μοι κρατεροῖσιν ἐφορμήθησαν ἐπ' ἔργοις.
The King Himself is my heritage, and is the portion of my cup; the King Himself bestowing upon me a life-sustaining lot. Measuring-lines have fallen unto me upon mighty works.
Notes, col. 1328

On the reading

Printed σφίσί, for σφίσι.

Printed ἀγειρων, for ἀγείρων.

PG 33:1329Read from the page
Καὶ γὰρ κλῆρος ἐμὸς κρατερὸς καὶ πιστὸς ἐτύχθη. Μήτιος αἰνήσω πινυτῆς Βασιλῆα δοτῆρα. Παννύχιος νεφροῖσιν ἐφ' ἡμετέροις ἐδαμάσθην. Αἰὲν ἀλεξητῆρα Θεὸν ποτιόσσομαι ἄντην, Δεξιτερῆς προπάροιθεν ἐμεῦ πέλει, ὥς κέ μ' ἐρείδοι. Τοὔνεκεν ἰάνθη κραδίη, γήθησέ τε γλῶσσα.
For indeed my heritage hath proved strong and faithful. I will praise the King, the giver of prudent counsel. All the night long I was chastened in my reins. Ever do I look face to face upon God my defender; He is before my right hand, that He may support me. Wherefore my heart was warmed, and my tongue rejoiced.
Εὖ δέ μευ ἀμπαύοιτο φίλον δέμας ἐλπίδι χαῖρον·
And well may my dear body rest, rejoicing in hope;
Οὕνεκεν οὐ ψυχὴν ἀΐδῃ λείψειας ἐμοῖο· Οὐδ' ὅσιον φθαρτοῖς ἐναρίθμιον ἀνδράσι θείης.
Because Thou wilt not leave my soul to Hades, nor wilt Thou set Thy holy one numbered among corruptible men.
Εὐαγέος σήμηνας ἐμοὶ βιότοιο κελεύθους. Εὐφροσύνης με, Μάκαρ, πλῆσον μετὰ σεῖο προσώπου· Δεξιτερῇ σέο τέρψις ἀειζώουσα τετύχθω.
Thou hast shown unto me the paths of a pure life. Fill me with gladness, O Blessed One, with Thy countenance; at Thy right hand let there be ever-living delight.
ΨΑΛΜΟΣ ΙϚʹ.
Psalm 16.
Εὐχὴ Δαυΐδου ἑκκαιδέκατος πέλει ὕμνος.
A prayer of David is the sixteenth hymn.
Κλῦθί μευ, εὐδικίης πανυπέρτατε δῶτορ ἐάων, Ἱκεσίῃσί τε ὄμμα, Μάκαρ, τανύσειας ἐμῇσι. Κέκλυθι νωιτέρης δολεροῖς οὐ χείλεσιν εὐχῆς, Ἐκ σέθεν εὐθέσμοιο δίκης τέλος ἄμμι φανείη. Ὄμματά μευ δέρκοιντο τεὴν ἰθεῖαν ἀταρπόν. Ἔγνως με κραδίην, δεδαὼς δ' ἐσκέψαο νυκτός· Καί με διοπτεύων καθαρὸν πυρὶ πολλὸν ἐφεῦρες. Ἔργοις ἀνδρομέοις ἵνα μὴ στόμα πάγχυ μιήνω, Σῶν χάριν ἀτρίπτους ἐπέων ἐφύλαξα κελεύθους. Ἴχνεσι σοῖς ἀγαθοῖς τὸ ἐμὸν φίλον ἴχνος ἐρείδοις, Ὄφρα κε ῥιζωθέντες ἐμοὶ πόδες ἄτρομοι εἶεν. Αὐτὸς, Ἄναξ, ἐβόησα, φίλης δέ μευ ἔκλυες αὐδῆς. Κλῖνον ἐμοὶ τεὸν οὖας, ἐμῶν δ' ἐπικέκλυθι μύθων. Θηητὴν ἀνάφαινε τεὴν οἰκτίρμονα βουλήν,
Hear me, O Most High giver of the good things of righteous judgement, and stretch forth Thine eye, O Blessed One, unto my supplications. Hearken unto our prayer made not with deceitful lips; from Thee let the issue of well-ordered justice appear unto us. Let mine eyes behold Thy straight path. Thou hast known my heart, and having searched it Thou hast visited me by night; and trying me closely with fire Thou hast found me pure in great measure. That I might not at all defile my mouth with the works of men, for the sake of Thy words I have kept untrodden paths. Stay my dear footstep in Thy good footsteps, that my feet, being rooted, may be unshaken. I myself cried out, O King, and Thou didst hear my dear voice. Incline Thine ear unto me, and hearken unto my words. Manifest wonderfully Thy merciful counsel,
Ῥυόμενος συμπαντας ἐπελπομένους σέθεν ἀλκῇ. Ἐκ τῶν, οἳ μεμάασιν ἐριδαίνειν σέο χειρὶ, Οἷάπερ ὀφθαλμοῖο, Μάκαρ, γλήνην με φυλάσσοις. Σεῖο πολυζήλων σκέπαι πτερύγων με πυκάζοις Ἐξ ἀνδρῶν ἀνόμων, οἵ μοι κακότητα τέλεσσαν. Ἐχθροὶ θυμὸν ἐμοῖο περιστιχόωντες ἔρυκον, Ἀπρήκτοιο κόρου σφετέρην συνέεργον ἀλοιφήν. ᾯ στόματι κρυόεσσαν ὑπερβασίην κατέλεξαν. Οἵ μέ ποτ' ἐξελάοντες, ἐκυκλώσαντο μολόντες·
Delivering all who hope in Thy strength. From those who are eager to strive against Thy hand, guard me, O Blessed One, even as the pupil of the eye. With the shelter of Thy much-desired wings cover me closely from lawless men, who have wrought wickedness against me. Mine enemies surrounding my soul hemmed it in; they shut up their own fatness of unavailing satiety. With their mouth they uttered chilling arrogance. Driving me out erstwhile, they came and encompassed me;
Ἐν γαίῃ κατέπηξαν ἐπικλίναντες ὀπωπήν. Ὡς δὲ λέων μεθέπεσκον ἑτοιμοτάτην ἐπὶ θήραν, Εἰσάμενοι σκύμνῳ σκότιον λόχον ἀμφιέποντι. Ἔγρεο, καὶ φθάμενος χθονὶ κάββαλε γούνατα λύσας.
Bending down their gaze, they fixed it upon the earth. And like a lion they pursued after most ready prey, resembling a whelp that tendeth a dark ambush. Arise, and forestalling them cast them to the ground, loosing their knees.
Δυσσεβέος μάλα θυμὸν ἀφαρπάξειας ἐμεῖο. Φάσγανον ἄμφηκες δήιον ἐξαίνυσο χειρός. Ἐξ ὀλίγων με σάω, καὶ ἀπὸ χθονὸς, ἄφθιτε Ποιμήν, Δυσσάμενος σκεδάσειας ἔτι ζωοὺς διὰ γαίης. Τῶν κρυφίων ἔπλησαν ἑὴν πολυχανδέα νηδύν. Πλησθέντες σιάλων, λίπον υἱάσι λείψανα δαιτός. Αὐτὰρ ἐγὼ Βασιλῆι μετ' εὐδικίης προφανείην· Ἄρκιον ἐς κόρον ἄμμι φανὲν σέο κῦδος ἐτύχθη.
Snatch away my soul utterly from the ungodly man. Take away the hostile two-edged sword from his hand. Save me from the few, and from the earth, O incorruptible Shepherd; dividing them, scatter them while yet living across the land. With Thy hidden things they have filled their capacious belly. Filled with fatness, they have left the remnants of the feast unto their sons. But as for me, may I appear before the King in righteousness; Thy glory manifested unto us hath proved sufficient unto satiety.
ΨΑΛΜΟΣ ΙΖʹ.
Psalm 17.
Δαυΐδου θεράποντος ἐπουρανίου Βασιλῆος, Τοῦτο μεγασθενέος βιοτῆς τέλος, ὡς πρὶν ἔειπεν,
Of David the servant of the heavenly King, this is the end of his mighty life, as he spake aforetime,
Notes, col. 1329

On the reading

Printed συμπαντας, for σύμπαντας.

Printed Δυσσάμενος, for Δασσάμενος.