Migne Reading Room

PG 32 · cols. 784–793 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:784Read from the page
ΕΠΙΣΤΟΛΗ ΣΙΓʹ
Epistle 213.
Ἀνεπίγραφος, ἐπὶ ἀνδρὶ εὐσεβεῖ.
Without address, upon a pious man.
1. Κύριος ὁ παρασχόμενός μοι ταχεῖαν ἐπὶ ταῖς θλίψεσι τὴν ἀντίληψιν, αὐτός σοι τῆς ἀναπαύσεως, ἣν ἀνέπαυσας ἡμᾶς ἐν τῇ παρούσῃ διὰ τοῦ γράμματος ἐπισκέψει, παράσχοιτο τὴν ἀντίληψιν, τῇ ἀληθινῇ καὶ μεγάλῃ εὐφροσύνῃ τοῦ πνεύματος τὸν ἐπὶ τῇ παρακλήσει μισθὸν τῆς ταπεινώσεως ἡμῶν ἀποπληρῶν. Ἔτυχον γάρ πως τὴν ψυχὴν κεκακωμένος, ἐν πολυανθρώπῳ συλλήψει κτηνώδη τινὰ καὶ παντελῶς ἄλογον τοῦ λαοῦ καταμαθὼν ῥᾳθυμίαν, καὶ τῶν ἀγόντων αὐτοὺς παλαιὰν καὶ δυσδιόρθωτον συνήθειαν τοῦ κακοῦ. Ἐπεὶ δὲ εἶδον τὰ γράμματα, καὶ τὸν ἐν αὐτοῖς τῆς ἀγάπης θησαυρὸν, ἐπέγνων, ὅτι ἐπέλαμψεν ἡμῖν τοῖς ἐν πικρίᾳ ζῶσι γλυκεῖαν παραμυθίαν ὁ οἰκονομῶν τὰ ἡμέτερα. Διὸ καὶ ἀντιφθέγγομαί σου τὴν ὁσιότητα παρακαλῶν τὴν συνήθη παράκλησιν, μὴ διαλιπεῖν σε εὐχόμενον ὑπὲρ τῆς ἐλεεινῆς μου ζωῆς· μήποτε, τῇ φαντασίᾳ τοῦ βίου τούτου καταβαπτισθεὶς, ἐπιλάθωμαι μὲν τοῦ Θεοῦ τοῦ ἐγείροντος ἀπὸ γῆς πτωχὸν, ἔπαρσιν δέ τινα παθὼν, εἰς κρῖμα ἐμπέσω τοῦ διαβόλου· ῥᾳθυμήσας δὲ τῆς οἰκονομίας, καθεύδων ὑπὸ τοῦ Δεσπότου καταληφθῶ, ἢ καὶ διὰ τῶν βλαβερῶν ἔργων προστιθεὶς, καὶ τύπτων τὴν συνείδησιν τῶν συνδούλων, ἢ καὶ μετὰ τῶν μεθυόντων γινόμενος, ἐν τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ πάθω τὰ τοῖς πονηροῖς τῶν οἰκονόμων ἠπειλημένα. Παρακαλῶ οὖν σε ἐπὶ πάσῃ προσευχῇ δέεσθαι τοῦ Θεοῦ νήφειν ἡμᾶς ἐν πᾶσιν· ἵνα μὴ αἰσχύνη γινώμεθα καὶ ὄνειδος τῷ ὀνόματι τοῦ Χριστοῦ, ἐν τῇ κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας τοῦ Σωτῆρος
1. May the Lord Who has granted me speedy help in afflictions Himself grant you the recompense of the rest wherewith you rested us in the present visitation by letter, fulfilling with the true and great gladness of the spirit the reward for the consolation of our lowliness. For I happened to be somewhat afflicted in soul, having observed in a populous assembly a certain brutish and utterly irrational slothfulness of the people, and in those who lead them an ancient and hard-to-correct custom of evil. But when I saw the letters, and the treasure of love in them, I recognized that He Who orders our affairs had shone forth a sweet consolation upon us who live in bitterness. Wherefore also I address your Holiness in reply, exhorting with my customary exhortation, that you cease not praying for my pitiable life: lest perchance, plunged beneath the pomp of this life, I forget the God Who raises up the poor from the earth (Ps. 112:7), and suffering some elation, fall into the judgement of the devil (1 Tim. 3:6); and growing slothful in the stewardship, be caught sleeping by the Master, or even adding through harmful works, and smiting the conscience of my fellow-servants (1 Cor. 8:12), or even coming to be with the drunken, in the righteous judgement of God I suffer the things threatened against the wicked stewards (Matt. 24:48-51; Luke 12:45-46). I exhort you therefore in every prayer to beseech God that we may be sober in all things (2 Tim. 4:5); so that we may not become a shame and a reproach to the name of Christ, in the on the great day of the manifestation of our Saviour
2. Γίνωσκε δέ με ἐν προσδοκίᾳ εἶναι τοῦ κατ' ἐπήρειαν τῶν αἱρετικῶν ἀνακληθήσεσθαι εἰς τὸ στρατόπεδον, ἐπὶ προφάσει δὴ τῆς εἰρήνης· καὶ τοῦτο ἀκούσαντα καὶ τὸν ἐπίσκοπον τόνδε ἐπεσταλκέναι ἡμῖν σπουδάσαι περὶ τὴν Μεσοποταμίαν γενέσθαι, καὶ τῶν ἐκεῖ τοὺς ὁμοδόξους καὶ ἐπικρατύνοντας τὰ τῶν Ἐκκλησιῶν συναγαγόντα, μετ' αὐτῶν ὁρμῆσαι πρὸς τὸν βασιλέα. Ἐμοὶ δὲ τάχα μὲν οὐδὲ τὸ σῶμα αὐτὸ πρὸς τὴν ἐν τῷ χειμῶνι ὁδοιπορίαν ἀρκέσει· τέως δὲ οὐδὲ ἀναγκαῖον τὸ πρᾶγμα ἐφάνη, πλὴν εἰ μὴ αὐτὸς συμβουλεύσῃς. Ἀναμενῶ γὰρ καὶ τὴν παρὰ τῆς θεοσεβείας σου συμβουλὴν, ὥστε κρατυνθῆναι τὴν γνώμην. Διὸ παρακαλῶ θᾶττον ἡμῖν διά τινος τῶν σπουδαίων ἀδελφῶν τὸ παρα-
2. But know that I am in expectation of being summoned to the court through the spiteful abuse of the heretics, under the pretext forsooth of peace; and that having heard this, such-and-such a bishop also has written to us to make haste to get to Mesopotamia, and having gathered together those there who are of the same mind and who strengthen the affairs of the Churches, to set out with them to the emperor. Yet for me perhaps not even my body itself will suffice for the journey in the winter; and in the meantime the matter has not even appeared necessary, unless you yourself should advise it. For I shall await also the counsel from your Godliness, so that my judgement may be strengthened. Wherefore I exhort that quickly to us through one of the earnest brethren that which presents-
PG 32:785Read from the page
ΕΠΙΣΤΟΛΗ ΣΙΔʹ.
Epistle 214.
Τερεντίῳ κόμητι.
To Count Terentius.
1. Ὅτε ἠκούσαμεν τὴν σεμνότητά σου πάλιν ἐκβεβιάσθαι πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν, εὐθὺς μὲν διεταράχθημεν (εἰρήσεται γὰρ τἀληθὲς), λογιζόμενοι ὅπως σοι παρὰ γνώμην ἐστὶν, ἅπαξ ἀφεθέντι τῶν δημοσίων φροντίδων, καὶ σχολάσαντι τῇ ἐπιμελείᾳ τῆς ἑαυτοῦ ψυχῆς, πάλιν ἀναγκάζεσθαι πρὸς τὰ αὐτὰ ὑποστρέφειν. Ἔπειτα εἰς ἔννοιαν ἐλθόντες, ὡς ὅτι τάχα ὁ Κύριος, βουλόμενος τῶν μυρίων ὀδυνῶν, αἳ νῦν τὰς καθ' ἡμᾶς Ἐκκλησίας συνέχουσι, μίαν ταύτην χαρίσασθαι παραμυθίαν, τὴν σὴν σεμνοπρέπειαν πάλιν ᾠκονόμησεν ἐπὶ τῶν πραγμάτων φανῆναι· καὶ δὴ καὶ εὐθυμότεροι ἦμεν, ὡς μέλλοντες ἔτι γοῦν ἅπαξ, πρὶν ἀπιέναι τῆς ζωῆς ταύτης, συντεύξεσθαι τῇ τιμιότητί σου.
1. When we heard that your Gravity had again been forced into the care of public affairs, straightway indeed we were troubled (for the truth shall be told), reflecting how contrary to your mind it is, after having once been released from public cares and having had leisure for the care of your own soul, to be compelled again to return to the same things. Afterwards, coming to the thought that perhaps the Lord, wishing to grant this one consolation for the ten thousand pains which now hold fast the Churches among us, had ordained that your Reverence should again appear over affairs; then indeed we were even more cheerful, as being about yet once at least, before departing from this life, to meet with your Honour.
2. Ἀλλὰ πάλιν ἡμᾶς ἑτέρα φήμη κατέσχεν, ὡς ἐπὶ τῆς Ἀντιοχείας διάγοντος, καὶ τὰ ἐν χερσὶ πράγματα ταῖς μεγάλαις ἀρχαῖς συνδιέποντος. Πρὸς δὲ τῇ φήμῃ ταύτῃ κατέλαβεν ἡμᾶς ἀκοὴ, ὅτι καὶ οἱ τῆς κατὰ Παυλῖνον συντάξεως ἀδελφοὶ διαλέγονταί τινα τῇ ὀρθότητί σου περὶ τῆς πρὸς ἡμᾶς ἑνώσεως· ἡμᾶς δὲ λέγω τοὺς τῆς μερίδος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, Μελετίου, τοῦ ἐπισκόπου. Οὓς καὶ γράμματα ἀκούω νῦν τῶν Δυτικῶν περιφέρειν, αὐτοῖς τὴν ἐπισκοπὴν τῆς κατὰ Ἀντιόχειαν Ἐκκλησίας ἐπιτρέποντα, παραλογιζόμενα δὲ τὸν θαυμασιώτατον ἐπίσκοπον τῆς ἀληθινῆς τοῦ Θεοῦ Ἐκκλησίας Μελέτιον. Καὶ οὐ θαυμάζω τοῦτο. Οἱ μὲν γὰρ ἀγνοοῦσι παντελῶς τὰ ἐνταῦθα· οἱ δὲ, καὶ δοκοῦντες εἰδέναι, φιλονεικότερον μᾶλλον ἢ ἀληθέστερον αὐτοῖς ἐξηγοῦνται. Πλὴν ἀλλ' ἐκείνους μὲν οὐδὲν ἀπεικὸς ἢ ἀγνοεῖν τὴν ἀλήθειαν, ἢ καὶ ἀποκρύπτεσθαι τὴν αἰτίαν, δι' ἣν εἰς τὸ γράφειν Παυλίνῳ ἦλθεν ὁ μακαριώτατος ἐπίσκοπος Ἀθανάσιος. Τὴν δὲ σὴν τελειότητα αὐτοῦ ἔχουσαν τοὺς δυναμένους τὰ μεταξὺ τῶν ἐπισκόπων γενόμενα ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας
2. But again another rumour took hold of us, that you are tarrying at Antioch, and administering the affairs in hand together with the high authorities. And in addition to this rumour a report overtook us, that the brethren of the party of Paulinus are also holding some converse with your Rectitude concerning union with us; and by us I mean those of the party of the man of God, Meletius, the bishop. Whom I hear are now also carrying about letters of the Westerns, committing to them the episcopate of the Church at Antioch, and circumventing the most admirable bishop of the true Church of God, Meletius. And I do not wonder at this. For the former are altogether ignorant of the affairs here; while the latter, even though they seem to know, expound to them more contentiously than truthfully. Nevertheless, it is not at all unlikely that those men are either ignorant of the truth, or even conceal the cause for which the most blessed bishop Athanasius came to write to Paulinus. But since your Perfection has right there those who are able the things that took place between the bishops in the reign of Jovian
PG 32:788Read from the page
ἀκριβῶς διηγήσασθαι, παρακαλοῦμεν ὑπ' αὐτῶν πληροφορηθῆναι. Πλὴν ἀλλ' ἐπειδὴ οὐδενὸς κατηγοροῦμεν, πρὸς πάντας δὲ ἔχειν εὐχόμεθα τὴν ἀγάπην, καὶ μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως, συγχαίρομεν τοῖς κομισαμένοις τὰ ἀπὸ Ῥώμης γράμματα Κἄν τινα σεμνὴν καὶ μεγάλην ἔχῃ αὐτοῖς μαρτυρίαν, εὐχόμεθα ἀληθῆ εἶναι ταύτην, καὶ δι' αὐτῶν τῶν ἔργων βεβαιουμένην. Οὐ μέντοι τούτου γε ἕνεκεν δυνάμεθά ποτε ἑαυτοὺς πεῖσαι ἢ Μελέτιον ἀγνοῆσαι, ἢ τῆς ὑπ' αὐτὸν Ἐκκλησίας ἐπιλαθέσθαι, ἢ τὰ ζητήματα, ὑπὲρ ὧν ἐξ ἀρχῆς ἡ διάστασις γέγονε, μικρὰ ἡγήσασθαι, καὶ ὀλίγην ἔχειν διαφορὰν νομίσαι πρὸς τὸν τῆς εὐσεβείας σκοπόν. Ἐγὼ γὰρ, οὐχ ὅπως εἰ ἐπιστολήν τις ἀνθρώπων δεξάμενος, ἐπ' αὐτῇ μέγα φρονεῖ, τούτου ἕνεκεν ὑπο- ἥκῃ τῶν οὐρανῶν, μὴ στοιχῇ δὲ τῷ ὑγιαίνοντι λόγῳ ἁγίων.
accurately to relate, we exhort you to be fully informed by them. Nevertheless, since we accuse no one, and pray to have love towards all, and especially towards those of the household of the faith (Gal. 6:10), we rejoice with those who have received the letters from Rome. And even if it holds some solemn and great testimony for them, we pray that this may be true, and confirmed through their very works. Yet not on this account can we ever persuade ourselves either to ignore Meletius, or to forget the Church under him, or to deem the questions, over which the division arose from the beginning, to be small, and to suppose that they have little difference as regards the aim of godliness. For I, not only if someone having received a letter of men is proud over it, on this account shrink- come from the heavens, yet does not walk by the sound word of the saints.
3. Ἐνθυμήθητι γὰρ, ὦ θαυμάσιε, ὅτι οἱ παραχαράκται τῆς ἀληθείας, οἱ τὸ Ἀρειανὸν σχίσμα τῇ ὑγιεῖ τῶν πατέρων ἐπεισαγαγόντες πίστει, οὐδεμίαν ἄλλην αἰτίαν προβάλλονται τοῦ μὴ παραδέχεσθαι τὸ εὐσεβὲς τῶν πατέρων δόγμα, ἢ τὴν τοῦ ὁμοουσίου διάνοιαν, ἣν αὐτοὶ πονηρῶς καὶ ἐπὶ διαβολῇ τῆς ὅλης πίστεως ἐξηγοῦνται, λέγοντες τὸν Υἱὸν κατὰ τὴν ὑπόστασιν ὁμοούσιον λέγεσθαι παρ' ἡμῶν. Οἷς ἐάν τινα δῶμεν ἀφορμὴν, ἐκ τοῦ περιφέρεσθαι τοῖς δι' ἁπλότητα μᾶλλον, ἢ διὰ κακίαν ταῦτα ἢ τὰ τούτοις παραπλήσια λέγουσιν, οὐδὲν κωλύει καὶ ἡμᾶς ἀναντιῤῥήτους μὲν δοῦναι καθ' ἑαυτῶν τὰς λαβὰς, ἰσχυρὰν δὲ ἐκείνοις κατασκευάσαι τὴν αἵρεσιν, οἷς μία μελέτη ἐστὶν, ἐν τοῖς ἐπὶ τῆς Ἐκκλησίας λόγοις οὐ τὰ ἑαυτῶν κατασκευάζειν, ἀλλὰ τὰ ἡμέτερα διαβάλλειν. Τίς δ' ἂν γένοιτο τῆς διαβολῆς ταύτης χαλεπωτέρα, καὶ μᾶλλον δυναμένη τοὺς πολλοὺς διασαλεῦσαι, ἢ εἰ φανείησάν τινες ἐξ ἡμῶν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὑπόστασιν λέγοντες, οἳ, κἂν πάνυ τὸ τῶν προσώπων διάφορον ἐναργῶς δογματίζωσιν, ἀλλ' οὖν τῷ παρὰ τοῦ Σαβελλίου προειλῆφθαι τὸ αὐτὸ τοῦτο λέγοντος· ἕνα μὲν εἶναι τῇ ὑποστάσει τὸν Θεὸν, προσωποποιεῖσθαι δὲ ὑπὸ τῆς Γραφῆς διαφόρως, κατὰ τὸ ἰδίωμα τῆς ὑποκειμένης ἑκάστοτε χρείας· καὶ νῦν μὲν τὰς πατρικὰς ἑαυτῷ περιτιθέναι φωνὰς, ὅταν τούτου καιρὸς ᾖ τοῦ προσώπου· νῦν δὲ τὰς Υἱῷ πρεπούσας, ὅταν πρὸς τὴν ἡμετέραν ἐπιμέλειαν ἢ πρὸς ἄλλας τινὰς οἰκονομικὰς ἐνεργείας ὑποβαίνῃ· νῦν δὲ τὸ τοῦ Πνεύματος ὑποδύεσθαι προσωπεῖον, ὅταν ὁ καιρὸς τὰς ἀπὸ τοῦ τοιούτου προσώπου φωνὰς ἀπαιτῇ· ἐὰν οὖν καὶ παρ' ἡμῖν φανῶσί τινες ἓν
3. For reflect, O admirable sir, that the counterfeiters of the truth, who have brought the Arian schism in upon the sound faith of the fathers, put forward no other cause for not receiving the godly dogma of the fathers than the meaning of the consubstantial, which they themselves wickedly and for the slander of the whole faith expound, saying that the Son is said by us to be consubstantial according to hypostasis. To whom if we give any occasion, from being carried about with those who through simplicity rather than through malice say these things or things akin to these, nothing prevents us both from giving unanswerable handles against ourselves, and from making their heresy strong for them, whose one study it is, in their discourses in the Church, not to establish their own doctrines, but to slander ours. And what could be more grievous than this slander, and more able to shake the many, than if some of us should appear saying that there is one hypostasis of Father and Son and Holy Spirit, who, even if they very clearly teach the difference of the persons, yet because this very thing has been anticipated by Sabellius, who says that God is one in hypostasis, but is personified by Scripture in different ways, according to the peculiarity of the underlying need on each occasion; and now puts around Himself the paternal voices, when there is occasion for this person; and now those befitting the Son, when He descends to the care of us or to some other dispensational operations; and now puts on the mask of the Spirit, when the occasion demands the voices from such a person; if therefore among us also some should appear saying that Father and Son and Holy Spirit are one
Notes, col. 788

On the reading

Printed γράμματα Κἄν, for γράμματα. Κἄν.

Printed Ἐνθυμήθητι γὰρ, ω, for Ἐνθυμήθητι γὰρ, ὦ.

Printed λόγοιςοὐ, for λόγοις οὐ.

PG 32:789Read from the page
τῷ ὑποκειμένῳ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα λέγοντες, τρία δὲ πρόσωπα τέλεια ὁμολογοῦντες· πῶς οὐχὶ σαφῆ καὶ ἀναντίῤῥητον δόξουσι παρέχεσθαι περὶ ἡμῶν;
in the underlying subject, while confessing three perfect persons: how will they not seem to furnish clear and unanswerable concerning us?
4. Περὶ δὲ τοῦ, ὅτι ὑπόστασις καὶ οὐσία οὐ ταυτόν ἐστι, καὶ αὐτοὶ, ὡς νομίζω, ὑπεσημήναντο οἱ ἀπὸ τῆς Δύσεως ἀδελφοὶ, ἐν οἷς τὸ στενὸν τῆς ἑαυτῶν γλώττης ὑφορώμενοι, τὸ τῆς οὐσίας ὄνομα τῇ Ἑλλάδι φωνῇ παραδεδώκασιν· ἵνα, εἴ τις εἴη διαφορὰ τῆς ἐννοίας, σώζοιτο αὕτη ἐν τῇ εὐκρινεῖ καὶ ἀσυγχύτῳ διαστάσει τῶν ὀνομάτων. Εἰ δὲ δεῖ καὶ ἡμᾶς τὸ δοκοῦν ἡμῖν ἐν βραχεῖ εἰπεῖν, ἐκεῖνο ἐροῦμεν, ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. Ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει, καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ δεῖνά ἐστι καὶ ὁ δεῖνα. Οὕτω κἀκεῖ ὁ μὲν τῆς οὐσίας λόγος κοινός· οἷον ἡ ἀγαθότης, ἡ θεότης, ἢ εἴ τι ἄλλο νοοῖτο· ἡ δὲ ὑπόστασις ἐν τῷ ἰδιώματι τῆς πατρότητος, ἢ τῆς υἱότητος, ἢ τῆς ἁγιαστικῆς δυνάμεως θεωρεῖται. Εἰ μὲν οὖν ἀνυπόστατα λέγουσι τὰ πρόσωπα, αὐτόθεν ἔχει ὁ λόγος τὴν ἀτοπίαν· εἰ δὲ ἐν ὑποστάσει εἶναι αὐτὰ ἀληθινῇ συγχωροῦσιν, ὃ ὁμολογοῦσι, καὶ ἀριθμείτωσαν, ἵνα καὶ ὁ τοῦ ὁμοουσίου λόγος διαφυλαχθῇ ἐν τῇ ἑνότητι τῆς θεότητος, καὶ ἡ τῆς εὐσεβείας ἐπίγνωσις, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἐν τῇ ἀπηρτισμένῃ καὶ ὁλοτελεῖ ἑκάστου τῶν ὀνομαζομένων ὑποστάσει κηρύσσηται. Ὅμως δὲ ἐκεῖνο βούλομαι πεπεῖσθαι τὴν σεμνότητά σου, ὅτι καὶ σὲ καὶ πάντα τὸν παραπλησίως σοι τῆς ἀληθείας φροντίζοντα, καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους μὴ ἀτιμάζοντα, ἀναμένειν δεῖ καθηγήσασθαι τῆς συναφείας ταύτης καὶ τῆς εἰρήνης τοὺς προστάτας τῶν Ἐκκλησιῶν, οὓς ἐγὼ στύλους καὶ ἑδραίωμα τῆς ἀληθείας καὶ τῆς Ἐκκλησίας τίθεμαι, καὶ τοσούτῳ πλέον αὐτοὺς αἰδοῦμαι, ὅσῳ ἂν μακρότερον ἐξοικισθῶσιν, ἀντὶ τιμωρίας αὐτοῖς ἐπαγομένου τοῦ χωρισμοῦ. Παρακαλῶ οὖν, φύλαξον ἡμῖν σεαυτὸν ἀπρόληπτον, ἵν' ἔχωμέν σοι γοῦν ἐπαναπαύεσθαι, ἐχαρίσατο.
4. And concerning the fact that hypostasis and essence are not the same thing, even the brethren from the West themselves, as I think, have given a hint, inasmuch as, suspecting the narrowness of their own tongue, they have handed down the name of essence in the Greek language; so that, if there should be any difference of meaning, this might be preserved in the distinct and unconfused separation of the names. And if we too must say in brief what seems good to us, we shall say this, that the relation which the common has to the particular, this the essence has to the hypostasis. For each of us both partakes of being by the common principle of essence, and by the properties around him is such-and-such a one and such-and-such a one. So there also the principle of essence is common, such as goodness, Godhead, or whatever else might be conceived; while the hypostasis is beheld in the special property of fatherhood, or of sonship, or of the sanctifying power. If therefore they say that the persons are without hypostasis, the statement has its absurdity straightway from itself; but if they concede that they exist in a true hypostasis, as they confess, let them also number them, so that both the principle of the consubstantial may be preserved in the unity of the Godhead, and the knowledge of godliness, of Father and Son and Holy Spirit, may be proclaimed in the complete and altogether perfect hypostasis of each of those named. Yet I wish your Gravity to be persuaded of this, that both you and everyone who like you cares for the truth, and does not dishonour those who contend for godliness, must wait for the presidents of the Churches to lead the way in this union and peace, whom I reckon as pillars and ground of the truth (1 Tim. 3:15) and of the Church, and I reverence them so much the more, the farther they are banished from home, separation being brought upon them as a punishment. I exhort you therefore, keep yourself unprejudiced for us, that we may be able to rest upon you at least, has graciously given.
ΕΠΙΣΤΟΛΗ ΣΙΕʹ.
Epistle 215.
Δωροθέῳ πρεσβυτέρῳ.
To Dorotheus the presbyter.
Εὐθὺς ἐπιτυχὼν ἀφορμῆς, ἐπέστειλα τῷ θαυμασιωτάτῳ ἀνδρὶ Τερεντίῳ τῷ κόμητι· λογισάμενος ἀνυποπτότερον εἶναι τὸ διὰ ξένων αὐτῷ γράφειν περὶ τῶν προκειμένων, καὶ ἅμα βουλόμενος μηδεμίαν ἐγγενέσθαι διατριβὴν τῷ πράγματι τὸν ποθεινότατον ἀδελφὸν Ἀκάκιον. Τῷ διαψηφιστῇ τῆς τάξεως τῶν ἐπάρχων ἔδωκα οὖν τὴν ἐπιστολὴν δημο-
Straightway upon meeting with an opportunity, I wrote to the most admirable man Count Terentius; reckoning that it was less open to suspicion to write to him through strangers concerning the matters in hand, and at the same time wishing that the most beloved brother Acacius should cause no delay to the matter. To the accountant of the office of the prefects I therefore gave the letter by the public-
PG 32:792Read from the page
σίῳ δρόμῳ ὁδεύοντι, ᾧ καὶ ἐνετειλάμην πρώτοις ὑμῖν ἐμφανίσαι τὸ γράμμα. Τὴν δὲ ἐπὶ Ῥώμην ὁδὸν οὐκ οἶδα ὅπως οὐδεὶς ἀνήγγειλε τῇ συνέσει ὑμῶν, ὅτι ἐν τῷ χειμῶνι παντελῶς ἐστιν ἄπορος, τῆς μεταξὺ χώρας ἀπὸ Κωνσταντινουπόλεως μέχρι τῶν καθ' ἡμᾶς ὅρων πολεμίων πεπληρωμένης. Εἰ δὲ δεῖ θαλάσσῃ χρήσασθαι, ἔσται καιρός· μόνον ἐὰν καταδέξηται καὶ τὸν πλοῦν, καὶ τὴν ὑπὲρ τῶν τοιούτων πραγμάτων πρεσβείαν ὁ θεοφιλέστατος ἐπίσκοπος Γρηγόριος ὁ ἀδελφός. Ἐγὼ μὲν γὰρ οὔτε τοὺς συναπερχομένους αὐτῷ ὁρῶ, καὶ αὐτὸν γινώσκω παντελῶς ἄπειρον ὄντα τῶν κατὰ τὰς Ἐκκλησίας· καὶ εὐγνώμονι μὲν ἀνδρὶ αἰδέσιμον αὐτοῦ καὶ πολλοῦ ἀξίαν τὴν συντυχίαν, ὑψηλῷ δὲ καὶ μετεώρῳ, ἄνω που καθημένῳ, καὶ διὰ τοῦτο ἀκούειν τῶν χαμόθεν αὐτῷ τὴν ἀλήθειαν φθεγγομένων μὴ τῆς τοῦ τοιούτου ἀνδρὸς ὁμιλίας, ὃς ἀλλότριον ἔχει
post travelling, whom I also charged to show the letter to you first. But as for the road to Rome, I know not how no one reported to your Intelligence that in the winter it is altogether impassable, the country between from Constantinople as far as the borders among us being filled with enemies. And if it is necessary to use the sea, there will be seasonable time; only if the brother, the most God-beloved bishop Gregory, will accept both the voyage and the embassy on behalf of such matters. For I indeed neither see those who are to depart with him, and I know that he himself is altogether inexperienced in the affairs of the Churches; and that while to a well-disposed man his meeting would be venerable and worthy of much, yet to a lofty and elevated personage, sitting somewhere on high, and on this account unable to hear those who utter the truth to him from the ground, from the conversation of such a man, who holds foreign
ΕΠΙΣΤΟΛΗ ΣΙϛʹ.
Epistle 216.
Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας.
To Meletius, bishop of Antioch.
Πολλαὶ μὲν ἡμᾶς καὶ ἄλλαι ἀποδημίαι τῆς πατρίδος ἀπήγαγον. Καὶ γὰρ μέχρι τῆς Πισιδίας διέβημεν, ὥστε μετὰ τῶν ἐκεῖ ἐπισκόπων τὰ κατὰ τοὺς ἐν τῇ Ἰσαυρίᾳ ἀδελφοὺς τυπῶσαι. Κἀκεῖθεν ἡ ἐπὶ τὸν Πόντον ἡμᾶς διεδέξατο ἀποδημία, ἱκανῶς τὸν Δαζιμῶνα ταράξαντος τοῦ Εὐσταθίου, καὶ πολλοὺς ἀναπείσαντος τῶν ἐκεῖ ἀποσχισθῆναι τῆς Ἐκκλησίας ἡμῶν. Ἐγενόμεθα δὲ καὶ μέχρι τοῦ οἰκιδίου Πέτρου τοῦ ἀδελφοῦ ἡμῶν, ὃ, διὰ τὸ προσεγγίζειν τοῖς κατὰ Νεοκαισάρειαν τόποις, πολλῆς μὲν τοῖς ἐκεῖ ταραχῆς παρέσχεν αἰτίαν, πολλῆς δὲ ὕβρεως ἡμῖν ὑπόθεσιν προεξένησεν. Οἱ μὲν γὰρ ἔφευγον, οὐδενὸς διώκοντος· ἡμεῖς δὲ ἐνομιζόμεθα ἐπιθυμίᾳ τῶν παρ' αὐτοῖς ἐπαίνων καὶ ἄκλητοι εἰσωθίζεσθαι. Ἐπεὶ δὲ ἐπανήλθομεν, ἐκ τῶν ὄμβρων καὶ τῶν ἀθυμιῶν πολλὴν ἀῤῥωστίαν συναγαγόντες, εὐθὺς ἡμᾶς ἐκ τῆς Ἀνατολῆς κατέλαβε γράμματα, σημαίνοντα τοῖς περὶ Παυλῖνον ἀπὸ τῆς Δύσεως ἐπιστολάς τινας, ὥσπερ τινὸς ἀρχῆς συνθήματα, κεκομίσθαι, καὶ μέγα φρονεῖν τοὺς στασιαστὰς τοῦ μέρους ἐκείνου, καὶ ἐπαγάλλεσθαι τοῖς γράμμασιν, εἶτα καὶ πίστιν προτείνεσθαι, καὶ ἐπὶ ταύτῃ ἑτοίμως ἔχειν συν-
Many other journeys also led us away from our native land. For indeed we crossed over as far as Pisidia, so as with the bishops there to settle the affairs concerning the brethren in Isauria. And from there the journey to Pontus succeeded for us, Eustathius having sufficiently troubled Dazimon, and having persuaded many of those there to sever themselves from our Church. And we came also as far as the little house of our brother Peter, which, because of its being near to the parts around Neocaesarea, afforded the cause of much disturbance to those there, and procured the occasion of much insult for us. For they fled when no one was pursuing (Prov. 28:1); while we were supposed out of desire for the praises among them to be pushing ourselves in even uninvited. And when we returned, having contracted much sickness from the rains and the despondencies, straightway letters from the East overtook us, signifying that certain letters had been brought to the party of Paulinus from the West, like tokens of some sovereignty, and that the partisans of that side were proud, and were exulting in the letters, and furthermore were putting forward a creed, and upon this were ready to join-
Notes, col. 792

On the reading

Printed εν τῷ, for ἐν τῷ.

Printed επισκόπῳ, for ἐπισκόπῳ.

PG 32:793Read from the page
ἅπτεσθαι τῇ καθ' ἡμᾶς Ἐκκλησίᾳ. Πρὸς δὲ τούτοις κἀκεῖνο ἡμῖν ἀπηγγέλθη, ὅτι ὑπηγάγοντο πρὸς τὴν ὑπὲρ αὐτῶν σπουδὴν τὸν πάντα ἄριστον ἄνδρα, Τερέντιον, ᾧ ταχέως ἐπέστειλα, καθ' ὅσον ἦν μοι δυνατὸν, ἐπέχων αὐτὸν τῆς ὁρμῆς, καὶ διδάσκων τὴν κατ' αὐτοὺς ἀπάτην.
to be joined to the Church among us. And in addition to these things, this also was reported to us, that they drew over to zeal on their behalf that most excellent man in all respects, Terentius, to whom I quickly wrote, so far as I was able, restraining him from his impulse, and informing him of the deceit among them.
ΕΠΙΣΤΟΛΗ ΣΙΖʹ
Epistle 217.
Ἀμφιλοχίῳ, περὶ κανόνων.
To Amphilochius, concerning the canons.
Ἀπὸ ὁδοῦ μακρᾶς ἐπανελθὼν (ἐγενόμην γὰρ μέχρι τοῦ Πόντου ἐκκλησιαστικῶν ἕνεκεν χρειῶν καὶ κατ' ἐπίσκεψιν τῶν ἐπιτηδείων), καὶ τὸ σῶμά μου συντετριμμένον ἐπαναγαγὼν, καὶ τὴν ψυχὴν μετρίως κεκακωμένος, ἐπειδὴ τὸ γράμμα τῆς εὐλαβείας σου ἐπὶ χεῖρας ἔλαβον, πάντων ἀθρόως ἐπελαθόμην, καὶ τῆς φωνῆς τῆς πασῶν ἐμοὶ ἡδίστης, καὶ χειρὸς τῆς φιλτάτης ὑποδεξάμενος σύμβολα. Ὃς οὖν ἐκ τῶν γραμμάτων οὕτως ἐγενόμην ἡδίων, εἰκάζειν ὀφείλεις πόσου ἀξίαν ποιοῦμαι τὴν συντυχίαν σου, ἣν οἰκονομήσειεν ὁ Ἅγιος γενέσθαι, ὅπου ἀνεπαχθὲς ᾖ, καὶ αὐτὸς ἡμᾶς προσκαλέσῃ. Καὶ γὰρ οὐ χαλεπόν μοι, εἰ καταλάβοις τὸν οἶκον τὸν ἐπὶ τῆς Εὐφημιάδος, γενέσθαι ὁμοῦ, τά τε ὧδε ὀχληρὰ διαφεύγοντι, καὶ πρὸς τὴν ἀνυπόκριτόν σου ἀγάπην ἐπειγομένῳ. Τάχα δέ μοι καὶ ἄλλως ἀναγκαίαν ποιεῖ τὴν μέχρι Ναζιανζοῦ ὁδὸν ἡ ἀθρόα τοῦ θεοφιλεστάτου ἐπισκόπου Γρηγορίου ἀναχώρησις, μετὰ ποίας αἰτίας γενομένη, ἀγνοουμένη μέχρι τοῦ νῦν. Ὁ δὲ ἄνθρωπος, περὶ οὗ κἀγὼ ἤμην διαλεχθεὶς τῇ τελειότητί σου, καὶ αὐτὸς νῦν ἤλπισας ἕτοιμον εἶναι, γίνωσκε, ὅτι, μακρᾷ ἀῤῥωστίᾳ περιπεσὼν, καὶ κάμνων λοιπὸν περὶ αὐτὰς τὰς ὄψεις, ἐκ τοῦ παλαιοῦ πάθους καὶ τῆς ἔναγχος αὐτῷ ἐπισυμβάσης νόσου, παντελῶς ἄχρηστος πρὸς τὰς τυχούσας ἐνεργείας ἀπέμεινεν. Ἄλλος δὲ οὐκ ἔστι παρ' ἡμῖν. Ὥστε βέλτιον, εἰ καὶ ἡμῖν ἐπέτρεψαν τὸ πρᾶγμα, ἀλλ' οὖν ἐξ αὐτῶν ἐκείνων τινὰ προβληθῆναι. Καὶ γὰρ ἡγεῖσθαι χρὴ ταῦτα μὲν τῆς ἀνάγκης εἶναι τὰ ῥήματα, τὴν δὲ ψυχὴν αὐτῶν ἐκεῖνο βούλεσθαι, ὅπερ ἐξ ἀρχῆς ἐπε-
Having returned from a long journey (for I went as far as Pontus on account of ecclesiastical needs and to visit my relatives), and having brought back my body shattered, and being moderately afflicted in soul, when I took into my hands the letter of your reverence, I straightway forgot all things, having received the tokens both of the voice sweetest to me of all, and of the dearest hand. Since, then, I became thus more cheerful from the letters, you ought to conjecture of how much worth I account the meeting with you, which may the Holy One arrange to come to pass wherever it may be free from burden, and He Himself call us to it. For indeed it is not difficult for me, if you should reach the house that is at Euphemias, to come together, both escaping the troublesome things here, and hastening towards your unfeigned love. And perhaps otherwise also the sudden departure of the most God-beloved Bishop Gregory makes the journey as far as Nazianzus necessary for me, for what cause it happened being unknown up to now. As for the man concerning whom I also had spoken with your perfection, and whom you yourself now hoped to be ready, know that, having fallen into a long sickness, and suffering besides in his very eyes, from the old affection and the illness that recently befell him, he has remained altogether useless for ordinary activities. And there is no other with us. Wherefore it is better, even if they entrusted the matter to us, that nevertheless someone from those men themselves should be put forward. For indeed one must consider that these words are of necessity, whereas their soul wishes that which from the beginning they