Migne Reading Room

PG 32 · cols. 976–985 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:976Read from the page
τινὲς τῶν μετὰ τῆς ἀγάπης σου ἐν τῇ ἀσθενείᾳ ταύτῃ τῶν λογισμῶν εἰσιν, ἀναγκαῖον ἡγησάμην, μὴ ψιλὴν ποιήσασθαι τὴν πρόσρησιν, ἀλλ' ἔχειν τι τὴν ἐπιστολὴν ἡμῶν τοιοῦτον, ὃ δύναται καὶ οἰκοδομῆσαι τὰς ψυχὰς τῶν φοβουμένων τὸν Κύριον. Ταῦτα οὖν παρακαλοῦμεν διορθώσεως τυχεῖν ἐκκλησιαστικῆς, καὶ τῆς πρὸς τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι· εἰδότας, ὅτι τὸ ἐν τούτοις ἀδιαφορεῖν τὴν ἐπὶ τοῦ Χριστοῦ παῤῥησίαν ἡμῶν ἀφαιρεῖται.
some of those who are with your charity are in this weakness of thoughts, I deemed it necessary not to make my salutation bare, but that our letter should have something such as is able also to build up the souls of those who fear the Lord. These things therefore we exhort to obtain ecclesiastical correction, and that you abstain from communion with the heretics; knowing that to be indifferent in these things takes away our boldness in Christ.
ΕΠΙΣΤΟΛΠ ΣΞΓʹ.
Letter 263.
Τοῖς Δυτικοῖς.
To the Westerners.
1. Κύριος ὁ Θεὸς ἡμῶν, ἐφ' ὃν ἠλπίσαμεν, τοσαύτην ὑμῶν ἑκάστῳ παράσχοι χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκειμένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνεπλήσατε, ἔκ τε τῶν γραμμάτων ἃ ἐπεστείλατε ἡμῖν διὰ τῶν ποθεινοτάτων συμπρεσβυτέρων ἡμῶν, καὶ ἐκ τῆς συμπαθείας τῶν καθ' ἡμᾶς λυπηρῶν, ἣν συνεπαθήσατε ἡμῖν, ὡς ἐνδεδυμένοι σπλάγχνα οἰκτιρμοῦ, καθὼς ἀπήγγειλαν ἡμῖν οἱ προειρημένοι. Καὶ γὰρ, εἰ καὶ τὰ τραύματα ἡμῶν ὅμοια διαμένει, ἀλλ' οὖν φέρει τινὰ ἡμῖν ῥᾳστώνην τὸ ἑτοίμους ἔχειν τοὺς ἰατροὺς, δυναμένους, εἰ καιροῦ λάβοιντο, ταχεῖαν ἐπαγαγεῖν τῶν ἀλγημάτων τὴν ἴασιν. Διὸ καὶ πάλιν ὑμᾶς διὰ τῶν ἀγαπητῶν καὶ προσφθεγγόμεθα, καὶ παρακαλοῦμεν, εἰ μὲν δίδωσιν ὑμῖν ὁ Κύριος ἄδειαν τοῦ ὡς ἡμᾶς ἀφικέσθαι, μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν· ἐντολῆς γάρ ἐστι τῆς μεγίστης ἡ τῶν ἀσθενούντων ἐπίσκεψις. Εἰ δὲ ὁ ἀγαθὸς Θεὸς καὶ σοφὸς τῆς ζωῆς ἡμῶν οἰκονόμος τὴν χάριν ταύτην εἰς ἕτερον καιρὸν ταμιεύεται, ἀλλ' ἐπιστείλατε ἡμῖν ὅσα παρ' ὑμῶν πρέπει γραφῆναι εἰς παράκλησιν μὲν τῶν θλιβομένων, διόρθωσιν δὲ τῶν συντετριμμένων. Πολλὰ γὰρ ἤδη τὰ συντρίμματα τῆς Ἐκκλησίας γέγονε, καὶ πολλὴ ἡμῖν ἐπ' αὐτοῖς ἡ θλίψις· καὶ προσδοκία βοηθείας ἑτέρωθεν οὐδαμόθεν, ἐὰν μὴ ὁ Κύριος δι' ὑμῶν τῶν γνησίως δουλευόντων αὐτῷ ἐξαποστείλῃ τὴν ἴασιν.
1. May the Lord our God, in Whom we have hoped, grant to each of you so great a grace towards attaining the hope set before us, as the joy with which you yourselves have filled our hearts, both from the letters which you sent to us through our most beloved fellow-presbyters, and from the sympathy in our afflictions which you felt with us, as having put on bowels of compassion, just as the aforesaid men reported to us. For indeed, even if our wounds remain the same, yet it brings us some relief to have the physicians ready, who are able, if they should lay hold of an opportunity, to bring about a swift healing of the pains. Wherefore once again through our beloved ones we both greet you and exhort you, if indeed the Lord grants you leave to come to us, not to shrink from visiting us; for the visitation of the sick is of the greatest commandment. But if the good God and wise Steward of our life reserves this grace for another season, yet write to us whatever things it is fitting should be written by you for the consolation of the afflicted and the restoration of the broken. For many already have the bruisings of the Church become, and great is our affliction over them; and expectation of help from elsewhere there is none at all, unless the Lord through you who genuinely serve Him should send forth healing.
2. Τὸ μὲν οὖν ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν, φανερῶς ἀποῤῥαγὲν τοῦ σώματος τῆς Ἐκκλησίας, μένει ἐπὶ τῆς ἰδίας πλάνης, καὶ ὀλίγα ἡμᾶς λυμαίνεται, διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι· οἱ δὲ τὴν δορὰν τοῦ
2. Now the insolent and shameless character of the heresy of the Arians, having been openly broken off from the body of the Church, remains in its own error, and harms us little, because their impiety is manifest to all; whereas those who have put on the skin of the
Notes, col. 976

On the reading

Printed ΕΠΙΣΤΟΛΠ, for ΕΠΙΣΤΟΛΗ.

PG 32:977Read from the page
προβάτου περιβεβλημένοι, καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσοντες ἀφειδῶς τὰ τοῦ Χριστοῦ ποίμνια, καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι, εὐκόλως ἐμβάλλοντες βλάβην τοῖς ἁπλουστέροις· οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. Οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίας δημοσιευθῆναι· ἵνα, ἢ ὀρθοποδήσαντες, γνησίως ὦσι σὺν ἡμῖν, ἢ μένοντες ἐπὶ τῆς διαστροφῆς, ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι, μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναι τοῖς πλησιάζουσιν. Ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητε τοὺς ταραχὰς παρ' ἡμῖν ἐργαζομένους, καὶ ταῖς Ἐκκλησίαις ἡμῶν φανερὸν καταστήσατε. Ὁ μὲν γὰρ παρ' ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς, ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων· ὑμεῖς δὲ, ὅσον μακρὰν αὐτῶν ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷ καὶ τὴν παρὰ τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέλειαν. Ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον, ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίῤῥητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγματος.
sheep, and putting forward a gentle and meek appearance, while inwardly tearing to pieces unsparingly the flocks of Christ, and because they have sprung from us, easily casting harm upon the simpler folk; these are the ones who are grievous and hard to guard against. Whom we ask to be made public by your exactness to all the Churches throughout the East; so that either, walking uprightly, they may genuinely be with us, or, remaining in their perversity, they may keep the harm in themselves alone, not being able through unguarded communion to impart their own disease to those who draw near. And it is necessary to make mention of these men by name, so that you yourselves also may recognize those who stir up disturbances among us, and make it manifest to our Churches. For the word from us is suspected by the many, as though perhaps on account of some private rivalries we had chosen petty-mindedness towards them; whereas you, the farther away from them you happen to dwell, so much the more credit do you have among the peoples, in addition to the fact that the grace from God also assists you towards the care for those who are worn down. And if also in harmony more of you together decree the same things, it is clear that the multitude of those decreeing will render the acceptance of the decree undeniable to all.
3. Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων λύπην Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆς κατὰ τὴν μικρὰν Ἀρμενίαν· ὃς, πάλαι μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας, τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συντιθεὶς βλασφημίας, ἀκολουθῶν ἐκείνῳ, καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳ Ἑρμογένει τῷ Καισαρείας, κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ, ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. Καὶ οὕτω τὴν χειροτονίαν ὑπ' αὐτοῦ δεξάμενος, μετὰ τὴν ἐκείνου κοίμησιν πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. Εἶτα ἐκεῖθεν διὰ οἵας δήποτε αἰτίας ἀπελαθεὶς, ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν· τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρόνημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος. Καὶ τυχὼν τῆς ἐπισκοπῆς, ὡς
3. There is, then, one of those who cause us much grief, Eustathius of Sebaste in Lesser Armenia; who, having long ago been a disciple of Arius, when he was flourishing at Alexandria, composing his wicked blasphemies against the Only-begotten, following that man, and being numbered among his most genuine disciples, when he returned to his own country, gave to the most blessed bishop Hermogenes of Caesarea, who was judging him for his heterodoxy, a confession of sound faith. And having thus received ordination from him, after that man's falling asleep he ran to Eusebius of Constantinople, who himself no less than anyone was championing the impious dogma of Arius. Then having been driven away from there for whatever reason, coming to those in his homeland he defended himself again; concealing indeed his impious mindset, while putting forward a certain correctness of words. And having obtained the episcopate, as
PG 32:980Read from the page
ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου, ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. Κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθὼν, δέδρακε μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων ἃ πάντες ἴσασιν. Ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. Καὶ οὕτως ἀπελαθεὶς τῆς ἐπισκοπῆς, διὰ τὸ ἐν τῇ Μελιτινῇ προκαθῃρῆσθαι, ὁδὸν ἑαυτῷ τῆς ἀποκαταστάσεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. Καὶ τίνα μέν ἐστιν ἃ προετάθη αὐτῷ παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου Λιβερίου, τίνα δὲ ἃ αὐτὸς συνέθετο, ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστολὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτὸν, ἣν ἐπιδείξας τῇ κατὰ Τύανα συνόδῳ, ἀποκατέστη τῷ τόπῳ. Οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην, ἐφ' ᾗ ἐδέχθη, καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι, καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν πνευματομάχων αἱρέσεως. Ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ ἡ δύναμις τοῦ ἀδικεῖν τὰς Ἐκκλησίας, καὶ τῇ παρ' ὑμῶν δεδομένῃ αὐτῷ παῤῥησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν, καὶ ἐπισταλῆναι ταῖς Ἐκκλησίαις, τίνα μέν ἐστιν ἐφ' οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε Πατέρων.
it chanced, he straightway appears to have written an anathematism of the consubstantial, at the assembly held by them at Ancyra. And having gone from there to Seleucia, he did with those of his own opinion the things which all know. And in Constantinople he agreed again to the things proposed by the heretics. And having thus been driven from the episcopate, because he had previously been deposed at Melitene, he devised for himself as a way of restoration his coming to you. And what the things are that were proposed to him by the most blessed bishop Liberius, and what the things are to which he himself agreed, we do not know, save that he brought back a letter restoring him, upon displaying which to the synod at Tyana, he was restored to his place. This man now ravages that faith upon which he was received, and associates with those who anathematize the consubstantial, and is a ringleader of the heresy of the Pneumatomachi. Since therefore from your quarter there accrued to him the power to wrong the Churches, and he uses the boldness given to him by you for the subversion of the many, it is necessary that from your quarter the correction also should come, and that word be sent to the Churches what the terms are on which he was received, and how now, having changed, he annuls the grace given to him through the Fathers of that time.
4. Δεύτερος μετ' αὐτόν ἐστιν Ἀπολινάριος, οὐ μικρῶς καὶ αὐτὸς τὰς Ἐκκλησίας παραλυπῶν. Τῇ γὰρ τοῦ γράφειν εὐκολίᾳ πρὸς πᾶσαν ὑπόθεσιν ἔχων ἀρκοῦσαν αὐτῷ τὴν γλῶσσαν, ἐνέπλησε μὲν τῶν ἑαυτοῦ συνταγμάτων τὴν οἰκουμένην, παρακούσας τοῦ ἐγκλήματος τοῦ λέγοντος, ὅτι Φύλαξαι ποιῆσαι βιβλία πολλά· ἐν δὲ τῷ πλήθει δηλονότι πολλὰ καὶ ἡμάρτηται. Πῶς γὰρ δυνατὸν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν; Ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ τῆς θεολογίας οὐκ ἐκ γραφικῶν ἀποδείξεων, ἀλλ' ἐξ ἀνθρωπίνων ἀφορμῶν τὴν κατασκευὴν ἔχοντα· ἔστι δὲ αὐτῷ καὶ τὰ περὶ ἀναστάσεως μυθικῶς συγκείμενα, μᾶλλον δὲ Ἰουδαϊκῶς· ἐν οἷς φησι πάλιν ἡμᾶς πρὸς τὴν νομικὴν ὑποστρέφειν λατρείαν, καὶ πάλιν ἡμᾶς περιτμηθήσεσθαι, καὶ σαββατίζειν, καὶ βρωμάτων ἀπέχεσθαι, καὶ θυσίας προσοίσειν Θεῷ, καὶ προσκυνήσειν ἐν Ἱεροσολύμοις ἐπὶ τοῦ ναοῦ, καὶ ὅλως ἀπὸ Χριστιανῶν Ἰουδαίους γενήσεσθαι. Ὧν τί ἂν γένοιτο καταγελαστότερον, μᾶλλον δὲ ἀλλοτριώτερον τοῦ εὐαγγελικοῦ δόγματος; Εἶτα καὶ τὰ περὶ σαρκώσεως τοσαύτην ἐποίησε τῇ ἀδελφότητι τὴν ταραχὴν, ὥστε ὀλίγοι λοιπὸν τῶν ἐντετυχηκότων τὸν ἀρχαῖον τῆς εὐσεβείας διασώζουσι χαρακτῆρα· οἱ δὲ πολλοὶ, ταῖς καινοτομίαις προσέχοντες, ἐξετράπησαν εἰς ζητήσεις καὶ φιλονείκους ἐφευρέσεις τῶν ἀνωφελῶν τούτων ῥημάτων.
4. Second after him is Apolinarius, himself also grieving the Churches in no small way. For through his facility in writing having a tongue sufficing him for every subject, he has filled the inhabited world with his treatises, disregarding the admonition which says, Beware of making many books; and in their multitude manifestly many sins also have been committed. For how is it possible out of much speaking to escape sin? Now his writings on theology also have their construction not from scriptural proofs, but from human starting-points; and he also has writings on the resurrection composed mythically, or rather Judaically; in which he says that we shall return again to the legal worship, and that we shall be circumcised again, and keep the Sabbath, and abstain from meats, and offer sacrifices to God, and worship in Jerusalem at the temple, and altogether from Christians become Jews. Than which things what could be more ridiculous, or rather more foreign to the evangelical dogma? Then too his writings concerning the Incarnation have caused so great a disturbance to the brotherhood, that few hereafter of those who have met with them preserve the ancient character of piety; while the many, giving heed to novelties, have turned aside to questions and contentious inventions of these unprofitable words.
PG 32:981Read from the page
5. Ὁ μέντοι Παυλῖνος, εἰ μέν τι καὶ περὶ τὴν χειροτονίαν ἐπιλήψιμον ἔχει, αὐτοὶ ἂν εἴποιτε· ἡμᾶς δὲ λυπεῖ, τοῖς Μαρκέλλου προσπεπονθὼς δόγμασι, καὶ τοὺς ἀκολουθοῦντας αὐτῷ ἀδιακρίτως εἰς τὴν κοινωνίαν ἑαυτοῦ προσιέμενος. Οἴδατε δὲ, ἀδελφοὶ τιμιώτατοι, ὅτι πάσης ἡμῶν τῆς ἐλπίδος ἀθέτησιν ἔχει τὸ Μαρκέλλου δόγμα, οὔτε Υἱὸν ἐν ἰδίᾳ ὑποστάσει ὁμολογοῦν, ἀλλὰ προενεχθέντα, καὶ πάλιν ὑποστρέψαντα εἰς τὸν ὅθεν προῆλθεν, οὔτε τὸν Παράκλητον ἰδίως ὑφεστηκέναι συγχωροῦν· ὥστε οὐκ ἄν τις ἁμάρτοι Χριστιανισμοῦ μὲν παντελῶς ἀλλοτρίαν ἀποφαίνων τὴν αἵρεσιν, Ἰουδαϊσμὸν δὲ παρεφθαρμένον αὐτὴν προσαγορεύων. Τούτων τὴν ἐπιμέλειαν γενέσθαι παρ' ὑμῶν ἐπιζητοῦμεν. Γένοιτο δ' ἂν, εἰ ἐπιστεῖλαι καταξιώσητε πάσαις ταῖς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίαις, τοὺς ταῦτα παραχαράσσοντας, εἰ μὲν διορθοῖντο, εἶναι κοινωνικούς· εἰ δὲ ἐπιμένειν φιλονείκως βούλοιντο ταῖς καινοτομίαις, χωρίζεσθαι ἀπ' αὐτῶν. Καὶ ὅτι μὲν ἔδει ἡμᾶς συνεδρεύοντας μετὰ τῆς ὑμετέρας φρονήσεως ἐν κοινῇ σκέψει τὰ περὶ τούτων διαλαβεῖν, οὐδὲ αὐτοὶ ἀγνοοῦμεν· ἀλλ' ἐπειδὴ ὁ καιρὸς οὐκ ἐνδίδωσι, καὶ τὸ ἀναβάλλεσθαι βλαβερὸν, τῆς ἀπ' αὐτῶν βλάβης ἐῤῥιζωμένης, ἀναγκαίως ἀπεστείλαμεν τοὺς ἀδελφούς· ἵνα ὅσα καὶ τὴν ἐκ τοῦ γράμματος διδασκαλίαν παρέλαθε, ταῦτα παρ' ἑαυτῶν ἀναδιδάξαντες, κινήσωσιν ὑμῶν τὴν εὐλάβειαν εἰς τὸ παρασχέσθαι τὴν ἐπιζητουμένην βοήθειαν ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις.
5. As for Paulinus, however, whether he also has anything blameworthy concerning his ordination, you yourselves could say; but he grieves us by being attached to the dogmas of Marcellus, and admitting his followers indiscriminately into his own communion. And you know, most honoured brethren, that the dogma of Marcellus involves the setting aside of all our hope, neither confessing the Son in His own hypostasis, but as having been brought forth and again having returned into Him from Whom He came forth, nor allowing the Paraclete to subsist in His own person; so that one would not err in declaring the heresy altogether foreign to Christianity, and calling it a corrupted Judaism. Of these matters we seek that care be taken by you. And this would come to pass, if you should vouchsafe to write to all the Churches throughout the East, that those who pervert these things, if indeed they should amend, be in communion; but if they should stubbornly wish to persist in their novelties, that we be separated from them. And that indeed we ought, sitting in council with your prudence, to have decided the matters concerning these things in common deliberation, not even we ourselves are ignorant; but since the time does not permit, and delay is harmful, as the harm from them has taken root, we have of necessity sent the brethren; so that whatever things have escaped the instruction given by letter, they may teach you thoroughly of themselves, and move your reverence towards rendering the sought-for help to the Churches of God.
ΕΠΙΣΤΟΛΗ ΣΞΔʹ.
Letter 264.
Βάρσῃ, ἐπισκόπῳ Ἐδέσσης, ἐν ἐξορίᾳ ὄντι.
To Barses, bishop of Edessa, being in exile.
Τῷ ὡς ἀληθῶς θεοφιλεστάτῳ καὶ πάσης αἰδοῦς καὶ τιμῆς ἀξίῳ ἐπισκόπῳ Βάρσῃ Βασίλειος ἐν Κυρίῳ χαίρειν. Ἐρχομένων τῶν γνησιωτάτων ἀδελφῶν τῶν περὶ Δομνῖνον πρὸς τὴν εὐλάβειάν σου, ἡδέως τὴν ἀφορμὴν τῶν γραμμάτων ἐδεξάμεθα, καὶ προσαγορεύομέν σε δι' αὐτῶν, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ μέχρι τοσούτου φυλαχθῆναι τῇ ζωῇ ταύτῃ, μέχρις οὗ καταξιωθῶμεν ἰδεῖν σε, καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ χαρισμάτων. Μόνον εὔχου, παρακαλῶ, ἵνα ὁ Κύριος μὴ παραδῷ ἡμᾶς εἰς τέλος τοῖς ἐχθροῖς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ φυλάξῃ τὰς ἑαυτοῦ Ἐκκλησίας μέχρι τοῦ καιροῦ τῆς εἰρήνης, ἣν αὐτὸς οἶδεν ὁ δίκαιος κριτὴς πότε ἀποδώσει. Ἀποδώσει
To the truly most God-beloved and worthy of all reverence and honour, Bishop Barses, Basil sends greeting in the Lord. As the most genuine brethren who are with Domninus were coming to your reverence, we gladly welcomed the occasion for letters, and we greet you through them, praying to the holy God that we may be preserved in this life until such time as we are counted worthy to see you, and to enjoy the gifts that are in you. Only pray, I exhort you, that the Lord may not deliver us up utterly to the enemies of the cross of Christ, but may guard His own Churches until the season of peace, which the righteous Judge Himself knows when He will restore. For restore it He will,
PG 32:984Read from the page
γὰρ, καὶ οὐκ ἐγκαταλείψει ἡμᾶς εἰς τὸ παντελές Ἀλλ' ὥσπερ τοῖς Ἰσραηλίταις τὴν ἑβδομηκονταετίαν ὥρισεν ὑπὲρ τῶν ἁμαρτημάτων εἰς τὴν τῆς αἰχμαλωσίας καταδίκην, οὕτω τάχα καὶ ἡμᾶς ὁ δυνατὸς χρόνῳ τινὶ ὡρισμένῳ παραδοὺς ἀνακαλέσεταί ποτε καὶ ἀποκαταστήσει εἰς τὴν ἐξ ἀρχῆς εἰρήνην· εἰ μὴ ἄρα ἐγγύς πού ἐστιν ἡ ἀποστασία, καὶ τὰ νῦν γινόμενα προοίμιά ἐστι τῆς εἰσόδου τοῦ Ἀντιχρίστου. Ὅπερ δὲ ἐὰν ᾖ, προσεύχου ἵνα ἢ τὰς θλίψεις παρενέγκῃ, ἢ ἡμᾶς ἀπταίστους διὰ τῶν θλίψεων ὁ ἀγαθὸς διασώσηται. Πᾶσαν τὴν συνοδίαν τὴν καταξιωθεῖσαν συνεῖναι τῇ εὐλαβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ. Τὴν σὴν εὐλάβειαν οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν. Ἐῤῥωμένος καὶ εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
and He will not forsake us utterly. But just as for the Israelites He appointed the seventy years' period on account of their sins for the sentence of captivity, so perhaps us also the Mighty One, having delivered us over for a certain appointed time, will one day recall and restore to the peace that was from the beginning; unless indeed the apostasy is somewhere near at hand, and the things now happening are preludes to the coming in of the Antichrist. Yet whichever it may be, pray that the Good One may either remove the afflictions, or preserve us unstumbling through the afflictions. All the company counted worthy to be together with your reverence we salute through you. All who are with us greet your reverence. Strong and cheerful in the Lord, praying for me, may you be preserved for the Church of God by the grace of the Holy One.
ΕΠΙΣΤΟΛΗ ΣΞΕʹ.
Letter 265.
Εὐλογίῳ καὶ Ἀλεξάνδρῳ καὶ Ἁρποκρατίωνι, ἐπισκόποις Αἰγύπτου ἐξορισθεῖσιν.
To Eulogius and Alexander and Harpocration, bishops of Egypt in exile.
1. Μεγάλην ἐν πᾶσιν εὑρίσκομεν τοῦ ἀγαθοῦ Θεοῦ τὴν περὶ τὰς Ἐκκλησίας αὐτοῦ οἰκονομίαν, ὥστε καὶ τὰ δοκοῦντα εἶναι σκυθρωπὰ, καὶ μὴ πάντη κατὰ βούλησιν ἀπαντῶντα, καὶ ταῦτα ἐπ' ὠφελείᾳ τῶν πολλῶν οἰκονομεῖσθαι, ἐν τῇ δυσθεωρήτῳ τοῦ Θεοῦ σοφίᾳ, καὶ τοῖς ἀνεξιχνιάστοις αὐτοῦ τῆς δικαιοσύνης κρίμασιν. Ἰδοὺ γὰρ καὶ τὴν ὑμετέραν ἀγάπην ἐκ τῶν κατ' Αἴγυπτον τόπων ἀναστήσας ὁ Κύριος, εἰς μέσην ἀγαγὼν τὴν Παλαιστίνην ἱδρύσατο, κατὰ μίμησιν τοῦ πάλαι Ἰσραὴλ, ὃν διὰ τῆς αἰχμαλωσίας ἀγαγὼν εἰς τὴν Ἀσσυρίων γῆν, ἔσβεσε τὴν ἐκεῖ εἰδωλολατρείαν διὰ τῆς τῶν ἁγίων ἐπιδημίας. Καὶ νῦν τοίνυν οὕτως εὑρίσκομεν, λογιζόμενοι, ὅτι τὸν ὑπὲρ τῆς εὐσεβείας ἆθλον ὑμῶν προβαλλόμενος ὁ Κύριος, ὑμῖν μὲν διὰ τῆς ἐξορίας στάδιον ἤνοιξε τῶν μακαρίων ἀγωνισμάτων, τοῖς δὲ περιτυγχάνουσιν ὑμῶν τῇ ἀγαθῇ προαιρέσει ἐναργῆ τὰ πρὸς σωτηρίαν ἐχαρίσατο ὑποδείγματα. Ἐπεὶ οὖν τῇ τοῦ Θεοῦ χάριτι ἐμάθομεν ὑμῶν τὴν ὀρθότητα τῆς πίστεως, ἐμάθομεν δὲ τὸ περὶ τὴν ἀδελφότητα ἐπιμελὲς, καὶ ὅτι οὐ παρέργως οὐδὲ ἠμελημένως παρέχεσθε τὰ κοινωφελῆ καὶ ἀναγκαῖα πρὸς σωτηρίαν, ἀλλ' εἴ τι πρὸς οἰκοδομὴν τῶν Ἐκκλησιῶν ἐνεργεῖν προαιρεῖσθε· δίκαιον ἐλογισάμεθα κοινωνοὶ γενέσθαι
1. Great in all things do we find the dispensation of the good God concerning His Churches, so that even the things that seem to be gloomy, and do not turn out altogether according to our wish, these also are dispensed for the benefit of the many, in the hard-to-behold wisdom of God and His unsearchable judgements of righteousness. For behold, your charity also the Lord, having raised up from the places in Egypt, has led into the midst of Palestine and settled there, after the likeness of the ancient Israel, whom by leading through captivity into the land of the Assyrians, He quenched the idolatry there through the sojourn of the saints. And now therefore we find it thus, reckoning that the Lord, setting forth your contest on behalf of piety, has opened to you through exile a stadium of blessed struggles, and to those who meet with your good purpose has graciously given clear examples towards salvation. Since therefore by the grace of God we have learned the uprightness of your faith, and have learned your care concerning the brotherhood, and that not perfunctorily nor negligently do you supply the things profitable in common and necessary towards salvation, but if anything is for the building up of the Churches you choose to work at it; we reckoned it righteous to become partakers
PG 32:985Read from the page
τῆς ἀγαθῆς μερίδος ὑμῶν, καὶ συνάψαι ἑαυτοὺς διὰ τοῦ γράμματος τῇ ὑμετέρᾳ εὐλαβείᾳ. Οὗπερ ἕνεκα ἀπεστείλαμεν καὶ τὸν ποθεινότατον υἱὸν ἡμῶν καὶ συνδιάκονον Ἐλπίδιον, ὁμοῦ μὲν τὴν ἐπιστολὴν διακομίζοντα, ὁμοῦ δὲ καὶ παρ' ἑαυτοῦ δυνάμενον ἀπαγγεῖλαι ὑμῖν ὅσα τὴν ἐκ τοῦ γράμματος ἐκφύγῃ διδασκαλίαν.
of your good portion, and to join ourselves by letter to your reverence. On account of which we have sent also our most beloved son and fellow-deacon Elpidius, both conveying the letter, and at the same time able of himself also to report to you whatever things may escape the instruction given by letter.
2. Μάλιστα δὲ ἡμᾶς ἐπέῤῥωσε πρὸς τὴν ἐπιθυμίαν τῆς συναφείας ὑμῶν ἡ ἀκοὴ τοῦ περὶ τὴν ὀρθότητα ζήλου τῆς εὐσεβείας ὑμῶν· ὅτι οὔτε πλήθει συνταγμάτων, οὔτε ποικιλίᾳ σοφισμάτων παρηνέχθη ὑμῶν τὸ στεῤῥὸν τῆς καρδίας· ἀλλ' ἐπέγνωτε μὲν τοὺς κατὰ τῶν ἀποστολικῶν δογμάτων καινοτομοῦντας, σιωπῇ δὲ κατασχεῖν τὴν ἐνεργουμένην παρ' αὐτῶν βλάβην οὐ κατεδέξασθε. Καὶ γὰρ τῷ ὄντι πολλὴν εὕρομεν λύπην παρὰ πᾶσι τοῖς ἀντεχομένοις τῆς τοῦ Κυρίου εἰρήνης ἐπὶ ταῖς νεωτεροποιίαις ταῖς παντοδαπαῖς Ἀπολιναρίου τοῦ Λαοδικέως· ὃς τοσούτῳ πλέον ἐλύπησεν ἡμᾶς, ὅσῳ ἔδοξεν εἶναι ἐξ ἡμῶν τὸ ἐξ ἀρχῆς. Τὸ μὲν γὰρ παρὰ φανεροῦ πολεμίου παθεῖν τι, κἂν ὑπερβάλλῃ τῷ ἀλγεινῷ, φορητόν πώς ἐστι τῷ καταπονουμένῳ, καθὼς γέγραπται, ὅτι Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· τὸ δὲ παρ' ὁμοψύχου καὶ οἰκείου βλάβης τινὸς πειραθῆναι, τοῦτο δύσφορον παντελῶς, καὶ οὐδεμίαν ἔχον παραμυθίαν. Ὃν γὰρ προσεδοκήσαμεν συνασπιστὴν ἕξειν τῆς ἀληθείας, τοῦτον εὕρομεν νῦν ἐν πολλοῖς ἐμποδίζοντα τοῖς σωζομένοις, ἐκ τοῦ περιέλκειν αὐτῶν τὸν νοῦν καὶ ἀποσπᾷν τῆς εὐθύτητος τῶν δογμάτων. Τί γὰρ ἐν ἔργοις παρ' αὐτοῦ τολμηρὸν καὶ θερμὸν οὐκ ἐπράχθη; Τί δὲ ἐν λόγοις οὐ παρεπενοήθη νεώτερον καὶ ἐπικεκινδυνευμένον; Οὐ πᾶσα μὲν Ἐκκλησία ἐφ' ἑαυτὴν ἐμερίσθη, μάλιστα δὲ ταῖς ὑπὸ τῶν ὀρθοδόξων κυβερνωμέναις ἐπιπεμφθέντων παρ' αὐτοῦ πρὸς τὸ σχίσαι, καὶ ἰδίαν τινὰ παρασυναγωγὴν ἐκδικῆσαι; Οὐχὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον, ὡς ἄνευ λαοῦ καὶ κλήρου ἐπισκόπων περιερχομένων, καὶ ὄνομα ψιλὸν περιφερόντων, οὐδὲν δὲ κατορθούντων εἰς προκοπὴν τοῦ Εὐαγγελίου τῆς εἰρήνης καὶ σωτηρίας; Οὐχὶ οἱ περὶ τοῦ Θεοῦ λόγοι πλήρεις παρ' αὐτῷ εἰσιν ἀσεβῶν δογμάτων, τῆς παλαιᾶς ἀσεβείας τοῦ ματαιόφρονος Σαβελλίου δι' αὐτοῦ νῦν ἀνανεωθείσης ἐν τοῖς συντάγμασιν; Εἰ γὰρ ἃ περιφέρουσιν οἱ Σεβαστηνοὶ, μὴ συμπέπλασται παρ' ἐχθρῶν, ἀλλὰ κατ' ἀλήθειαν αὐτοῦ εἰσι συγγραφαὶ, οὐδεμίαν εἰς ἀσέβειαν ὑπερβολὴν καταλέλοιπε, τὸν αὐτὸν Πατέρα λέγων καὶ Υἱὸν καὶ Πνεῦμα, καὶ ἄλλα τινὰ
2. And what most of all strengthened us towards the desire for union with you was the report of your zeal for piety concerning uprightness; because neither by a multitude of treatises, nor by a variety of sophisms, was the steadfastness of your heart carried away; but you recognized those who innovate against the apostolic dogmas, and did not consent to hold back in silence the harm wrought by them. For indeed in truth we have found much grief among all who cleave to the peace of the Lord over the manifold innovations of Apolinarius of Laodicea; who grieved us so much the more, inasmuch as he seemed to be of us from the beginning. For to suffer something from an open enemy, even if it be exceedingly painful, is somehow bearable to the one who is worn down, just as it is written, If the enemy had reproached me, I would have borne it; but to experience some harm from one of like soul and a familiar friend, this is altogether hard to bear, and holds no consolation. For him whom we expected to have as a comrade-in-arms of the truth, this man we have now found in many things hindering those who are being saved, by drawing their mind round and tearing it away from the straightness of the dogmas. For what rash and hot-headed thing in deeds has not been done by him? And what novel and hazardous thing in words has not been devised beside the mark? Has not every Church been divided against itself, especially as men have been sent by him against those governed by the orthodox in order to split them, and to claim for themselves a certain private rival assembly? Is not the great mystery of piety mocked, as bishops go about without people and clergy, carrying around a bare name, and achieving nothing towards the advancement of the Gospel of peace and salvation? Are not his discourses concerning God full of impious dogmas, the ancient impiety of the vain-minded Sabellius having now been renewed through him in his treatises? For if the things which the Sebastenes carry around have not been fabricated by enemies, but in truth are his own writings, he has left no excess of impiety unsurpassed, calling the same One Father and Son and Spirit, and certain other