Migne Reading Room

PG 32 · cols. 892–901 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:892Read from the page
τοῦ συμπρεσβυτέρου προσφθέγξασθαί σου τὴν ὁσιότητα· καὶ σὲ μὲν παρακαλέσαι τὰ συνήθη ποιεῖν, προσεύχεσθαι ὑπὲρ ἡμῶν· ἑαυτοῖς δὲ εὑρεῖν τινα τῆς μακρᾶς ἀπολείψεως παραμυθίαν ἐκ τῆς διὰ τοῦ γράμματος ὁμιλίας. Προσευχόμενος δὲ τοῦτο πρῶτον καὶ μέγιστον παρακαλοῦμεν αἰτεῖν παρὰ τοῦ Κυρίου, ῥυσθῆναι ἡμᾶς ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οἳ τοσοῦτον κατεκράτησαν τῶν λαῶν, ὥστε οὐδὲν ἕτερον νῦν ἢ τὰ τῆς Ἰουδαϊκῆς ἁλώσεως ἡμᾶς ἐνεικονίζεσθαι πράγματα. Ὅσῳ γὰρ ἐπὶ τὸ ἀσθενέστερον ὑπορρέουσιν αἱ Ἐκκλησίαι, τοσοῦτον ἐπακμάζουσιν αἱ τῶν ἀνθρώπων φιλαρχίαι. Καὶ εἰς δυστήνους ἀνθρώπους οἰκότριβας περιέστη νῦν τὸ τῆς ἐπισκοπῆς ὄνομα, οὐδενὸς αἱρουμένου ἀντεισάγειν ἑαυτὸν τῶν δούλων τοῦ Θεοῦ, ἢ τῶν ἀπεγνωσμένων, ὁποῖοί εἰσιν οἱ νῦν ἐπιπεμφθέντες παρ' Ἀνυσίου τοῦ θρέμματος Εὐιππίου, καὶ Ἐκδικίου τοῦ Παρνασσηνοῦ· ὃν κακὸν ἑαυτῷ τῆς μελλούσης ζωῆς ἐφόδιον ἐναφῆκε ταῖς Ἐκκλησίαις ὁ καταστήσας. Οὗτοι νῦν ἐξήλασαν μὲν τῆς Νύσσης τὸν ἀδελφὸν τὸν ἐμὸν, καὶ ἀντεισήγαγον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον ὀλίγων ὀβολῶν ἄξιον, τὴν δὲ τῆς πίστεως διαφθορὰν ἐφάμιλλον τοῖς καταστήσασι. Δοάροις δὲ τῇ κώμῃ φθορὸν ἄνθρωπον, ὀρφανῶν οἰκέτην, ἀποδράντα μὲν τοὺς ἑαυτοῦ δεσπότας, διὰ δὲ κολακείας ἀθέου γυναίου, ἣ πρότερον μὲν Γεωργίῳ ἐκέχρητο πρὸς τὸ ἴδιον θέλημα, νῦν δὲ τοῦτον ἔσχε διάδοχον ἐκείνου, ἔπεμψαν, τὸ ἐλεεινὸν τῆς ἐπισκοπῆς καθυβρίζοντες ὄνομα. Τὰ δὲ Νικοπολιτῶν τίς ἂν πρὸς ἀξίαν ὀδύραιτο; τοῦ ἀθλίου Φρόντωνος πρότερον μὲν δῆθεν τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν σχηματιζομένου, τελευταῖον δὲ αἰσχρῶς προδόντος καὶ τὴν πίστιν καὶ ἑαυτὸν, καὶ μισθὸν τῆς προδοσίας λαβόντος ὄνομα ἀτιμίας. Ἐδέξατο μὲν γὰρ παρ' αὐτῶν ἐπισκοπῆς ἀξίωμα, ὡς οἴεται· γέγονε δὲ τῇ τοῦ Θεοῦ χάριτι κοινὸν βδέλυγμα πάσης τῆς Ἀρμενίας. Πλὴν ὅτι οὔτε αὐτοῖς ἀτόλμητόν τι, οὔτε ἀποροῦσι τῶν ἀξίων
the fellow-presbyter, to address your holiness; and both to exhort you to do what is customary for you, to pray on our behalf, and to find for ourselves some consolation for our long absence through intercourse by letter. And as you pray, we exhort you to ask from the Lord this first and greatest thing, that we may be delivered from the perverse and wicked men who have so prevailed over the peoples that we now represent in ourselves nothing else than the circumstances of the Jewish captivity. For the more the Churches slip away towards greater weakness, the more do the ambitions of men for rule flourish. And the name of the episcopate has now come round to wretched home-bred slaves, since none of the servants of God chooses to introduce himself in opposition, save desperate men, such as are those now sent in against us by Anysius the nursling of Euippius, and by Ecdicius of Parnassus, whom he that appointed him left behind in the Churches as an evil provision for himself for the life to come. These men have now driven my brother out of Nyssa, and have introduced in his stead a man, or rather a slave worth a few obols, yet rivalling those who appointed him in the corruption of the faith. And to the village of Doara they have sent a pestilent fellow, a domestic servant of orphans, who had run away from his own masters, and through the flattery of a godless woman, who formerly had used George for her own will and now had this man as his successor, they sent him, insulting the pitiable name of the episcopate. And who could worthily lament the affairs of the Nicopolitans, since the wretched Fronto formerly indeed feigned a defence on behalf of the truth, but at the last shamefully betrayed both the faith and himself, and received as the wage of his betrayal a name of dishonour? For he received from them the dignity of the episcopate, as he supposes; but by the grace of God he has become a common abomination of all Armenia. Save that neither is anything too audacious for them, nor are they in want of men worthy
PG 32:893Read from the page
αὐτοῖς συνεργῶν. Τὰ δὲ λοιπὰ τῆς Συρίας ἄμεινον ἡμῶν καὶ οἶδε καὶ διηγήσεται ὁ ἀδελφὸς Ἀντίοχος.
to work with them. And the rest of the affairs of Syria brother Antiochus both knows and will relate better than we.
2. Τοῖς δὲ ἐκ τῆς δύσεως αὐτὸς προενέτυχες, διηγησαμένου πάντα τοῦ ἀδελφοῦ Δωροθέου· ᾧ ποταπὰς χρὴ δοῦναι πάλιν ἐπιστολὰς ἀπιόντι; Ἴσως γὰρ κοινωνήσει τῆς ὁδοῦ τῷ καλῷ Σαγκτισσίμῳ, πολλὴν ἔχοντι σπουδὴν, καὶ περιιόντι τὴν ἀνατολὴν, καὶ παρ' ἑκάστου τῶν ἐπισήμων ὑπογραφὰς καὶ ἐπιστολὰς κομιζομένῳ. Τίνα οὖν δεῖ ἐπιστεῖλαι δι' αὐτῶν, ἢ τοῖς ἐπιστέλλουσι πῶς συνθέσθαι, αὐτὸς μὲν ἀπορῶ· ἐὰν δὲ εὕρῃς ἐν τάχει τοὺς πρὸς ἡμᾶς ἀφικνουμένους, καταξίωσον ἡμῖν γνωρίσαι. Ἐμοὶ μὲν γὰρ τὸ τοῦ Διομήδους ἐπέρχεται λέγειν· Μὴ ὄφελες λίσσεσθαι· διότι, φησὶν, ἀγήνωρ ἐστὶν ὁ ἀνήρ. Τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερήφανα ἤθη ἑαυτῶν ὑπεροπτικώτερα γίνεσθαι πέφυκε. Καὶ γὰρ, ἐὰν μὲν ἱλασθῇ ἡμῖν ὁ Κύριος, ποίας ἑτέρας προσθήκης δεόμεθα· ἐὰν δὲ ἐπιμείνῃ ἡ ὀργὴ τοῦ Θεοῦ, ποία βοήθεια ἡμῖν τῆς δυτικῆς ὀφρύος; Οἳ τὸ ἀληθὲς οὔτε ἴσασιν, οὔτε μαθεῖν ἀνέχονται, ψευδέσι δὲ ὑπονοίαις προειλημμένοι, ἐκεῖνα ποιοῦσι νῦν, ἃ πρότερον ἐπὶ Μαρκέλλῳ· πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλλοντας φιλονεικήσαντες, τὴν δὲ αἵρεσιν δι' ἑαυτῶν βεβαιώσαντες. Ἐγὼ μὲν γὰρ αὐτὸς ἄνευ τοῦ κοινοῦ σχήματος ἐβουλόμην αὐτῶν ἐπιστεῖλαι τῷ κορυφαίῳ· περὶ μὲν τῶν ἐκκλησιαστικῶν οὐδὲν, εἰ μὴ ὅσον παραινίξασθαι, ὅτι οὔτε ἴσασι τῶν παρ' ἡμῖν τὴν ἀλήθειαν, οὔτε τὴν ὁδὸν δι' ἧς ἂν μανθάνοιεν καταδέχονται· καθόλου δὲ περὶ τοῦ μὴ δεῖν τοῖς ὑπὸ τῶν πειρασμῶν ταπεινωθεῖσιν ἐπιτίθεσθαι, μηδὲ ἀξίωμα κρίνειν ὑπερηφανίαν, ἁμάρτημα καὶ μόνον ἀρκοῦν ἔχθραν ποιῆσαι εἰς Θεόν.
2. And those from the West you yourself met beforehand, when brother Dorotheus related everything; to whom what sort of letters ought we to give again as he departs? For perhaps he will share the journey with the good Sanctissimus, who has great zeal, and is going round the East, and bringing back from each of the eminent men signatures and letters. What then one must write through them, or how to agree with those who write, I for my part am at a loss; but if you quickly find men coming to us, deign to make it known to us. For to me indeed there comes to mind to say that word of Diomedes: Would that you had not entreated him; because, he says, haughty is the man. For in truth proud characters, when courted, are by nature wont to become more disdainful than themselves. For indeed, if the Lord be propitious to us, what other addition do we need; and if the wrath of God abide, what help is there for us from Western superciliousness? Men who neither know the truth, nor endure to learn it, but preoccupied with false suspicions, are doing now those things which they did formerly in the case of Marcellus: having contended contentiously against those who announced the truth to them, and having confirmed the heresy by themselves. For I myself, apart from the common form, wished to write to their leader: nothing indeed about ecclesiastical affairs, save so much as to hint darkly that they neither know the truth of the things among us, nor accept the way by which they might learn it; and in general about how one must not set upon those who have been humbled by trials, nor judge pride to be dignity, a sin which even alone suffices to make enmity towards God.
ΕΠΙΣΤΟΛΗ ΣΜʹ.
Letter 240.
Νικοπολίταις πρεσβυτέροις.
To the presbyters of Nicopolis.
1. Καὶ ἐπιστείλαντες ἡμῖν καλῶς ἐποιήσατε, καὶ διὰ τοιούτου ἀνδρὸς ἐπιστείλαντες, ὃς καὶ ἄνευ γραμμάτων ἐξήρκεσεν ἂν ἡμῖν τήν τε ἐπὶ ταῖς φροντίσι παραμυθίαν ἱκανὴν παρασχεῖν, καὶ διδασκαλίαν ἀκριβῆ τῶν πραγμάτων ποιήσασθαι. Πολλὰ γὰρ ἦν ἃ ἐπεζητοῦμεν παρὰ τοῦ σαφέστατα ἐπισταμένου μαθεῖν, διὰ τὸ τὰς φήμας πεπλανημένως πρὸς ἡμᾶς διαβαίνειν, ἃ πάντα εὐσταθῶς καὶ ἐμπείρως διηγήσατο ἡμῖν ὁ ποθεινότατος καὶ τιμιώτατος ἀδελφὸς ἡμῶν Θεοδόσιος ὁ συμπρεσβύτερος. Ἃ τοί-
1. Both in having written to us you did well, and in having written through such a man, who even without letters would have sufficed for us both to afford sufficient consolation in our cares, and to give an exact instruction in the affairs. For there were many things that we were seeking to learn from one who knew most clearly, because rumours were crossing over to us erringly, all of which our most longed-for and most honoured brother Theodosius the fellow-presbyter related to us steadily and capably. The things there-
PG 32:896Read from the page
νυν ἑαυτοῖς συμβουλεύομεν, ταῦτα καὶ πρὸς τὴν ὑμετέραν εὐλάβειαν γράφομεν· ὅτι πολλοῖς συνέβη ταῦτα, ἃ καὶ ὑμῖν· καὶ οὐ κατὰ τὸν παρόντα καιρὸν μόνον, ἀλλὰ καὶ ἐν τῷ παρελθόντι χρόνῳ μυρία τῶν τοιούτων τὰ ὑποδείγματα· τὰ μὲν ἐγγράφως αἱ ἱστορίαι καταλελοίπασι, τὰ δὲ τῇ ἀγράφῳ μνήμῃ παρὰ τῶν εἰδότων διεδεξάμεθα· ὅτι καὶ κατὰ ἄνδρα ἕκαστον, καὶ κατὰ πόλεις πειρασμοὶ περιέσχον ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου τοὺς εἰς αὐτὸν ἠλπικότας. Ἀλλ' ὅμως παρῆλθε πάντα, καὶ οὐδὲν τῶν σκυθρωπῶν ἀθάνατον ἔσχε τὸ λυπηρόν. Ὡς γὰρ αἱ χάλαζαι, καὶ οἱ χείμαῤῥοι, καὶ ὅσα τῶν κακῶν αὐτοσχέδια, τὰ μὲν μαλακὰ ῥᾳδίως ἔβλαψε καὶ διελυμήνατο, τοῖς δὲ ἀντιτύποις περιτυχόντα ἔπαθέ τι μᾶλλον ἢ ἔδρασεν· οὕτω καὶ οἱ λάβροι κατὰ τῆς Ἐκκλησίας πειρασμοὶ κινηθέντες ἀσθενέστεροι τοῦ στερεώματος τῆς εἰς Χριστὸν πίστεως διεδείχθησαν. Ὡς οὖν παρῆλθε τῆς χαλάζης τὸ νέφος, καὶ παρεῤῥύη τὴν χαράδραν ὁ χείμαῤῥος (τὸ μὲν γὰρ εἰς αἰθρίαν διελύθη, ὁ δὲ ἐνηφανίσθη τῷ βυθῷ, ξηρὰν καὶ ἄνικμον τὴν ὁδὸν δι' ἧς ἐῤῥύη καταλιπών)· οὕτω καὶ τὰ νῦν ἡμᾶς χειμάζοντα μικρὸν ὕστερον οὐκ ἔσται. Μόνον ἐὰν καταδεξώμεθα μὴ τὸ παρὸν ὁρᾷν, ἀλλὰ τοῖς μικρὸν ποῤῥωτέρῳ ταῖς ἐλπίσιν ἐνατενίζειν.
fore which we counsel to ourselves, these we also write to your reverence: that these things which have happened to you have happened to many; and not in the present time only, but also in time past the examples of such things are ten thousand; some the histories have left in writing, and others we have received by unwritten memory from those who knew: that both man by man, and city by city, trials encompassed for the name of the Lord those who had hoped in Him. Yet all passed away, and none of those gloomy things had its sorrow immortal. For just as hailstorms, and winter torrents, and whatever evils are sudden, easily harm and lay waste soft things, but when they encounter things that resist, suffer somewhat rather than inflict it; so also the violent trials stirred up against the Church have been shown to be weaker than the steadfastness of the faith in Christ. Just as, therefore, the cloud of hail passed by, and the winter torrent flowed past the ravine (for the one was dissolved into clear sky, and the other vanished into the deep, leaving dry and moistureless the way through which it flowed); so also the things that now tempestuously buffet us a little later will not be. Only let us consent not to look at the present, but to fix our gaze in hope upon the things a little further off.
2. Εἴτε οὖν βαρὺς ὁ πειρασμὸς, ἀδελφοὶ, ὑπομείνωμεν τὰ ἐπίπονα· οὐδεὶς γὰρ μὴ πληγεὶς ἐν ἀγῶσι, μηδὲ κονισάμενος, στεφανοῦται· εἴτε κοῦφα ταῦτα τοῦ διαβόλου τὰ παίγνια, καὶ οἱ ἐπιπεμφθέντες ἡμῖν, ὀχληροὶ μὲν, διότι τούτου εἰσὶν ὑπηρέται, εὐκαταφρόνητοι δὲ, ὅτι τῇ πονηρίᾳ αὐτῶν ὁ Θεὸς ἀδυναμίαν σύνῆψε· φυλαξώμεθα τὴν κατάγνωσιν, ὡς ἐπὶ μικροῖς παθήμασι μεγάλα ὀδυρόμενοι. Ἓν γάρ ἐστιν ὀδύνης ἄξιον, ἡ αὐτοῦ ἐκείνου ἀπώλεια, τοῦ τῆς προσκαίρου ἕνεκεν δόξης (εἴπερ οὖν δόξαν χρὴ λέγειν τὸ δημοσίᾳ ἀσχημονεῖν) τῆς αἰωνίας τῶν δικαίων τιμῆς ἑαυτὸν ἀποστερήσαντος. Τέκνα ὁμολογητῶν, καὶ τέκνα μαρτύρων ἐστὲ, τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν. Τοῖς οἰκείοις ἕκαστος χρησάσθω ὑποδείγμασι πρὸς τὴν ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν. Οὐδεὶς ἡμῶν πληγαῖς κατεξάνθη, οὐδενὸς οἶκος ἐδημεύθη· οὐ τὴν ὑπερορίαν ᾠκήσαμεν, οὐ δεσμωτήριον ἐγνωρίσαμεν. Τί πεπόνθαμεν δεινόν; εἰ μὴ τάχα τοῦτο λυπηρὸν, ὅτι μηδὲν πεπόνθαμεν, μηδὲ ἐνομίσθημεν ἄξιοι τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Εἰ δὲ ὅτι ὁ δεῖνα τὸν οἶκον κατέχει τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν τῷ ὑπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, τοῦτο ὑμᾶς ἀνιᾷ, ἐνθυμήθητε, ὅτι οἱ μὲν ἕνδεκα μαθηταὶ ἐν τῷ ὑπερῴῳ ἦσαν ἀποκεκλεισμένοι, οἱ
2. Whether therefore the trial is heavy, brethren, let us endure its painful things; for no one who has not been struck in the contests, nor covered with dust, is crowned; or whether these playthings of the devil are light, and those sent against us are troublesome indeed because they are his servants, yet contemptible because God has joined weakness to their wickedness; let us beware of condemnation, as lamenting greatly over small sufferings. For one thing is worthy of grief, the perdition of that man himself, who for the sake of temporary glory (if indeed one must call public indecency glory) has deprived himself of the eternal honour of the righteous. You are children of confessors, and children of martyrs, who resisted sin unto blood. Let each one use his own examples for constancy on behalf of godliness. None of us has been torn with stripes, no one's house has been confiscated; we have not dwelt in exile, we have not known a prison. What dreadful thing have we suffered? Unless perhaps this is sorrowful, that we have suffered nothing, nor been counted worthy of the sufferings on behalf of Christ. And if this grieves you, that such a one occupies the house of prayer, while you worship in the open air the Master of heaven and earth, consider that the eleven disciples were shut up in the upper room, whereas those
Notes, col. 896

On the reading

Printed σύνῆψε, for συνῆψε.

PG 32:897Read from the page
δὲ σταυρώσαντες τὸν Κύριον ἐν τῷ περιβοήτῳ ναῷ τὴν Ἰουδαϊκὴν λατρείαν ἐπλήρουν. Ἰούδας γὰρ, τὸν δι' ἀγχόνης θάνατον τοῦ μετ' αἰσχύνης ζῇν προτιμήσας, ἔδειξε τάχα τῶν νῦν ἀπερυθριασάντων πρὸς πᾶσαν ἀνθρώπων κατάγνωσιν, καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων, ἑαυτὸν αἱρετώτερον.
who had crucified the Lord were fulfilling the Jewish worship in the celebrated temple. For Judas, having preferred death by hanging to living with shame, showed himself perhaps preferable to those who now have cast off all shame before all condemnation of men, and on this account are shamelessly disposed towards base things.
3. Μόνον μὴ ἐξαπατηθῆτε ταῖς ψευδολογίαις αὐτῶν ἐπαγγελλομένων ὀρθότητα πίστεως. Χριστέμποροι γὰρ οἱ τοιοῦτοι, καὶ οὐ Χριστιανοὶ, τὸ ἀεὶ αὐτοῖς κατὰ τὸν βίον τοῦτον λυσιτελοῦν τοῦ κατ' ἀλήθειαν ζῇν προτιμῶντες. Ὅτε ἐνόμισαν κτᾶσθαι τὴν κενὴν ταύτην ἀρχὴν, προσέθεντο τοῖς ἐχθροῖς τοῦ Χριστοῦ· ὅτε εἶδον τοὺς λαοὺς ἀγριαίνοντας, σχηματίζονται πάλιν τὴν ὀρθότητα. Οὐκ οἶδα ἐπίσκοπον, μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον. Αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. Ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθ' ἡμῶν μερίδα, ταυτὰ ἡμῖν φρονήσετε δηλονότι· εἰ δὲ ἐφ' ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἕκαστος κύριός ἐστιν, ἡμεῖς ἀθῶοι ἀπὸ τοῦ αἵματος τούτου. Ταῦτα δὲ ἔγραψα, οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τό τινων ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ γνώμην, ὡς μὴ προληφθῆναί τινα εἰς κοινωνίαν, μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης, βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι. Πάντα τὸν κλῆρον, τόν τε κατὰ τὴν πόλιν, καὶ τὸν ἐπὶ τῆς παροικίας, μετὰ παντὸς τοῦ λαοῦ τοῦ φοβουμένου τὸν Κύριον, ἀσπαζόμεθα δι' ὑμῶν.
3. Only do not be deceived by the false words of them when they profess rectitude of faith. For such men are traffickers in Christ, and not Christians, preferring what is always profitable to them in this life to living according to truth. When they supposed they were acquiring this empty rule, they joined themselves to the enemies of Christ; when they saw the peoples growing fierce, they feign rectitude again. I do not recognize as bishop, nor would I number among the priests of Christ, him who has been put forward for leadership by profane hands for the overthrow of the faith. This is my judgement. And you, if you have any part with us, will manifestly think the same things as we; but if you take counsel by yourselves, each one is master of his own opinion, and we are innocent of this blood. And I have written these things, not distrusting you, but strengthening the hesitation of some by making known my own mind, so that no one may be surprised into communion, nor, after receiving the laying on of their hands, when peace is afterwards made, force themselves to be numbered in the priestly body. All the clergy, both that in the city and that in the diocese, together with all the people that fear the Lord, we greet through you.
ΕΠΙΣΤΟΛΗ ΣΜΑʹ.
Letter 241.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων.
To Eusebius, bishop of Samosata.
Οὐχ ὥστε πλείους ποιῆσαι τὰς ἀθυμίας, τῶν δυσχερῶν πολλάκις ἐν τοῖς πρὸς τὴν τιμιότητά σου γράμμασιν οὐ φειδόμεθα, ἀλλ' ὥστε ἑαυτοῖς τέ τινα παραμυθίαν δοῦναι διὰ τῶν στεναγμῶν, οἳ πεφύκασί πως τὸ ἐν τῷ βάθει ἀλγεινὸν διαφορεῖν, ὅταν γίνωνται· καὶ τὴν σὴν μεγαλόνοιαν πρὸς ἐκτενεστέραν τὴν ὑπὲρ τῶν Ἐκκλησιῶν εὐχὴν παρορμῆσαι. Ἐπεὶ καὶ Μωϋσῆς ηὔχετο μὲν ἀεὶ ὑπὲρ τοῦ λαοῦ δηλονότι· ὅτε μέντοι πρὸς τὸν Ἀμαλὴκ ἀγὼν αὐτῷ συνειστήκει, οὐ καθῆκε τὰς χεῖρας ἐξ ἕω μέχρις ἑσπέρας· ἀλλ' ἡ ἔκτασις τῶν χειρῶν τοῦ ἁγίου τῷ τέλει τῆς μάχης συναπηρτίζετο.
It is not in order to make your despondencies greater that we often do not spare mention of our difficulties in our letters to your honour, but in order both to give some consolation to ourselves through our groans, which are by nature wont somehow to disperse the pain in the depth when they occur, and to stir up your great-mindedness to more earnest prayer on behalf of the Churches. Since Moses also prayed always on behalf of the people, manifestly; yet when the contest against Amalek was joined for him, he did not let down his hands from dawn until evening; but the stretching out of the saint's hands was made coextensive with the end of the battle.
PG 32:900Read from the page
ΕΠΙΣΤΟΛΗ ΣΜΒ.
Letter 242.
Τοῖς δυτικοῖς.
To the Westerns.
1. Θεοῦ τοῦ ἁγίου τὴν ἐκ πάσης θλίψεως διέξοδον τοῖς ἐλπίζουσιν ἐπ' αὐτὸν ὑποσχομένου, εἰ καὶ ἐν μέσῳ πελάγει κακῶν ἀπελήφθημεν, καὶ τρικυμίαις παρὰ τῶν πνευμάτων τῆς πονηρίας ἐγειρομέναις ἡμῖν βασανιζόμεθα, ὅμως ἀντέχομεν ἐν τῷ ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ, καὶ οὐ παρελύσαμεν τὸν τόνον τῆς ὑπὲρ τῶν Ἐκκλησιῶν σπουδῆς, οὐδὲ, ὥσπερ ἐν χειμῶνι τοῦ κλύδωνος ὑπερέχοντος ἀπογνόντες τῆς σωτηρίας, τὴν διάλυσιν ἀναμένομεν· ἀλλ' ἔτι ἐχόμεθα τῆς ἐνδεχομένης ἡμῖν σπουδῆς, εἰδότες, ὅτι καὶ ὁ καταποθεὶς ὑπὸ τοῦ κήτους, διὰ τὸ μὴ ἀπογνῶναι ἑαυτοῦ, ἀλλὰ βοῆσαι πρὸς Κύριον, τῆς σωτηρίας κατηξιώθη. Οὕτω δὴ καὶ αὐτοὶ, πρὸς ἔσχατον ἥκοντες τῶν κακῶν, τῆς εἰς Θεὸν ἐλπίδος οὐκ ἀφιέμεθα· ἀλλὰ πανταχόθεν αὐτοῦ περισκοπούμεθα τὴν βοήθειαν. Ὅθεν καὶ πρὸς ὑμᾶς ἀπεβλέψαμεν νῦν, τιμιώτατοι ἡμῖν ἀδελφοὶ, οὓς πολλάκις μὲν ἐν καιρῷ τῶν θλίψεων ἐπιφανήσεσθαι ἡμῖν προσεδοκήσαμεν· ἀποπεσόντες δὲ τῆς ἐλπίδος, εἴπομεν πρὸς ἑαυτοὺς καὶ ἡμεῖς, ὅτι Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον. Τοιαῦτα γὰρ ἡμῶν τὰ παθήματα, ὡς καὶ τῶν περάτων ἐφικέσθαι τῆς καθ' ἡμᾶς οἰκουμένης· καὶ εἴπερ πάσχοντος μέλους ἑνὸς συμπάσχει πάντα τὰ μέλη, ἔπρεπε δήπου καὶ ἡμῖν ἐν πολλῷ χρόνῳ πεπονηκόσι συνδιατεθῆναι τὴν εὐσπλαγχνίαν ὑμῶν. Οὐ γὰρ ἡ τῶν τόπων ἐγγύτης, ἀλλ' ἡ κατὰ πνεῦμα συνάφεια ἐμποιεῖν πέφυκε τὴν οἰκείωσιν, ἣν ἡμῖν εἶναι πρὸς τὴν ἀγάπην ὑμῶν πεπιστεύκαμεν.
1. Since the holy God has promised a way out of every affliction to those who hope in Him, even though we have been caught in the midst of a sea of evils, and are buffeted by triple waves stirred up against us by the spirits of wickedness, nevertheless we hold out in Christ Who strengthens us, and we have not relaxed the tension of our zeal on behalf of the Churches, nor, like men despairing of safety in a storm when the surge prevails, do we await dissolution; but we still cling to the zeal that is possible for us, knowing that even he who was swallowed by the whale, because he did not despair of himself, but cried out to the Lord, was counted worthy of deliverance. So indeed we also, having come to the extremity of evils, do not let go of our hope in God; but from every side we look round for His help. Whence we have now looked towards you also, brethren most honoured by us, whom we often expected would appear to us in the season of our afflictions; and having fallen from that hope, we also said to ourselves: I waited for one to grieve with me, and there was none, and for one to comfort, and I found none. For such are our sufferings as to reach even the ends of our inhabited world; and if indeed when one member suffers all the members suffer together, it was surely fitting that your compassion also should be affected together with us who have laboured for a long time. For it is not nearness of places, but union according to the spirit that is by nature wont to produce kinship, which we have believed we have towards your love.
2. Τί δήποτε οὖν οὐ γράμμα παρακλήσεως, οὐκ ἀδελφῶν ἐπίσκεψις, οὐκ ἄλλο τι τῶν ὀφειλομένων ἡμῖν παρὰ τοῦ θεσμοῦ τῆς ἀγάπης γεγένηται; Τρισκαιδέκατον γὰρ ἔτος ἐστὶν, ἀφ' οὗ ὁ αἱρετικὸς ἡμῖν πόλεμος ἐπανέστη· ἐν ᾧ πλείους γεγόνασι ταῖς Ἐκκλησίαις αἱ θλίψεις τῶν μνημονευομένων ἀφ' οὗ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ καταγγέλλεται. Ὧν τὰ καθ' ἕκαστον διηγεῖσθαι ὑμῖν παραιτούμεθα, μή ποτε τὸ τοῦ λόγου ἡμῶν ἀσθενὲς τὴν ἐνάργειαν τῶν κακῶν ὑπεκλύσῃ· καὶ ἅμα οὐδὲ ἡγούμεθα ὑμᾶς
2. Why ever then has there been no letter of consolation, no visitation of brethren, nor anything else of the things owed to us from the law of love? For it is the thirteenth year since the heretical war rose up against us; in which more afflictions have befallen the Churches than those remembered since the Gospel of Christ has been proclaimed. To recount these to you in detail we decline, lest perchance the weakness of our speech should weaken the vividness of the evils; and at the same time we do not even suppose that you
PG 32:901Read from the page
διδασκαλίας προσδεῖσθαι, τὴν ἀλήθειαν τῶν πραγμάτων πάλαι τῇ φήμῃ δεδιδαγμένους. Κεφάλαιον δὲ τοῦ κακοῦ· οἱ λαοὶ, τοὺς τῶν προσευχῶν καταλιπόντες οἴκους, ἐν ταῖς ἐρήμοις συνάγονται. Θέαμα ἐλεεινὸν, γυναῖκες, καὶ παιδία, καὶ γέροντες, καὶ οἱ ἄλλως ἀσθενεῖς, ἐν ὄμβροις λαβροτάτοις, καὶ νιφετοῖς καὶ ἀνέμοις καὶ παγετῷ τοῦ χειμῶνος, ὁμοίως δὲ καὶ ἐν θέρει ὑπὸ τὴν φλόγα τοῦ ἡλίου ἐν τῷ ὑπαίθρῳ ταλαιπωροῦντες. Καὶ ταῦτα πάσχουσι διὰ τὸ τῆς πονηρᾶς ζύμης Ἀρείου γενέσθαι μὴ καταδέχεσθαι.
stand in need of instruction, having long since been taught the truth of the matters by report. And the sum of the evil is this: the peoples, having left the houses of prayer, assemble in the deserts. A pitiable spectacle: women, and children, and old men, and those otherwise infirm, in most violent rains, and snowstorms and winds and frost of winter, and likewise in summer beneath the flame of the sun, suffering hardship in the open air. And they suffer these things because they do not consent to partake of the wicked leaven of Arius.
3. Πῶς ἂν ὑμῖν ταῦτα λόγος ἐναργῶς παραστήσειεν, εἰ μὴ αὐτὴ ἡ πεῖρα καὶ ἡ διὰ τῶν ὀφθαλμῶν θέα κινήσειεν ὑμᾶς πρὸς συμπάθειαν; Ὥστε παρακαλοῦμεν ὑμᾶς νῦν γοῦν χεῖρα ὀρέξαι ταῖς κατὰ τὴν ἀνατολὴν Ἐκκλησίαις εἰς γόνυ κλιθείσαις ἤδη, καὶ ἀποστεῖλαί τινας τοὺς τῶν μισθῶν ὑπομιμνήσκοντας τῶν ἀποκειμένων ἐπὶ τῇ ὑπομονῇ τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Οὐ γὰρ τοσοῦτον ὁ συνήθης λόγος ἐνεργεῖν πέφυκεν, ὅσον ἡ ξένη φωνὴ ἐμποιεῖν τὴν παράκλησιν, καὶ ταῦτα παρὰ ἀνδρῶν γινομένη πανταχοῦ ἐπὶ τοῖς καλλίστοις τῇ τοῦ Θεοῦ χάριτι γνωριζομένων, ὁποίους ὑμᾶς ἡ φήμη πᾶσιν ἀνθρώποις περιαγγέλλει, ἀτρώτους κατὰ τὴν πίστιν διαμείναντας, ἄσυλον τὴν ἀποστολικὴν παρακαταθήκην διαφυλάξαντας. Ἀλλ' οὐχὶ καὶ τὰ ἡμέτερα τοιαῦτα· ἀλλ' ἔχομέν τινας ἐπιθυμίᾳ δόξης, καὶ τῇ μάλιστα καταστρεφούσῃ Χριστιανῶν ψυχὰς φυσιώσει, καταθαῤῥήσαντάς τινων καινοτομίας ῥημάτων, ὅθεν αἱ Ἐκκλησίαι σαθρωθεῖσαι, ὥσπερ ἀγγεῖα ἀραιωθέντα, τὴν αἱρετικὴν διαφθορὰν εἰσρυεῖσαν ἐδέξαντο. Ἀλλ' ὑμεῖς, ὦ ἀγαπητοὶ ἡμῖν καὶ περιπόθητοι, γένεσθε τῶν μὲν τραυματιῶν ἰατροὶ, τῶν δὲ ὑγιαινόντων παιδοτρίβαι· τὸ μὲν νενοσηκὸς ὑγιάζοντες, τὸ δὲ ὑγιαῖνον ἀλείφοντες εἰς εὐσέβειαν.
3. How could speech set these things vividly before you, unless experience itself and sight through the eyes should move you to sympathy? Wherefore we exhort you now at least to stretch out a hand to the Churches throughout the East that have already been brought to their knees, and to send some men to remind them of the rewards laid up for endurance of the sufferings on behalf of Christ. For customary speech is not by nature wont to work so effectively as a voice from abroad is wont to produce consolation, and especially when it comes from men everywhere known by the grace of God for the noblest things, such as report proclaims you to all men, having remained unwounded in the faith, having guarded inviolate the apostolic deposit. Yet our affairs are not such; but we have some who, through desire for glory and through that puffing up which most of all overturns the souls of Christians, have emboldened themselves to a novelty of certain words, whence the Churches, having been weakened like vessels made porous, have admitted the heretical corruption that flowed in. But do you, O beloved and deeply longed-for by us, become physicians of the wounded, and trainers of the healthy: healing that which is diseased, and anointing that which is healthy unto godliness.
ΕΠΙΣΤΟΛΗ ΣΜΓʹ.
Letter 243.
Πρὸς Ἰταλοὺς καὶ Γάλλους ἐπισκόπους, περὶ τῆς καταστάσεως καὶ συγχύσεως τῶν Ἐκκλησιῶν.
To the Italian and Gallic bishops, concerning the condition and confusion of the Churches.
1. Τοῖς ὡς ἀληθῶς θεοφιλεστάτοις καὶ ποθεινοτάτοις ἀδελφοῖς καὶ ὁμοψύχοις συλλειτουργοῖς, τοῖς κατὰ τὴν Γαλλίαν καὶ Ἰταλίαν ἐπισκόποις, Βασίλειος
1. To the truly most God-beloved and most longed-for brethren and like-minded fellow-ministers, the bishops throughout Gaul and Italy, Basil