Migne Reading Room

PG 33 · cols. 1033–1044 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1033Read from the page
ἐὰν λέγῃ, ὅτι Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, τοῦτο δηλοῖ, ὅτι τῆς μετανοίας καὶ τῆς ἀφέσεως, ἐν τῇ ζωῇ ταύτῃ μόνον τὴν προθεσμίαν ἐχούσης, ἐφ' ᾗ καὶ οἱ ἀπολαύοντες αἰνέσουσί σε· οὐκ ἔστι μετὰ θάνατον λοιπὸν τοὺς ἐν ἁμαρτίαις τελευτήσαντας ὡς εὐεργετηθέντας αἰνεῖν, ἀλλὰ ἀποδύρεσθαι· ἔστι γὰρ αἶνος μὲν τῶν εὐχαριστούντων, ὀδυρμὸς δὲ τῶν μαστιζομένων. Οἱ μὲν οὖν δίκαιοι τότε αἰνοῦσιν, οἱ δὲ τελευτήσαντες ἐν ἁμαρτίαις, καιρὸν λοιπὸν ἐξομολογήσεως οὐκ ἔχουσι.
if it says, The dead shall not praise Thee, O Lord, this signifies that, since repentance and forgiveness have their appointed term in this life only, for which also those who enjoy it shall praise Thee, it is no longer possible after death for those who have died in sins to praise as beneficiaries, but rather to lament; for praise belongs to those who give thanks, whereas lamentation belongs to those who are scourged. The righteous, therefore, praise at that time, whereas those who have died in sins no longer have a season for confession.
ΙΕʹ. Περὶ δὲ τοῦ, Ἐὰν καταβῇ ἄνθρωπος εἰς ᾅδην, οὐκέτι οὐ μὴ ἀναβῇ· βλέπε τὴν ἀκολουθίαν· γέγραπται γάρ· Οὐκέτι οὐ μὴ ἀναβῇ, οὐδ' οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον. Τοῦ κόσμου δὲ ὅλου παρερχομένου, καὶ πάσης οἰκίας διαφθειρομένης· πῶς εἰς τὸν ἴδιον οἶκον ἐπανελεύσεται, καινῆς λοιπὸν γινομένης ἄλλης γῆς; ἐχρῆν δὲ αὐτοὺς ἀκοῦσαι τοῦ Ἰὼβ λέγοντος· Ἔστι γὰρ δένδρῳ ἐλπίς. Ἐὰν γὰρ ἐκκοπῇ, πάλιν ἐπανθήσει· καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ. Ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ· ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον. Ἀνὴρ δὲ τελευτήσας, ᾤχετο· πεσὼν δὲ βροτὸς, οὐκέτι ἔστιν; Μόνον γὰρ οὐχὶ δυσωπῶν, καὶ ἐπιτιμῶν· (οὕτω γὰρ ἀναγνωστέον ἐρωτηματικῶς τὸ, Οὐκέτι ἔστιν;) Ἆρα γὰρ, φησὶ, ξύλου πίπτοντος καὶ ἐγειρομένου, ἄνθρωπος αὐτὸς, δι' ὃν τὰ ξύλα γέγονεν, οὐκ ἐγείρεται; Καὶ ἵνα μὴ νομίσῃς με βιάζεσθαι, ἀνάγνωθι τὸ ἀκόλουθον. Μετὰ γὰρ τὸ
XV. And concerning that saying, If a man go down into Hades, he shall no more come up (Job 7:9), look at the sequel; for it is written: He shall no more come up, neither shall he return unto his own house (Job 7:10). For when the whole world passes away, and every house is destroyed, how shall he return unto his own house, when another new earth comes into being hereafter? Yet they ought to have heard Job saying: For there is hope for a tree. For if it be cut down, it will blossom again, and its tender shoot shall in no wise fail. For though its root grow old in the earth, and its stock die in a rock, from the scent of water it will blossom, and will produce a harvest like a newly planted tree. But when a man dies, is he gone; and when a mortal falls, is he no more? (Job 14:7-10). All but putting them to shame and rebuking them (for thus by way of question must that phrase, Is he no more? be read): When a tree falls and rises again, says he, does man himself, on whose account the trees were made, not rise again? And lest you should think that I am forcing the text, read the sequel. For after
PG 33:1036Read from the page
εἰπεῖν ἐρωτηματικῶς, Πεσὼν δὲ βροτὸς οὐκέτι ἔστιν; λέγει· Ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται· καὶ εὐθὺς λέγει· Ὑπομένω ἕως ἂν πάλιν γένωμαι· καὶ ἀλλαχοῦ πάλιν· Ὁ μέλλων ἐπὶ γῆς ἀναστῆσαι τὸ δέρμα μου, τὸ ἀναντλοῦν ταῦτα. Ἠσαΐας δὲ ὁ προφήτης φησίν· Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις· σαφέστατα δὲ ὁ παρὼν προφήτης Ἰεζεκιὴλ λέγει· Ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν· καὶ ὁ Δανιὴλ λέγει· Πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι, ἀναστήσονται· οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην αἰώνιον.
saying by way of question, And when a mortal falls, is he no more? he says: For if a man die, he shall live; and straightway he says: I will wait until I be made again (Job 14:14); and elsewhere again: He Who is about to raise up upon the earth my skin, which endures these things (Job 19:25-26). And Isaiah the prophet says: The dead shall rise, and those in the tombs shall be raised up (Isa. 26:19); and most clearly the prophet Ezekiel now before us says: Behold, I open your tombs, and I will bring you up out of your tombs (Ezek. 37:12); and Daniel says: Many of those who sleep in the dust of the earth shall rise, these unto everlasting life, and these unto everlasting shame (Dan. 12:2).
ΙϚʹ. Καὶ πολλαὶ Γραφαὶ μαρτυροῦσι περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως· ἔστι γὰρ ἄλλα πλείονα ῥητὰ περὶ τούτου. Ὡς ἐν ὑπομνήσει δὲ μόνῃ, νῦν παρατρέχομεν τὴν τοῦ Λαζάρου τετραήμερον ἀνάστασιν· παρατρέχομεν δὲ, διὰ τὸ τῆς ὥρας ὀλίγον, καὶ τὸν υἱὸν τῆς χήρας τὸν ἐγηγερμένον. Ὑπομνήσεώς τε μόνον ἕνεκεν παραφερέσθω νῦν καὶ ἡ θυγάτηρ τοῦ ἀρχισυναγώγου· λεγέσθω καὶ τὸ σχισθῆναι τὰς πέτρας, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἐγερθῆναι, τῶν μνημείων ἀνοιχθέντων. Προηγουμένως δὲ μνημονευέσθω, ὅτι Χριστὸς ἐκ νεκρῶν ἐγήγερται. Παρῆλθον τὸν Ἠλίαν, καὶ τὸν υἱὸν τῆς χήρας τὸν ἐξεγερθέντα ὑπ' αὐτοῦ· καὶ τὸν Ἐλισσαῖον, τὸν δὶς ἐγείραντα, ἔν τε τῷ ζῆν, καὶ μετὰ τὸ τελευτῆσαι αὐτόν. Ζῶν μὲν γὰρ ἐνήργησε τὴν ἀνάστασιν, διὰ τῆς ἑαυτοῦ ψυχῆς· ἵνα δὲ μὴ μόνον τιμηθῶσι τῶν δικαίων αἱ ψυχαὶ, πιστευθῇ δὲ, ὅτι καὶ ἔγκειται ἐν τοῖς τῶν δικαίων σώμασι δύναμις, ὁ ῥιφεὶς ἐν τῷ μνημείῳ τοῦ Ἐλισσαίου νεκρὸς, τοῦ
XVI. And many Scriptures bear witness concerning the resurrection of the dead; for there are many other sayings concerning this. But by way of remembrance only, we now pass rapidly over the resurrection of Lazarus after four days (John 11:39-44); and because of the shortness of the hour, we pass rapidly over the widow's son who was raised up (Luke 7:15-16). And for the sake of remembrance only let there now be brought forward in passing the daughter of the ruler of the synagogue (Matt. 9:25); and let mention be made also of how the rocks were rent, and many bodies of the saints who had fallen asleep were raised, when the tombs were opened (Matt. 27:51-53). But above all let it be remembered that Christ has been raised from the dead. I passed over Elijah, and the widow's son awakened by him (3 Kings 17:19-22); and Elisha, who raised the dead twice, both while living and after he had died (4 Kings 4:32-35; 13:21). For while living he wrought the resurrection through his own soul; but in order that not only the souls of the righteous might be honoured, and that it might be believed that power lies also in the bodies of the righteous, the corpse that was cast into the tomb of Elisha, when
PG 33:1037Read from the page
νεκροῦ σώματος τοῦ προφήτου ἐφαψάμενος, ἐζωοποιήθη. Καὶ τὸ σῶμα τοῦ προφήτου τὸ νεκρὸν ἀπετέλεσε ψυχῆς ἔργον· καὶ τὸ τελευτῆσαν καὶ κείμενον ζωὴν παρέσχε τῷ τελευτήσαντι· καὶ παρασχὸν τὴν ζωὴν, αὐτὸ ὁμοίως ἔμεινεν ἐν νεκροῖς. Διὰ τί; Ἵνα μὴ ἐξαναστάντος Ἐλισσαίου, τῇ ψυχῇ μόνῃ προσγραφῇ τὸ πρᾶγμα· δειχθῇ δὲ, ὅτι καὶ ψυχῆς μὴ παρούσης, ἔγκειταί τις δύναμις τῷ τῶν ἁγίων σώματι, διὰ τὴν ἐν τοσούτοις ἔτεσιν ἐνοικήσασαν ἐν αὐτῷ δικαίαν ψυχὴν, ἧς ὑπηρέτημα γέγονε. Καὶ μὴ ἀπιστῶμεν, νήπιοι, ὡς μὴ γεγενημένου τούτου. Εἰ γὰρ σουδάρια καὶ σημικίνθια, τὰ ἔξωθεν ὄντα, τῶν σωμάτων ἁπτόμενα τῶν νοσούντων, ἤγειρε τοὺς ἀσθενεῖς· πόσῳ μᾶλλον αὐτὸ τὸ σῶμα τοῦ προφήτου ἤγειρε τὸν νεκρόν;
it touched the dead body of the prophet, was quickened. And the dead body of the prophet accomplished the work of a soul; and that which had died and was lying there gave life to the dead man; and having given life, it itself remained in like manner among the dead. Wherefore? Lest, if Elisha had risen up, the matter should be ascribed to his soul alone; and in order that it might be shown that even when the soul is not present, a certain power lies in the body of the saints, because of the righteous soul which dwelt in it for so many years, whose minister it became. And let us not disbelieve, as children, as though this had not happened. For if handkerchiefs and aprons, which were things outside, touching the bodies of the sick, raised up the infirm (Acts 19:12), how much more did the very body of the prophet raise up the dead man?
ΙΖʹ. Καὶ ἐνῆν μὲν πολλὰ εἰπεῖν εἰς ταῦτα, καθ' ἕκαστον ἐξηγουμένοις τῶν γεγενημένων πραγμάτων τὸ παράδοξον. Διὰ δὲ τὸν κάματον τὸν προγενόμενον ὑμῖν, ἔκ τε τῆς ὑπερθέσεως τῆς νηστείας τῆς Παρασκευῆς, καὶ τῆς ἀγρυπνίας· ἐκεῖνα μὲν τέως ἐν παραδρομῇ λελέχθω, δι' ὀλίγων ἐσπαρμένα· ἵνα ὑμεῖς, καλλίστης γῆς δίκην δεξάμενοι τὸν σπόρον, καρποφορήσητε πλατύνοντες. Μνημονευέσθω δὲ, ὅτι καὶ οἱ ἀπόστολοι νεκροὺς ἤγειραν· Πέτρος μὲν, ἐν Ἰόππῃ Ταβιθάν· Παῦλος δὲ, Εὔτυχον ἐν Τρωάδι· καὶ οἱ λοιποὶ πάντες ἀπόστολοι, εἰ καὶ μὴ πάντα γέγραπται τὰ ὑφ' ἑκάστου θαυματουργηθέντα. Μνημονεύετε δὲ τῶν ἐν τῇ πρώτῃ πρὸς Κορινθίους εἰρημένων ἁπάντων, ὧν ἔγραψεν ὁ Παῦλος πρὸς τοὺς λέγοντας· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; καὶ ὅτι, Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ ὁ Χριστὸς ἐγήγερται· καὶ ὅτι ἄφρονας ἐκάλεσε, τοὺς μὴ πιστεύοντας· καὶ πάσης τῆς αὐτόθι διδασκαλίας, τῆς περὶ νεκρῶν ἀναστάσεως· καὶ ὅτι πρὸς Θεσσαλονικεῖς ἔγραψεν· Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα, καὶ τὰ ἑξῆς ὅλα· μάλιστα δὲ τὸ, Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον.
XVII. And it would indeed be possible to say many things upon these matters, expounding one by one the marvellousness of the things that have taken place. But because of the weariness that has already come upon you, both from the superposition of the fast of Friday and from the vigil, let those things for the present have been spoken in passing, sown in few words, so that you, receiving the seed like the finest earth, may bear fruit by expanding them. And let it be remembered that the apostles also raised the dead: Peter raised Tabitha in Joppa (Acts 9:36-42), and Paul raised Eutychus in Troas (Acts 20:7-12), and all the rest of the apostles, even if not all the miracles wrought by each have been written down. And remember all the things spoken in the First Epistle to the Corinthians, which Paul wrote against those who say: How are the dead raised? And with what manner of body do they come? (1 Cor. 15:35); and that, If the dead are not raised, neither has Christ been raised (1 Cor. 15:16); and that he called those who do not believe fools (1 Cor. 15:36); and all the teaching there concerning the resurrection of the dead; and that to the Thessalonians he wrote: But we would not have you be ignorant, brethren, concerning those who have fallen asleep, that ye sorrow not, even as the rest who have no hope, and all that follows; and especially that saying: And the dead in Christ shall rise first (1 Thess. 4:13-16).
PG 33:1040Read from the page
ΙΗʹ. Ἐξαιρέτως δὲ τοῦτο ἐπισημήνασθε, ὅτι μονονουχὶ δακτυλοδεικτῶν ὁ Παῦλος λέγει· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Τὸ γὰρ σῶμα τοῦτο ἐγείρεται, οὐ τοιοῦτον μένον ἀσθενὲς, ἀλλ' αὐτὸ τοῦτο ἐγείρεται· ἐνδυσάμενον δὲ τὴν ἀφθαρσίαν μεταποιεῖται, ὥσπερ σίδηρος πυρὶ προσομιλήσας γίνεται πῦρ, μᾶλλον δὲ ὡς οἶδεν ὁ ἀνιστῶν Κύριος. Ἐγείρεται μὲν οὖν τοῦτο τὸ σῶμα· ἀλλ' οὐ μένει τοιοῦτον, ἀλλὰ μένει αἰώνιον. Οὐκέτι τροφῶν τοιούτων χρείαν ἔχει πρὸς ζωὴν, οὐδὲ κλιμάκων πρὸς ἀνάβασιν· γίνεται γὰρ πνευματικὸν, θαυμάσιόν τι, καὶ οἷον εἰπεῖν κατ' ἀξίαν οὐκ ἔχομεν. Τότε οἱ δίκαιοι, φησὶ, λάμψουσιν ὡς ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ ὡς ἡ λαμπρότης τοῦ στερεώματος. Καὶ προειδὼς τὴν τῶν ἀνθρώπων ἀπιστίαν ὁ Θεὸς, σκώληξι μικροτάτοις ἐν τῷ θέρει φωτοειδεῖς δέδωκεν αὐγὰς λάμπειν ἐκ τοῦ σώματος, ἵν' ἐκ τῶν φαινομένων πιστευθῇ τὸ προσδοκώμενον. Ὁ γὰρ τὸ μέρος παρασχὼν, δύναται καὶ τὸ ὅλον παρασχεῖν· καὶ ὁ σκώληκα φῶς ἐκλάμπειν ποιήσας, πολλῷ μᾶλλον φωτοποιήσει δίκαιον ἄνθρωπον.
XVIII. And mark this especially, how Paul, all but pointing with his finger, says: For this corruptible must put on incorruption, and this mortal must put on immortality (1 Cor. 15:53). For this body rises, not remaining weak such as it is, but this very same body rises; and having put on incorruption it is transformed, even as iron that has been brought into contact with fire becomes fire, or rather as the Lord Who raises it up knows. This body, then, rises, yet it does not remain such as it is, but remains everlasting. It no longer has need of such foods for life, nor of ladders for ascent; for it becomes spiritual (1 Cor. 15:44), a wondrous thing, and such as we are unable to express worthily. Then the righteous, it says, shall shine forth as the sun and the moon, and as the brightness of the firmament (Matt. 13:43; Dan. 12:3). And God, foreknowing the unbelief of men, has given to the tiniest worms in the summer to shine forth light-like rays from their body, so that from the things that are seen that which is awaited may be believed. For He Who granted the part is able to grant the whole also; and He Who made a worm to shine forth light will much more illuminate a righteous man.
ΙΘʹ. Ἐγειρόμεθα τοίνυν, αἰώνια μὲν πάντες ἔχοντες τὰ σώματα, οὐ πάντες δὲ ὅμοια. Ἀλλ' εἰ μέν τίς ἐστι δίκαιος, λαμβάνει σῶμα ἐπουράνιον, ἵνα δύνηται μετὰ ἀγγέλων ἀναστρέφειν ἐπαξίως. Εἰ δέ τις ἁμαρτωλός ἐστι, λαμβάνει σῶμα αἰώνιον, ὑπομονητικὸν τιμωρίας ἁμαρτιῶν, ἵνα ἐν πυρὶ αἰωνίως καιόμενος μηδέποτε ἀναλωθῇ. Καὶ δικαίως ἀμφοτέροις τοῖς τάγμασιν ὁ Θεὸς παρέχει τοῦτο· οὐδὲν γὰρ ἡμῖν χωρὶς σώματός τι πέπρακται. Βλασφημοῦμεν διὰ στόματος, προσευχόμεθα διὰ στόματος· πορνεύομεν διὰ σώματος, ἁγνεύομεν διὰ σώματος· ἁρπάζομεν διὰ χειρὸς, ἐλεημοσύνας δίδομεν διὰ χειρός· καὶ τὰ λοιπὰ ὁμοίως. Ἐπειδὴ τοίνυν εἰς πάντα ὑπηρετήσατο τὸ σῶμα, καὶ ἐν τοῖς μέλλουσι συναπολαύει τῶν γενομένων.
XIX. We rise, therefore, all having everlasting bodies, yet not all having like bodies. But if anyone is righteous, he receives a heavenly body, that he may be able to converse worthily with angels; whereas if anyone is a sinner, he receives an everlasting body capable of enduring the punishment of sins, that burning eternally in fire he may never be consumed. And justly does God grant this to both ranks; for nothing at all has been done by us apart from the body. We blaspheme through the mouth, we pray through the mouth; we commit fornication through the body, we practise chastity through the body; we rob through the hand, we give alms through the hand; and the rest in like manner. Since, therefore, the body has ministered in all things, in the things to come also it shares in the enjoyment of what has come to pass.
PG 33:1041Read from the page
Κʹ. Φεισώμεθα τοίνυν, ἀδελφοὶ, τῶν σωμάτων, καὶ μὴ ὡς ἀλλοτρίοις αὐτοῖς παραχρησώμεθα. Μὴ, κατὰ τοὺς αἱρετικοὺς, λέγωμεν, ὅτι ἀλλότριός ἐστιν ὁ τοῦ σώματος χιτών· ἀλλ' ὡς ἰδίου φεισώμεθα. Δεῖ γὰρ ἡμᾶς δοῦναι λόγον τῷ Κυρίῳ περὶ πάντων τῶν διὰ τοῦ σώματος πεπραγμένων. Μὴ εἴπῃς· Οὐδείς με ὁρᾷ· μηδὲ νομίσῃς, ὅτι μάρτυς τῶν γινομένων οὐκ ἔστιν. Ἄνθρωπος μὲν γὰρ πολλάκις οὐκ ἔστιν· ὁ δὲ πλάστης ἀπλανὴς μάρτυς, μένει ἐν οὐρανῷ πιστὸς, καὶ βλέπει τὸ γινόμενον· καὶ οἱ σπίλοι δὲ τῶν ἁμαρτιῶν μένουσιν ἐν τῷ σώματι. Ὥσπερ γὰρ πληγῆς προχωρησάσης ἐν τῷ σώματι, κἂν θεραπεία γένηταί τις, ὅμως ἡ οὐλὴ μένει· οὕτω καὶ ἡ ἁμαρτία πλήσσει τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ μένουσιν οἱ τύποι τῶν οὐλῶν ἐν πᾶσι· περιαιροῦνται δὲ μόνον ἀπὸ των λαμβανόντων τὸ λουτρόν. Τὰ μὲν οὖν παρελθόντα ψυχῆς καὶ σώματος τραύματα θεραπεύει Θεὸς διὰ τοῦ βαπτίσματος, πρὸς δὲ τὰ μέλλοντα λοιπὸν ἑαυτοὺς ἀσφαλιζώμεθα κοινῇ πάντες· ἵνα καθαρὸν τοῦτον τοῦ σώματος τὸν χιτῶνα διατηρήσαντες, καὶ μὴ δι' ὀλίγης πορνείας καὶ ἡδυπαθείας, ἤ τινος ἄλλης ἁμαρτίας πρᾶξιν, ἀπολέσωμεν οὐράνιον σωτηρίαν· ἀλλ' ἵνα κληρονομήσωμεν βασιλείαν Θεοῦ αἰώνιον, ἧς πάντας ὑμᾶς τῇ ἑαυτοῦ χάριτι καταξιώσειεν ὁ Θεός.
XX. Let us therefore spare our bodies, brethren, and not misuse them as though they were alien to us. Let us not say, according to the heretics, that the tunic of the body is alien; but let us spare it as our own. For we must give an account to the Lord concerning all the things done through the body (2 Cor. 5:10). Say not: No one sees me (Sir. 23:28); neither think that there is no witness of the things that are done. For oftentimes no man is present; but the Fashioner, an unerring witness, abides faithful in heaven (Ps. 88:38), and sees what is done; and the stains of sins also remain in the body. For just as when a wound has advanced in the body, even though some healing treatment be applied, nevertheless the scar remains, so also sin strikes the soul and the body, and the marks of the scars remain in all, and are taken away only from those who receive the laver. The past wounds of soul and body, then, God heals through baptism; but against future ones let us all in common henceforth guard ourselves, so that keeping this tunic of the body pure, we may not through the commission of brief fornication and sensual pleasure, or of any other sin, lose heavenly salvation, but may inherit the everlasting kingdom of God, of which may God by His own grace count all of you worthy.
ΚΑʹ. Καὶ ταῦτα μὲν εἰρήσθω πρὸς ἀπόδειξιν τῆς τῶν νεκρῶν ἀναστάσεως. Ἡ δὲ τῆς πίστεως ἐπαγγελία, πάλιν ὑμῖν ὑφ' ἡμῶν ῥηθεῖσα, μετὰ σπουδῆς πάσης ἐπὶ λέξεως αὐτῆς ὑφ' ὑμῶν ἀπαγγελλέσθω τε καὶ μνημονευέσθω.
XXI. And let these things have been spoken for the proof of the resurrection of the dead. And let the profession of the faith, recited to you again by us, be both recited word for word and committed to memory by you with all diligence.
Notes, col. 1041

On the reading

Printed των, for τῶν.

PG 33:1044Read from the page
ΚΒʹ. Τῆς δὲ ἀπαγγελλομένης Πίστεως ἀκολούθως περιεχούσης τὸ, Καὶ εἰς ἓν βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν· Καὶ εἰς μίαν ἁγίαν καθολικὴν Ἐκκλησίαν· Καὶ εἰς σαρκὸς ἀνάστασιν· Καὶ εἰς ζωὴν αἰώνιον· περὶ μὲν τοῦ βαπτίσματος καὶ τῆς μετανοίας, ἐν ταῖς πρώταις ἡμῖν εἴρηται κατηχήσεσι· καὶ τὰ περὶ ἀναστάσεως δὲ νεκρῶν λεχθέντα νῦν, διὰ τὸ, Καὶ εἰς σαρκὸς ἀνάστασιν, εἴρηται. Λεγέσθω δὲ τὰ λείποντα καὶ τέως, διὰ τὸ, Καὶ εἰς μίαν ἁγίαν καθολικὴν Ἐκκλησίαν· περὶ ἧς πολλὰ μὲν εἰπεῖν δυνατὸν ἦν· δι' ὀλίγων δὲ ἐροῦμεν.
XXII. Now since the Faith which is recited contains in order the clause, And in one baptism of repentance unto remission of sins; And in one holy catholic Church; And in the resurrection of the flesh; And in life everlasting: concerning baptism and repentance we have spoken in the earliest catecheses; and the things spoken just now concerning the resurrection of the dead have been spoken on account of the clause, And in the resurrection of the flesh. Now let what remains be spoken for the present on account of the clause, And in one holy catholic Church; concerning which, though it were possible to say many things, we shall speak in few words.
ΚΓʹ. Καθολικὴ μὲν οὖν καλεῖται, διὰ τὸ κατὰ πάσης εἶναι τῆς οἰκουμένης, ἀπὸ περάτων γῆς ἕως περάτων· καὶ διὰ τὸ διδάσκειν καθολικῶς καὶ ἀνελλειπῶς ἅπαντα τὰ εἰς γνῶσιν ἀνθρώπων ἐλθεῖν ὀφείλοντα δόγματα, περί τε ὁρατῶν καὶ ἀοράτων πραγμάτων, ἐπουρανίων τε καὶ ἐπιγείων· καὶ διὰ τὸ πᾶν γένος ἀνθρώπων εἰς εὐσέβειαν ὑποτάσσειν, ἀρχόντων τε καὶ ἀρχομένων, λογίων τε καὶ ἰδιωτῶν· καὶ διὰ τὸ καθολικῶς ἰατρεύειν μὲν καὶ θεραπεύειν ἅπαν τὸ τῶν ἁμαρτιῶν εἶδος, τῶν διὰ ψυχῆς καὶ σώματος ἐπιτελουμένων· κεκτῆσθαι δὲ ἐν αὐτῇ πᾶσαν ἰδέαν ὀνομαζομένης ἀρετῆς, ἐν ἔργοις τε καὶ λόγοις, καὶ πνευματικοῖς παντοίοις χαρίσμασιν.
XXIII. Now it is called Catholic because it is throughout all the inhabited world, from the ends of the earth unto the ends thereof; and because it teaches universally and unfailingly all the doctrines which ought to come to the knowledge of men, concerning things both visible and invisible, heavenly and earthly; and because it subjects every race of men unto godliness, both rulers and ruled, both learned and unlearned; and because it universally treats and heals every kind of sins that are committed through soul and body, and possesses in itself every form of virtue that is named, in deeds and in words and in spiritual gifts of every kind.
ΚΔ. Ἐκκλησία δὲ καλεῖται φερωνύμως, διὰ τὸ πάντας ἐκκαλεῖσθαι καὶ ὁμοῦ συνάγειν, καθὼς ἐν τῷ Λευϊτικῷ φησιν ὁ Κύριος· Καὶ πάσῃ τῇ συναγωγῇ ἐκκλησίασον ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Σημειωτέον δὲ, ὅτι τὸ, ἐκκλησίασον,
XXIV. And it is fittingly called Church because it calls all forth and gathers them together, even as the Lord says in Leviticus: And convoke all the congregation at the door of the tabernacle of witness (Lev. 8:3). And it is to be noted that the word convoke