Migne Reading Room

PG 32 · cols. 844–853 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:844Read from the page
τὸν συμπρεσβύτερον, ὃς διηγήσεται ὑμῖν τὸν ἡμέτερον πόθον ὃν ἔχομεν ἐφ' ὑμῖν, καὶ τὴν μέριμναν τῶν ψυχῶν ἡμῶν, ὅτι νυκτὸς καὶ ἡμέρας δεόμεθα τοῦ Κυρίου περὶ τῆς ὑμῶν εὐδοκιμήσεως, ἵνα καὶ ἡμεῖς ἔχωμεν παῤῥησίαν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῆς ὑμῶν σωτηρίας, καὶ ὑμεῖς ἐκλάμψητε ἐν τῇ λαμπρότητι τῶν ἁγίων, δοκιμαζομένου ὑμῶν τοῦ ἔργου ὑπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ. Ἅμα δὲ ἡμῖν πολλὴν μέριμναν ἐμποιεῖ τοῦ κατασχόντος καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν Ἐκκλησίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. Ἤνοιξαν γάρ τινες ἀφειδῶς στόματα κατὰ τῶν ὁμοδούλων. Λαλεῖται τὸ ψεῦδος ἀφόβως· ἡ ἀλήθεια συγκεκάλυπται. Καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως· οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως. Ὅθεν κἀγὼ ἀκούσας, ὅτι πολλαὶ κατ' ἐμοῦ περιφέρονται ἐπιστολαὶ, στίζουσαι ἡμᾶς καὶ στηλιτεύουσαι καὶ κατηγοροῦσαι ἐπὶ πράγμασιν, ὧν τὴν ἀπολογίαν ἑτοίμην ἔχομεν ἐπὶ τοῦ δικαστηρίου τῆς ἀληθείας, ὥρμησα μὲν σιωπῆσαι, ὃ καὶ ἐποίησα· τρίτον γὰρ ἤδη τοῦτο ἔτος ἐστὶν, ἐν ᾧ τυπτόμενος ὑπὸ τῶν διαβολῶν φέρω τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενος, ὅτι ἔχω Κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς συκοφαντίας· ἐπειδὴ δὲ ὁρῶ, ὅτι πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν· τούτου ἕνεκεν ἐπειράθην ἐπιστεῖλαι ὑμῖν, παρακαλῶν τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντη παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ καὶ γνῷ τί ποιεῖ.
our fellow-presbyter, who will relate to you our longing which we have for you, and the care of our souls, because night and day we beseech the Lord concerning your approved standing, that we also may have boldness in the day of our Lord Jesus Christ through your salvation, and that you may shine forth in the brightness of the saints, when your work is proved under the righteous judgement of God. At the same time, however, the difficulty of this prevailing season causes us much care, wherein all the Churches have been shaken, and all souls are sifted. For some have unsparingly opened their mouths against their fellow-servants. Falsehood is spoken fearlessly; the truth has been covered up. And those who are accused are condemned without trial; while those who accuse are believed without examination. Wherefore I also, having heard that many letters are being carried about against me, branding us and pillorying us and accusing us over matters for which we have our defence ready at the tribunal of truth, was inclined indeed to keep silence, which I also did; for this is now the third year in which, being struck by slanders, I bear the lashes of accusation, being content that I have the Lord, the Knower of hidden things, as witness of the false accusation; but since I see that many have already received our silence as a confirmation of the slanders, and have supposed that we keep silence not through long-suffering, but through not being able to open our mouth towards the truth; on this account I have endeavoured to write to you, exhorting your love in Christ not altogether to accept as true the slanders made from one side; because, even as it is written, the law judges no man, unless it first hear and know what he does.
2. Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν. Ὥστε, κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. Οἱ γὰρ ἡμῖν κακοδοξίαν ἐγκαλοῦντες ἐφάνησαν νῦν ἐκ τοῦ προφανοῦς τῇ μερίδι τῶν αἱρετικῶν προστιθέμενοι· οἱ ὑπὲρ ἀλλοτρίων συνταγμάτων ἡμᾶς κατακρίνοντες ταῖς ἰδίαις ὁμολογίαις, ἃς ἐγγράφως ἡμῖν κατέθεντο, ἐναντιούμενοι φαίνονται. Νοήσατε τὴν συνήθειαν τῶν ταῦτα τολμώντων, ὅτι ἔθος αὐτοῖς ἀεὶ πρὸς τὸ δυνάτὸν μετατίθεσθαι μέρος, καὶ τοὺς μὲν ἀσθενοῦντας τῶν φίλων καταπατεῖν, θεραπεύειν δὲ τοὺς
2. And yet to a fair-minded judge the matters themselves suffice towards the manifestation of the truth. So that, even if we should keep silence, it is open to you to look closely towards the things that are happening. For those who charge us with heterodoxy have now manifestly appeared attaching themselves to the party of the heretics; those who condemn us over the compositions of others are seen opposing their own confessions, which they deposited with us in writing. Consider the custom of those who dare these things, that it is their habit always to shift over towards the powerful party, and to trample down those of their friends who are weak, while courting those who
Notes, col. 844

On the reading

Printed δυνάτὸν, for δυνατὸν.

PG 32:845Read from the page
κρατοῦντας. Οἱ γὰρ τὰς πολυθρυλλήτους ἐκείνας ἐπιστολὰς κατὰ Εὐδοξίου καὶ πάσης αὐτῶν τῆς μερίδος συγγράφοντες, καὶ περιπέμποντες πάσαις ταῖς ἀδελφότησι, καὶ διαμαρτυρόμενοι φεύγειν τὴν κοινωνίαν αὐτῶν ὡς ὄλεθρον τῶν ψυχῶν, καὶ διὰ τοῦτο μὴ καταδεξάμενοι τὰς ἐπὶ καθαιρέσει αὐτῶν ἐξενεχθείσας ψήφους, ἐπειδὴ παρ' αἱρετικῶν ἦσαν γενόμεναι, ὡς ἔπειθον ἡμᾶς τότε, οὗτοι νῦγ, πάντων ἐπιλαθόμενοι, μετ' αὐτῶν γεγόνασι. Καὶ οὐδεμία αὐτοῖς ἄρνησις καταλείπεται· φανερῶς γὰρ ἀπεκάλυψαν ἑαυτῶν τὴν προαίρεσιν, ἐν Ἀγκύρᾳ τὰς κατ' οἶκον αὐτῶν κοινωνίας κατασπαζόμενοι, ἐπειδὴ εἰς τὸ κοινὸν ὑπ' αὐτῶν ἐκείνων οὔπω ἐδέχθησαν. Ἐρωτήσατε οὖν αὐτοὺς, εἰ ὀρθόδοξος νῦν Βασιλείδης ὁ κοινωνικὸς Ἐκδικίου, διὰ τί, ἀπὸ τῆς Δαρδανίας ἐπανιόντες, τὰ θυσιαστήρια ἐκείνου ἐν τῇ χώρᾳ τῶν Γαγγρηνῶν κατέστρεφον, καὶ ἑαυτῶν τραπέζας ἐτίθεσαν; διὰ τί καὶ μέχρι νῦν ἐπέρχονται ταῖς Ἐκκλησίαις τῆς Ἀμασείας καὶ Ζήλων, καὶ παρ' ἑαυτῶν ἐγκαθιστῶσι πρεσβυτέρους καὶ διακόνους; Εἰ μὲν γὰρ ὡς ὀρθοδόξοις κοινωνοῦσι, τίνος ἕνεκεν ὡς αἱρετικοῖς ἐπέρχονται; εἰ δὲ ὡς αἱρετικοὺς ὑπειλήφασι, πῶς τὴν κοινωνίαν αὐτῶν οὐκ ἐκτρέπονται; Ταῦτα οὐχὶ καὶ παιδικῇ διανοίᾳ δῆλά ἐστιν, ἀδελφοὶ τιμιώτατοι, ὅτι ἀεὶ πρὸς τὸ ἴδιον συμφέρον βλέποντες ἢ διαβάλλειν τινὰς, ἢ συνιστᾷν ἐπιχειροῦσι; Καὶ ἡμῶν τοίνυν ἀπέστησαν, οὔτε ἀγανακτήσαντες, ὅτι οὐκ ἀντεγράψαμεν (τοῦτο γάρ ἐστιν ἐφ' οὗ μάλιστα λέγουσι παρωξύνθαι), οὔτε ὅτι τοὺς χωρεπισκόπους, οὓς λέγουσιν ἀπεσταλκέναι, οὐκ ἐδεξάμεθα. Καίτοι δώσουσι λόγον τῷ Κυρίῳ οἱ τοῦτο κατασκευάζοντες. Εἷς γάρ τις Εὐστάθιος, ἀποσταλεὶς, καὶ γράμματα διαδοὺς τῇ τάξει τοῦ Οὐϊκαρίου, τρεῖς ἡμέρας ποιήσας ἐπὶ τῆς
are in power. For those who wrote those much-talked-of letters against Eudoxius and all their party, and sent them round to all the brotherhoods, and solemnly testified to flee their communion as the ruin of souls, and on this account did not accept the votes pronounced for their deposition, because they had been made by heretics, as they persuaded us then, these men now, having forgotten all things, have come to be with them. And no denial is left to them; for they openly uncovered their own purpose, embracing in Ancyra their domestic communions, since they had not yet been received by those very men into the public assembly. Ask them therefore, if Basilides the communicant of Ecdicius is now orthodox, why, when returning from Dardania, they overturned his altars in the country of the Gangrenes, and set up their own tables? why even until now do they attack the Churches of Amasea and Zela, and install presbyters and deacons from among themselves? For if indeed they communicate with them as orthodox, for what reason do they attack them as heretics? and if they have supposed them to be heretics, how do they not shun their communion? Are not these things clear even to a childish mind, most honourable brethren, that looking always towards their own advantage they attempt either to slander some, or to commend them? From us too, accordingly, they withdrew, neither having been indignant because we did not write back (for this is that over which above all they say they were provoked), nor because we did not receive the chorepiscopi whom they say they sent. And yet those who fabricate this will give an account to the Lord. For a certain Eustathius, having been sent, and having delivered letters to the office of the Vicar, after spending three days in the
Notes, col. 845

On the reading

Printed 813, for 845.

Printed νῦγ, for νῦν.

PG 32:848Read from the page
πόλεως, καὶ μέλλων ἀπαίρειν ἐπὶ τὰ ἴδια, ἑσπέρας ἤδη βαθείας, καθεύδοντί μοι λέγεται πλησιάσαι τῷ οἰκήματι ἡμῶν. Ἀκούσας δὲ, ὅτι καθεύδω, ἀπελθὼν, οὐκέτι τῇ ὑστεραίᾳ ἡμῖν προσήγγισεν, ἀλλ' οὕτως ἀφοσιωσάμενος τὸ καθ' ἡμᾶς, ἐπανῆλθε. Καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ὃ ἠδικήσαμεν ἡμεῖς, καὶ οἱ μακρόθυμοι οὐκ ἀντεστάθμησαν τὴν πρὸ τούτου δουλείαν ἡμῶν, ἣν ἐδουλεύσαμεν αὐτοῖς ἐν ἀγάπῃ, τῷ πταίσματι τούτῳ· ἀλλὰ τοσοῦτον ἐβάρυναν τὴν καθ' ἡμῶν ὀργὴν ἐπὶ ταύτῃ τῇ ἁμαρτίᾳ, ὥστε πάσαις ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τό γε εἰς αὐτοὺς ἧκον, ἐκκηρύκτους ἡμᾶς ποιῆσαι.
city, and being about to depart to his own parts, when evening was already deep, is said while I was sleeping to have approached our dwelling. And having heard that I was sleeping, he went away, and no longer approached us on the next day, but having thus acquitted himself of his duty towards us in a perfunctory manner, he returned. And this is the charge in which we did wrong, and the long-suffering men did not counterbalance our former service, which we served them in love, against this stumble; but they so weighed down their anger against us over this sin, as to make us excommunicate to all the Churches throughout the inhabited world, so far at least as came within their power.
3. Οὐ μὴν αὕτη γέ ἐστι κατὰ ἀλήθειαν τῆς διαστάσεως ἡ αἰτία· ἀλλ' ἐπειδὴ ἐνόμισαν εὐδοκιμήσειν τότε παρὰ τῷ Εὐζωΐῳ, ει ἡμῶν ἑαυτοὺς ἀλλοτριώσειαν, ἐκείνας ἑαυτοῖς ἐπενόησαν τὰς προφάσεις, ἵνα εὕρωσί τινα σύστασιν παρ' αὐτοῖς διὰ τοῦ πρὸς ἡμᾶς πολέμου. Οὗτοι νῦν καὶ τὴν ἐν Νικαίᾳ διαβάλλουσι πίστιν, καὶ ὁμοουσιαστὰς ἡμᾶς ἀποκαλοῦσι· διὰ τὸ ἐν ἐκείνῃ τῇ πίστει τὸν μονογενῆ Υἱὸν τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιον ὁμολογεῖσθαι· οὐχ ὡς ἀπὸ μιᾶς οὐσίας μερισθείσης εἰς δύο ἀδελφὰ, μὴ γένοιτο· οὐ γὰρ τοῦτο ἐνόησεν ἡ ἁγία ἐκείνη καὶ θεοφιλὴς σύνοδος, ἀλλ' ὡς, ὅπερ ἐστὶ κατὰ τὴν οὐσίαν ὁ Πατὴρ, τοῦτο ὀφείλοντος νοεῖσθαι καὶ τοῦ Υἱοῦ. Οὕτω γὰρ ἡμῖν ἐκεῖνοι αὐτοὶ ἡρμήνευσαν εἰπόντες, Φῶς ἐκ φωτός. Ἔστι δὲ ἡ ἐν Νικαίᾳ πίστις, ἡ παρ' αὐτῶν ἀπὸ τῆς δύσεως κομισθεῖσα, ἣν ἐπέδωκαν τῇ συνόδῳ τῇ ἐν Τυάνοις, ὑφ' ἧς καὶ παρεδέχθησαν. Ἀλλ' ἔχουσί τι σοφὸν δόγμα εἰς τὰς τοιαύτας ἑαυτῶν μεταβολάς· ὅτι τοῖς ῥήμασι τῆς πίστεως ὡς ιατροὶ κέχρηνται κατὰ καιρὸν, ἄλλοτε ἄλλως πρὸς τὰ ὑποκείμενα πάθη μεθαρμοζόμενοι. Τούτου δὲ τοῦ σοφίσματος τὸ σαθρὸν οὐκ ἐμὲ ἐλέγχειν προσῆκεν, ἀλλ' ὑμᾶς νοεῖν. Δώσει γὰρ ὑμῖν ὁ Κύριος σύνεσιν πρὸς τὸ γνωρίζειν, τίς μὲν ὁ εὐθὴς λόγος, τίς δὲ ὁ σκολιὸς καὶ διεστραμμένος. Εἰ γὰρ ἄλλοτε ἄλλας δεῖ πίστεις συγγράφειν, καὶ μετὰ τῶν καιρῶν ἀλλοιοῦσθαι, ψευδὴς ἡ ἀπόφασις τοῦ εἰπόντος· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εἰ δὲ ἐκεῖνα ἀληθῆ, μηδεὶς ὑμᾶς ἐξαπατάτω τοῖς κενοῖς τούτοις λόγοις. Διαβάλλουσι γὰρ ἡμᾶς ὡς καινοτομοῦντας περὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Ἐρωτήσατε οὖν τίς ἡ καινοτομία. Ἡμεῖς
3. Yet truly this is not according to truth the cause of the division; but since they supposed that they would then gain approval with Euzoius, if they alienated themselves from us, they devised those pretexts for themselves, that they might find some commendation with them through the war against us. These men now slander even the faith at Nicaea, and call us homoousiasts; because in that faith the only-begotten Son is confessed to be consubstantial with God the Father; not as from one substance divided into two kindred parts, God forbid; for that holy and God-beloved synod did not mean this, but that, whatever the Father is according to substance, this the Son also ought to be understood to be. For thus those very men interpreted it to us when they said, Light from Light. And the faith at Nicaea is that which was brought by them from the West, which they presented to the synod at Tyana, by which they were also received. But they have a certain clever doctrine for such changes of theirs: that they use the words of the faith like physicians according to the occasion, adapting themselves differently at different times towards the underlying ailments. The unsoundness of this sophism it belonged not to me to refute, but to you to perceive. For the Lord will give you understanding towards knowing which is the straight word, and which is the crooked and perverse. For if one must write different faiths at different times, and change with the seasons, false is the declaration of him who said: One Lord, one faith, one baptism. But if those things are true, let no one deceive you with these empty words. For they slander us as innovating concerning the Holy Spirit. Ask therefore what the innovation is. For we
Notes, col. 848

On the reading

Printed ει, for εἰ.

Printed ιατροὶ, for ἰατροὶ.

PG 32:849Read from the page
γὰρ ὁμολογοῦμεν ὃ καὶ παρελάβομεν, μετὰ Πατρὸς καὶ Υἱοῦ τετάχθαι τὸν Παράκλητον, οὐ μετὰ τῆς κτίσεως ἀριθμεῖσθαι. Εἰς γὰρ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκαμεν· καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Διὰ τοῦτο οὐδέποτε τῆς πρὸς τὸν Πατέρα καὶ Υἱὸν συναφείας τὸν Παράκλητον ἀποσπῶμεν. Ὁ γὰρ νοῦς ἡμῶν φωτιζόμενος ὑπὸ τοῦ Πνεύματος πρὸς Υἱὸν ἀναβλέπει, καὶ ἐν αὐτῷ ὡς ἐν εἰκόνι θεωρεῖ τὸν Πατέρα. Οὔτε οὖν ὀνόματα παρ' ἑαυτῶν ἐπινοοῦμεν, ἀλλὰ Πνεῦμα ἅγιον καὶ Παράκλητον ὀνομάζομεν, οὔτε τὴν ὀφειλομένην αὐτῷ δόξαν ἀθετεῖν καταδεχόμεθα. Ταῦτά ἐστι τὰ ἡμέτερα μετὰ πάσης ἀληθείας. Ἐπὶ τούτοις ὁ κατηγορῶν κατηγορείτω· ὁ διώκων ἡμᾶς διωκέτω· ὁ πιστεύων ταῖς καθ' ἡμῶν διαβολαῖς ⟨…⟩ ριος ἐγγύς· μηδὲν μεριμνῶμεν.
confess that which we also received, that the Paraclete is ranked with Father and Son, not numbered with the creation. For we have believed in Father and Son and Holy Spirit; and we are baptized into the name of the Father and of the Son and of the Holy Spirit. On this account we never tear away the Paraclete from the conjunction with the Father and the Son. For our mind, being enlightened by the Spirit, looks up towards the Son, and in Him as in an image beholds the Father. Neither therefore do we devise names from ourselves, but we name Him Holy Spirit and Paraclete, nor do we consent to set aside the glory owed to Him. These are our tenets with all truth. Over these things let him who accuses accuse; let him who persecutes us persecute; let him who believes the slanders against us ⟨…⟩ Lord is near; let us be anxious for nothing.
4. Εἴ τις ἐν Συρίᾳ συγγράφει, τοῦτο οὐδὲν πρὸς ἡμᾶς. Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησὶ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. Οἱ ἐμοὶ λόγοι ἐμὲ κρινέτωσαν· ὑπὲρ δὲ ἀλλοτρίων ἡμᾶς σφαλμάτων μηδεὶς καταδικαζέτω, μηδὲ τὰς πρὸ εἴκοσιν ἐτῶν γραφείσας παρ' ἡμῶν ἐπιστολὰς εἰς ἀπόδειξιν προβαλλέσθω τοῦ νῦν κοινωνικοὺς ἡμᾶς εἶναι τοῖς ἐκεῖνα συγγράψασιν. Ἡμεῖς γὰρ πρὸ τῶν συγγραμμάτων, λαϊκοὶ ὄντες πρὸς λαϊκοὺς ἐπεστέλλομεν, πρὸ τοῦ τινὰ καὶ ὑπόνοιαν τοιαύτην κατ' αὐτῶν κινεῖσθαι· καὶ ἐπεστέλλομεν οὐδὲν περὶ πίστεως, οὐδ' οἷα νῦν ἐπὶ τῇ καθ' ἡμῶν διαβολῇ περιφέρουσιν οὗτοι, ἀλλὰ ψιλὰς προσηγορίας, ἀγαπητικὴν προσφώνησιν ἀποπληρούσας. Ἡμεῖς γὰρ ὁμοίως καὶ τοὺς τὰ Σαβελλίου νοσοῦντας, καὶ τοὺς τὰ Ἀρείου δόγματα ἐκδικοῦντας, ὡς ἀσεβεῖς, ἀποφεύγομεν καὶ ἀναθεματίζομεν. Εἴ τις τὸν αὐτὸν Πατέρα λέγει καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ ἓν πρᾶγμα πολυώνυμον ὑποτίθεται, καὶ μίαν ὑπόστασιν ὑπὸ τριῶν προσηγοριῶν ἐκφωνουμένην, τὸν τοιοῦτον ἡμεῖς ἐν τῇ μερίδι τῶν Ἰουδαίων τάσσομεν. Ὁμοίως καὶ εἴ τις ἀνόμοιον λέγει κατὰ τὴν οὐσίαν τὸν Υἱὸν τῷ Πατρὶ, ἢ εἰς κτίσμα κατάγει τὸ Πνεῦμα τὸ ἅγιον, ἀναθεματίζομεν, καὶ ἐγγὺς εἶναι τῆς Ἑλληνικῆς τιθέμεθα πλάνης. Ἀλλὰ τὰ μὲν στόματα τῶν κακηγορούντων ἡμᾶς ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων γραμμάτων ἀμήχανον· μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν, καὶ μείζονα καὶ χαλεπώτερα καθ' ἡμῶν κατασκευάζειν· τὰς μέντοι ὑμετέρας ἀκοὰς φυλαχθῆναι οὐ χαλεπόν. Ὥστε, ὅ ἐστιν ἐφ' ὑμῖν, τοῦτο ποιήσατε. Ἀκεραίαν ἡμῖν καὶ ἀπρόληπτον ταῖς διαβολαῖς τὴν καρδίαν ὑμῶν φυλάξατε· καὶ πρὸς τὰ προβαλλόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. Καὶ εἰ μὲν εὕρητε παρ' ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσιν. Ἀγρυπνοῦσιν ἐκεῖνοι πρὸς τὸ ἡμᾶς κακοποιῆσαι· τοῦτο παρ' ὑμῶν οὐκ ἐπιζητοῦμεν. Ἐμπορικὸν βίον
4. If anyone in Syria writes a treatise, this is nothing to us. For by your words you shall be justified, He says, and by your words you shall be condemned. Let my own words judge me; and for the errors of others let no one condemn us, nor put forward the letters written by us twenty years ago as a proof that we are now in communion with those who wrote those things. For we, before those treatises, being laymen wrote to laymen, before any such suspicion was even stirred up against them; and we wrote nothing concerning faith, nor such things as these men now carry about for slander against us, but bare greetings, fulfilling an affectionate address. For we alike both shun as impious and anathematize those who are sick with the views of Sabellius, and those who maintain the dogmas of Arius. If anyone says that the Father and the Son and the Holy Spirit are the same, and supposes one thing of many names, and one hypostasis uttered under three appellations, such a one we place in the portion of the Jews. Likewise also if anyone says that the Son is unlike the Father according to substance, or brings down the Holy Spirit into a creature, we anathematize him, and account him to be near to the Gentile error. But for the mouths of those who speak evil of us to be checked through our letters is impossible; rather indeed it is likely that they are even irritated at our defences, and contrive greater and harsher things against us; yet for your ears to be guarded is not difficult. Wherefore, what is in your power, do this. Keep your heart unharmed for us and unprejudiced by slanders; and towards the charges put forward demand of us the accounts. And if indeed you find the truth with us, do not give place to falsehood; but if you perceive us failing in strength towards our defence, then believe our accusers as speaking the truth. Those men keep watch in order to do us harm; this we do not seek from you. Leading a trafficking life
PG 32:852Read from the page
μεταχειριζόμενοι, παρεμπόρευμα ποιοῦνται τὴν ἡμετέραν διαβολήν· ὑμᾶς δὲ οἴκοι μένειν καὶ εὐσχημονεῖν, ἐν ἡσυχίᾳ τὸ ἔργον τοῦ Χριστοῦ πληροῦντας, παρακαλοῦμεν, τὰς μέντοι συντυχίας αὐτῶν, τὰς δολερῶς ἐπὶ καταστροφῇ τῶν ἀκουόντων γινομένας, ἐκκλίνειν· ἵνα καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀκεραίαν φυλάξητε, καὶ τὴν τῶν πατέρων πίστιν ἄθραυ-
and pursuing it, they make slander of us a side-merchandise; but we exhort you to remain at home and conduct yourselves becomingly, fulfilling the work of Christ in quietness, yet to shun their meetings, which take place deceitfully for the subversion of the hearers; that you may both guard your love towards us unharmed, and keep the faith of the fathers unshat-
ΕΠΙΣΤΟΛΗ ΣΚΖʹ.
Letter 227.
Τοῖς ἐν Κολωνείᾳ κληρικοῖς παραμυθητική.
Consolatory, to the clergy in Colonia.
Καὶ τί οὕτω καλὸν καὶ εὐδόκιμον παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς ἀγάπη τελεία, ἣν πλήρωμα παντὸς εἶναι νόμου παρὰ τοῦ σοφοῦ δεδιδάγμεθα διδασκάλου; Ὥστε ἀποδέχομαι ὑμῶν τὸ διάπυρον τῆς περὶ τὸν ποιμένα ὑμῶν διαθέσεως. Οὔτε γὰρ παιδὶ φιλοπάτορι πατρὸς ἀγαθοῦ στέρησις ἀνεκτὴ, οὔτε Ἐκκλησίᾳ Χριστοῦ ποιμένος καὶ διδασκάλου ἀναχώρησις φορητή. Ὥστε καλῆς καὶ ἀγαθῆς προαιρέσεως ἀπόδειξιν ἐν τῇ ὑπερβαλλούσῃ περὶ τὸν ἐπίσκοπον ὑμῶν διαθέσει παρέχεσθε. Ἀλλὰ τὸ χρηστὸν ὑμῶν τοῦτο καὶ περὶ τὸν πνευματικὸν πατέρα ἐνδιάθετον, μέτρῳ καὶ λογισμῷ γινόμενον, ἀπόδεκτόν ἐστιν· ἐκβαῖνον δὲ τοὺς ὅρους, οὐκ ἔτι τῆς αὐτῆς ἀποδοχῆς ἄξιον γίνεται. Οἰκονομία καλὴ περὶ τὸν θεοφιλέστατον ἀδελφὸν ὑμῶν τὸν συλλειτουργὸν Εὐφρόνιον παρὰ τῶν οἰκονομεῖν τὰς Ἐκκλησίας πεπιστευμένων γεγένηται, ἀναγκαία τῷ καιρῷ, λυσιτελὴς καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἣν μετετέθη, καὶ ὑμῖν αὐτοῖς ἀφ' ὧν ἐλήφθη. Ταύτην μὴ ἀνθρωπίνην νομίσητε, μηδὲ ἐκ λογισμῶν κεκινῆσθαι τὰ γήινα φρονούντων ἀνθρώπων· ἀλλὰ τῇ συνηθείᾳ τοῦ Πνεύματος τοὺς τὴν μέριμναν ἀνηρτημένους τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τοῦτο ποιῆσαι πέπεισθε, καὶ ἐμβάλλεσθε τῇ διανοίᾳ τὴν ὁρμὴν ταύτην, καὶ σπουδάσατε αὐτὴν τελειῶσαι. Δέξασθε οὖν ἡσυχῆ καὶ μετ' εὐχαριστίας τὸ γενόμενον, ἐκεῖνο πεπεισμένοι, ὅτι οἱ μὴ δεχόμενοι παρὰ τῶν ἐκκλησιῶν τοῦ
And what is so noble and approved with God and men as perfect love, which we have been taught by the wise Teacher is the fulfilment of the whole law? Wherefore I welcome the fervour of your disposition towards your shepherd. For neither to a father-loving child is the deprivation of a good father endurable, nor to the Church of Christ is the departure of a shepherd and teacher bearable. Wherefore you furnish a proof of a noble and good purpose in your surpassing disposition towards your bishop. But this kindly and deeply felt affection of yours towards your spiritual father, when it takes place with measure and reason, is acceptable; yet when it goes beyond the bounds, it is no longer worthy of the same acceptance. A good dispensation concerning your most God-beloved brother and fellow-minister Euphronius has taken place from those entrusted with administering the Churches, necessary for the season, profitable both to the Church to which he was transferred, and to you yourselves from whom he was taken. Do not suppose this to be human, nor to have been set in motion from the reasonings of men who mind earthly things; but be persuaded that those on whom depends the care of the Churches of God did this through intimacy with the Spirit, and take this impulse into your mind, and be eager to bring it to completion. Receive therefore quietly and with thanksgiving what has taken place, being persuaded of this, that those who do not receive from the churches of
PG 32:853Read from the page
Θεοῦ τὰ ταῖς Ἐκκλησίαις διατυπούμενα τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθίστανται. Μὴ δικαιολογεῖσθε πρὸς τὴν μητέρα ὑμῶν τὴν ἐν Νικοπόλει Ἐκκλησίαν. Μὴ τραχύνεσθε πρὸς τοὺς τῶν ψυχῶν ὑμῶν ἀναδεδεγμένους τὴν μέριμναν. Ἐν γὰρ τῷ τὰ τῆς Νικοπόλεως συνεστάναι πράγματα καὶ τὸ καθ' ὑμᾶς μέρος συνδιασωθήσεται· ἐὰν δὲ ἐκείνης ἅψηταί τις σάλος, κἂν μυρίους ἔχητε τοὺς φυλάσσοντας ὑμᾶς, συμπαραναλωθήσεται τῷ κεφαλαίῳ καὶ τὸ μέρος. Ὡς οὖν οἱ τοῖς ποταμοῖς παροικοῦντες, ἐπειδὰν ἴδωσί τινας πόῤῥωθεν ὀχυρώματα καταβαλλομένους τοῖς ῥεύμασιν, ἴσασιν, ὅτι αὐτοῖς προδιοικοῦνται τὴν ἀσφάλειαν, τὰς ἐπιδρομὰς τῶν ῥευμάτων ἀποκρουόμενοι· οὕτω καὶ οἱ νῦν τὸ βάρος τῆς φροντίδος τῶν Ἐκκλησιῶν ἀναδεξάμενοι ἐν τῇ τῶν ἄλλων φυλακῇ τὴν καθ' ὑμᾶς ἄδειαν διοικοῦνται· καὶ ἐν σκέπῃ γενήσεσθε πάσης ταραχῆς, ἑτέρων ὑποδεχομένων τοῦ πολέμου τὰς προσβολάς. Πρὸς δὲ κἀκεῖνο ἐνθυμεῖσθαι ὑμᾶς προσῆκεν, ὅτι οὐχ ὑμᾶς ἀπέβαλεν, ἀλλ' ἑτέρους προσέλαβεν. Οὐ δήπου γὰρ βάσκανοί τινές ἐσμεν ἡμεῖς, ὥστε τὸν δυνάμενον καὶ ἄλλοις τῶν ἑαυτοῦ χαρισμάτων μεταδιδόναι ἀναγκάζειν ὑμῖν ἐναποκλείειν τὴν χάριν, καὶ τὸ καθ' ὑμᾶς μόνῳ χωρίῳ στενοχωρεῖν. Οὔτε γὰρ ὁ πηγὴν περιφράσσων, καὶ ὕδατος ἔξοδον λυμαινόμενος, οὔτε ὁ διδασκαλίαν διαρκῆ κωλύων ἐπὶ πλεῖον χωρεῖν ἔξω τοῦ πάθους τῆς βασκανίας ἐστίν. Ἐχέτω τοίνυν καὶ τὴν Νικοπόλεως μέριμναν, καὶ τὸ ὑμέτερον προσθήκη ἔστω τῶν ἐκεῖ φροντισμάτων. Τῷ μὲν γὰρ ἀνδρὶ πλείων προσῆλθεν ὁ κόπος, ὑμῶν δὲ οὐδὲν ἐλαττοῦται ἡ ἐπιμέλεια. Ἐκεῖνο δέ με πάνυ ἐλύπησε, καὶ ἔξω ἐφάνη τοῦ μέτρου, τὸ εἰρῆσθαι, ὅτι, ἀποτυχόντες τῶν ἐπιζητουμένων, τὰ δικαστήρια καταληψόμεθα, καὶ ἐπιστήσομεν ἀνθρώπους τοῖς πράγμασιν, οἷς ἡ καταστροφὴ τῶν Ἐκκλησιῶν εὐχῆς ἐστι τὸ κεφάλαιον. Μή ποτε οὖν ἄφρονι θυμῷ φερόμενοί τινες παραπείσωσιν ὑμᾶς φθέγξα-
God the things ordained for the Churches resist the ordinance of God. Do not enter into dispute with your mother, the Church in Nicopolis. Do not be embittered towards those who have taken upon themselves the care of your souls. For in the affairs of Nicopolis holding together, the part among you also will be preserved together with her; whereas if any tossing of the waves should touch her, even if you have ten thousand men guarding you, the part also will be consumed together with the head. As therefore those who dwell beside rivers, whenever they see certain men from afar laying down fortifications against the currents, know that they are providing security beforehand for them by repelling the inroads of the currents; so also those who have now taken upon themselves the weight of the care of the Churches are providing in the guarding of the others for the security among you; and you will be under shelter from every disturbance, while others sustain the assaults of the war. And besides, it befitted you to bear that also in mind, that he did not cast you off, but took others to himself in addition. For surely we are not some grudging men, so as to compel him who is able to impart of his own gifts to others also to shut up the grace among you, and to confine it narrowly to the district among you alone. For neither he who fences round a spring, and spoils the outlet of water, nor he who hinders an enduring teaching from advancing further, is outside the passion of envy. Let him therefore have the care of Nicopolis also, and let what concerns you be an addition to the cares there. For to the man indeed greater labour has been added, while for you the care is in nothing diminished. But that grieved me exceedingly, and appeared beyond measure, that it was said that, having failed of the things sought, we shall occupy the law-courts, and set over the affairs men for whom the subversion of the Churches is the chief object of prayer. Never therefore let certain men carried away by senseless anger mislead you into utter-