ἔκπληξιν πεπονθέναι. Ἆρ' οὖν καὶ σὺ τὸ τῶν πολλῶν πέπονθας, οἳ, καταλιπόντες τῶν πραγμάτων ἐξετάζειν τὴν φύσιν, τοῖς ἀνθρώποις προσέχουσι, περὶ ὧν οἱ λόγοι, καὶ γίνονται οὐχὶ τῆς ἀληθείας ἐξετασταὶ, ἀλλὰ τῆς διαφορᾶς τῶν προσώπων δοκιμασταὶ, ⟨…⟩ γινώσκειν πρόσωπον ἐν κρίσει, οὐ καλόν.
amazement. Have you then also suffered the experience of the many, who, leaving off examining the nature of affairs, give heed to the men about whom the words are spoken, and become not examiners of the truth, but testers of the difference of persons, ⟨…⟩ to respect a person in judgement is not good (Prov. 24:23).
2. Πλὴν ἀλλ' ἐπειδὴ Θεὸς πρόσωπον ἐν κρίσει ἀνθρώπου οὐ λαμβάνει, ἣν πρὸς τὸ μέγα δικαστήριον ἀπολογίαν παρεσκεύασα, ταύτην καὶ σοὶ γνωρίσαι οὐ παραιτήσομαι. Ὅτι οὐδὲν παρ' ἡμῶν τὸ ἐξ ἀρχῆς, οὔτε μικρὸν οὔτε μεῖζον γέγονε τῆς διαστάσεως αἴτιον· ἀλλ' ἄνθρωποι μισοῦντες ἡμᾶς, δι' ἃς ἴσασιν προφάσεις αὐτοὶ (οὐ γὰρ ἐμὲ χρὴ λέγειν περὶ αὐτῶν οὐδὲν), συνεχεῖς ἐποιοῦντο τὰς διαβολάς. Καὶ ἅπαξ μὲν ταύτας καὶ δὶς ἀπεδυσάμεθα· ὡς δὲ ἀπέραντον ἦν τὸ πρᾶγμα, καὶ οὐδὲν ὄφελος τῆς συνεχοῦς ἀπολογίας, ἡμῶν μὲν μακρὰν ἀπῳκισμένων, τῶν δὲ ψευδολόγων ἐγγύθεν ἐχόντων ταῖς καθ' ἡμῶν τιτρώσκειν διαβολαῖς καρδίαν εὐκαταγώνιστον, καὶ οὐ δεδιδαγμένην τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάττειν τῷ μὴ παρόντι· τῶν Νικοπολιτῶν ἀπαιτούντων τινὰ πληροφορίαν πίστεως (ὃ πάντως οὐδὲ ὑμεῖς ἠγνοήσατε), ἔδοξεν ἡμῖν τὴν διακονίαν τοῦ γράμματος ὑποδέξασθαι. Ἐλογισάμεθα γὰρ δύο κατορθώσειν ἐν ταυτῷ· τούς τε Νικοπολίτας πείσειν μὴ κακῶς φρονεῖν περὶ τοῦ ἀνδρὸς, καὶ τῶν διαβαλλόντων ἡμᾶς ἐμφράξειν τὰ στόματα, τῆς κατὰ τὴν πίστιν συμφωνίας τὰς ἑκατέρωθεν συκοφαντίας ἀποκλειούσης. Καὶ δὴ καὶ συγγέγραπτο μὲν ἡ πίστις, προσηνέχθη δὲ παρ' ἡμῶν· ὑπεγράφη δέ. Ὡς ὑπεγράφη, καὶ χωρίον ὑπεδείχθη συνόδου δευτέρας, καὶ καιρὸς ἕτερος· ὥστε καὶ τοὺς κατὰ τὴν παροικίαν ἀδελφοὺς ἡμῶν συνελθόντας ἑνωθῆναι ἀλλήλοις, καὶ γνησίαν καὶ ἄδολον τοῦ λοιποῦ εἶναι τὴν κοινωνίαν. Ἡμεῖς μὲν οὖν ἀπηντήσαμεν κατὰ τὴν προθεσμίαν, καὶ οἱ σὺν ἡμῖν ἀδελφοὶ οἱ μὲν παρῆσαν, οἱ δὲ ἐπέρρεον, φαιδροὶ πάντες καὶ πρόθυμοι, ὡς ἐπὶ εἰρήνην τρέχοντες· καὶ γράμματα παρ' ἡμῶν, καὶ ἡμεροδρόμοι σημαίνοντες, ὅτι πάρεσμεν· καὶ γὰρ ἡμέτερον ἦν τὸ χωρίον τὸ ἀποδεδειγμένον εἰς ὑποδοχὴν τῶν συντρεχόντων. Ὡς δὲ ἐκ τοῦ ἑτέρου μέρους οὐδεὶς ἦν, οὔτε προτρέχων, οὔτε εὐαγγελιζόμενος τὴν παρουσίαν τῶν προσδοκωμένων· οἱ δὲ παρ' ἡμῶν ἀποσταλέντες ἐπανῆλθον κατήφειαν πολλὴν καὶ γογγυσμὸν τῶν ἐκεῖ διηγούμενοι, ὡς καινῆς πίστεως παρ' ἡμῶν καταγγελθείσης· καὶ ἐλέγοντο διορίζεσθαι, ἦ μὴν μὴ ἐπιτρέψειν τῷ ἐπισκόπῳ αὐτῶν πρὸς ἡμᾶς διαβῆναι· ἦλθε δέ τις καὶ γράμμα φέρων ἡμῖν ἀφωσιωμένον, καὶ οὐδεμίαν ἔχον μνήμην τῶν ἐξ ἀρχῆς συγκειμένων· καὶ ὁ πάσης δέ μοι αἰδοῦς καὶ τιμῆς ἄξιος ἀδελφὸς Θεόφιλος, ἕνα τῶν αὐτῷ συνόντων ἀποστείλας, ἐδήλωσέ τινα, ἃ ἐνόμισε καὶ αὐτῷ ἐπιβάλλοντα εἶναι εἰπεῖν, καὶ ἡμῖν ἀκοῦσαι
2. Nevertheless, since God does not accept a man's person in judgement, the defence which I have prepared for the great tribunal, this I shall not decline to make known to you also. That nothing on our part from the beginning, neither small nor greater, became the cause of the division; but men hating us, for pretexts which they themselves know (for I must say nothing about them), continually made slanders. And once and twice we stripped off these charges; but as the matter was endless, and there was no profit from continual defence, while we were settled far away, and the false speakers had it in their power from near at hand to wound with their slanders against us a heart easily overcome, and not taught to keep the other ear unprejudiced for the absent one; when the Nicopolitans demanded some assurance of faith (which assuredly not even you were ignorant of), it seemed good to us to undertake the ministry of the document. For we reckoned that we should accomplish two things at the same time: both persuade the Nicopolitans not to think ill of the man, and stop the mouths of those slandering us, the agreement in faith shutting out the calumnies on either side. And indeed the creed was drawn up, and was presented by us; and it was subscribed. When it had been subscribed, both a place was appointed for a second synod, and another time; so that our brethren throughout the parish, coming together, might also be united to one another, and that henceforth the communion might be genuine and without guile. We, therefore, met at the appointed time, and of the brethren with us some were present, and others were streaming in, all cheerful and eager, as running towards peace; and letters from us, and couriers signifying that we were present; for indeed the place designated for the reception of those assembling was ours. But as there was no one from the other side, neither running ahead, nor announcing the arrival of those expected; and those sent by us returned relating much dejection and murmuring of the people there, as though a new faith had been proclaimed by us; and they were said to affirm positively that they would assuredly not permit their bishop to cross over to us; and someone came bringing us a perfunctory letter, and having no mention of the things agreed upon from the beginning; and my brother Theophilus, worthy of all reverence and honour from me, having sent one of those who were with him, declared certain things which he thought both fitting for himself to say, and for us to hear