Migne Reading Room

PG 32 · cols. 772–781 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:772Read from the page
ὑπὸ τῆς αἰσχύνης οὐκ ἐπιτρέπονται. Τοῦτο μὲν οὖν οὐκ ἐκ τῶν πρὸς ἡμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ λοιποῦ βίου γνώριμόν ἐστι τῆς ψυχῆς αὐτῶν τὸ πάθημα· εἰ δὲ καὶ ἀγνοοῖτο, οὐ μεγάλη ζημία τοῖς πράγμασι. Τὴν δὲ ἀληθεστάτην αἰτίαν δι' ἣν φευκτὴν ἡμῶν τὴν συντυχίαν τίθενται, λανθάνουσαν ἴσως τοὺς πολλοὺς ὑμῶν, ἐγὼ διδάξω. Ἀλλ' ἀκούσατε.
they are not permitted by shame. This affection of their soul, then, is recognizable not only from their dealings towards us, but also from the rest of their life; and even if it were unknown, there would be no great loss to affairs. But the truest cause for which they regard a meeting with us as something to be shunned, though perhaps it escapes the notice of most of you, I will teach you. Hear, then.
3. Πίστεως διαστροφὴ παρ' ὑμῖν μελετᾶται, ἐχθρὰ μὲν τοῖς ἀποστολικοῖς καὶ εὐαγγελικοῖς δόγμασιν, ἐχθρὰ δὲ τῇ παραδόσει τοῦ μεγάλου ὡς ἀληθῶς Γρηγορίου, καὶ τῶν ἐφεξῆς ἀπ' ἐκείνου μέχρι τοῦ μακαρίου Μουσωνίου· οὗ τὰ διδάγματα ἔναυλα ὑμῖν ἐστιν ἔτι καὶ νῦν δηλονότι. Τὸ γὰρ τοῦ Σαβελλίου κακὸν, πάλαι μὲν κινηθὲν, κατασβεσθὲν δὲ τῇ παραδόσει τοῦ μεγάλου, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι, οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθ' ἡμῶν ὀνείρους πλάττοντες. Ἀλλ' ὑμεῖς τὰς οἰνοβαρεῖς κεφαλὰς, ἃς ὁ ἐκ τῆς κραιπάλης ἀναφερόμενος ἀτμὸς, εἶτα ἐγκυμαίνων, καταφαντάζει, χαίρειν ἀφέντες, παρὰ τῶν ἐγρηγορότων ἡμῶν, καὶ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυναμένων ἡσυχάζειν, τὴν βλάβην ὑμῶν ἀκούσατε. Ἰουδαϊσμός ἐστιν ὁ Σαβελλισμὸς, ἐν προσχήματι Χριστιανισμοῦ τῷ εὐαγγελικῷ κηρύγματι ἐπεισαγόμενος. Ὁ γὰρ ἓν πρᾶγμα πολυπρόσωπον λέγων Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ μίαν τῶν τριῶν τὴν ὑπόστασιν ἐκτιθέμενος, τί ἄλλο ποιεῖ, ἢ οὐχὶ ἀρνεῖται μὲν τὴν προαιώνιον τοῦ Μονογενοῦς ὕπαρξιν; ἀρνεῖται δὲ καὶ τὴν οἰκονομικὴν αὐτοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν, τὴν εἰς ᾅδου κάθοδον, τὴν ἀνάστασιν, τὴν κρίσιν· ἀρνεῖται δὲ καὶ τὰς ἰδιαζούσας τοῦ Πνεύματος ἐνεργείας. Παρὰ δὲ ὑμῖν νῦν καὶ νεανικώτερα ἀκούω τολμᾶσθαι τοῦ ματαιόφρονος Σαβελλίου. Λέγουσι γὰρ, ὡς οἱ ἀκηκοότες φασὶ, διατείνεσθαι τοὺς παρ' ὑμῖν σοφοὺς καὶ λέγειν, ὅτι ὄνομα τοῦ Μονογενοῦς οὐ παραδέδοται, ὄνομα δὲ τοῦ ἀντικειμένου ἐστί· καὶ ἐπὶ τούτῳ γάννυσθαι μὲν, καὶ μέγα φρονεῖν, ὡς ἐπὶ οἰκείῳ εὑρήματι. Εἴρηται γὰρ, φησίν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐλάβετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. Καὶ διὰ τὸ
3. A perversion of the faith is being practised among you, hostile to the apostolic and evangelical doctrines, and hostile to the tradition of the truly great Gregory, and of those in succession from him down to the blessed Musonius, whose teachings are manifestly still ringing in your ears even now. For the evil of Sabellius, stirred up long ago and extinguished by the tradition of that great man, these men now attempt to renew, fabricating dreams against us out of fear of refutation. But do you, bidding farewell to those wine-heavy heads which the vapour rising up from drunken surfeit and then surging within fills with fantasies, hear of your harm from us who keep watch and on account of the fear of God cannot keep quiet. Sabellianism is Judaism brought in upon the evangelical preaching under the guise of Christianity. For he who calls Father and Son and Holy Spirit one thing of many countenances, and sets forth one hypostasis of the three, what else does he do than deny the pre-eternal existence of the Only-begotten? And he denies also His dispensational sojourn among men, the descent into Hades, the resurrection, the judgement; and he denies also the proper operations of the Spirit. And among you now I hear that things even more wanton than the vain-minded Sabellius are being ventured. For they say, as those who have heard report, that the wise men among you contend and say that no name of the Only-begotten has been handed down, but that the name belongs to the adversary; and that over this they exult and boast greatly, as over their own discovery. For it is said, says he: I came in the name of My Father, and you received Me not; if another come in his own name, him you will receive. And because
4. Ταῦτα ἐρυθριῶν ἔγραφον ὑμῖν, ὅτι ἀφ αἵμα-
4. These things I write to you blushing, because of
Notes, col. 772

On the reading

Printed ἀφ, for ἀφ'.

PG 32:773Read from the page
τος ἡμετέρου εἰσὶν οἱ τούτοις ἔνοχοι, καὶ καταστενάζω τῆς ἐμαυτοῦ ψυχῆς, ὅτι ἀναγκάζομαι, ὥσπερ οἱ πρὸς δύο πυκτεύοντες, τὰς ἐφ' ἑκάτερα τοῦ λόγου παρατροπὰς κρούων τοῖς ἐλέγχοις, καὶ καταβάλλων, τὴν προσήκουσαν ἰσχὺν ἀποδιδόναι τῇ ἀληθείᾳ. Ἐντεῦθεν γὰρ ὁ Ἀνόμοιος ἡμᾶς σπαράσσει· ἑτέρωθεν δὲ, ὡς ἔοικεν, ὁ Σαβέλλιος. Ἀλλ' ὑμᾶς παρακαλῶ, τοῖς βδελυροῖς τούτοις καὶ μηδένα παρατρέψαι δυναμένοις σοφίσμασι μὴ προσέχειν τὸν νοῦν· εἰδέναι δὲ, ὅτι ἔστι τὸ ὄνομα τοῦ Χριστοῦ τὸ ὑπὲρ πᾶν ὄνομα, αὐτὸ τὸ καλεῖσθαι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, καὶ κατὰ τὸν Πέτρου λόγον· Οὐδέ ἐστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Πρὸς δὲ τὸ, ὅτι Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἐκεῖνο εἰδέναι χρὴ, ὅτι, ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν ἐπιγραφόμενος τὸν Πατέρα, ταῦτα λέγει. Εἰ δὲ εἴρηται, Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οὐ παρὰ τοῦτο χρὴ νομίζειν ἓν ἡμῖν ὄνομα παραδεδόσθαι. Ὡς γὰρ ὁ εἰπὼν, Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τρία μὲν εἶπεν ὀνόματα, συνέδησε δὲ αὐτὰ ἀλλήλοις διὰ τῆς, καὶ, συλλαβῆς· οὕτως ὁ εἰπὼν ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, τρία εἰπὼν, συνέπλεξεν αὐτὰ τῷ συνδέσμῳ, ἑκάστῳ ὀνόματι ἴδιον ὑποβεβλῆσθαι τὸ σημαινόμενον ἐκδιδάσκων· διότι πραγμάτων ἐστὶ σημαντικὰ τὰ ὀνόματα. Τὰ δὲ πράγματα ἰδιάζουσαν καὶ αὐτοτελῆ τὴν ὕπαρξιν ἔχειν οὐδεὶς τῶν καὶ μικρὸν μετεχόντων τοῦ φρονεῖν ἀμφιβάλλει. Πατρὸς γὰρ καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος φύσις μὲν ἡ αὐτὴ, καὶ θεότης μία· ὀνόματα δὲ διάφορα, περιωρισμένας καὶ ἀπηρτισμένας τὰς ἐννοίας ἡμῖν παριστῶντα. Ἀμήχανον γὰρ, μὴ ἐν τοῖς ἑκάστου ἰδιώμασι τήν διάνοιαν γενομένην ἀσύγχυτον, δυνηθῆναι Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τὴν δοξολογίαν ἀποπληρῶσαι. Ἐὰν μὲν οὖν ἀρνῶνται μὴ λέγειν ταῦτα, μηδὲ διδάσκειν οὕτω, κατώρθωται ἡμῖν τὰ σπουδαζόμενα. Καίτοι χαλεπὴν αὐτοῖς οὖσαν ὁρῶ τὴν ἄρνησιν, διὰ τὸ πολλοὺς ἔχειν τῶν λόγων τούτων τοὺς μάρτυρας. Πλὴν ἀλλ' οὐ σκοποῦμεν τὰ παρελθόντα, τὰ παρόντα μόνον ὑγιαινέτωσαν. Ἐὰν δὲ τοῖς αὐτοῖς ἐπιμένωσιν, ἀνάγκη καὶ πρὸς ἄλλας Ἐκκλησίας ἐκβοῆσαι ἡμᾶς τὴν καθ' ὑμᾶς συμφορὰν, καὶ ποιῆσαι παρὰ πλειόνων ἐπισκόπων γράμματα τοῦ κριτηρίου.
our own blood are those who are guilty of these things, and I groan in my soul because I am compelled, like those who box against two opponents, striking with refutations and overthrowing the deviations of doctrine on either side, to render the fitting strength to the truth. For on this side the Anomoean tears at us; and on the other, as it seems, Sabellius. Yet I exhort you not to pay heed to these abominable sophistries that are able to turn no one aside; but to know that the name of Christ which is above every name is the very fact that He is called Son of God, even according to the word of Peter: Neither is there any other name under heaven, that is given among men, wherein we must be saved. And as to the saying, I came in the name of My Father, one must know this, that inscribing the Father as His own principle and cause He says these things. And if it is said, Go, baptize into the name of the Father and of the Son and of the Holy Spirit, one must not on this account suppose that one name has been handed down to us. For just as he who said, Paul and Silvanus and Timothy, spoke three names, yet bound them to one another through the syllable and; so he who spoke the name of Father and Son and Holy Spirit, speaking three, wove them together by the conjunction, teaching thoroughly that its own meaning underlies each name; because names are significative of things. And that the things have a distinct and self-subsistent existence no one who partakes even a little of understanding doubts. For of Father and Son and Holy Spirit the nature indeed is the same, and the Godhead one; whereas the names are different, presenting to us circumscribed and complete notions. For it is impossible, unless the mind becomes unconfounded in the proper characteristics of each, to be able to fulfil the doxology to Father and Son and Holy Spirit. If, therefore, they deny saying these things or teaching thus, what we earnestly seek has been accomplished for us. And yet I see that denial is difficult for them, because these words have many witnesses. Nevertheless we do not look at past things; only let present things be sound. But if they persist in the same things, it will be necessary for us to cry out your calamity to other Churches also, and to cause letters from more bishops to come of the tribunal.
5. Ἤδη δὲ καὶ ἐν συντάγμασιν οἰκείοις κατεβάλοντο τοὺς λόγους τούτους· οὕσπερ καὶ ἀπέστειλαν πρῶ-
5. Already indeed they have even set down these arguments in their own treatises; which they also sent first
Notes, col. 773

On the reading

Printed τήν, for τὴν.

PG 32:776Read from the page
τον τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Μελετίῳ τῷ ἐπισκόπῳ, καὶ λαβόντες παρ' αὐτοῦ τὰς προσηκούσας ἀποκρίσεις, ὡς αἱ τῶν τεράτων μητέρες ἐπαισχυνόμεναι τοῖς πηρώμασι τῆς φύσεως, οὕτω καὶ αὐτοὶ τὰς αἰσχρὰς ἑαυτῶν ὠδῖνας τῷ προσήκοντι σκότῳ κατακρύψαντες τιθηνοῦνται. Καθῆκεν δέ τινα πεῖραν δι' ἐπιστολῆς καὶ πρὸς τὸν ὁμόψυχον ἡμῶν Ἄνθιμον τὸν Τυάνων ἐπίσκοπον· ὡς ἄρα Γρηγορίου εἰπόντος ἐν ἐκθέσει Πίστεως Πατέρα καὶ Υἱὸν ἐπινοίᾳ μὲν εἶναι δύο, ὑποστάσει δὲ ἕν. Τοῦτο δὲ ὅτι οὐ δογματικῶς εἴρηται, ἀλλ' ἀγωνιστικῶς ἐν τῇ πρὸς Αἰλιανὸν διαλέξει, οὐκ ἠδυνήθησαν συνιδεῖν οἱ ἐπὶ λεπτότητι τῶν φρενῶν ἑαυτοὺς μακαρίζοντες. Ἐν ᾗ πολλὰ τῶν ἀπογραψαμένων ἐστὶ σφάλματα, ὡς ἐπ' αὐτῶν τῶν λέξεων δείξομεν ἡμεῖς, ἐὰν ὁ Θεὸς θέλῃ. Ἔπειτα μέντοι τὸν Ἕλληνα πείθων, οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὰ ῥήματα· ἀλλ' ἔστιν ὅπῃ καὶ συνδιδόντα τῷ ἔθει τοῦ ἐναγομένου, ὡς ἂν μὴ ἀντιτείνοι πρὸς τὰ καίρια. Διὸ δὴ καὶ πολλὰς ἂν εὕροις ἐκεῖ φωνάς, τὰς νῦν τοῖς αἱρετικοῖς μεγίστην ἰσχὺν παρεχομένας· ὡς τὸ κτίσμα, καὶ τὸ ποίημα, καὶ εἴ τι τοιοῦτον. Πολλὰ δὲ καὶ περὶ τῆς πρὸς τὸν ἄνθρωπον συναφείας εἰρημένα εἰς τὸν περὶ τῆς θεότητος ἀναφέρουσι λόγον, οἱ ἀπαιδεύτως τῶν γεγραμμένων ἀκούοντες· ὁποῖόν ἐστι καὶ τοῦτο, τὸ παρὰ τούτων περιφερόμενον. Εὖ γὰρ εἰδέναι χρὴ, ὅτι, ὥσπερ ὁ τὸ κοινὸν τῆς οὐσίας μὴ ὁμολογῶν εἰς πολυθεΐαν ἐκπίπτει, οὕτως ὁ τὸ ἰδιάζον τῶν ὑποστάσεων μὴ διδοὺς εἰς τὸν Ἰουδαϊσμὸν ὑποφέρεται. Δεῖ γὰρ τὴν διάνοιαν ἡμῶν οἱονεὶ ἐπερεισθεῖσαν ὑποκειμένῳ τινὶ, καὶ ἐναργεῖς αὐτοῦ ἐντυπωσαμένην τοὺς χαρακτῆρας, οὕτως ἐν περινοίᾳ γενέσθαι τοῦ ποθουμένου. Μὴ γὰρ νοήσαντες τὴν πατρότητα, μηδὲ περὶ ὃν ἀφώρισται τὸ ἰδίωμα τοῦτο ἐνθυμηθέντες, πῶς δυνατὸν Θεοῦ Πατρὸς ἔννοιαν παραδέξασθαι; Οὐ γὰρ ἐξαρκεῖ διαφορὰς προσώπων ἀπαριθμήσασθαι, ἀλλὰ χρὴ ἕκαστον πρόσωπον ἐν ὑποστάσει ἀληθινῇ ὑπάρχον ὁμολογεῖν. Ἐπεὶ τόν γε ἀνυπόστατον τῶν προσώπων ἀναπλασμὸν οὐδὲ ὁ Σαβέλλιος παρῃτήσατο, εἰπὼν τὸν αὐτὸν Θεὸν, ἕνα τῷ ὑποκειμένῳ ὄντα, πρὸς τὰς ἑκάστοτε παραπιπτούσας χρείας μεταμορφούμενον, νῦν μὲν ὡς Πατέρα, νῦν δὲ ὡς Υἱὸν, νῦν δὲ ὡς Πνεῦμα ἅγιον διαλέγεσθαι. Ταύτην πάλαι
to the man of God, Meletius the bishop, and having received from him the fitting replies, just as the mothers of monsters are ashamed of the deformities of nature, so they too, hiding their own shameful birth-pangs in the darkness that befits them, nurse them in secret. And he also made a certain trial by letter towards our like-minded Anthimus, the bishop of Tyana, to the effect that Gregory had said in an Exposition of Faith that Father and Son are two in thought, but one in hypostasis. Yet that this was spoken not dogmatically, but contentiously in the disputation with Aelianus, those who congratulate themselves upon the subtlety of their minds were unable to perceive. In which there are many errors of the copyists, as we ourselves shall show upon the very words, if God be willing. Moreover, while persuading the Greek, he did not think it necessary to be exact about words, but in some places even yielded to the custom of the one being brought over, so that he might not resist in the chief points. Wherefore indeed you may find there many expressions which now afford the greatest strength to the heretics, such as creature, and thing made, and whatever else is of that sort. And many things also spoken concerning the union with the man they refer to the doctrine of the Godhead, hearing what is written in an unlearned manner; of which sort is this very thing also that is carried about by them. For one must know well that, just as he who does not confess the community of the essence falls away into polytheism, so he who does not grant the distinctive property of the hypostases is carried down into Judaism. For our mind must, being as it were stayed upon some underlying subject, and having stamped upon itself its clear characteristics, thus come to a comprehension of that which is desired. For if we have not conceived of fatherhood, nor reflected upon Him unto Whom this property is marked off, how is it possible to receive the conception of God the Father? For it does not suffice to enumerate differences of persons, but it is necessary to confess each person as existing in a true hypostasis. Since not even Sabellius refused the unsubstantial figment of persons, saying that the same God, being one in the underlying subject, being transformed according to the needs falling out on each occasion, converses now as Father, now as Son, and now as Holy Spirit. This long ago
Notes, col. 776

On the reading

Printed πάτρότητα, for πατρότητα.

Printed πάλα., for πάλαι.

PG 32:777Read from the page
κατασβεσθεῖσαν τὴν πλάνην ἀνανεοῦνται νῦν οἱ τῆς ἀνωνύμου ταύτης αἱρέσεως ἐφευρεταί· οἱ τὰς ὑποστάσεις ἀθετοῦντες, καὶ τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀπαρνούμενοι. Οὓς, ἐὰν μὴ παύσωνται λαλοῦντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὀδύρεσθαι χρὴ μετὰ τῶν ἀρνησιχρίστων.
extinguished error the inventors of this nameless heresy are now renewing: those who reject the hypostases, and deny the name of the Son of God. Whom, unless they cease speaking iniquity against God, one must bewail together with the deniers of Christ.
6. Ταῦτα ἀναγκαίως ὑμῖν διεστειλάμεθα, ἵνα τὰς ἀπὸ τῶν πονηρῶν διδαγμάτων βλάβας φυλάξησθε. Τῷ ὄντι γὰρ, εἰ χρὴ τὰς πονηρὰς διδασκαλίας τοῖς ὀλεθρίοις φαρμάκοις ἐξομοιοῦν, ὡς οἱ παρ' ὑμῖν ὀνειροσκόποι φασὶ, ταῦτά ἐστι καὶ κώνειον, καὶ ἀκόνιτον, καὶ εἴ τι ἕτερον φάρμακον ἀνδροφόνον. Ταῦτα ψυχῶν δηλητήρια, οὐχ οἱ ἡμέτεροι λόγοι, ἅπερ αἱ οἰνόπληκτοι μήνιγγες ἐκβοῶσι, πολυφάνταστοι οὖσαι διὰ τὸ πάθος· οὓς, εἴπερ ἐσωφρόνουν, ἐχρῆν εἰδέναι, ὅτι ταῖς ἀχράντοις καὶ πάσης κηλῖδος κεκαθαρμέναις ψυχαῖς τὸ προφητικὸν ἐναυγάζει χάρισμα. Οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προειλημμένην μερίμναις, καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσι, δυνατὸν ὑποδέξασθαι τοῦ ἁγίου Πνεύματος τὰς ἐλλάμψεις. Οὐ γὰρ πᾶν ἐνύπνιον εὐθὺς προφητεία, ὥς φησι Ζαχαρίας· Κύριος ἐποίησε φαντασίαν, καὶ ὑετὸν χειμερινὸν, διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν. Οὗτοι δὲ κἀκεῖνο ἀγνοοῦσιν, οἱ κατὰ τὸν Ἠσαΐαν ἐνυπνιαζόμενοι καὶ κοίτην φιλοῦντες νυστάξαι, ὅτι πολλάκις ἐνέργεια πλάνης ἀποστέλλεται ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Καὶ ἔστι πνεῦμα ψευδὲς, ὃ, ἐν τοῖς ψευδοπροφήταις γενόμενον, τὸν Ἀχαὰβ ἐξηπάτησε. Ταῦτα εἰδότες, ἔδει μὴ τοσοῦτον ὑπεραρθῆναι, ὥστε ἑαυτοῖς προφητείαν προσμαρτυρεῖν, οἵ γε δείκνυνται καὶ τοῦ οἰωνοσκόπου Βαλαὰμ τῆς ἀκριβείας ἀπολειπόμενοι. Ὅς, ὑπὸ τοῦ βασιλέως τῶν Μωαβιτῶν ἐπὶ μεγίσταις δωρεαῖς μετακληθεὶς, οὐκ ἠνέσχετο ἀφεῖναι φωνὴν παρὰ τὸ βούλημα τοῦ Θεοῦ, οὐδὲ ἀράσασθαι τὸν Ἰσραὴλ, ὃν οὐκ ἀρᾶται Κύριος. Εἰ μὲν οὖν ταῖς ἐντολαῖς τοῦ Κυρίου αἱ κατὰ τὸν ὕπνον αὐτῶν φαντασίαι συντρέχουσιν, ἀρκείσθωσαν τοῖς Εὐαγγελίοις, οὐδεμιᾶς βοηθείας ἐκ τῶν ὀνείρων εἰς τὴν ἀξιοπιστίαν προσδεομένοις· εἰ δὲ ὁ μὲν Κύριος τὴν ἑαυτοῦ εἰρήνην ἀφῆκεν ἡμῖν, καὶ ἐντολὴν καινὴν ἔδωκεν ἡμῖν, ἵνα ἀγαπῶμεν ἀλλήλους, τὰ δὲ ὀνείρατα μάχην καὶ διάστασιν καὶ ἀγάπης ἀφανισμὸν ὑφηγεῖται· μὴ διδότωσαν καιρὸν τῷ διαβόλῳ διὰ τοῦ ὕπνου ταῖς ψυχαῖς αὐτῶν ἐπιβαίνειν· μηδὲ κυριώτερα τῶν σωτηρίων διδαγμάτων.
6. These things we have necessarily charged you with, that you may guard against the harms arising from wicked teachings. For in truth, if one must liken wicked teachings to deadly drugs, as the dream-interpreters among you say, these things are both hemlock, and aconite, and whatever other murderous drug there is. These are the poisons of souls, not our words, as the wine-stricken membranes of the brain cry out, being full of fancies because of their distemper; who, if indeed they were in their right mind, ought to have known that the prophetic gift shines in souls that are undefiled and cleansed of every stain. For neither is it possible for a filthy mirror to receive the reflections of images, nor is it possible for a soul preoccupied with the cares of life, and darkened by the passions arising from the mind of the flesh, to receive the illuminations of the Holy Spirit. For not every dream is straightway prophecy, as Zechariah says: The Lord has made a phantasy, and winter rain, because the diviners have spoken troubles, and they spoke false dreams (Zech. 10:1-2). And these men are ignorant of that also, they who according to Isaiah dream and love their bed to slumber (Isa. 56:10), that oftentimes a working of error is sent upon the sons of disobedience (Eph. 2:2; 2 Thess. 2:11). And there is a lying spirit, which, coming to be in the false prophets, deceived Ahab (1 Kings 22:22). Knowing these things, they ought not to have been so lifted up as to bear witness of prophecy to themselves, seeing that they are shown to fall short even of the exactness of the augur Balaam. Who, having been summoned by the king of the Moabites with the greatest gifts, did not endure to utter a voice contrary to the will of God, nor to curse Israel, whom the Lord does not curse (Num. 23:8). If, therefore, their fancies in sleep agree with the commandments of the Lord, let them be content with the Gospels, which need no help from dreams for their trustworthiness; but if the Lord left His own peace unto us (John 14:27), and gave a new commandment unto us, that we should love one another (John 13:34), whereas their dreams lead the way to strife and division and the destruction of love, let them not give occasion to the devil to mount upon their souls through sleep, nor things more authoritative than the saving teachings.
PG 32:780Read from the page
ΕΠΙΣΤΟΛΗ ΣΙΑʹ.
Epistle 211.
Ὀλυμπίῳ.
To Olympius.
Καὶ τοῖς γράμμασιν ἐντυχὼν τῆς τιμιότητος σου, ἡδίων ἐμαυτοῦ καὶ εὐθυμότερος ἐγενόμην, καὶ τοῖς ποθεινοτάτοις υἱέσιν εἰς ὁμιλίαν ἐλθὼν, αὐτόν σε ἔδοξα καθορᾷν. Οἳ, πάνυ μου τὴν ψυχὴν κεκακωμένην παραλαβόντες, οὕτω διέθηκαν, ὥστε ἐπιλαθέσθαι με τοῦ παρ' ὑμῖν κωνείου, ὃ οἱ ὀνειροπῶλαι καὶ ὀνειροκάπηλοι, εἰς τὴν τῶν ἐκμισθωσαμένων αὐτοὺς χάριν, καθ' ἡμῶν περιφέρουσιν. Ἐπιστολὰς δὲ τὰς μὲν ἔπεμψα, τὰς δὲ καὶ εἰς ὕστερον δώσομεν, ἐὰν ἐθέλῃς. Μόνον εἴη τι ὄφελος παρ' αὐτῶν τοῖς λαμβάνουσιν.
Both upon meeting with the letters of your Honour, I became gladder in myself and more cheerful, and upon coming into conversation with your most beloved sons, I seemed to behold your very self. Who, finding my soul exceedingly afflicted, so disposed it as to make me forget the hemlock among you, which the dream-sellers and dream-hucksters, for the favour of those who have hired them, carry about against us. Some letters I have already sent, and others we shall also give hereafter, if you wish. Only may there be some profit from them to those who receive them.
ΕΠΙΣΤΟΛΗ ΣΙΒʹ.
Epistle 212.
Ἱλαρίῳ.
To Hilarius.
1. Ἐμὲ δὲ τί οἴει πεπονθέναι, ἢ τίνα γνώμην ἐσχηκέναι, ἐπειδὴ ἐπεδήμησα μὲν τῷ Δαζιμῶνι, ἔμαθον δὲ ὀλίγαις ὕστερον ἡμέραις τῆς παρουσίας ἡμῶν ἐξεληλυθέναι σου τὴν λογιότητα; Οὐ γὰρ μόνον διὰ τὸ ἐκ παιδὸς θαῦμα ὃ ἔσχον περὶ σὲ, εὐθὺς ἀπὸ διατριβῶν αὐτῶν ἀεὶ πολλοῦ ἀξίαν ἐθέμην τὴν ὁμιλίαν σου, ἀλλὰ καὶ διὰ τὸ μηδὲν οὕτω σπουδαῖον εἶναι νῦν, ὡς φιλαλήθη ψυχὴν, ὑγιὲς τῶν πραγμάτων τὸ κριτήριον κεκτημένην· ὅπερ ἡγούμεθα παρὰ σοὶ διασώζεσθαι. Καὶ γὰρ τῶν λοιπῶν τοὺς πλείστους ὁρῶμεν, ὥσπερ ἐν ταῖς ἱπποδρομίαις, τοὺς μὲν ὡς τούτους, τοὺς δὲ ὡς ἐκείνους διῃρημένους, καὶ συνεκβοῶντας τοῖς στασιάζουσι. Σὲ δὲ, καὶ φόβου καὶ θεραπείας καὶ παντὸς ἀγεννοῦς πάθους ὑψηλότερον ὄντα, εἰκὸς ὀφθαλμῷ ὑγιαίνοντι καθορᾷν τὴν ἀλήθειαν. Καὶ γὰρ αἰσθάνομαί σου μὴ παρέργως ἔχοντος πρὸς τὰ τῶν Ἐκκλησιῶν, ὅπου γε καὶ πρὸς ἡμᾶς ἔπεμψάς τινα περὶ τούτων ἐπιστολὴν, ὡς ἐν τοῖς ἔναγχος τούτοις ἐδήλους γράμμασιν, ἣν τίς ὁ παραλαβὼν ὥστε διακομίσαι, ἡδέως ἂν μάθοιμι, ὥστε εἰδέναι τὸν ἀδικήσαντα. Οὐ γὰρ ἐνέτυχόν πω γράμμασι σοῖς πρὸς ἡμᾶς περὶ τούτων.
1. What do you think I suffered, or what mind did I have, when I arrived at Dazimon, and learned that a few days before our arrival your Eloquence had departed? For not only because of the admiration from boyhood which I had concerning you, straightway from the schools themselves did I always account your conversation worthy of much, but also because nothing is so earnest now as a truth-loving soul, possessing a sound criterion of affairs; which very thing we deem to be preserved with you. For indeed we see most of the rest, just as in the horse-races, divided some to these and some to those, and shouting out together with the faction-makers. But as for you, being higher than both fear and courting of favour and every ignoble passion, it is likely that you behold the truth with a sound eye. For indeed I perceive that you are not carelessly disposed towards the affairs of the Churches, seeing that you even sent to us a certain letter concerning these things, as you showed in these recent letters, which I would gladly learn who it was that received it to convey, so as to know the one who did the wrong. For I have not yet met with your letters to us concerning these things.
2. Πόσου ποτ' ἂν οὖν οἴει πρίασθαί με τὴν ὁμιλίαν σου, ὑπὲρ τοῦ γνωρίσαι μέ σοι τὰ λυποῦντά με (φέρει γὰρ, ὡς οἶσθα, καὶ τὸ ἐξειπεῖν ῥᾳστώνην τινὰ τοῖς ὀδυνωμένοις), ἀποκρίνασθαί τε περὶ τῶν ἐπιζη-
2. For how much then do you think I would have bought your conversation, in order that I might make known to you the things that grieve me (for even speaking out, as you know, brings a certain relief to those in pain), and answer concerning the things inquired-
Notes, col. 780

On the reading

Printed τιμιότητος σου, for τιμιότητός σου.

PG 32:781Read from the page
τουμένων· οὐ γράμμασιν ἀψύχοις καταπιστεύσαντα, ἀλλ' αὐτὸν δι' ἐμαυτοῦ ἐναργῶς λέγοντα ἕκαστα, καὶ ἐπεξιόντα. Οἱ γὰρ ἔμψυχοι λόγοι δραστικωτέραν ἔχουσι τὴν πειθώ· πρός τε τὸ εὐεπιχείρητον καὶ πρὸς συκοφαντίαν εὐάλωτον οὐκέτι ὅμοιοι τοῖς γεγραμμένοις εἰσί. Καὶ γὰρ οὐδὲν ἀτόλμητον λοιπὸν οὐδενὶ, ὅπου γε καὶ οἱ τὰ μέγιστα παρ' ἡμῶν πιστευθέντες, οὓς ᾐσθανόμεθα, μετὰ τῶν ἀνθρώπων ὁρῶντες, ὡς μεῖζόν τι ὄντας ἢ κατὰ ἄνθρωπον, οὗτοι κατεδέξαντο συγγράμματά τινος τὰ ὁποῖα δήποτε ὡς ἡμέτερα παραπέμπειν· καὶ ἐπ' αὐτοῖς διαβάλλειν ταῖς ἀδελφότησιν, ὥς μηδὲν λοιπὸν τοῦ ἡμετέρου ὀνόματος φευκτότερον εἶναι τοῖς εὐλαβέσι. Τὸ γὰρ ἀγνοηθῆναι γενόμενος ἐξ ἀρχῆς ἐπιτηδεύσας, ὡς οὐκ οἶδα εἴ τις ἄλλος τῶν ἐπεσκεμμένων τὴν ἀνθρωπίνην ἀσθένειαν νῦν, καθάπερ τὸ ἐναντίον προελόμενος πᾶσιν ἀνθρώποις γνώριμον ἐμαυτὸν καταστῆσαι, οὕτω πανταχοῦ γῆς, προσθήσω δὲ, ὅτι καὶ θαλάσσης, διατεθρύλλημαι. Οἵ τε γὰρ τὸν ἔσχατον ὅρον τῆς ἀσεβείας ἐπιτηδεύοντες, καὶ τὸ ἄθεον τῆς ἀνομοιότητος δόγμα ταῖς Ἐκκλησίαις ἐπάγοντες, πρὸς ἐμὲ τὸν πόλεμον ἔχουσιν· οἵ τε τὴν μέσην ἐλαύνοντες, ὡς οἴονται, καὶ ἀπὸ μὲν τῶν αὐτῶν ἐκείνων ἀρχῶν ὁρμημένοι, τῇ δὲ τῶν λογισμῶν ἀκολουθίᾳ μὴ ἐφιέντες διὰ τὸ ὑπεναντίον ταῖς ἀκοαῖς τῶν πολλῶν, ἡμᾶς δυσχεραίνουσι καὶ πλύνουσι μὲν ταῖς λοιδορίαις, ἐφ' ὅσον δύνανται, οὐδεμιᾶς δὲ ἀπέχονται τῆς ἐπιβουλῆς· εἰ καὶ ὅτι ὁ Κύριος ἀπράκτους αὐτῶν τὰς ἐγχειρήσεις ἐποίησε. Ταῦτα πῶς οὐ λυπηρά; πῶς οὐχὶ ὀδυνηράν μοι τὴν ζωὴν κατασκευάζοντα; ὅς γε μίαν τίθεμαι τῶν κακῶν παραμυθίαν, τὴν ἀσθένειαν τῆς σαρκὸς, ὑφ' ἧς πέπεισμαι μὴ πολὺν χρόνον παραμένειν τῇ δυστήνῳ ταύτῃ ζωῇ. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Σὲ δὲ ἐπὶ τοῖς πάθεσι τοῦ σώματος παρακαλῶ μεγαλοφυῶς καὶ ἀξίως τοῦ καλέσαντος ἡμᾶς Θεοῦ διακεῖσθαι· ὃς, ἐὰν ἴδῃ ἡμᾶς μετ' εὐχαριστίας δεξαμένους τὰ παρόντα, ἢ ἐπανήσει τὰ λυποῦντα, ὡς ἐπὶ τοῦ Ἰὼβ, ἢ τοῖς μεγάλοις στεφάνοις τῆς ὑπομονῆς ἀμείψεται ἐν τῇ μετὰ ταύτην τὴν ζωὴν ἡμῶν καταστάσει.
of; not entrusting them to lifeless letters, but myself through myself clearly speaking each point, and going through them in detail. For living words have persuasion more effective, and as regards being easy to attack and easy to catch for calumny they are no longer like things that are written. For indeed nothing is any longer undared by anyone, seeing that even those who were entrusted by us with the greatest things, whom we perceived, looking at them along with men, as being something greater than according to man, these men consented to pass on someone's writings, of whatever sort they might be, as ours; and upon them to slander us among the brotherhoods, so that nothing any longer is more to be shunned by the devout than our name. For having from the beginning made it my study once born to remain unknown, as I know not whether anyone else of those who have considered human weakness has done, now, just as if I had chosen the opposite, to make myself known to all men, I have thus been noised abroad everywhere on earth, and I will add, even on the sea. For both those who practise the extreme limit of impiety, and bring the godless dogma of unlikeness upon the Churches, wage war against me; and those who drive the middle course, as they think, and who set out indeed from those very same principles, yet do not yield to the consequence of the arguments because it is offensive to the ears of the many, are vexed with us and wash us down with revilings as much as they can, and abstain from no plot whatever; albeit the Lord has made their undertakings ineffectual. How are these things not grievous? How do they not make life painful for me? Who indeed reckon as my one consolation in troubles the weakness of the flesh, by which I am persuaded that I shall not remain a long time in this wretched life. And so much for these things. But as for you, in the sufferings of the body I exhort you to be disposed nobly and worthily of the God Who has called us; Who, if He see us receiving the present things with thanksgiving, will either relax the things that grieve us, as in the case of Job, or will requite us with the great crowns of patience in our state after this life.
Notes, col. 781

On the reading

Printed ὥς μηδὲν, for ὡς μηδὲν.