έγνων αὐτὴν, οὐχ ἥσθην μᾶλλον τοῖς ἐπεσταλμένοις, ἢ ἠνιάθην, τὴν ζημίαν, ὁπόση γέγονεν ἡμῖν κατὰ τὸν τῆς σιωπῆς χρόνον, διαλογιζόμενος. Ἀλλ' ἐπειδὴ ἤρξω γράφειν, μὴ διαλίπῃς τοῦτο ποιῶν. Εὐφρανεῖς γὰρ πλέον ἢ οἱ τὰ πολλὰ χρήματα τοῖς φιλοπλούτοις διαπεμπόμενοι. Τῶν δὲ γραφέων οὐδείς μοι παρῆν, οὔτε τῶν καλλιγραφούντων οὔτε τῶν ταχυγράφων. Οὓς γὰρ ἔτυχον ἐξασκήσας, οἱ μὲν ἀνέδραμον ἐπὶ τὴν πρώτην τοῦ βίου συνήθειαν, οἱ δὲ ἀπειρήκασι πρὸς τοὺς πόνους, χρονίαις ἀῤῥωστίαις κεκακωμένοι.
read it, I was not more pleased at what had been sent than grieved, reckoning up the loss, how great it had been to us during the time of silence. But since you have begun to write, cease not doing this. For you will gladden us more than those who send much money to lovers of wealth. Of copyists, however, none was present with me, neither of those who write fair nor of the shorthand writers. For of those whom I had happened to train, some have run back to their former habit of life, and others have given up in the face of the labours, being afflicted with chronic infirmities.
1. Ἐνέτυχον τοῖς ἀποσταλεῖσι βιβλίοις παρὰ τῆς τιμιότητός σου. Καὶ τῷ μὲν δευτέρῳ ὑπερήσθην, οὐ διὰ τὴν βραχύτητα μόνον, ὡς εἰκὸς ἦν τὸν ἀργῶς πρὸς πάντα καὶ ἀσθενῶς λοιπὸν διακείμενον, ἀλλ' ὅτι πυκνόν τε ἅμα ἐστὶ ταῖς ἐννοίαις, καὶ εὐκρινῶς ἐν αὐτῷ ἔχουσιν αἵ τε ἀντιθέσεις τῶν ὑπεναντίων, καὶ αἱ πρὸς αὐτὰς ἀπαντήσεις· καὶ τὸ τῆς λέξεως ἁπλοῦν τε καὶ ἀκατάσκευον πρέπον ἔδοξέ μοι εἶναι προθέσει Χριστιανοῦ, οὐ πρὸς ἐπίδειξιν μᾶλλον ἢ κοινὴν ὠφέλειαν συγγράφοντος. Τὸ δὲ πρότερον, τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν, καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας, καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον. Αἱ γὰρ ἐν τῷ μεταξὺ παρεμβαλλόμεναι διαβολαὶ τῶν ὑπεναντίων, καὶ συστάσεις τῶν ἡμετέρων, εἰ καὶ γλυκύτητάς τινας ἐπεισάγειν δοκοῦσι διαλεκτικὰς τῷ συγγράμματι· ἀλλ' οὖν τῷ σχολὴν καὶ διατριβὴν ἐμποιεῖν, διασπῶσι μὲν τὸ συνεχὲς τῆς ἐννοίας, καὶ τοῦ ἐναγωνίου λόγου τὸν τόνον ὑποχαυνοῦσιν. Ἐκεῖνο γὰρ πάντως συνεῖδέ σου ἡ ἀγχίνοια, ὅτι καὶ τῶν ἔξωθεν φιλοσόφων οἱ τοὺς διαλόγους συγγράψαντες, Ἀριστοτέλης μὲν καὶ Θεόφραστος, εὐθὺς αὐτῶν ἥψαντο τῶν πραγμάτων, διὰ τὸ συνειδέναι ἑαυτοῖς τῶν Πλατωνικῶν χαρίτων τὴν ἔνδειαν· Πλάτων δὲ τῇ ἐξουσίᾳ τοῦ λόγου ὁμοῦ μὲν τοῖς δόγμασι μάχεται, ὁμοῦ δὲ καὶ παρακωμῳδεῖ τὰ πρόσωπα, Θρασυμάχου μὲν τὸ θρασὺ καὶ ἰταμὸν διαβάλλων, Ἱππίου δὲ τὸ κοῦφον τῆς διανοίας καὶ χαῦνον, καὶ Πρωταγόρου τὸ ἀλαζονικὸν καὶ ὑπέρογκον. Ὅπου δὲ ἀόριστα πρόσωπα ἐπεισάγει τοῖς διαλόγοις, τῆς μὲν εὐκρινείας ἕνεκεν τῶν πραγμάτων κέχρηται τοῖς ⟨…⟩ῶν προσώπων ἐπεισκυκλεῖ ταῖς ὑποθέσεσιν· ὅπερ ἐποίησεν ἐν
1. I read the books sent by your honour. And with the second indeed I was exceedingly pleased, not only on account of its brevity, as was natural for one who is now sluggishly and weakly disposed towards all things, but because it is at the same time both compact in its thoughts, and the objections of the adversaries and the replies to them are clearly set forth in it; and the simplicity and unadornedness of the diction seemed to me fitting for the purpose of a Christian who writes not so much for display as for common profit. The former, however, while having the same force in its matter, yet being embellished with more sumptuous diction and varied figures and conversational graces, appeared to me to need both much time for going through it, and labour of mind for both gathering the thoughts and retaining them in the memory. For the calumnies of the adversaries and the commendations of our own side, inserted in the midst, even though they seem to introduce certain dialectical sweetnesses into the treatise, yet by creating delay and pastime, break up the continuity of the thought, and relax the tension of the argumentative discourse. For your sagacity has altogether perceived this, that of the outside philosophers also who composed dialogues, Aristotle indeed and Theophrastus straightway laid hold of the matters themselves, because they were conscious in themselves of the lack of Platonic graces; whereas Plato by the power of his speech at once contends with the doctrines, and at once also holds the characters up to comic ridicule, traducing the boldness and shamelessness of Thrasymachus, the lightness of mind and vanity of Hippias, and the boastfulness and pomposity of Protagoras. But where he introduces indefinite characters into his dialogues, for the sake of clearness in the matters he makes use of the ⟨…⟩ of the characters he wheels into the subjects; which he did in