Migne Reading Room

PG 32 · cols. 664–673 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:664Read from the page
μεταπείσειν, καὶ τῆς παροιμίας καταγελάσεσθαι, ὁρῶν αὐτὴν οὕτως ἀγαθὴν κουροτρόφον, ἣ τὸν ἄρχοντα ἡμῶν εἰς ἀκμὴν ἐπανήγαγε. Καὶ οὐδὲν εἶναι τοῦ λοιποῦ κατ' αὐτὴν ἡγήσομαι, οὐχ ὅπως τὸν Ὁμηρικὸν λωτὸν, ἀλλ' οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην, ἥτις ποτ' ἄρα ἦν, ἡ τοὺς Ὀλυμπίους χορτάζουσα.
to be about to persuade to change my mind, and to laugh at the proverb, seeing it to be so good a nurse of youth, which has brought our ruler back to vigour. And henceforth I shall account nothing to be comparable to it, not only not the Homeric lotus, but not even that ambrosia, whatever it was, which satisfied the Olympians.
ΕΠΙΣΤΟΛΗ ΡΠΖʹ.
Epistle 187.
Ἀντίπατρος Βασιλειῳ.
Antipater to Basil.
Δὶς κράμβη θάνατος, ἡ βάσκανός φησι παροιμία. Ἐγὼ δὲ, πολλάκις αἰτήσας, ἅπαξ ἀποθανοῦμαι· πάντως δὲ καὶ μὴ αἰτήσας. Εἰ δὲ πάντως, μὴ κατόκνει ἐσθίειν ὄψον ἡδὺ, μάτην ὑπὸ τῆς παροιμίας λοιδορηθέν.
Twice cabbage is death, says the envious proverb. But I, having asked for it many times, shall die once; and altogether so even if I had not asked for it. And if altogether so, do not hesitate to eat a sweet relish, reviled in vain by the proverb.
ΕΠΙΣΤΟΛΗ ΡΠΗʹ.
Epistle 188.
ΚΑΝΟΝΙΚΗ Αʹ.
Canonical 1.
Ἀμφιλοχίῳ περὶ κανόνων.
To Amphilochius concerning the Canons.
Ἀνοήτῳ, φησὶν, ἐπερωτήσαντι σοφία λογισθήσεται. Σοφοῦ δὲ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει· ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἂν δεξώμεθά σου τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα. Ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπ' αὐτῆς τῆς ἐρωτήσεως, πολλὰ, ὧν οὐκ ἐπιστάμεθα, διδασκόμενοι· καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. Ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τέ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων, ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ ὧν ἐδιδάχθημεν, παρ' ἑαυτῶν ἐπιλογίσασθαι.
Unto a fool, it says, when he asks a question, wisdom shall be imputed. And the question of a wise man, as it seems, makes even the foolish man wise; which by the grace of God happens to us, as often as we receive the letters of your industrious soul. For we become more attentive than ourselves and wiser from the very questioning, being taught many things which we do not know; and the care concerning answering becomes our teacher. Assuredly even now, having never taken your questions into consideration, we have been compelled to examine accurately, both to call to mind if we have heard anything from the elders, and to reckon up of ourselves the things akin to what we have been taught.
Αʹ. Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον, καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι δεῖ τῷ ἔθει τῶν καθ' ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας· τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ· καὶ ἐθαύμασα πῶς κανονικὸν ὄντα τὸν Διονύσιον παρ-
1. Now the question concerning the Cathari both has been spoken of before, and you have well recounted, that one must follow the custom of those in each region, because those who at that time treated of these matters were variously inclined concerning their baptism; but that of the Pepuzeni seems to me to have no reason; and I marvelled how Dionysius, being a canonical man, over-
Notes, col. 664

On the reading

Printed Βασιλειῳ, for Βασιλείῳ.

PG 32:665Read from the page
ῆλθεν. Ἐκεῖνο γὰρ ἔκρινον οἱ παλαιοὶ δέχεσθαι βάπτισμα, τὸ μηδὲν τῆς πίστεως παρεκβαῖνον· ὅθεν τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς. Αἱρέσεις μὲν τοὺς παντελῶς ἀπερῥηγμένους, καὶ κατ' αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους· σχίσματα δὲ τοὺς δι' αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας· παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. Οἷον εἴ τις, ἐν πταίσματι ἐξετασθεὶς, ἐπεσχέθη τῆς λειτουργίας, καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλ' ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν, καὶ συναπῆλθον τούτῳ τινὲς καταλιπόντες την καθολικὴν Ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτο. Σχίσμα δὲ τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας. Αἱρέσεις δὲ, οἷον ἡ τῶν Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιονιστῶν, καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν· εὐθὺς γὰρ περὶ αὐτῆς τῆς εἰς Θεὸν πίστεώς ἐστιν ἡ διαφορά. Ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς
looked it. For the ancients judged that baptism to be received which in nothing deviates from the faith; whence they called some heresies, and others schisms, and others parasynagogues: heresies, those who are altogether broken off, and alienated in respect of the very faith; schisms, those who are at variance with one another through certain ecclesiastical causes and curable questions; and parasynagogues, the assemblies held by insubordinate presbyters or bishops and by uninstructed peoples. As if someone, having been examined in a fault, was suspended from ministry, and did not submit to the canons, but claimed for himself the presidency and the ministry, and certain persons departed along with him, leaving the catholic Church: such a thing is a parasynagogue. And a schism is to be differently disposed concerning repentance towards those of the Church. And heresies are, for instance, that of the Manichaeans, and of the Valentinians, and of the Marcionites, and of these very Pepuzeni; for straightway the difference is concerning the very faith towards God. It seemed good therefore to those from the beginning altogether
Notes, col. 665

On the reading

Printed την, for τὴν.

PG 32:668Read from the page
ἀθετῆσαι, τὸ δὲ τῶν ἀποσχισάντων, ως ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι· τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ, συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. Οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρετικοί· εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. Εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι· εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. Τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ παραδεδομένα ἡμῖν βαπτισθέντες. Ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλ' ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος. Τὸ γὰρ ἄτοπον αὐτόθεν πρόδηλον, καὶ πᾶσιν ἐναργὲς, οἷς τι καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί. Πλὴν ἀλλ' ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν, Καθαροὺς, καὶ Ἐγκρατίτας, καὶ Ὑδροπαραστάτας· διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν· οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκέτι
to reject that of heretics, and to admit that of those who have split off, as being still of the Church; and that those in the parasynagogues, when amended by worthy repentance and conversion, should be joined again to the Church, so that oftentimes even those in clerical rank, who departed along with the insubordinate, when they have repented, are admitted into the same order. The Pepuzeni therefore are manifestly heretics; for they have blasphemed against the Holy Spirit, having unlawfully and shamelessly attributed the title of the Paraclete to Montanus and Priscilla. Whether therefore as deifying human beings, they are condemned; or whether as insulting the Holy Spirit by comparison with human beings, even thus they are subject to eternal condemnation, because blasphemy against the Holy Spirit is unforgivable. What reason therefore has the baptism of these to be approved, who baptize into Father and Son and Montanus or Priscilla? For those who have been baptized into things not handed down to us have not been baptized. Wherefore, even if this escaped the great Dionysius, yet we must not maintain the imitation of the error. For the absurdity is self-evident, and clear to all who have even a small share of reasoning. The Cathari themselves also are of those who have split off. Nevertheless it seemed good to the ancients, I mean those around Cyprian and our own Firmilian, to subject all these to one vote, Cathari, and Encratites, and Hydroparastatae; because the beginning of the separation came about through schism; and those who revolted from the Church no longer
Notes, col. 668

On the reading

Printed ως, for ὡς.

PG 32:669Read from the page
ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφ' ἑαυτοῖς· ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. Οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες παρὰ τῶν πατέρων ἔσχον τὰς χειροτονίας, καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευματικόν· οἱ δὲ ἀποῤῥαγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν, οὔτε τοῦ χειροτονεῖν εἶχον τὴν ἐξουσίαν, οὐκέτι δυνάμενοι χάριν Πνεύματος ἁγίου ἑτέροις παρέχειν, ἧς αὐτοὶ ἐκπεπτώκασι. Διὸ, ὡς παρὰ λαϊκῶν βαπτιζομένους τοὺς παρ' αὐτῶν, ἐκέλευσαν ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν τῷ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. Ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν οἰκονομίας ἕνεκα τῶν πολλῶν δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν. Τὸ δὲ τῶν Ἐγκρατιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι, ἵν' αὐτοὺς ἀπροσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ, ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι· ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. Νομίζω τοίνυν, ὅτι, ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις ᾖ παρ' αὐτῶν εἰληφὼς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. (Ἐὰν μέντοι μέλλοι τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον, καὶ τοῖς οἰκονομήσασι τὰ καθ' ἡμᾶς Πατράσιν ἀκολουθητέον. Ὑφορῶμαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σωζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν.) Εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω. Οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμὲν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. Παντὶ δὲ λόγῳ τυπωθήτω, τοὺς ἀπὸ τοῦ βαπτισμοῦ ἐκείνων προσερχομένους χρίεσθαι ἐπὶ τῶν πιστῶν δηλονότι, καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. Οἶδα δὲ, ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ἰζοΐν, καὶ Σατορνῖνον, ἀπ' ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων. Ὥστε τοὺς τῷ
had the grace of the Holy Spirit upon themselves; for the transmission failed through the interruption of the succession. For those who first withdrew had their ordinations from the fathers, and through the laying on of their hands they had the spiritual gift; whereas those who were broken off, having become laymen, had the authority neither of baptizing nor of ordaining, being no longer able to supply to others the grace of the Holy Spirit, from which they themselves had fallen away. Wherefore, considering those baptized by them as baptized by laymen, they commanded that when they come to the Church they should be purified anew by the true baptism of the Church. But since it has altogether seemed good to some of those throughout Asia that, for the sake of economy towards the many, their baptism be received, let it be received. Yet we must understand the knavery of the Encratites, that, in order to make themselves inadmissible to the Church, they have attempted henceforth to anticipate with a baptism of their own; whence they have also falsified their own custom. I think therefore that, since nothing has been openly pronounced concerning them, it befitted us to reject their baptism; and if anyone has received it from them, to baptize him when he approaches the Church. (If however this should be about to be a hindrance to the general economy, again custom must be used, and the Fathers who have administered our affairs must be followed. For I suspect lest haply, while we wish to make them reluctant concerning baptizing, we may hinder those who are being saved on account of the severity of the requirement.) And if they keep our baptism, let not this put us out of countenance. For we are not bound to return a favour to them, but to serve the strictness of canons. And by every reckoning let it be enjoined that those who approach from their baptism be anointed in the presence of the faithful, that is to say, and thus approach the mysteries. And I know that we received the brethren around Izois and Saturninus, who were of that order, into the chair of the bishops. So that those who to
PG 32:672Read from the page
τάγματι ἐκείνων συνημμένους οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησίας, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς.
their order are united we can no longer sever from the Church, having set forth, as it were, a certain canon of communion with them through the reception of the bishops.
Βʹ. Φθείρασα κατ' ἐπιτήδευσιν, φόνου δίκην ὑπέχει. Ἀκριβολογία δὲ ἐκμεμορφωμένου καὶ ἀνεξεικονίστου παρ' ἡμῖν οὐκ ἔστιν. Ἐνταῦθα γὰρ ἐκδικεῖται οὐ μόνον τὸ γεννηθησόμενον, ἀλλὰ καὶ αὐτὴ ἡ ἑαυτῇ ἐπιβουλεύσασα· διότι ὡς ἐπὶ τὸ πολὺ ἐναποθνήσκουσι ταῖς τοιαύταις ἐπιχειρήσεσιν αἱ γυναῖκες. Πρόσεστι δὲ τούτῳ καὶ ἡ φθορὰ τοῦ ἐμβρύου, ἕτερος φόνος, κατά γε τὴν ἐπίνοιαν τῶν ταῦτα τολμώντων. Δεῖ μέντοι μὴ μέχρι τῆς ἐξόδου παρατείνειν αὐτῶν τὴν ἐξομολόγησιν, ἀλλὰ δέχεσθαι μὲν τὸ μέτρον τῶν δέκα ἐτῶν· ὁρίζειν δὲ μὴ χρόνῳ, ἀλλὰ τρόπῳ τῆς μετανοίας τὴν θεραπείαν.
2. She who has purposely destroyed a fetus undergoes the penalty of murder. And among us there is no subtle distinction of formed and unformed. For here justice is exacted not only for that which was to be born, but also for her who plotted against herself; because for the most part the women die in such attempts. And added to this is also the destruction of the embryo, another murder, at least according to the intention of those who dare these things. Yet one must not extend their confession until their departure from life, but accept the measure of ten years; and determine the healing not by time, but by the manner of repentance.
Γʹ. Διάκονος, μετὰ τὴν διακονίαν πορνεύσας, ἀπόβλητος μὲν τῆς διακονίας ἔσται· εἰς δὲ τὸν τῶν λαϊκῶν ἀπωσθεὶς τόπον, τῆς κοινωνίας οὐκ εἰρχθήσεται. Διότι ἀρχαῖός ἐστι κανὼν τοὺς ἀπὸ βαθμοῦ πεπτωκότας τούτῳ μόνῳ τῷ τρόπῳ τῆς κολάσεως ὑποβάλλεσθαι· ἀκολουθησάντων, ὡς οἶμαι, τῶν ἐξ ἀρχῆς τῷ νόμῳ ἐκείνῳ τῷ, Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό· καὶ δι' ἑτέραν δὲ αἰτίαν· ὅτι οἱ μὲν ἐν τῷ λαϊκῷ ὄντες τάγματι, ἐκβεβλημένοι τοῦ τόπου τῶν πιστῶν, πάλιν εἰς τὸν ἀφ' οὗ ἐξέπεσον τόπον ἀναλαμβάνονται· ὁ δὲ διάκονος ἅπαξ ἔχει διαρκῆ τὴν δίκην τῆς καθαιρέσεως. Ὡς οὖν οὐκ ἀποδιδομένης αὐτῷ τῆς διακονίας, ἐπὶ ταύτης ἔστησαν μόνης τῆς ἐκδικήσεως. Ταῦτα μὲν οὖν τὰ ἐκ τῶν τύπων. Καθόλου δὲ ἀληθέστερόν ἐστιν ἴαμα ἡ τῆς ἁμαρτίας ἀναχώρησις. Ὥστε ὁ διὰ σαρκὸς ἡδονὴν ἀθετήσας τὴν χάριν, διὰ τοῦ συντριμμοῦ τῆς σαρκὸς καὶ πάσης δουλαγωγίας τῆς κατ' ἐγκράτειαν ἀποστὰς τῶν ἡδονῶν, ὑφ' ὧν κατεστράφη, τελείαν ἡμῖν παρέξει τῆς ἰατρεύσεως αὐτοῦ τὴν ἀπόδειξιν. Ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς δεῖ, καὶ τὰ τῆς ἀκριβείας καὶ τὰ τῆς συνηθείας· ἕπεσθαι δὲ ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα τῷ παραδοθέντι τύπῳ.
3. A deacon who has committed fornication after entering the diaconate shall indeed be cast out of the diaconate; but having been thrust away into the place of laymen, he shall not be barred from communion. Because it is an ancient canon that those who have fallen from clerical rank be subjected to this manner of punishment alone; those from the beginning having followed, as I suppose, that law, Thou shalt not exact vengeance twice for the same thing; and for another reason also: that those who are in the lay order, when cast out of the place of the faithful, are received back again into the place from which they fell; whereas the deacon once for all has the penalty of deposition lasting. Since therefore the diaconate is not restored to him, they stopped at this punishment alone. These then are the things from the prescribed forms. But in general the truer remedy is withdrawal from sin. So that he who through pleasure of the flesh has rejected grace, having withdrawn from the pleasures by which he was overthrown through the bruising of the flesh and all subjection according to continence, will furnish us with the complete proof of his healing. Both things therefore we must know, both the matters of strictness and the matters of custom; and in the case of those that do not admit of the highest strictness, we must follow the form handed down.
PG 32:673Read from the page
Δʹ. Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα, ὃν καὶ ἐπὶ τῶν διγάμων, ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δὲ δύο ἔτη. Τοὺς δὲ τριγάμους ἐν τρισὶ καὶ τέταρσι πολλάκις ἔτεσιν ἀφορίζουσιν. Ὀνομάζουσι δὲ τὸ τοιοῦτον οὐκ ἔτι γάμον, ἀλλὰ πολυγαμίαν, μᾶλλον δὲ πορνείαν κεκολασμένην. Διὸ καὶ ὁ Κύριος τῇ Σαμαρείτιδι πέντε ἄνδρας διαμειψάσῃ, Ὃν νῦν, φησὶν, ἔχεις, οὐκ ἔστι σου ἀνήρ· ὡς οὐκέτι ἀξίων ὄντων τῶν ὑπερεκπεσόντων τοῦ μέτρου τῆς διγαμίας τῷ τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς καλεῖσθαι προσρήματι. Συνήθειαν δὲ κατελάβομεν ἐπὶ τῶν τριγάμων πενταετίας ἀφορισμόν· οὐκ ἀπὸ κανόνων, ἀλλ' ἀπὸ τῆς τῶν προειληφότων ἀκολουθίας. Δεῖ δὲ μὴ πάντῃ αὐτοὺς ἀπείργειν τῆς Ἐκκλησίας, ἀλλ' ἀκροάσεως αὐτοὺς ἀξιοῦν ἐν δύο που ἔτεσιν ἢ τρισί· καὶ μετὰ ταῦτα ἐπιτρέπειν συστήκειν μὲν, τῆς δὲ κοινωνίας τοῦ ἀγαθοῦ ἀπέχεσθαι, καὶ οὕτως ἐπιδειξαμένους καρπόν τινα μετανοίας ἀποκαθιστᾶν τῷ τόπῳ τῆς κοινωνίας.
4. Concerning trigamists and polygamists they have appointed the same canon as also in the case of digamists, proportionally; for they set one year in the case of digamists, and others two years. And trigamists they oftentimes excommunicate for three and four years. And they call such a thing no longer marriage, but polygamy, or rather chastened fornication. Wherefore the Lord also says to the Samaritan woman who had changed five husbands, He whom thou now hast is not thy husband; as those who have exceeded the measure of digamy are no longer worthy to be called by the appellation of husband or of wife. And we have found a custom in the case of trigamists of a five years' excommunication; not from canons, but from the sequence of our predecessors. Yet one must not altogether debar them from the Church, but account them worthy of hearing for some two or three years; and after these things permit them to stand with the congregation indeed, but to abstain from the communion of the good, and thus, when they have shown some fruit of repentance, restore them to the place of communion.
Εʹ. Τοὺς δὲ ἐπὶ ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν δέχεσθαι χρή· δέχεσθαι δὲ δηλονότι οὐκ ἀκρίτως, ἀλλὰ δοκιμάζοντας εἰ ἀληθινὴν ἐπιδείκνυνται μετάνοιαν, καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδῇ.
5. And those of the heretics who repent at their departure from life one must receive; and receive them, that is to say, not indiscriminately, but testing whether they show true repentance, and whether they have the fruits bearing witness to their zeal towards being saved.
Ϛʹ. Τῶν κανονικῶν τὰς πορνείας εἰς γάμον μὴ καταλογίζεσθαι, ἀλλὰ παντὶ τρόπῳ διασπᾶν αὐτῶν τὴν συνάφειαν. Τοῦτο γὰρ καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἀσφάλειαν λυσιτελὲς, καὶ τοῖς αἱρετικοῖς οὐ δώσει καθ' ἡμῶν λαβὴν, ὡς διὰ τὴν τοῦ ἁμαρτάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτούς.
6. The fornications of canonical persons are not to be reckoned as marriage, but by every means their union is to be severed. For this is both profitable to the Church for safety, and will not give the heretics a handle against us, as though we drew men to ourselves through licence to sin.
Ζʹ. Ἀῤῥενοφθόροι καὶ ζωοφθόροι, καὶ φονεῖς, καὶ φαρμακοὶ, καὶ μοιχοὶ, καὶ εἰδωλολάτραι τῆς αὐτῆς καταδίκης εἰσὶν ἠξιωμένοι. Ὥστε ὃν ἔχεις ἐπὶ τῶν ἄλλων τύπον, καὶ ἐπὶ τούτων φύλαξον. Τοὺς δὲ ἐν τριάκοντα ἔτεσι μετανοήσαντας ἐπὶ τῇ ἀκαθαρσίᾳ,
7. Corruptors of males and corruptors of beasts, and murderers, and sorcerers, and adulterers, and idolaters have been accounted worthy of the same condemnation. So that whatever form you have in the case of the others, keep also in the case of these. And those who have repented for thirty years over the uncleanness,