τοτε σὺν Κυρίῳ ἐσόμεθα. Τὸ γὰρ πάντοτε σὺν Κυρίῳ εἶναι, τὴν αἰώνιον ὑποσημαίνει ζωήν. Σαφέστατα δὲ καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις φησί· Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
ways we shall be with the Lord (1 Thess. 4:17). For to be always with the Lord signifies eternal life. And most clearly the Saviour also says in the Gospels: And these shall go away into eternal punishment, but the righteous into eternal life (Matt. 25:46).
Λʹ. Καὶ πολλαὶ περὶ τῆς αἰωνίου ζωῆς εἰσιν αἱ ἀποδείξεις. Ἐπιθυμοῦσι δὲ ἡμῖν κτήσασθαι ταύτην τὴν αἰώνιον ζωὴν, αἱ θεῖαι Γραφαὶ τῆς κτήσεως ὑποτίθενται τοὺς τρόπους· ἐξ ὧν νῦν, διὰ τὸ τοῦ λόγου μῆκος, ὀλίγας μαρτυρίας παραθησόμεθα, τὰς λοιπὰς τοῖς σπουδαίοις ἐρευνᾷν καταλιπόντες· Ποτὲ μὲν, ὅτι διὰ πίστεως· γέγραπται γάρ· Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς· καὶ πάλιν αὐτός φησιν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς· ποτὲ δὲ, ὅτι δι' εὐαγγελικοῦ κηρύγματος· λέγει γὰρ, ὅτι Καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον· ποτὲ δὲ, ὅτι διὰ μαρτυρίου καὶ τῆς ἐν Χριστῷ ὁμολογίας· φησὶ γάρ· Καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν· καὶ πάλιν, ὅτι διὰ τοῦ προκρίνειν χρημάτων τε καὶ γένους τὸν Χριστόν· Καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφὰς, καὶ τὰ ἑξῆς, ζωὴν αἰώνιον κληρονομήσει· καὶ ὅτι διὰ τοῦ τηρεῖν τὰς ἐντολὰς, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ λοιπὰ ἑξῆς· καθὼς ἀπεκρίνατο τῷ προσελθόντι καὶ εἰπόντι· Διδάσκαλε ἀγαθὲ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον ἔχω; Ἔτι μέντοι καὶ διὰ τοῦ, τῶν φαύλων μὲν ἀποστῆναι πράξεων, λοιπὸν δὲ Θεῷ δουλεύειν· φησὶ γὰρ ὁ Παῦλος· Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος, ζωὴν αἰώνιον
30. And many are the proofs concerning eternal life. And for us who desire to gain this eternal life, the divine Scriptures suggest the ways of gaining it; from which now, because of the length of the discourse, we shall set forth a few testimonies, leaving the rest to the diligent to search out. At one time, that it is through faith; for it is written: He who believes in the Son has eternal life (John 3:36), and what follows; and again He Himself says: Amen, amen I say to you, that he who hears My word, and believes Him Who sent Me, has eternal life (John 5:24), and what follows. At another time, that it is through the preaching of the Gospel; for He says that He who reaps receives a reward, and gathers fruit unto eternal life (John 4:36). At another time, that it is through martyrdom and confession in Christ; for He says: And he who hates his soul in this world shall keep it unto eternal life (John 12:25). And again, that it is through preferring Christ above wealth and kindred: And everyone who has left brothers or sisters, and what follows, shall inherit eternal life (Matt. 19:29). And that it is through keeping the commandments: Thou shalt not commit adultery, Thou shalt not kill (Matt. 19:18), and the rest that follows, even as He answered him who came and said: Good Master, what shall I do that I may have eternal life (Matt. 19:16)? And furthermore, through departing from evil deeds, and henceforth serving God; for Paul says: But now having been set free from sin, and having become servants to God, you have your fruit unto sanctification, and the end, eternal life (Rom. 6:22)
ΛΑʹ. Καὶ πολύτροπός ἐστιν, ἣν κατέλειπον διὰ τὸ πλῆθος, τῆς αἰωνίου ζωῆς ἡ εὕρεσις. Φιλάνθρωπος γὰρ ὢν ὁ Κύριος, οὐ μίαν, οὐδὲ δευτέραν μόνην, ἀλλὰ πολλὰς, τῆς εἰσόδου τῆς εἰς τὴν αἰώνιον ζωὴν,
31. And manifold is the finding of eternal life, which I have omitted because of its abundance. For the Lord, being loving towards mankind, has opened not one, nor a second door only, but many doors of entrance into eternal life,