Migne Reading Room

PG 32 · cols. 880–889 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:880Read from the page
κατὰ τὴν ἔννοιαν, ἐκ τοῦ φάναι, Εἰ μὴ ὁ Πατὴρ μόνος. Ἡμεῖς δὲ ἡγούμεθα τὸ, μόνος, πρὸς τὴν τῶν ἀγγέλων ἀντιδιαστολὴν εἰρῆσθαι· τὸν δὲ Υἱὸν μὴ συμπαραλαμβάνεσθαι τοῖς ἑαυτοῦ δούλοις, κατὰ τὴν ἄγνοιαν. Ἀψευδὴς γὰρ ὁ εἰπὼν, ὅτι Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν. Ἓν δὲ, ὧν ἔχει, καὶ ἡ γνῶσίς ἐστι τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας. Παρασιωπήσας τοίνυν, ὡς ὁμολογούμενον, τὸ ἑαυτοῦ πρόσωπον ἐν τῇ λέξει τοῦ Ματθαίου ὁ Κύριος, τοὺς ἀγγέλους εἶπεν ἀγνοεῖν, εἰδέναι δὲ τὸν Πατέρα μόνον· τὴν τοῦ Πατρὸς γνῶσιν κατὰ τὸ σιωπώμενον καὶ ἑαυτοῦ εἶναι λέγων, διὰ τὸ καὶ ἐν ἄλλοις εἰρηκέναι· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Εἰ δὲ γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν ὅλον δι' ὅλου, ὥστε καὶ τὴν ἐναποκειμένην αὐτῷ σοφίαν πᾶσαν ἐπίστασθαι· κατὰ τὸ ἴσον μέτρον καὶ ἐπιγνωσθήσεται παρὰ τοῦ Υἱοῦ, δηλονότι, μετὰ πάσης τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας καὶ τῆς προγνώσεως τῶν μελλόντων. Ταύτης μὲν οὖν ἀξιοῦμεν τῆς παραμυθίας τὸ παρὰ τῷ Ματθαίῳ κείμενον· Εἰ μὴ ὁ Πατὴρ μόνος. Τὸ δὲ Μάρκου, ἐπειδὴ φανερῶς δοκεῖ καὶ τὸν Υἱὸν ἀπομερίζειν τῆς γνώσεως, οὕτω νοοῦμεν· ὅτι οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλ' οὐδὲ ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ· τουτέστιν, ἡ αἰτία τοῦ εἰδέναι τὸν Υἱὸν παρὰ τοῦ Πατρός. Καὶ ἀβίαστός ἐστι τῷ εὐγνωμόνως ἀκούοντι ἡ ἐξήγησις αὕτη· ἐπειδὴ οὐ πρόσκειται τὸ μόνος, ὡς καὶ παρὰ τῷ Ματθαίῳ. Ἔστιν οὖν ὁ νοῦς ὁ παρὰ τῷ Μάρκῳ τοιοῦτος· Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλ' οὐδ' ἂν ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ· ἐκ γὰρ τοῦ Πατρὸς αὐτῷ ὑπῆρχε δεδομένη ἡ γνῶσις. Τοῦτο δὲ εὐφημότατόν ἐστι καὶ θεοπρεπὲς περὶ τοῦ Υἱοῦ λέγειν, ὅτι οὗπέρ ἐστιν
according to the sense, from his saying, Save the Father alone. But we consider the word "alone" to have been said by way of contrast with the angels, and that the Son is not included along with His own servants as regards ignorance. For He is truthful Who said, All things whatsoever the Father has are Mine. And one of the things which He has is also the knowledge of that day and the hour. Having therefore passed over His own Person in silence in the wording of Matthew, as something acknowledged, the Lord said that the angels are ignorant, and that the Father alone knows, saying by implication that the Father's knowledge is His own as well, because He has also said elsewhere: Even as the Father knows Me, I also know the Father. And if the Father knows the Son wholly and thoroughly, so as to know also all the wisdom laid up in Him, in equal measure will He also be known by the Son, plainly together with all the wisdom inherent in Him and the foreknowledge of things to come. Of this explanation, then, we deem worthy the words that stand in Matthew: Save the Father alone. As for that of Mark, since it openly seems to sever the Son also from the knowledge, we understand it thus: that no one knows, neither the angels of God, nor yet did the Son know, unless the Father knew; that is, the cause of the Son's knowing is from the Father. And this interpretation is unforced to one who listens fairly, since the word "alone" is not added, as it is in Matthew. The sense in Mark is therefore such as this: But concerning that day or hour no one knows, neither the angels of God, nor yet would the Son have known, save for the Father; for from the Father the knowledge was given to Him. And this is most reverent and befitting God to say concerning the Son, that of Him with Whom He is
3. Περὶ δὲ τοῦ Ἰεχονίου, ὃν ἐκκήρυκτον ἀπὸ τῆς Ἰουδαίας γῆς γεγενῆσθαί φησιν ὁ προφήτης Ἱερεμίας εἰπών· Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία· καὶ ὅτι ἀπερρίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ, καὶ οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβὶδ, ἄρχων ἐν τῷ Ἰούδᾳ· ἁπλοῦς καὶ σαφής ἐστίν ὁ λόγος. Καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ Ναβουχοδονόσορ, λέλυτο μὲν τὰ βασίλεια, οὐκέτι δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν, ὥσπερ καὶ πρότερον· ἀλλὰ τότε μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμαλωσίας διῆγον οἱ ἀπόγονοι τοῦ Δαβίδ· ἐπανελθόντες δὲ οἱ περὶ τὸν Σαλαθιὴλ καὶ Ζοροβάβελ, δημοτικώτερον καθηγοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τὴν ἱερωσύνην μεταπεσούσης, διὰ τὸ
3. And concerning Jechonias, whom the prophet Jeremias says became an exile from the land of Judaea, saying: Jechonias was dishonoured as a vessel of which there is no need; and because he himself and his seed were cast out, and there shall not rise up from his seed one sitting upon the throne of David, ruling in Juda—the account is simple and clear. For when Jerusalem was destroyed by Nabuchodonosor, the kingdom was dissolved, and there were no longer hereditary successions of rulers, even as before; but at that time, from the beginning, the descendants of David lived in captivity; and when Salathiel and Zorobabel and their company returned, they led the people in a more popular manner, the sovereignty having thereafter passed over to the priesthood, because of the
Notes, col. 880

On the reading

Printed ἐστίν, for ἐστιν.

PG 32:881Read from the page
ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ τὴν βασιλικὴν φυλήν. Ὅθεν ὁ Κύριος καὶ βασιλεύς ἐστι καὶ ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. Καὶ οὐκ ἐξέλιπε μὲν ἡ βασιλικὴ φυλὴ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας· οὐ μὴν ἔτι ἐκάθισεν ἐπὶ τοῦ θρόνου Δαβὶδ τὸ σπέρμα τοῦ Ἰεχονίου. Θρόνος γὰρ δηλονότι λέγεται τὸ βασιλικὸν ἀξίωμα. Πάντως δὲ τῆς ἱστορίας μέμνησαι, ὅτι ὑπόφορος μὲν ἦν τῷ Δαβὶδ πᾶσα ἡ Ἰουδαία, καὶ ἡ Ἰδουμαία χώρα, καὶ ἡ Μωαβῖτις, καὶ τῆς Συρίας ὅσα τε πρόσχωρα καὶ τὰ ποῤῥωτέρω μέχρι τῆς Μέσης τῶν ποταμῶν· καὶ καθ' ἕτερον μέρος ἕως ποταμοῦ Αἰγύπτου. Εἰ οὖν οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος τῶν μετὰ ταῦτα, πῶς οὐκ ἀληθὴς ὁ τοῦ προφήτου λόγος, ὅτι οὐκ ἔτι καθιεῖται ἐπὶ τοῦ θρόνου Δαβὶδ ἐκ τοῦ σπέρματος Ἰεχονίου; Οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης ἐπειλημμένος ἐξ αὐτοῦ. Οὐ μέντοι ἐξέλιπεν ἡ τοῦ Ἰούδα φυλὴ, ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο, ὃς οὐδὲ αὐτὸς ἐκαθέσθη ἐπὶ τοῦ σωματικοῦ θρόνου, μεταπεσούσης λοιπὸν τῆς Ἰουδαϊκῆς βασιλείας ἐπὶ τὸν υἱὸν τοῦ Ἀσκαλωνίτου Ἀντιπάτρου Ἡρώδην, καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς τέσσαρας ἀρχὰς κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμονεύοντος μὲν Πιλάτου, τὸ δὲ σύμπαν τῆς Ῥωμαϊκῆς ἀρχῆς κράτος ἔχοντος Τιβερίου. Ἀλλὰ θρόνον λέγει Δαβὶδ, ἐφ' ὃν ὁ Κύριος ἐκάθισε, τὴν ἀκαθαίρετον βασιλείαν. Αὐτὸς γάρ ἐστι προσδοκία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης· Ἔσται γὰρ, φησὶν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Τέθεικα γάρ σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. Καὶ θήσομαι, φησὶν, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Οὕτως οὖν καὶ ἱερεὺς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, καὶ ἡ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώθη· καριοῦσι τὸν Χριστόν.
intermingling of the priestly and the royal tribe. Whence the Lord is both King and High Priest in the things pertaining to God. And the royal tribe indeed did not fail until the coming of Christ; yet the seed of Jechonias no longer sat upon the throne of David. For plainly the royal dignity is called the throne. And you certainly remember the history, that all Judaea was tributary to David, and the land of Idumaea, and Moabitis, and of Syria both the neighbouring parts and those further off as far as Mesopotamia; and on the other side as far as the river of Egypt. If therefore no one of those who came after appeared in so great a dignity, how is the word of the prophet not true, that there shall no longer sit upon the throne of David anyone from the seed of Jechonias? For no one sprung from him appears to have attained this dignity. Yet the tribe of Juda did not fail, until He came for Whom it was reserved, Who did not Himself sit upon the bodily throne either, the Jewish kingdom having by then passed over to Herod the son of Antipater the Ascalonite, and to his sons, who divided Judaea into four principalities, when Pilate was governor, and Tiberius held the supreme power of the Roman Empire. But he calls the throne of David, upon which the Lord sat, the indestructible kingdom. For He Himself is the expectation of the nations, not of the smallest part of the inhabited world: For there shall be, he says, the root of Jesse, and He that rises up to rule over the nations; in Him shall the nations hope. For I have set Thee for a covenant of a race, for a light of the nations. And I will establish, he says, His seed for ever and ever, and His throne as the days of heaven. Thus therefore He remained both Priest, even if He did not receive the sceptres of Judaea, and God the King of all the earth, and the blessing of Jacob was confirmed: call Christ blessed.
4. Τοῖς δὲ κομψοῖς Ἐγκρατίταις πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα, διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνο λεγέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. Κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα· κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. Ἐπεί τοι λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ' ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὡς ὅ γε φαγὼν οὐκ ἠνόμησεν.
4. And to the clever Encratites, in reply to their solemn problem, why we too do not eat all things, let this be said, that we also loathe our own excrements. For as regards dignity, flesh is to us as herbs of grass; but as regards the discernment of what is beneficial, just as among herbs too we separate the harmful from the suitable, so also among meats we distinguish the harmful from the useful. Since hemlock too is an herb, just as vulture's flesh too is meat; yet nevertheless no one of sound mind would eat henbane, nor touch a dog unless great necessity pressed upon him; though he who did eat broke no law.
5. Πρὸς δὲ τοὺς λέγοντας καθ' εἱμαρμένην διοικεῖσθαι τὰ ἀνθρώπινα, μὴ παρ' ἡμῶν ζήτει λόγους, ἀλλὰ ταῖς οἰκείαις τῆς ῥητορικῆς ἀκίσιν αὐτοὺς κα-
5. And against those who say that human affairs are governed according to fate, do not seek arguments from us, but with your own darts of rhetoric pierce them-
PG 32:884Read from the page
τατίτρωσκε· μακρότερον γάρ ἐστι τὸ πρόβλημα τῆς παρούσης μου ἀσθενείας. Περὶ δὲ τῆς ἐν τῷ βαπτίσματι ἀνανεύσεως οὐκ οἶδα τί ἐπῆλθέ σοι ἐρωτῆσαι, εἴπερ ἐδέξω τὴν κατάδυσιν τὸν τύπον τῶν τριῶν ἡμερῶν ἐκπληροῦν. Βαπτισθῆναι γὰρ τρισσάκις ἀδύνατον μὴ ἀναδύντα τοσαυτάκις. Τὸν δὲ φάγον παροξυτονοῦμεν ἡμεῖς.
through; for the question is too long for my present weakness. And concerning the emerging in baptism, I do not know why it occurred to you to ask, if indeed you accepted that the immersion fulfils the type of the three days. For it is impossible to be immersed thrice without emerging as many times. And φάγος we accent on the penult.
6. Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφορὰν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ' ἕκαστον· οἷον ὡς ἔχει τὸ ζῶον πρὸς τὸν δεῖνα ἄνθρωπον. Διὰ τοῦτο οὐσίαν μὲν μίαν ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν, ὥστε τὸν τοῦ εἶναι λόγον μὴ διαφόρως ἀποδιδόναι· ὑπόστασιν δὲ ἰδιάζουσαν, ἵν' ἀσύγχυτος ἡμῖν καὶ τετρανωμένη ἡ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἔννοια ἐνυπάρχῃ. Μὴ γὰρ νοούντων ἡμῶν τοὺς ἀφωρισμένους περὶ ἕκαστον χαρακτῆρας, οἷον πατρότητα καὶ υἱότητα καὶ ἁγιασμὸν, ἀλλ' ἐκ τῆς κοινῆς ἐννοίας τοῦ εἶναι ὁμολογούντων Θεὸν, ἀμήχανον ὑγιῶς τὸν λόγον τῆς πίστεως ἀποδίδοσθαι. Χρὴ οὖν, τῷ κοινῷ τὸ ἰδιάζον προστιθέντας, οὕτω τὴν πίστιν ὁμολογεῖν· κοινὸν ἡ θεότης, ἴδιον ἡ πατρότης· συνάπτοντας δὲ λέγειν· Πιστεύω εἰς Θεὸν Πατέρα. Καὶ πάλιν ἐν τῇ τοῦ Υἱοῦ ὁμολογίᾳ τὸ παραπλήσιον ποιεῖν, τῷ κοινῷ συνάπτειν τὸ ἴδιον, καὶ λέγειν· Πιστεύω εἰς Θεὸν Υἱόν. Ὁμοίως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου κατὰ τὸ ἀκόλουθον τῆς ἐκφωνήσεως τὴν προφορὰν σχηματίζοντας λέγειν· Πιστεύω καὶ εἰς τὸ θεῖον Πνεῦμα τὸ ἅγιον· ὥστε δι' ὅλου καὶ τὴν ἑνότητα σώζεσθαι ἐν τῇ τῆς μιᾶς θεότητος ὁμολογίᾳ, καὶ τὸ τῶν προσώπων ἰδιάζον ὁμολογεῖσθαι ἐν τῷ ἀφορισμῷ τῶν περὶ ἕκαστον νοουμένων ἰδιωμάτων. Οἱ δὲ ταυτὸν λέγοντες οὐσίαν καὶ ὑπόστασιν ἀναγκάζονται πρόσωπα μόνον ὁμολογεῖν διάφορα, καὶ ἐν τῷ περιίστασθαι λέγειν τρεῖς ὑποστάσεις, εὑρίσκονται μὴ φεύγοντες τὸ τοῦ Σαβελλίου κακὸν, ὃς καὶ αὐτὸς, πολλαχοῦ συγχέων τὴν ἔννοιαν, ἐπιχειρεῖ διαιρεῖν τὰ πρόσωπα, τὴν αὐτὴν ὑπόστασιν λέγων πρὸς τὴν ἑκάστοτε παρεμπίπτουσαν χρείαν μετασχηματίζεσθαι.
6. Essence and hypostasis have this difference, which the common has towards the particular, such as the living creature has towards a certain man. Wherefore we confess one essence in the Godhead, so as not to render the definition of being variously; but a particular hypostasis, in order that our conception concerning Father and Son and Holy Spirit may be in us unconfused and clear. For if we do not conceive the distinctive characteristics regarding each, such as paternity and sonship and sanctification, but confess God from the common notion of being, it is impossible to render the account of the faith soundly. One must therefore, adding the particular to the common, thus confess the faith: the Godhead is common, the paternity particular; and joining them together, say: I believe in God the Father. And again in the confession of the Son one must do the like, join the particular to the common, and say: I believe in God the Son. Likewise also in the case of the Holy Spirit, shaping the utterance according to the sequence of the declaration, one must say: I believe also in the divine Holy Spirit; so that throughout both the unity is preserved in the confession of the one Godhead, and what is particular to the Persons is confessed in the distinction of the properties conceived regarding each. Whereas those who say that essence and hypostasis are the same are compelled to confess only different persons, and in shrinking from speaking of three hypostases, are found not to escape the evil of Sabellius, who himself also, while in many places confusing the conception, attempts to divide the persons, saying that the same hypostasis is transformed according to the need occurring on each occasion.
7. Καὶ περὶ ὧν ἠρώτησας, πῶς τὰ μέσα καὶ τὰ ἀδιάφορα περὶ ἡμᾶς οἰκονομεῖται, εἴτε συντυχίᾳ τινὶ αὐτομάτῳ, εἴτε τῇ δικαίᾳ τοῦ Θεοῦ προνοίᾳ, ἐκεῖνό φαμεν, ὅτι ὑγεία καὶ νόσος, πλοῦτος καὶ πενία, δόξα καὶ ἀτιμία, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθοὺς, οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν· καθὸ δὲ εὔροιάν τινα παρέχεται ἡμῶν τῷ βίῳ, αἱρετώτερά ἐστι τῶν ἐναντίων τὰ προηγούμενα, καὶ ἔχει τινὰ ἀξίαν λεγόμενα. Ταῦτα μέντοι τοῖς μὲν οἰκονομίας ἕνεκεν δίδοται παρὰ Θεοῦ, ὡς τῷ
7. And concerning the things about which you asked, how things intermediate and indifferent regarding us are administered, whether by some spontaneous chance or by the righteous providence of God, we say this: that health and sickness, wealth and poverty, glory and dishonour, inasmuch as they do not make their possessors good, are not among things good by nature; but inasmuch as they afford a certain smooth flow to our life, the former are preferable to their opposites, and have a certain value of which we speak. Yet these are given by God to some for the sake of stewardship, as to
PG 32:885Read from the page
Ἀβραὰμ, καὶ τῷ Ἰὼβ, καὶ τοῖς τοιούτοις· τοῖς δὲ φαυλοτέροις πρόκλησίς ἐστι τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον· ὡς ὅγε μετὰ τοσαύτην παρὰ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ ἀναντιῤῥήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. Ὁ μέντοι δίκαιος οὔτε παρόντος ἐπιστρέφεται τοῦ πλούτου, οὔτε μὴ παρόντα ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλ' οἰκονομικός. Οὐδεὶς δὲ τῶν νοῦν ἐχόντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. Τὴν δὲ νόσον ὡς ἄθλησιν οἱ δίκαιοι δέχονται, μεγάλους ἐπὶ τῇ ὑπομονῇ τοὺς στεφάνους ἀναμένοντες. Ἄλλον δέ τινα ἐφιστᾷν τῇ διοικήσει τούτων οὐκ ἀπεμφαῖνον μόνον, ἀλλὰ καὶ ἀσεβές.
Abraham, and to Job, and to such men; and to the baser sort they are a challenge to become better in character; since he who after so great kindness from God persists in unrighteousness undeniably renders himself liable to condemnation. The righteous man, however, neither pays regard to wealth when it is present, nor seeks after it when it is not present; for he is not an enjoyer of the things given, but a steward. And no one of sound mind runs after the business of distributing the goods of others, unless he looks towards the applause of the multitude, who admire and envy those established in some authority. And sickness the righteous receive as an athletic contest, awaiting great crowns for their endurance. And to set anyone else over the administration of these things is not only absurd, but also impious.
ΕΠΙΣΤΟΛΗ ΣΛΖʹ.
Letter 237.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων.
To Eusebius, Bishop of Samosata.
1. Ἐγὼ καὶ διὰ τοῦ βικαρίου τῆς Θρᾴκης ἐπέστειλα τῇ θεοσεβείᾳ σου, καὶ διά τινος πραιποσίτου τῶν κατὰ Φιλιππούπολιν θησαυρῶν ἐκ τῆς ἡμετέρας ἐπὶ τὴν Θρᾴκην διαβαίνοντος ἔγραψα ἑτέρας ἐπιστολὰς, καὶ παρεκάλεσα αὐτὸν ἀνελέσθαι, ὅταν ἀπαίρῃ. Ἀλλ' οὔτε ὁ βικάριος ὑπεδέξατο ἡμῶν τὰ γράμματα. Περιοδευόντων γὰρ ἡμῶν τὴν παροικίαν, ἐπιστὰς τῇ πόλει ἑσπέρας, ὄρθρου βαθέος πάλιν ἀπήλασεν· ὥστε τοὺς οἰκονόμους λαθεῖν τῆς ἐκκλησίας τὴν τοῦ ἀνδρὸς ἐπιδημίαν, καὶ οὕτω μεῖναι παρ' ἡμῖν τὰ γράμματα. Ὁ δὲ πραιπόσιτος, τάχα ἀβουλήτου τινὸς αὐτὸν περιστάσεως κατασχούσης, ἐξώρμησε, μήτε τὰς ἐπιστολὰς ἀνελόμένος, μήτε ἡμᾶς θεασάμενος. Ἄλλου δὲ οὐδενὸς ἦν ἐπιτυχεῖν· ὅθεν ἐμείναμεν λυπούμενοι, ὅτι μήτε ἐπιστέλλειν ἡμῖν ἔξεστι, μήτε δέχεσθαι παρὰ τῆς σῆς θεοσεβείας γράμματα. Καίτοιγε ἐβουλόμην, εἴ μοι ἦν δυνατὸν, τὰ ἐφ' ἑκάστης ἡμέρας συμπίπτοντα ἡμῖν διαγγέλλειν σοι. Οὕτω γὰρ πολλὰ καὶ παράδοξά ἐστι τὰ πράγματα, ὥστε ἱστορίας ἐφημερίδος προκειμένων ἐκκρουομένους.
1. Both through the vicar of Thrace I wrote to your Piety, and through a certain praepositus of the treasuries at Philippopolis passing through from our country to Thrace I wrote other letters, and begged him to take them up when he departed. Yet neither did the vicar receive our letters. For while we were visiting the diocese, having arrived in the city in the evening, at deep dawn he drove off again, so that the man's stay escaped the notice of the stewards of the church, and thus the letters remained with us. And the praepositus, perhaps because some unwelcome circumstance detained him, set off without either taking up the letters or seeing us. And there was no one else to be found; whence we remained grieving that it is neither possible for us to write nor to receive letters from your Piety. And yet I could have wished, if it had been possible for me, to report to you the things that befall us each day. For so many and so strange are the events that they need a daily history, being driven from the things before us.
2. Ἐπεδήμησεν ἡμῖν βικάριος, τὸ πρῶτον καὶ μέγιστον τῶν ἡμετέρων κακῶν· ἄνθρωπος εἰ μὲν καὶ αἱρετικὸς τὸ φρόνημα, οὐκ ἐπίσταμαι (οἶμαι γὰρ αὐτὸν παντὸς ἄπειρον εἶναι λόγου, καὶ μηδὲ ἔχειν τινὰ σπουδὴν μηδὲ μελέτην περὶ τὰ τοιαῦτα· ἐν ἄλλοις γὰρ αὐτὸν ὁρῶ τῇ ψυχῇ καὶ τῇ σαρκὶ νύκτωρ καὶ μηθ' ἡμέραν ἐνασχολούμενον), πλὴν
2. There came to stay among us a vicar, the first and greatest of our ills: a man whether also heretical in mindset, I do not know (for I think him to be unacquainted with all learning, and to have neither any zeal nor study regarding such things; for I see him occupied in other matters in soul and flesh by night and by day), yet
Notes, col. 885

On the reading

Printed ἀνελόμένος, for ἀνελόμενος.

Printed μηθ', for μεθ'.

PG 32:888Read from the page
ἀλλὰ φιλαιρετικός· καὶ οὐ πλέον ἐκείνους φιλῶν ἢ πρὸς ἡμᾶς ἀπεχθῶς ἔχων. Συνεκρότησε μὲν γὰρ σύνοδον ἀθετούντων ἐν μέσῳ τῷ χειμῶνι ἐπὶ τῆς Γαλατίας· καὶ ἐξέβαλε μὲν τὸν Ὕψιν, ἀντικατέστησε δὲ τὸν Ἐκδίκιον. Ἀγώγιμον δὲ προσέταξε γενέσθαι τὸν ἀδελφὸν τὸν ἐμὸν, ὑπὸ ἑνὸς ἀνθρώπου, καὶ τούτου ἀσήμου, αἰτιαθέντα. Εἶτα μικρὸν ἀσχοληθεὶς περὶ τὸ στρατόπεδον, πάλιν ἡμῖν ἐπῆλθε θυμοῦ καὶ φόνου πνέων, καὶ πάντας μὲν μιᾷ φωνῇ τοὺς ἱερατικοὺς τῆς ἐν Καισαρείᾳ Ἐκκλησίας παρέδωκε τῇ βουλῇ· ἐν δὲ Σεβαστείᾳ ἐκαθέσθη πολλὰς ἡμέρας φυλοκρινῶν· καὶ τοὺς μὲν ἡμῖν κοινωνοῦντας βουλευτὰς ὀνομάζων, καὶ καταδικάζων τῇ ὑπηρεσίᾳ τῶν δημοσίων· τοὺς δὲ τῷ Εὐσταθίῳ προσκειμένους ταῖς μεγίσταις τιμαῖς περιέπων. Πάλιν σύνοδον περὶ Νύσσαν Γαλατῶν καὶ Ποντικῶν συγκροτηθῆναι προσέταξεν. Οἱ δὲ ὑπήκουσαν, καὶ συνδραμόντες ἔπεμψάν τινα ταῖς Ἐκκλησίαις, ὃν οὐκ ἂν ἑλοίμην ἐγὼ εἰπεῖν ὁποῖος, εἰκάζειν δὲ ἔξεστι τῇ σῇ φρονήσει ποταπὸν εἰκὸς εἶναι τὸν τοιαύταις προαιρέσεσιν ἀνθρώπων ὑπηρετούμενον. Καὶ νῦν, ὅτε ταῦτα ἐπέστελλον, τὸ αὐτὸ τοῦτο σύνταγμα ἐπὶ τὴν Σεβάστειαν ὥρμησε, τῷ τε Εὐσταθίῳ συναφθῆναι, καὶ μετ' αὐτοῦ τὰ τῶν Νικοπολιτῶν καταστρέψασθαι. Ὁ γὰρ μακάριος Θεόδοτος κεκοίμηται. Καὶ τέως μὲν τὰς πρώτας τοῦ βικαρίου προσβολὰς γενναίως καὶ καρτερῶς ἀπεκρούσαντο· πείθειν γὰρ αὐτοὺς ἐπειρᾶτο δέξασθαι τὸν Εὐστάθιον, καὶ δι' αὐτοῦ λαβεῖν τὸν ἐπίσκοπον· ὡς δὲ εἶδεν αὐτοὺς ἑκόντας οὐκ ἐνδιδόντας, νῦν πειρᾶται βιαιοτέρᾳ χειρὶ ἐγκαταστῆσαι τὸν διδόμενον. Ὑποθρυλλεῖται δέ τις καὶ συνόδου προσδοκία, καθ' ἣν προαιροῦνται καλέσαντες ἡμᾶς ἢ λαβεῖν κοινωνοὺς, ἢ χρήσασθαι τῇ συνηθείᾳ. Τὰ μὲν οὖν τῶν Ἐκκλησιῶν τοιαῦτα.
a friend of heretics, and loving them no more than he is hostilely disposed towards us. For he convened a synod of Seceders in the middle of winter in Galatia, and cast out Hypsis, and set up Ecdicius in his stead. And he ordered my brother to be carried off under arrest, having been accused by a single man, and an obscure one at that. Then, having been occupied a little while about the camp, he came against us again breathing wrath and murder, and with a single word handed over all the clergy of the Church in Caesarea to the senate; and at Sebasteia he sat for many days sifting people out, calling those who communicate with us senators and condemning them to the service of public burdens, while surrounding those attached to Eustathius with the greatest honours. Again he ordered a synod of Galatians and Pontics to be convened around Nyssa. And they obeyed, and having run together they sent a certain man to the Churches, of what sort I would not choose to say, but your prudence may conjecture what sort of man he is likely to be who ministers to such designs of men. And now, when I was writing these things, this very same troop set out for Sebasteia, both to join Eustathius and with him to subvert the affairs of the Nicopolitans. For the blessed Theodotus has fallen asleep. And thus far indeed they nobly and steadfastly repulsed the first assaults of the vicar; for he was trying to persuade them to receive Eustathius and to take their bishop through him; but when he saw them not yielding willingly, he is now trying with a more violent hand to install the one given. And some expectation of a synod is also whispered about, at which they purpose to summon us and either take us as communicants or use their customary practice. Such, then, are the affairs of the Churches.
Ἐγὼ δὲ αὐτὸς ὅπως διάκειμαι κατὰ τὸ σῶμα,
And how I myself am disposed in body,
PG 32:889Read from the page
ΕΠΙΣΤΟΛΗ ΣΛΗʹ.
Letter 238.
Νικοπολίταις πρεσβυτέροις.
To the presbyters of Nicopolis.
Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν· καὶ οὐδὲν ἔσχον καινότερον τῶν ἐγνωσμένων ἤδη παρ' αὐτῶν διδαχθῆναι. Καὶ γὰρ ἔφθασεν ἡ φήμη εἰς πᾶσαν τὴν περιοικίδα, τοῦ παρ' ὑμῖν καταπεσόντος τὴν αἰσχύνην περιαγγέλλουσα, ὃς ἐπιθυμίᾳ δόξης κενῆς τὴν αἰσχίστην ἑαυτῷ συνήγαγεν ἀτιμίαν, καὶ εὑρέθη τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν διὰ τὴν φιλαυτίαν ἐκπεσών· αὐτὸ δὲ τὸ δύστηνον δοξάριον, οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ, οὐκ ἔχων διὰ τὸ δίκαιον μῖσος τῶν φοβουμένων τὸν Κύριον. Ἀλλὰ ἐκεῖνος μὲν παντὸς τοῦ ἑαυτοῦ βίου ἐναργέστατον ἐξήνεγκε δεῖγμα ἐκ τῆς νῦν προαιρέσεως, ὅτι οὐδέποτε ἔζη ἐπ' ἐλπίδι τῶν ἀποκειμένων ἡμῖν ἐπαγγελιῶν παρὰ τοῦ Κυρίου· ἀλλὰ εἴ τι ἑαυτῷ ἐπραγματεύετο τῶν ἀνθρωπίνων, καὶ ῥήματα πίστεως, καὶ πλάσμα εὐλαβείας, πάντα πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην ἐπετηδεύετο· ὑμᾶς δὲ τί καταπονεῖ τὸ συμβάν; Τί χείρους ἑαυτῶν γεγόνατε παρὰ τοῦτο; Ἔλειψεν εἷς ἐκ τοῦ πληρώματος ὑμῶν· εἰ δὲ καὶ συναπῆλθέ που ἄλλος εἷς, ἢ δεύτερος, ἐλεεινοὶ τοῦ πτώματος οὗτοι, ὑμῶν δὲ τὸ σῶμα ὁλόκληρόν ἐστι τῇ τοῦ Θεοῦ χάριτι. Καὶ γὰρ καὶ τὸ ἀχρειωθὲν ἀπεῤῥύη, καὶ οὐκ ἐκολοβώθη τὸ μένον. Εἰ δὲ ἀνιᾷ ὑμᾶς, ὅτι τῶν τοίχων ἐξεβλήθητε· ἀλλ' ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεσθε, καὶ ὁ ἄγγελος ὁ τῆς Ἐκκλησίας ἔφορος συναπῆλθεν ὑμῖν. Ὥστε κενοῖς ἐγκατακλίνονται καθ' ἑκάστην ἡμέραν, ἐκ τῆς διασπορᾶς τοῦ λαοῦ βαρὺ ἑαυτοῖς τὸ κρῖμα κατασκευάζοντες. Εἰ δέ τις καὶ κόπος ἐστὶν ἐν τῷ πράγματι, πέπεισμαι τῷ Κυρίῳ μὴ εἰς κενὸν ὑμῖν ἀποβήσεσθαι τοῦτο. Ὥστε ὅσῳ ἂν ἐν πλείοσι πειρατηρίοις γένησθε, τοσούτῳ πολυτελέστερον παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀναμένετε. Μήτε οὖν δυσφορεῖτε τοῖς παρ- ὑμῶν, καὶ οὐ χρονιεῖ.
I received the letters of your Reverence, and had nothing newer than the things already known to be taught by them. For indeed the report has reached all the surrounding region, proclaiming round about the shame of him who fell away among you, who through desire for empty glory gathered for himself the most shameful dishonour, and was found to have fallen away from the rewards of faith through self-love, while not possessing even that wretched paltry glory, desiring which he was sold to impiety, because of the righteous hatred of those who fear the Lord. Yet he indeed brought forth the clearest proof of his whole life from his present choice, that he never lived in hope of the promises laid up for us from the Lord; but whatever of human things he contrived for himself, both words of faith and a pretence of piety, all were practised for the deception of those whom he met; but as for you, why does what has happened distress you? Why have you become worse than yourselves on account of this? One has failed from your full number; and even if some other one, or a second, departed along with him, pitiable are these for their fall, whereas your body is whole by the grace of God. For indeed that which had become useless flowed away, and what remained was not maimed. And if it grieves you that you have been cast out of the walls, yet you shall lodge under the shelter of the God of heaven, and the angel who is overseer of the Church departed along with you. So that they lie down in empty buildings every day, preparing for themselves a heavy judgement from the dispersion of the people. And if there is also some toil in the matter, I am persuaded in the Lord that this will not turn out in vain for you. Wherefore in proportion as you find yourselves in more trials, await so much the more precious a reward from the righteous Judge. Neither be cast down, therefore, at the things present- your, and will not tarry.
ἘΠΙΣΤΟΛΗ ΣΛΘʹ.
Letter 239.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων.
To Eusebius, Bishop of Samosata.
1. Ἔδωκεν ὁ Κύριος ἡμῖν καὶ νῦν διὰ τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Ἀντιόχου
1. The Lord has granted us even now through our most beloved and most devout brother Antiochus
Notes, col. 889

On the reading

Printed ἘΠΙΣΤΟΛΗ, for ΕΠΙΣΤΟΛΗ.