Migne Reading Room

PG 32 · cols. 928–937 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:928Read from the page
πάλιν μεταβαλὼν κουφότερος γίνομαι ταῖς ἐλπίσι· καὶ οἶδα, ὅτι διὰ τῶν προσευχῶν ὑμῶν ταχεῖαν δείξει ἡμῖν ὁ Κύριος τὴν γαλήνην. Μόνον μὴ ἀποκάμητε προσευχόμενοι· ἀλλ' ὧν λόγοις ἐστὲ διδάσκαλοι, τούτων ἐπὶ τοῦ παρόντος καιροῦ ἔργῳ πᾶσιν ἐναργῆ σπουδάσατε ποοθεῖναι τὰ ὑποδείγματα.
changing again, I become lighter through hopes; and I know that through your prayers the Lord will speedily show us calm. Only do not grow weary in praying; but of those things of which you are teachers in words, be zealous at the present time in deed to set forth clear examples to all.
ΕΠΙΣΤΟΛΗ ΣΜΖʹ.
Letter 247.
Νικοπολίταις.
To the Nicopolitans.
Ὅτε ἐνέτυχον τοῖς γράμμασι τῆς ὁσιότητος ὑμῶν, ὅσον ἐστέναξα καὶ ὠδυράμην, ὅτι καὶ ταῦτα τὰ κακὰ ταῖς ἐμαυτοῦ ἀκοαῖς ὑπεδεξάμην, πληγὰς μὲν καὶ ὕβρεις εἰς ὑμᾶς αὐτοὺς, πόρθησιν δὲ οἴκων, καὶ ἐρήμωσιν πόλεως, καὶ πατρίδος ὅλης ἀνατροπὴν, διωγμὸν Ἐκκλησίας καὶ φυγὴν ἱερέων, ἐπανάστασιν λύκων, καὶ ποιμνίων διασποράν. Ἀλλ' ἐπειδὴ ἐπαυσάμην τοῦ στεναγμοῦ καὶ τῶν δακρύων, πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην ἀποβλέψας, οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινώσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἡ ἐγκατάλειψις. Ὃ μὲν γὰρ πεπόνθαμεν, διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν· τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τὰς Ἐκκλησίας ἑαυτοῦ ἀγάπην καὶ εὐσπλαγχνίαν ὁ φιλάνθρωπος ἐπιδείξεται. Οὐ μέντοι παρελίπομεν καὶ παρόντες τοὺς ἐν δυνάμει καθικετεύοντες, καὶ ἐπὶ τοῦ στρατοπέδου τοῖς ἀγαπῶσιν ἡμᾶς ἐπιστέλλοντες ἐπισχεθῆναι τῆς ὀργῆς τὸν λυσσῶντα. Καὶ οἶμαι παρὰ πολλῶν ἥξειν αὐτῷ κατάγνωσιν, ἐὰν μὴ ἄρα ὁ καιρὸς θορύβου πεπληρωμένος μηδεμίαν δῷ σχολὴν περὶ ταῦτα τοῖς ἐπὶ τῶν πραγμάτων.
When I read the letters of your holiness, how greatly I groaned and lamented that I had received even these evils with my own ears: blows and outrages against your own selves, the pillaging of houses, and the desolation of a city, and the overthrow of a whole country, the persecution of the Church and the flight of priests, the rising up of wolves, and the scattering of flocks. But after I ceased from groaning and tears, looking towards the Master Who is in the heavens, I know and am persuaded, which I also wish you to know, that the succour will be speedy, and the abandonment will not be forever. For what we have suffered, we have suffered because of our sins; but His help, because of His own love and compassion towards the Churches, the Lover of mankind will display. Yet we have not omitted both in person to implore those in power, and to write to those at the court who love us, that the raging man may be restrained from his wrath. And I think that condemnation will come upon him from many, unless indeed the time, being filled with tumult, should grant no leisure regarding these matters to those in charge of affairs.
ΕΠΙΣΤΟΛΗ ΣΜΗʹ.
Letter 248.
Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου.
To Amphilochius, Bishop of Iconium.
Ὅταν μὲν πρὸς τὴν ἡμετέραν αὐτῶν ἐπιθυμίαν ἀπίδωμεν, ἀχθόμεθα τοσοῦτον διῳκισμένοι τῆς εὐλαβείας σου· ὅταν δὲ πρὸς τὸ εἰρηνικὸν τῆς σαυτοῦ διαγωγῆς, εὐχαριστοῦμεν τῷ Κυρίῳ, τῷ ἐξελομένῳ τὴν εὐλάβειάν σου ἀπὸ τοῦ ἐμπρησμοῦ τούτου, ὃς πλέον ἐπενείματο τὴν καθ' ἡμᾶς παροικίαν. Ἔδωκε γὰρ ἡμῖν κατὰ τὰ ἔργα ἡμῶν ὁ δι-
When indeed we look to our own desire, we are grieved at being so far separated from your reverence; but when we look to the peacefulness of your own way of life, we give thanks to the Lord, Who has delivered your reverence from this conflagration, which has all the more devoured the diocese among us. For according to our works there has given to us the ri-
Notes, col. 928

On the reading

Printed ποοθεῖναι, for προθεῖναι.

PG 32:929Read from the page
καιοκρίτης ἄγγελον Σατὰν, ἱκανῶς ἡμᾶς κατακονδυλίζοντα, καὶ σφοδρῶς μὲν ἐκδικοῦντα τὴν αἵρεσιν· μέχρι τοσούτου δὲ τὸν πρὸς ἡμᾶς ἐξαγαγόντα πόλεμον, ὥστε μηδὲ αἵματος φείσασθαι τῶν εἰς Θεὸν πεπιστευκότων. Πάντως γὰρ οὐκ ἔλαθέ σου τὴν ἀγάπην, ὅτι Ἀσκληπιός τις, διὰ τὸ μὴ ἑλέσθαι τὴν πρὸς τὸν Δωὴκ κοινωνίαν, τυπτόμενος παρ' αὐτῶν ταῖς πληγαῖς ἐναπέθανε, μᾶλλον δὲ διὰ τῶν πληγῶν εἰς τὴν ζωὴν μετετέθη. Ἀκόλουθα δὲ ἐκείνῳ πάντα οἴου γίνεσθαι τὰ λοιπά· διωγμοὺς πρεσβυτέρων καὶ διδασκάλων, τὰ ἄλλα ὅσα ἂν ποιήσειαν ἄνθρωποι τῇ ἐκ τῆς ἀρχῆς δυναστείᾳ πρὸς τὸ ἑαυτῶν βούλημα κεχρημένοι. Ἀλλὰ τούτων μὲν τὴν λύσιν ἡμῖν ὁ Κύριος ταῖς σαῖς εὐχαῖς δώσει, καὶ τὴν ὑπομονήν· ὥστε βαστάσαι ἡμᾶς τὸ βάρος τῶν πειρασμῶν ἀξίως τῆς ἐπ' αὐτὸν ἐλπίδος· αὐτὸς δὲ καταξίου καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῶν κατὰ σεαυτόν. Κἂν εὕρῃς τινὰ τὸν πιστῶς σοι δυνάμενον διακομίσαι τὸ πονηθὲν ἡμῖν βιβλίον, καταξίωσον μεταστείλασθαι, ἵνα, τῇ σῇ ἐπικρίσει θαῤῥήσαντες, καὶ εἰς ἄλλων χεῖρας αὐτὸ διαπεμψώμεθα. Ἐῤῥωμένος, εὔθυμος τῷ Κυρίῳ, ὑπερευχόμενος, χαρισθείης μοι καὶ τῇ τοῦ Κυρίου Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
ghteous Judge an angel of Satan, buffeting us sufficiently, and vehemently avenging the heresy, and carrying the war against us to such a pitch as not even to spare the blood of those who have believed in God. For assuredly it has not escaped your charity that a certain Asclepius, because he did not choose communion with Doeg, being beaten by them died under the blows, or rather through the blows was translated unto life. And reckon that all the rest is happening in keeping with that: persecutions of presbyters and teachers, and all the other things that men might do who use the arbitrary power derived from office according to their own will. But the deliverance from these things the Lord will grant us through your prayers, and patience, so that we may bear the weight of temptations worthily of our hope in Him; and do you yourself deign also to write to us continually regarding your own affairs. And if you find anyone able faithfully to convey to you the book elaborated by us, deign to send for it, so that, taking courage from your judgement, we may also send it abroad into the hands of others. Strong, cheerful in the Lord, praying for us, may you be granted to me and to the Church of the Lord by the grace of the Holy One.
ΕΠΙΣΤΟΛΗ ΣΜΘʹ.
Letter 249.
Ἀνεπίγραφος, ἐπ' ἀνδρὶ εὐλαβεῖ.
Without address, for a devout man.
Συγχαίρω τῷ ἀδελφῷ τῷδε, καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ, καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. Ἀγαθὸν γὰρ αὐτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα, τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγὴν, ἐξελέξατο. Ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι, καὶ παρακαλῶ δι' αὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα, ῥυσθέντες τῶν πειρασμῶν τούτων, ἀρξώμεθα δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ Εὐαγγέλιον.
I rejoice with this brother, both because he is being freed from the tumults here, and because he is betaking himself to your reverence. For as a good provision for himself towards the age to come, he has chosen the good way of life with those who fear the Lord. Him we also commend to your honour, and I exhort you through him to pray for our pitiable life, so that, being delivered from these temptations, we may begin to serve the Lord according to the Gospel.
ΕΠΙΣΤΟΛΗ ΣΝʹ.
Letter 250.
Πατροφίλῳ, ἐπισκόπῳ τῆς ἐν Αἰγεαῖς Ἐκκλησίας
To Patrophilus, Bishop of the Church in Aegae
Ὀψὲ μὲν ἐδεξάμην τὰς ἐπὶ τοῖς προτέροις γράμμασιν ἀποκρίσεις· ἐδεξάμην δ' οὖν ὅμως διὰ τοῦ ποθεινοτάτου Στρατηγίου, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, ὅτι διαμένεις ὁ αὐτὸς ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ. Ἃ δὲ νῦν κατηξίωσας περὶ τῆς αὐτῆς ὑποθέσεως ἐπιστεῖλαι, ἀπόδειξιν ἔχει τῆς ἀγαθῆς σου προαιρέσεως· ὅτι φρονεῖς τὰ δέοντα, καὶ συμβουλεύεις ἡμῖν τὰ λυσιτελῆ. Πλὴν ἀλλ' ἐπειδὴ πάλιν ὁρῶ μακρότερόν μοι τὸν λόγον γινόμενον, εἰ μέλλοιμι πρὸς ἕκαστον τῶν ἐπεσταλμένων παρὰ τῆς σῆς συνέσεως
Late indeed did I receive the replies to my former letters; yet I received them nevertheless through the most beloved Strategius, and I gave thanks to the Lord that you remain the same in your love towards us. And what you have now deigned to write concerning the same subject holds a proof of your good purpose: that you think what is fitting, and advise us what is profitable. Nevertheless, since I see my discourse again becoming too long if I were to reply to each of the things sent from your prudence,
PG 32:932Read from the page
ἀποκρίνεσθαι, τοσοῦτον λέγω· ὅτι, τὸ τῆς εἰρήνης καλὸν εἰ μὲν ἐν τῷ ὀνόματι τῆς εἰρήνης περιγράφεται μόνῳ, καταγέλαστόν ἐστι, τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνον μεταδιδόναι τοῦ εἰρηνεύειν, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας· εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν εἰρήνης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργάζεται, σκόπει τίνες εἰσὶν, οἷς ἀνέμιξαν ἑαυτοὺς, οἳ τὸ ἄδικον μῖσος ἐμίσησαν ἡμᾶς, ἀλλ' οἱ τῆς μερίδος τῶν ἀκοινωνήτων ἡμῖν· οὐδὲ γὰρ δέομαι νῦν ὀνομαστὶ μεμνῆσθαι. Οὗτοι καὶ ἐκλήθησαν παρ' αὐτῶν εἰς τὴν Σεβάστειαν, καὶ παρέλαβον τὴν Ἐκκλησίαν, καὶ ἐλειτούργησαν ἐπὶ τοῦ θυσιαστηρίου, καὶ τοῦ ἰδίου ἄρτου παντὶ μετέδωκαν τῷ λαῷ, ἐπίσκοποι κηρυσσόμενοι παρὰ τῷ ἐκεῖ κλήρῳ, καὶ διὰ πάσης τῆς χώρας, ὡς ἅγιοι παρ' αὐτῶν καὶ κοινωνικοὶ παραπεμπόμενοι. Ὧν εἰ χρὴ ἑλέσθαι τὴν μερίδα, καταγέλαστόν ἐστιν ἐκ τῶν ὀνύχων ἄρχεσθαι, καὶ μὴ αὐταῖς αὐτῶν ταῖς κεφαλαῖς προσδιαλέγεσθαι. Εἰ μὲν οὖν οὐδένα δεῖ καθόλου αἱρετικὸν νομίζειν, οὐδὲ ἐκτρέπεσθαι, ἀντὶ τίνος, εἰπέ μοι, σεαυτὸν ἀφορίζεις σὺ, καὶ ὑποστέλλῃ τὴν τινων κοινωνίαν; εἰ δέ εἰσί τινες φευκτοὶ, κατὰ τὸν τῆς ἀκριβείας λόγον, εἰπάτωσαν ἡμῖν, οἱ πάντα ἀκριβεῖς, τῆς ποίας εἰσὶ μερίδος, οὓς ἐκ τῆς Γαλατίας πρὸς ἑαυτοὺς προσηγάγοντο; Ταῦτα εἰ μὲν ἄξια λύπης σοι καταφαίνεται, τοῖς αἰτίοις τούτων λογίζου τὸν χωρισμόν· εἰ δὲ ἀδιάφορα κρίνεις, σύγγνωθι ἡμῖν μὴ καταδεχομένοις τῆς ζύμης γενέσθαι τῶν ἑτεροδιδασκαλούντων. Ὥστε, εἰ δοκεῖ, τῶν εὐπροσώπων ἐκείνων ἀφέμενος λόγων, ἐν πάσῃ παῤῥησίᾳ ἔλεγχε τοὺς μὴ ὀρθοποδοῦντας πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου.
I say this much: that if the good of peace is circumscribed by the name of peace alone, it is ridiculous, choosing out this man and that man, to impart peace-making to these alone, while excluding ten thousand others from communion in the good; whereas if agreement with harmful men under the pretext of peace works the deeds of enemies upon those who receive them, consider who they are with whom those who hated us with an unjust hatred have mingled themselves, none other than those of the party of men out of communion with us; for I do not need now to mention them by name. These men were both invited by them to Sebastea, and took over the Church, and ministered at the altar, and distributed their own bread to all the people, being proclaimed bishops among the clergy there, and escorted by them throughout all the country as holy and in communion. Whose party if one must choose, it is ridiculous to begin from the nails, and not to converse with their very heads. If, therefore, one ought not to account anyone at all a heretic, nor turn away from him, for what reason, tell me, do you yourself separate yourself, and shrink back from the communion of certain persons? But if there are certain persons to be shunned, according to the rule of strictness, let them tell us, these men who are strict in all things, of what party those are whom they drew to themselves from Galatia? If these things appear to you worthy of grief, reckon the separation to the authors of these things; but if you judge them indifferent, pardon us if we do not consent to become of the leaven of those who teach other doctrine. Wherefore, if it seems good, laying aside those specious words, in all boldness reprove those who do not walk uprightly towards the truth of the Gospel.
PG 32:933Read from the page
ΕΠΙΣΤΟΛΗ ΣΝΑʹ
Letter 251
Τοῖς Εὐαισηνοῖς.
To the Evaesenes.
1. Εἰ καὶ πολὺ τὸ πλῆθος τῶν περιεχόντων ἡμᾶς πραγμάτων, καὶ φροντίσι μυρίαις συνέχεται ἡμῶν ἡ διάνοια, ὅμως οὐδέποτε τῆς μνήμης ἡμῶν ἐξεβάλομεν τὴν περὶ τῆς ὑμετέρας ἀγάπης μέριμναν, δεόμενοι τοῦ Θεοῦ ἡμῶν διαμεῖναι ὑμᾶς ἐν τῇ πίστει, ἐν ᾗ ἑστήκατε καὶ καυχᾶσθε ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Τῷ ὄντι γὰρ δυσεύρετον λοιπὸν καὶ πάνυ σπάνιον ἰδεῖν Ἐκκλησίαν εἰλικρινῆ, μηδὲν ἐκ τῆς τῶν καιρῶν χαλεπότητος παραβλαβεῖσαν, ἀλλ' ἀκεραίαν καὶ ἄθραυστον τὴν ἀποστολικὴν διασώζουσαν διδασκαλίαν, οἵαν τὴν καθ' ὑμᾶς ἔδειξεν ἐν τοῖς παροῦσι καιροῖς ὁ ἀναδεικνὺς τοὺς καθ' ἑκάστην γενεὰν ἀξίους τῆς ἑαυτοῦ κλήσεως. Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθ' ὧν τὰς ψευδεῖς καθ' ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε, μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. Καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ἐπὶ τῇ πράξει ταύτῃ. Ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρ' ἑαυτοῖς, ὃ καὶ ἔστι κατ' ἀλήθειαν, ὅτι οἱ ἀνταποδιδόντες μοι πονηρὰ ἀντὶ καλῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτοὺς, διαβάλλουσί με νῦν ἐπ' ἐκείνοις, εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι.
1. Although great is the multitude of affairs encompassing us, and our mind is held fast by ten thousand cares, yet we have never cast out from our memory our solicitude for your charity, beseeching our God that you may abide in the faith wherein you stand and glory in hope of the glory of God. For in truth it is hard to find hereafter and altogether rare to see a sincere Church, in nothing harmed by the difficulty of the times, but preserving pure and unbroken the apostolic teaching, such as He Who in each generation manifests those worthy of His own calling has shown the Church among you to be in the present times. And may the Lord grant you the good things of the Jerusalem above, in return for your having sent back the false calumnies against us upon the heads of the speakers of falsehood, giving them no entrance into your hearts. And I know and am persuaded in the Lord that your reward is great in the heavens even for this deed. For you have wisely reckoned this among yourselves, which also is in accordance with truth, that those who repay me evil for good, and hatred for my love towards them (Ps. 108:5), are calumniating me now over those very matters regarding which they themselves are found to have set forth written confessions.
2. Καὶ οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν, ἴδια ἔγγραφα ὑμῖν ἀντὶ κατηγορίας προφέροντες, ἀλλ' ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντινούπολιν καθαιρεθέντες, οὐκ ἐδέξαντο τὴν καθαίρεσιν αὐτῶν, σύνοδον ἀθετούντων προσαγορεύοντες, καὶ μὴ καταδεχόμενοι ἐπισκόπους αὐτοὺς λέγειν, ἵνα μὴ τὴν κατ' αὐτῶν ἐξενεχθεῖσαν ψῆφον κυρώσωσι. Καὶ τὴν αἰτίαν προσετίθεσαν τοῦ μὴ εἶναι αὐτοὺς ἐπισκόπους, διότι αἱρέσεως, φησὶ, πονηρᾶς προεστήκασι. Ταῦτα δὲ
2. And not only have they fallen into this contradiction, bringing forward their own writings to you by way of accusation, but also because, having been deposed by unanimous vote by those who assembled at Constantinople, they did not accept their deposition, calling it a synod of wicked men, and refusing to call them bishops, lest they should ratify the vote pronounced against themselves. And they added the reason why they were not bishops: because, say they, they have presided over a wicked heresy. Now these things
PG 32:936Read from the page
ἐγένετο πρὸ δέκα καὶ ἑπτὰ οὐχ ὅλων ἐτῶν. Ἦσαν δὲ οἱ ἔξαρχοι τῶν καθελόντων αὐτοὺς, Εὐδόξιος, Εὐίππιος, Γεώργιος, Ἀκάκιος, καὶ οἱ λοιποὶ τῶν ὑμῖν ἀγνοουμένων. Οἱ δὲ νῦν κρατοῦντες τῶν Ἐκκλησιῶν, ἐκείνων εἰσὶ διάδοχοι· οἱ μὲν, ἀντ' αὐτῶν χειροτονηθέντες, οἱ δὲ, ὑπ' ἐκείνων αὐτῶν προαχθέντες.
happened not quite seventeen years ago. And the ringleaders of those who deposed them were Eudoxius, Euippius, George, Acacius, and the rest of those unknown to you. And those who now hold sway over the Churches are their successors, some having been ordained in their stead, and others having been promoted by those very men.
3. Νῦν οὖν οἱ ἡμῖν τὴν κακοδοξίαν ἐγκαλοῦντες εἰπάτωσαν ἡμῖν, πῶς μὲν αἱρετικοὶ ἦσαν ἐκεῖνοι, ὧν τὴν καθαίρεσιν οὐκ ἐδέξαντο; πῶς δὲ ὀρθόδοξοι οὗτοι οἱ παρ' ἐκείνων προαχθέντες, καὶ τὸ αὐτὸ φρόνημα τοῖς πατράσιν αὐτῶν διασώζοντες; Εἰ μὲν γὰρ ὀρθόδοξος Εὐίππιος, πῶς οὐχὶ λαϊκὸς Εὐστάθιος, ὁ παρ' ἐκείνου καθῃρημένος; εἰ δὲ αἱρετικὸς ἐκεῖνος, πως κοινωνικὸς Εὐσταθίου νῦν, ὁ διὰ τῆς ἐκείνου χειρὸς προαχθείς; Ἀλλὰ παιδιαὶ αὗται, κατὰ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι, πρὸς τὸ ἑαυτῶν συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους, καὶ πάλιν συνιστᾷν ἐπιχειρούντων. Τὰ Βασιλείδου τοῦ Παφλαγόνος θυσιαστήρια ἀνέτρεψε παριὼν τὴν Παφλαγονίαν Εὐστάθιος, καὶ ἐπὶ ἰδίων τραπεζῶν ἐλειτούργει· καὶ νῦν ἱκέτης ἐστὶ Βασιλείδου, ὥστε δεχθῆναι. Ἀφώρισε τὸν εὐλαβέστατον ἀδελφὸν Ἐλπίδιον διὰ τὴν πρὸς τοὺς ἐν Ἀμασείᾳ συνάφειαν· καὶ νῦν ἱκέτης τῶν Ἀμασέων, ἐπιζητῶν αὐτῶν τὴν συνάφειαν. Τὰ κατὰ Εὐιππίου κηρύγματα καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε ὅπως ἦν φρικτά. Καὶ νῦν τοὺς τὰ ἐκείνου φρονοῦντας ἐπὶ ὀρθότητι ἀποσεμνύνει, μόνον ἐὰν εἰς τὴν τῆς ἀποκαταστάσεως αὐτοῦ σπουδὴν συνεργήσωσιν. Ἡμεῖς δὲ διαβαλλόμεθα, οὐκ ἐπειδὴ ἡμεῖς ἀδικοῦμέν τι, ἀλλ' ἐπειδὴ τοῦτο ἐνόμισεν εὐδοκίμησιν αὐτῷ φέρειν παρὰ τοῖς ἐν Ἀντιοχείᾳ. Οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς δι' αὐτῶν δυνάμενοι τὴν παῤῥησίαν τῆς ἐπισκοπῆς ἀπο-
3. Now therefore let those who accuse us of heterodoxy tell us: how were those men heretics, whose deposition they did not accept, and how are these men orthodox, who were promoted by them and preserve the same mind as their fathers? For if Euippius is orthodox, how is Eustathius not a layman, having been deposed by him? And if that man is a heretic, how is he who was promoted by his hand now a communicant of Eustathius? But these are games played against the Churches of God by men who attempt, for their own advantage, both to calumniate men and again to commend them. The altars of Basilides the Paphlagonian Eustathius overturned when passing through Paphlagonia, and ministered upon his own tables; and now he is a suppliant of Basilides, that he may be received. He excommunicated the most devout brother Elpidius because of his fellowship with those in Amasea; and now he is a suppliant of the Amaseans, seeking their fellowship. The proclamations against Euippius you yourselves also know how dreadful they were. And now those who hold that man's views he extols for orthodoxy, if only they cooperate in the zeal for his restoration. And we are calumniated, not because we do any wrong, but because he thought this would bring him repute among those in Antioch. And those whom they sent for last year from Galatia, as though able through them to re-
Notes, col. 936

On the reading

Printed πως, for πῶς.

PG 32:937Read from the page
λαβεῖν, τοιοῦτοί εἰσιν, οἵους ἴσασι μὲν καὶ οἱ πρὸς ὀλίγον συγγεγονότες αὐτοῖς. Ἐμοὶ δὲ μὴ παράσχοι ὁ Κύριος τοσαύτην σχολήν ποτε, ὥστε τὰς ἐκείνων πράξεις ἀπαριθμεῖσθαι. Πλὴν ἀλλ' ὑπὸ δορυφόροις τοῖς τιμιωτάτοις αὐτῶν καὶ συμμύσταις παραπεμφθέντες, διεξῆλθον μὲν διὰ πάσης αὐτῶν τῆς χώρας τὰς τῶν ἐπισκόπων τιμὰς καὶ θεραπείας ἔχοντες· εἰσήχθησαν δὲ περιφανῶς εἰς τὴν πόλιν ἐκκλησιάσαντες μετὰ αὐθεντίας. Παρεδόθη γὰρ αὐτοῖς ὁ λαὸς, παρεδόθη τὸ θυσιαστήριον. Οἳ, ἐπειδὴ μέχρι Νικοπόλεως προελθόντες οὐδὲν ἠδυνήθησαν, ὧν ἐπηγγείλαντο διαπράξασθαι, πῶς ἐπανῆλθον, καὶ πῶς ὤφθησαν κατὰ τὴν ἐπάνοδον, ἴσασιν οἱ παρόντες. Οὕτως ἀεὶ πρὸς τὸ ἑαυτῶν συμφέρον πάντα ποιοῦντες φαίνονται. Εἰ δὲ λέγουσιν, ὅτι μετενόησαν, δειξάτωσαν αὐτῶν ἔγγραφον τὴν μετάνοιαν, καὶ ἀναθεματισμὸν τῆς ἐν Κωνσταντινουπόλει πίστεως, καὶ χωρισμὸν τῶν αἱρετικῶν, καὶ μὴ ἐξαπατάτωσαν τοὺς ἀκεραιοτέρους. Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα.
cover the boldness of the episcopate, are such as even those know who have associated with them for a little while. And to me may the Lord never grant so much leisure as to recount their deeds. Nevertheless, escorted by bodyguards from among their most honoured men and fellow-initiates, they passed through all their country having the honours and attentions of bishops; and they were brought conspicuously into the city, holding assembly with authority. For the people was handed over to them, the altar was handed over. And when, having advanced as far as Nicopolis, they were able to accomplish nothing of what they had promised, how they returned, and how they appeared during the return, those who were present know. Thus they always appear to be doing all things with a view to their own advantage. But if they say that they have repented, let them show their repentance in writing, and an anathematization of the faith at Constantinople, and a separation from the heretics, and let them not deceive the simpler folk. Such, then, are their affairs.
4. Ἡμεῖς δὲ, ἀγαπητοὶ ἀδελφοὶ, μικροὶ μὲν καὶ ταπεινοὶ, οἱ αὐτοὶ δὲ ἀεὶ τῇ τοῦ Θεοῦ χάριτι, οὐδέποτε ταῖς μεταβολαῖς τῶν πραγμάτων συνδιετέθημεν. Πίστις παρ' ἡμῖν οὐκ ἄλλη μὲν ἐν Σελευκείᾳ, ἄλλη δὲ ἐν Κωνσταντινουπόλει, καὶ ἄλλη ἐν Ζήλοις, καὶ ἐν Λαμψάκῳ ἄλλη, καὶ ἐπὶ Ῥώμης ἑτέρα· καὶ ἡ νῦν περιφερομένη οὐ διάφορος παρὰ τὰς προτέρας, ἀλλὰ μία καὶ ἡ αὐτὴ ἀεί. Ὡς γὰρ παρελάβομεν παρὰ τοῦ Κυρίου, οὕτω βαπτιζόμεθα· ὡς βαπτιζόμεθα, οὕτω πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν· οὔτε χωρίζοντες Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, οὔτε προτιθέντες Πατρὸς, ἢ πρεσβύτερον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες· ὡς αἱ τῶν βλασφήμων γλῶσσαι κατασκευάζουσι. Τίς γὰρ οὕτω τολμηρὸς, ὃς, τὴν Δεσποτικὴν παρωσάμενος νομοθεσίαν, ἰδίαν τολμᾷ τοῖς ὀνόμασι τάξιν ἐπινοεῖν; Ἀλλ' οὔτε κτιστὸν λέγομεν τὸ Πνεῦμα, τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ τεταγμένον· οὔτε δουλικὸν τολμῶμεν εἰπεῖν τὸ ἡγεμονικόν. Καὶ ὑμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς, τοῦ εἰπόντος, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι· φυλάξατε ἑαυτοὺς τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. Στήκετε ἐν τῇ πίστει, περιβλέψατε εἰς τὴν οἰκουμένην, καὶ ἴδετε, ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός· ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἡ ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ Εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς
4. But we, beloved brethren, small indeed and humble, yet always the same by the grace of God, have never been altered along with the changes of affairs. Faith with us is not one at Seleucia, and another at Constantinople, and another at Zela, and at Lampsacus another, and at Rome a different one; and that which is now carried about is not different from the former ones, but one and the same always. For as we received from the Lord, so we are baptized; as we are baptized, so we believe; as we believe, so also we glorify: neither separating the Holy Spirit from Father and Son, nor placing Him before the Father, or saying that the Spirit is older than the Son, as the tongues of blasphemers fabricate. For who is so audacious that, thrusting aside the Master's legislation, he dares to devise his own order for the Names? But neither do we call the Spirit created, Who is ranked with Father and Son; nor do we dare to call servile the governing Spirit (Ps. 50:14). And we exhort you, remembering the threat of the Lord, Who said, Every sin and blasphemy shall be forgiven unto men, but the blasphemy against the Holy Spirit shall not be forgiven, neither in this age nor in that which is to come (Matt. 12:31-32), guard yourselves from the harmful teachings against the Spirit. Stand fast in the faith (1 Cor. 16:13), look around upon the inhabited world, and see that small is this part which is diseased; whereas all the rest of the Church, which from ends to ends has received the Gospel, abides in this sound