Migne Reading Room

PG 32 · cols. 652–661 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:652Read from the page
δυνηθῇ κούφως ἀποθέσθαι τὸν λόγον τῶν βεβιωμένων. Ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν, ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς, ἢ ἐλάχιστα ἁμαρτήσεται· διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου τοῦ Θεοῦ γίνεται. Οἷς δ' ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν. Καὶ μέμνησο τοίνυν τοῦ Θεοῦ, καὶ ἔχε τὸν αὐτοῦ φόβον ἐν τῇ καρδίᾳ, καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. Μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. Καὶ μὴ διαλίπῃς ταῦτα ποιοῦσα. Καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν σαρκὶ ταύτῃ ζωὴν ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή· καὶ ἀπερχομένοις ἐντεῦθεν ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθὸν, οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις, καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν, τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. Ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκουσα, ὅτι, ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀποῤῥίψει ἡμᾶς εἰς τὸ παντελὲς, ἀλλ' ἔτι λαλούντων ἡμῶν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμ⟨ι.⟩
may be able lightly to discharge the account of her life. For he who sets that day and hour before his eyes, and ever meditates upon his defence before the tribunal that cannot be deceived, such a one will sin either nothing at all, or very little; because sinning happens to us through the absence of the fear of God. And for those with whom the expectation of the things threatened is vividly present, the indwelling fear will give no opportunity to such persons to fall into inconsiderate deeds or thoughts. Remember God, therefore, and keep His fear in your heart, and take all into the fellowship of your prayers. For great also is the help of those who are able to entreat God. And do not cease doing these things. For both while we live this life in the flesh prayer will be a good helper to us; and when we depart hence, an enduring viaticum unto the age to come. And just as solicitude is a good thing, so again despondency and despair, and being hopeless towards salvation, are among the things that harm the soul. Hope therefore in the goodness of God, and await His succour, knowing that, if we turn towards Him rightly and genuinely, not only will He not cast us off utterly, but while we are yet speaking the words of prayer He will say: Behold, here I am.
ΕΠΙΣΤΟΛΗ ΡΟΕʹ.
Epistle 175.
Μαγνηνιανῷ κόμητι.
To Count Magnenianus.
Πρώην ἐπέστελλέ μοι ἡ σεμνότης σου ἄλλα τινὰ, καὶ περὶ πίστεως γράψαι ἡμᾶς ἐναργῶς προστάσσουσα. Ἀλλ' ἐγὼ τὴν μὲν σὴν περὶ τὸ πρᾶγμα ἄγαμαι σπουδὴν, καὶ εὔχομαι τῷ Θεῷ ἀνενδότως σοι τῶν ἀγαθῶν τὴν αἵρεσιν ἐνυπάρχειν, καὶ ἀεί σε προκόπτοντα καὶ γνώσει καὶ ἔργοις ἀγαθοῖς τελειοῦσθαι· διὰ δὲ τὸ μὴ βούλεσθαι περὶ πίστεως σύνταγμα καταλιμπάνειν, μηδὲ γράφειν διαφόρους πίστεις, παρετηρησάμην ἀποστεῖλαι ἃ ἐπεζητήσατε. Πλὴν δοκεῖτέ μοι περιηχεῖσθαι παρὰ τῶν αὐτόθι, τῶν μηδὲν ἐργαζομένων, οἳ ἐπὶ διαβολῇ ἡμετέρᾳ λέγουσί τινα, ὡς ἐκ τούτου ἑαυτοὺς συστήσοντες, ἐὰν ἡμῶν τὰ αἴσχιστα καταψεύσωνται. Ἐκείνους μὲν γὰρ φανεροῖ ὁ παρελθὼν χρόνος, καὶ προϊοῦσα ἡ πεῖρα φανερωτέρους ποιήσει· ἡμεῖς δὲ παρακαλοῦμεν τοὺς ἠλπικότας εἰς Χριστὸν, μηδὲν παρὰ τὴν ἀρχαίαν περιεργάζεσθαι πίστιν· ἀλλ' ὡς πιστεύομεν, οὕτω καὶ βαπτίζεσθαι, ὡς δὲ βαπτιζόμεθα, οὕτω καὶ δοξολογεῖν. Ὀνόματα δὲ ἡμῖν ἀρκεῖ ἐκεῖνα ὁμολογεῖν, ἃ παρελάβομεν παρὰ τῆς
Lately your gravity wrote to me both other things, and expressly commanding us to write concerning the faith. But while I admire your zeal concerning the matter, and pray to God that the choice of good things may unremittingly abide in you, and that ever advancing both in knowledge and in good works you may be perfected; yet because I do not wish to leave behind a treatise concerning the faith, nor to write diverse creeds, I forbore to send what you asked for. Nevertheless you seem to me to have your ears din-filled by the people there, who do no work, who speak certain things for our slander, as though they would commend themselves from this, if they tell the most shameful lies against us. Those men indeed the past time exposes, and advancing experience will make them more manifest; but we exhort those who have set their hope in Christ to busy themselves curiously with nothing beyond the ancient faith; but as we believe, so also to be baptized, and as we are baptized, so also to give glory. And it suffices us to confess those names which we received from the
PG 32:653Read from the page
ἁγίας Γραφῆς, καὶ τὴν ἐπὶ τούτοις καινοτομίαν διαφεύγειν. Οὐ γὰρ ἐν τῇ ἐφευρέσει τῶν προσηγοριῶν ἡ σωτηρία ἡμῶν, ἀλλ' ἐν τῇ ὑγιεῖ περὶ τῆς θεότητος εἰς ἣν πεπιστεύκαμεν ὁμολογίᾳ.
Holy Scripture, and to shun innovation over them. For not in the invention of appellations lies our salvation, but in the sound confession concerning the Godhead in which we have believed.
ΕΠΙΣΤΟΛΗ ΡΟϚʹ.
Epistle 176.
Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου.
To Amphilochius, bishop of Iconium.
Παράσχοι ὁ ἅγιος Θεὸς ἐῤῥωμένῳ σοι τὸ σῶμα, καὶ ἀπὸ πάσης ἀσχολίας ἀνειμένῳ, καὶ πάντα πράττοντι κατὰ νοῦν, τὴν ἐπιστολὴν ἡμῶν ταύτην εἰς χεῖρας ἐλθεῖν, ἵνα μὴ ἄπρακτος ἡμῶν ἡ παράκλησις γένηται, ἣν παρακαλοῦμεν νῦν ἐπιφανῆναί σε ἡμῶν τῇ πόλει, ἐπὶ τῷ σεμνοτέραν γενέσθαι τὴν πανήγυριν, ἣν δι' ἔτους ἄγειν ἐπὶ τοῖς μάρτυσιν ἔθος ἐστὶν ἡμῶν τῇ Ἐκκλησίᾳ. Πέπεισο γὰρ, τιμιώτατέ μοι καὶ ποθεινότατε ὡς ἀληθῶς, ὅτι πολλῶν εἰς πεῖραν ἐλθὼν ὁ παρ' ἡμῖν λαὸς, τῆς οὐδενὸς οὕτως ἀντέχεται ἐπιτυχίας, ὡς τῆς σῆς παρουσίας· τοιοῦτον κέντρον ἀγάπης ἐκ τῆς μικρᾶς ἐκείνης συντυχίας ἐναφῆκας. Ἵνα οὖν καὶ ὁ Κύριος δοξασθῇ, καὶ λαοὶ εὐφρανθῶσι, καὶ τιμηθῶσι μάρτυρες, καὶ ἡμεῖς οἱ γέροντες τῆς ὀφειλομένης ἡμῖν παρὰ τέκνου γνησίου τύχωμεν θεραπείας, καταξίωσον ἀόκνως μέχρις ἡμῶν διαβῆναι, καὶ προλαβεῖν τὰς ἡμέρας τῆς συνόδου· ὥστε ἐπὶ σχολῆς ἡμᾶς ἀλλήλοις συγγενέσθαι, καὶ συμπαρακληθῆναι διὰ τῆς κοινωνίας τῶν πνευματικῶν χαρισμάτων. Ἔστι δὲ ἡ ἡμέρα τῇ πέμπτῃ τοῦ Σεπτεμβρίου. Διὸ παρακαλοῦμεν πρὸ τριῶν ἡμερῶν ἐπιστῆναι, ἵνα καὶ τοῦ πτωχοτροφείου την μνήμην μεγάλην ποιήσῃς τῇ παρουσίᾳ. Ἐῤῥωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου διαφυλαχθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ Κυρίου.
May the holy God grant that this our letter come into your hands while you are strong in body, and free from every occupation, and doing all things according to your mind, so that our exhortation may not prove fruitless, whereby we now exhort you to appear in our city, in order that the festival, which it is the custom for our Church to celebrate yearly in honour of the martyrs, may become more solemn. For be persuaded, O you most honourable and truly most longed-for by me, that our people here, though having had experience of many, cleave to the attainment of no one so much as to your presence; such a spur of love did you leave behind from that brief meeting. In order, therefore, that both the Lord may be glorified, and the peoples gladdened, and the martyrs honoured, and that we old men may obtain the tendance due to us from a true son, deign unhesitatingly to cross over unto us, and to anticipate the days of the assembly; so that at leisure we may be together with one another, and be mutually comforted through the communion of spiritual gifts. And the day is on the fifth of September. Wherefore we exhort you to arrive three days beforehand, so that you may also make great the memorial chapel of the poorhouse by your presence. Strong and cheerful in the Lord, praying earnestly for me, may you be preserved to me and to the Church of God by the grace of the Lord.
ΕΠΙΣΤΟΛΗ ΡΟΖʹ.
Epistle 177.
Σωφρονίῳ μαγίστρῳ.
To Sophronius the master.
Καταλέγειν μὲν πάντας τοὺς δι' ἡμᾶς εὐεργετηθέντας παρὰ τῆς σῆς μεγαλονοίας οὐ ῥᾴδιον· οὕτω πολλοὺς μὲν σύνισμεν ἑαυτοῖς εὐπεποιηκόσι διὰ τῆς μεγάλης σου χειρὸς, ἣν ὁ Κύριος ἡμῖν σύμμαχον ἐπὶ τῶν μεγίστων καιρῶν ἐχαρίσατο· δικαιό-
To recount all those who through us have received benefits from your magnanimity is not easy; so many are we conscious of having benefited through your great hand, which the Lord graciously gave us as an ally in the greatest crises; and most
Notes, col. 653

On the reading

Printed την, for τὴν.

PG 32:656Read from the page
τατος δὲ πάντων καὶ ὁ νῦν προσαγόμενος διὰ τοῦ γράμματος ἡμῶν τυγχάνει, ὁ αἰδεσιμώτατος ἀδελφὸς Εὐσέβιος, παραλόγῳ συκοφαντίᾳ περιπεσὼν, ἣν ἀποσκεδάσαι μόνης ἐστὶ τῆς σῆς ὀρθότητος. Διὸ παρακαλοῦμεν, καὶ τῷ δικαίῳ χαριζόμενον, καὶ πρὸς τὸ ἀνθρώπινον ἀφορῶντα, καὶ ἡμῖν τὰς συνήθεις παρεχόμενον χάριτας, ἀντὶ πάντων γενέσθαι τῷ ἀνδρὶ, καὶ προστῆναι αὐτοῦ μετὰ τῆς ἀληθείας. Ἔχει γὰρ οὐ μικρὰν συμμαχίαν τὴν ἀπὸ τοῦ δικαίου· ἣν, εἰ μὴ ὁ παρὼν καιρὸς καταβλάψειε, πάνυ ῥᾴδιον σαφῶς καὶ ἀναντιῤῥήτως ἐπιδειχθήσεσθαι.
worthy of all is he also who is now brought near to you through our letter, the most reverend brother Eusebius, who has fallen into an absurd calumny, which it belongs to your uprightness alone to scatter away. Wherefore we exhort you, both showing favour to justice, and looking unto the human condition, and granting us your customary favours, to stand in the place of all to the man, and to champion him together with the truth. For he has no small alliance in that which comes from justice; which, unless the present season should damage it, is very easy to be shown clearly and incontrovertibly.
ΕΠΙΣΤΟΛΗ ΡΟΗ.
Epistle 178.
Ἀβουργίῳ.
To Aburgius.
Πολλοὺς οἶδα πολλάκις συστήσας τῇ τιμιότητί σου, καὶ γενόμενος ἐπὶ μεγίστων καιρῶν χρήσιμος ἱκανῶς τοῖς καταπονουμένοις. Οὐ μὴν τιμιώτερόν γε ἐμοὶ, οὐδ' ὑπὲρ μειζόνων ἀγωνιζόμενον οἶδα πρότερον παραπέμψας τῇ κοσμιότητί σου τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου, τοῦ νῦν τὴν ἐπιστολὴν ταύτην ἐγχειρίζοντός σοι παρ' ἡμῶν. Ὃς ποταπῷ μὲν συμπέπλεκται πράγματι, αὐτὸς, ἂν τύχοι τινὸς καιροῦ, διηγήσεταί σου τῇ σεμνότητι· ἃ δὲ παρ' ἡμῶν λεχθῆναι προσῆκε, ταῦτά ἐστι· μὴ παρασυρῆναι τὸν ἄνδρα, μηδὲ τῷ πολλοὺς πεφηνέναι τοὺς ἐπὶ ταῖς χαλεπωτάταις πράξεσιν ἑαλωκότας, καὶ αὐτόν τι τῆς τῶν πολλῶν ὑπονοίας παραπολαῦσαι· ἀλλὰ τυχεῖν δικαστηρίου, καὶ εἰς ἐξέτασιν αὐτοῦ τὸν βίον ἀχθῆναι. Ῥᾷστα γὰρ οὕτω καὶ ἡ συκοφαντία φανερὰ γενήσεται, καὶ ὁ ἀνὴρ τυχὼν τῆς δικαιοτάτης προστασίας κήρυξ ἔσται διηνεκὴς τῶν ὑπηργμένων αὐτῷ παρὰ τῆς σῆς ἡμερότητος.
Many do I know that I have oftentimes commended to your honour, and in the greatest crises I have proved sufficiently useful to those in distress. Yet I do not know that I have ever before sent on to your modesty anyone more precious to me, or contending for greater matters, than our most longed-for son Eusebius, who now delivers this letter to you from us. With what sort of affair he has been entangled, he himself, should he obtain a fitting opportunity, will relate to your gravity; but the things that ought to be said by us are these: that the man should not be swept away, nor, because many have appeared who were caught in the most grievous deeds, should he himself also suffer some share of the suspicion against the many; but that he should obtain a court of justice, and that his life should be brought to examination. For thus most easily both the calumny will become manifest, and the man, having obtained the most righteous protection, will be a perpetual herald of the benefits rendered to him by your gentleness.
ΕΠΙΣΤΟΛΗ ΡΟΘʹ.
Epistle 179.
Ἀρινθαίῳ.
To Arinthaeus.
Καὶ φιλελεύθερόν σε εἶναι καὶ φιλάνθρωπον τό τε τῆς φύσεως εὐγενὲς καὶ τὸ πρὸς πάντας κοινωνικὸν ἱκανῶς ἡμᾶς ἐκδιδάσκει. Διὸ θαῤῥούντως πρεσβεύομεν ὑπὲρ ἀνδρὸς λαμπροῦ μὲν ἄνωθεν καὶ ἐκ προγόνων, πλείονος δὲ δι' ἑαυτὸν τιμῆς καὶ αἰδοῦς ἀξίου διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ τῶν τρόπων ἡμερότητα· ὥστε σε παρακληθέντα ὑφ' ἡμῶν παραστῆναι αὐτῷ ἀγωνιζομένῳ δίκην, τῆς μὲν ἀλη-
That you are both a lover of freedom and humane, both the nobility of your nature and your affability towards all sufficiently teach us. Wherefore we boldly intercede as ambassadors on behalf of a man illustrious indeed from of old and from his ancestors, and worthy of greater honour and respect on his own account because of the gentleness of manners inherent in him; so that, being entreated by us, you may stand by him as he contends in a trial—which for the sake of the
PG 32:657Read from the page
θείας ἕνεκεν εὐκαταφρόνητον, ἐναγώνιον δὲ ἄλλως διὰ τὸ τῆς συκοφαντίας βαρύ. Μεγάλη γὰρ ἂν γένοιτο αὐτῷ ῥοπὴ πρὸς σωτηρίαν, ει καταξιώσειάς τι ῥῆμα φιλάνθρωπον ὑπὲρ αὐτοῦ προέσθαι, προηγουμένως μὲν τῷ δικαίῳ χαριζόμενος, ἔπειτα καὶ ἡμῖν τοῖς ἐξαιρέτοις σου τὴν συνήθη τιμὴν καὶ χάριν καὶ ἐν τούτῳ χαριζόμενος.
truth indeed is contemptible, yet anxious otherwise because of the weight of the calumny. For it would become a great turn of the scale for him towards safety, if you should deign to utter some humane word on his behalf, primarily indeed doing a favour to justice, and next granting also to us, your special friends, your customary honour and favour in this matter too.
ΕΠΙΣΤΟΛΗ ΡΠʹ.
Epistle 180.
Σωφρονίῳ μαγίστρῳ, Εὐμαθίου ἕνεκεν.
To Sophronius the master, on behalf of Eumathius.
Ἀνδρὶ ἀξιολόγῳ περιτυχὼν περιστάσει οὐκ ἀνεκτῇ κεχρημένῳ, ἔπαθον τὴν ψυχήν. Τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὢν, ἀνθρώπῳ ἐλευθέρῳ παρ' ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν; Καὶ βουλευσάμενος πῶς ἂν γενοίμην αὐτῷ χρήσιμος, μίαν εὗρον λύσιν τῆς κατεχούσης αὐτὸν δυσχερείας, εἰ τῇ σῇ κοσμιότητι ποιήσαιμι γνώριμον. Σὸν οὖν τὸ ἐφεξῆς, τὴν σαυτοῦ σπουδὴν, ἣν εἰς πολλοὺς ἐφ' ἡμῖν μάρτυσιν ἐπιδέδειξαι, καὶ αὐτῷ παρασχέσθαι. Τὸ δὲ πρᾶγμα γνωρίσει ἡ ἐπιδοθεῖσα παρ' αὐτοῦ δέησις τοῖς βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας, καὶ συμπρᾶξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. Καὶ γὰρ Χριστιανῷ χαρίζῃ, καὶ εὐγενεῖ, καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ. Ἐὰν δὲ προσθῶμεν, ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐτὸν εὐποιίας ὑποδεχόμεθα χάριν, πάντως, κἂν μικρὸν ᾖ ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῆς σῆς σεμνότητος ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθ' ἡμᾶς ἀνεχομένης, οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.
Having met with a worthy man experiencing an unbearable crisis, I suffered pain in my soul. For how was I not about, being a man, to grieve together with a freeborn man undeservedly entangled in troubles? And having taken counsel how I might become useful to him, I found one solution for the difficulty holding him fast, if I should make him known to your modesty. Yours therefore is what follows: to afford to him also your own zeal, which you have displayed towards many with us as witnesses. And the petition presented by him to the emperors will make known the matter, which we entreat you both to take into your hands, and to assist the man so far as is possible. For indeed you do a favour to a Christian, and a nobleman, and one who brings with him respect on account of great eloquence. And if we add that we also receive a great favour through your beneficence towards him, assuredly, even if our part be otherwise small, yet since your gravity ever deigns to hold our affairs in account, the favour granted to us will appear no small thing.
ΕΠΙΣΤΟΛΗ ΡΠΑʹ.
Epistle 181.
Ὀτρηίῳ Μελητίνης.
To Otreius of Melitene.
Οἶδα, ὅτι καὶ τῆς σῆς εὐλαβείας τοσοῦτον ἅπτεται ὁ χωρισμὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου, ὅσον καὶ ἡμῶν αὐτῶν. Ἐπεὶ οὖν ἀμφότεροι χρήζομεν παρακλήσεως, ἀλλήλοις γενώμεθα παραμυθία. Καὶ σύ τε ἡμῖν ἐπίστελλε τὰ ἐκ Σαμοσάτων, ἡμεῖς τε ἅπερ ἂν μάθωμεν ἀπὸ τῆς Θρᾴκης, ἀπαγγελοῦμεν. Φέρει γὰρ ἐμοὶ μὲν τὸ γινώσκειν τοῦ λαοῦ τὴν ἔνστασιν οὐ μικρὰν ῥᾳστώνην ἐκ τῶν παρόντων λυπηρῶν, τῇ δὲ σῇ χρηστότητι τὸ διδάσκεσθαι ἐν οἷς ἐστιν ὁ κοινὸς ἡμῶν πατήρ. Ἀμέλει καὶ νῦν οὐ γράμμασι σημαίνειν ἔχομεν· ἀλλ' αὐτὸν παρεστήσαμέν σοι τὸν ἀκριβῶς εἰδότα, καὶ ἀπαγγέλλοντα ἐν οἷς αὐτὸν κατέλιπε, καὶ ὅπως καὶ φέροντα τὰ συμπίπτοντα. Εὔχου τοίνυν καὶ ὑπὲρ αὐτοῦ, καὶ ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ταχεῖαν ἀπαγάγῃ τῶν δεινῶν τούτων τὴν λύσιν.
I know that the separation of the most God-beloved Bishop Eusebius touches your reverence as much as it does ourselves. Since therefore we both have need of comfort, let us become a consolation to one another. Both do you write to us the news from Samosata, and whatsoever we learn from Thrace, we will report. For to know the steadfastness of the people brings to me no small relief from the present griefs, and to your kindness it brings relief to be informed of the circumstances in which our common father is. Assuredly even now we are not able to signify these things by letters; but we have presented to you the very man who knows accurately, and who reports the circumstances in which he left him, and how also he bears the things that befall him. Pray therefore both for him and for us, that the Lord may speedily bring about the deliverance from these dreadful troubles.
Notes, col. 657

On the reading

Printed ει, for εἰ.

PG 32:660Read from the page
ΕΠΙΣΤΟΛΗ ΡΠΒʹ.
Epistle 182.
Τοῖς πρεσβυτέροις Σαμοσάτων.
To the presbyters of Samosata.
Ὅσον λυπούμεθα ἐνθυμούμενοι τὴν ἐρημίαν τῆς Ἐκκλησίας, τοσοῦτον μακαρίζομεν ὑμᾶς, εἰς τοῦτο φθάσαντας τὸ μέτρον τῆς ἀθλήσεως, ὃ παράσχοι ὑμῖν ὁ Κύριος μακροθύμως παρελθεῖν, ἵνα καὶ τῆς πιστῆς οἰκονομίας, καὶ τῆς γενναίας ἐνστάσεως, ἣν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπεδείξασθε, τὸν μέγαν μισθὸν ὑποδέξησθε.
As much as we grieve when we ponder the desolation of the Church, so much do we count you blessed, who have arrived at this measure of the contest, which may the Lord grant you patiently to pass through, so that both for the faithful stewardship and for the noble steadfastness which you displayed on behalf of the name of Christ, you may receive the great reward.
ΕΠΙΣΤΟΛΗ ΡΠΓʹ.
Epistle 183.
Πολιτευομένοις Σαμοσάτων.
To the magistrates of Samosata.
Ὅταν ἀπίδω, ὅτι ὁ μὲν πειρασμὸς κατα πάσης ἤδη κέχυται τῆς οἰκουμένης, καὶ αἱ μέγισται τῶν ἐπὶ Συρίας πόλεων τῶν ἴσων ὑμῖν πεπείρανται παθημάτων, οὐ πανταχοῦ δὲ οὕτω δόκιμον καὶ διαπρεπὲς ἐπ' ἀγαθοῖς ἔργοις τὸ βουλευτήριον, ὡς τὸ ὑμέτερον νῦν ἐπὶ τῇ σπουδῇ τῶν ἀγαθῶν ἔργων διαβεβόηται· ἐγγύς εἰμι καὶ χάριν ἔχειν τοῖς οἰκονομηθεῖσιν. Εἰ γὰρ μὴ ἐγεγόνει ἡ θλίψις αὕτη, οὐκ ἂν ὑμῶν διεφάνη τὸ δόκιμον. Ὥστε ἔοικεν, ὅπερ ἐστὶ κάμινος χρυσῷ, τοῦτο εἶναι ἡ ὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος θλίψις τοῖς ἀντιποιουμένοις τινὸς ἀρετῆς. Ἄγε οὖν, ὦ θαυμάσιοι, ὅπως τοῖς προπεπονημένοις ἄξια ἐπαγάγητε τὰ ἑπόμενα, καὶ φανῆτε μεγάλῃ κρηπῖδι ἀξιολογωτέραν ἐπιτιθέντες τὴν κορυφήν· καὶ περίστητε μὲν τὸν ποιμένα τῆς ἐκκλησίας, ὅταν δῷ ὁ Κύριος αὐτὸν ἐπὶ τῶν ἰδίων φανῆναι θρόνων, ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ἡμῖν διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος κατὰ τὴν ἀναλογίαν τῶν πεπονημένων παρὰ τοῦ μεγαλοδώρου Θεοῦ δεχόμενοι τὴν ἀντίδοσιν. Ἡμῶν δὲ μεμνημένοι, καὶ ἐπιστέλλοντες ὁσάκις ἂν ᾖ δυνατὸν, δίκαιά τε ποιήσετε τοῖς ἴσοις ἡμᾶς ἀμειβόμενοι, καὶ ἅμα οὐ μικρῶς ἡμᾶς εὐφρανεῖτε, τῆς ἡδίστης ἡμῖν φωνῆς ὑμῶν ἐναργῆ σύμβολα διὰ τῶν γραμμάτων διαπεμπόμενοι.
When I look away and see that temptation has already been poured out over the whole inhabited world, and that the greatest of the cities in Syria have experienced the same sufferings as you, yet not everywhere is the council-chamber so tried and distinguished in good works as yours has now become celebrated for its zeal in good works; I am near even to feeling gratitude for the things that have been dispensed. For if this affliction had not happened, your tried worth would not have shone forth. Wherefore it seems that what a furnace is to gold, this the affliction on behalf of hope in God is to those who lay claim to any virtue. Come therefore, O admirable men, see that to your previous labours you add subsequent ones worthy of them, and show yourselves placing a more noteworthy crown upon a great foundation; and stand around the shepherd of the church, when the Lord grants him to appear upon his own throne, one relating to us one thing and another another of the things achieved on behalf of the Church of God, and in the great day of the Lord each receiving according to the proportion of his labours the recompense from the munificent God. And remembering us, and writing as often as is possible, you will both do what is just in requiting us with the like, and at the same time you will gladden us in no small degree, sending across to us through your letters clear tokens of your voice that is most sweet to us.
Notes, col. 660

On the reading

Printed κατα, for κατὰ.

PG 32:661Read from the page
ΕΠΙΣΤΟΛΗ ΡΠΔʹ.
Epistle 184.
Εὐσταθίῳ, ἐπισκόπῳ Ἱμμεριας.
To Eustathius, Bishop of Himmeria.
Οἶδα, ὅτι στυγνοποιὸν πρᾶγμα ἡ ὀρφανία, καὶ πολυάσχολον, διὰ τὸ ἐρημίαν ἐπάγειν τῶν προεστώτων. Ὅθεν λογίζομαι καὶ τὴν σὴν εὐλάβειαν ἐπιστυγνάζουσαν τοῖς συμβεβηκόσι μὴ ἐπιστέλλειν ἡμῖν, καὶ ὁμοῦ ἐν πλείονι εἶναι νῦν ἀσχολίᾳ, περιτρέχειν τὰ τοῦ Χριστοῦ ποίμνια, διὰ τὴν πανταχόθεν τῶν ἐχθρῶν ἐπανάστασιν. Ἀλλ' ἐπειδὴ πάσης λύπης παρηγορία ἡ πρὸς τοὺς ὁμοψύχους ἐστὶν ὁμιλία, καταξίου, ὁσάκις ἂν δυνατόν σοι, ἐπιστέλλειν ἡμῖν, καὶ αὐτός τε ἀναπαύεσθαι ἐν τῷ φθέγγεσθαι πρὸς ἡμᾶς, καὶ ἡμᾶς παρηγορεῖν ἐν τῷ μεταδιδόναι ἡμῖν τῶν σεαυτοῦ ῥημάτων. Τοῦτο δὲ καὶ ἡμεῖς σπουδάσομεν ποιῆσαι, ὁσάκις ἂν ἡμῖν ἐνδιδῷ τὰ πράγματα. Εὔχου δὲ καὶ αὐτὸς καὶ πᾶσαν τὴν ἀδελφότητα παρακάλεσον σπουδαίως δυσωπεῖν τὸν Κύριον, ἵνα δείξῃ ποτὲ ἡμῖν λύσιν τῆς περιεχούσης ἡμᾶς κατηφείας.
I know that orphanhood is a gloomy thing, and full of occupation, because it brings about a destitution of those who preside. Whence I reckon that your reverence also, being gloomy at the things that have happened, does not write to us, and at the same time is now in greater occupation, running round the flocks of Christ, because of the rising up of enemies from all sides. But since the consolation of every grief is intercourse with the like-minded, vouchsafe, as often as is possible for you, to write to us, and both to find rest yourself in speaking to us, and to console us in imparting to us your words. And this we also shall be earnest to do, as often as affairs permit us. And pray yourself also, and exhort all the brotherhood earnestly to entreat the Lord, that He may at some time show us a release from the dejection that surrounds us.
ΕΠΙΣΤΟΛΗ ΡΠΕʹ
Epistle 185
Θεοδότῳ, ἐπισκόπῳ Βεροίας.
To Theodotus, Bishop of Beroea.
Οἶδα, ὅτι, εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλ' ἐν τῇ καρδίᾳ σου ὑπάρχει ἡ μνήμη ἡμῶν. Καὶ τοῦτο τεκμαίρομαι, οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλ' ὅτι ἡ σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. Πλὴν ἀλλ' ὅσον δυνατόν σοι, ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν, καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. Οὗτος γάρ ἐστιν ὁ τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοις τῷ σώματι, ὁ δι' ἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. Παράσχοι δὲ ὁ Κύριος καὶ τὴν κατ' ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν, καὶ τὴν εἰς τὸν Δεσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν, ἐπὶ μείζοσι ταῖς παρ' αὐτοῦ δωρεαῖς.
I know that, even if you do not write to us, yet the remembrance of us exists in your heart. And this I infer, not because I myself am worthy of any kindly remembrance, but because your soul is rich in the abundance of love. Nevertheless, so far as is possible for you, use the occasions that fall in your way for writing to us, that we also may be of better courage through learning the things concerning you, and may take occasion ourselves also to signify our affairs to you. For this is the manner of intercourse for those so far separated in body, namely that through letters, of which let us not deprive one another, so far as affairs permit. And may the Lord grant to us a meeting face to face also, that we may both increase our love, and make our thanksgiving towards our Master abound over greater gifts from Him.
ΕΠΙΣΤΟΛΗ ΡΠϚʹ.
Epistle 186.
Ἀντιπάτρῳ ἡγεμόνι.
To Antipater the Governor.
Ὡς καλὴ ἡ φιλοσοφία, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ ἰατρεύεσθαι πολυτελῶς τοῖς τροφίμοις αὐτῆς ἐπιτρέπει· ἀλλὰ τὸ αὐτὸ καὶ ὄψον ἐστὶ παρ' αὐτῇ, καὶ πρὸς ὑγίειαν ἀρκεῖ. Τὰς γάρ τοι ὀρέξεις ἀποκαμούσας, ὡς ἐπυθόμην, κράμβαις ἐν ὄξει ταριχευθείσαις ἀνεκαλέσω· ἃς ἐγὼ πρότερον μὲν ἐδυσχέραινον καὶ διὰ τὴν παροιμίαν, καὶ ὅτι ὑπόμνημα ἦσαν τῆς συντρόφου πενίας· νῦν δέ μοι δοκῶ καὶ ἐμαυτὸν
How fair is philosophy, both in other respects, and because it does not even permit its nurslings to be medically treated at lavish expense; but with it the same thing is both a relish, and suffices towards health. For indeed, as I learned, you recalled your appetites when they had grown weary with cabbages pickled in vinegar; which I formerly disliked both on account of the proverb, and because they were a reminder of the poverty that is our companion; but now I seem to myself even myself
Notes, col. 661

On the reading

Printed Ἱμμεριας, for Ἱμμερίας.