οὔπω δεδύνημαι· ἐν δὲ τῇ καρδίᾳ μου τοσαυτην ἔχειν ἐπιθυμίαν φημὶ, ὥστε ἡδέως ἂν καὶ τὴν ζωὴν τὴν ἐμαυτοῦ προέσθαι ὑπὲρ τοῦ τὴν ὑπὸ τοῦ πονηροῦ ἐξαφθεῖσαν φλόγα τοῦ μίσους κατασβεσθῆναι. Καὶ εἰ μὴ τῆς ἐπιθυμίας ἕνεκεν τῆς κατὰ τὴν εἰρήνην ἠνεσχόμην ἐγγίσαι τοῖς κατὰ Κολώνειαν τόποις, μὴ εἰρηνευθείη μοι ἡ ζωή. Εἰρήνην μέντοι τὴν ἀληθινὴν τὴν ὑπ' αὐτοῦ τοῦ Κυρίου καταλειφθεῖσαν ἡμῖν ἐπιζητῶ· καὶ ὃ παρεκάλεσά μοι εἰς πληροφορίαν ὑπάρξαι, οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν ἢ τῆς ἀληθινῆς εἰρήνης, κἂν ἄλλως τινὲς διαστρέφοντες τὴν ἀλήθειαν ἐξηγῶνται. Ἐκεῖνοι μὲν οὖν κεχρήσθωσαν ταῖς γλώσσαις αὐτῶν ἐφ' ἃ βούλονται· πάντως γὰρ αὐτοῖς ποτε τῶν ῥημάτων τούτων μεταμελήσει.
not yet been able; but in my heart I declare that I have so great a desire that I would gladly give up even my own life so that the flame of hatred kindled by the evil one might be extinguished. And if it was not for the sake of my desire for peace that I endured to approach the regions around Colonia, may my life never know peace. Yet I seek the true peace which was left to us by the Lord Himself; and that which I requested to be given to me for full assurance is the request of one desiring nothing else than true peace, even if some, perverting the truth, interpret it otherwise. Let those men, therefore, use their tongues for whatever they wish; for surely they will one day repent of these words.
2. Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ μεμνῆσθαι τῶν ἐξ ἀρχῆς προτάσεων, καὶ μὴ παράγεσθαι ἄλλας ἀποκρίσεις ἀντ' ἄλλων ἐρωτημάτων δεχόμενον, μηδὲ ποιεῖν ἐνεργὰ τὰ σοφίσματα τῶν ἄνευ τῆς περὶ τὸ λέγειν δυνάμεως ἀπ' αὐτῆς μόνης τῆς γνώμης δεινότατα πάντων τὴν ἀλήθειαν κακουργούντων. Προέτεινα γὰρ ἁπλᾶ καὶ σαφῆ καὶ εὐμνημόνευτα ῥήματα· εἰ τοὺς μὴ δεχομένους τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμεθα εἰς κοινωνίαν, καὶ εἰ μετὰ τῶν κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἀποτολμώντων τὸ μέρος ἔχειν οὐκ ἀνεχόμεθα. Ὁ δὲ, ἀντὶ τοῦ πρὸς ἔπος ταῖς ἐρωτήσεσιν ἀποκρίνασθαι, ἐκεῖνα ἡμῖν ἐῤῥαψῴδησεν ἅπερ ἀπέστειλας· καὶ τοῦτο οὐκ ὠφελείᾳ γνώμης, ὡς ἄν τῳ δόξαι, οὐδὲ τῷ μὴ δύνασθαι συνορᾷν τὸ ἀκόλουθον. Ἀλλ' ἐκεῖνο λογίζεται, ὅτι, ἀρνούμενος μὲν ἡμῶν τὴν πρότασιν, τοῖς λαοῖς ἑαυτὸν κατάδηλον ποιήσει· συντιθέμενος δὲ ἡμῖν, τῆς μεσότητος ἀποστήσεται, ἧς οὐδὲν αὐτῷ μέχρι τοῦ νῦν γέγονε προτιμότερον. Μὴ τοίνυν ἡμᾶς κατασοφιζέσθω, μηδὲ μετὰ τῶν ἄλλων καὶ τὴν σὴν παρακρουέσθω φρόνησιν· ἀλλὰ σύντομον ἡμῖν λόγον ἀποστειλάτω πρὸς τὸ ἐρώτημα, ἢ ὁμολογῶν τὴν κοινωνίαν πρὸς τοὺς ἐχθροὺς τῆς πίστεως, ἢ ἀρνούμενος. Ἐὰν ταῦτα συμπείσῃς αὐτὸν, καὶ πέμψῃς μοι ὀρθὰς, καὶ οἵας εὔχομαι, τὰς ἀποκρίσεις· ἐγώ εἰμι ὁ τὰ κατόπιν πάντα ἡμαρτηκώς· ἐγὼ δέχομαι πᾶσαν τὴν αἰτίαν ἐκείνην ἐπ' ἐμαυτόν· τότε με ἀπαίτει ταπεινοφροσύνης ἐπίδειξιν. Ἕως δ' ἂν μηδὲν γένηται τούτων, σύγγνωθι, θεοφιλέστατε Πάτερ, μὴ δυναμένῳ μετὰ ὑποκρίσεως θυσιαστηρίῳ Θεοῦ παρεστάναι. Εἰ γὰρ μὴ τοῦτο ἐφοβούμην, τίνος ἕνεκεν ἐμαυτὸν ἐχώριζον Εὐϊππίου, τοιούτου μὲν τὰ περὶ λόγους, τοσοῦτον δὲ χρόνῳ προήκοντος, τοσαῦτα δὲ τῆς πρὸς ἡμᾶς φιλίας δίκαια κεκτημένου; Εἰ δὲ
2. And I entreat your holiness to remember the original propositions, and not to be led aside by accepting other answers in place of other questions, nor to make effective the sophistries of those who, without ability in speaking, from their mindset alone most terribly of all pervert the truth. For I put forward simple, clear, and easily remembered words: whether we refuse for communion those who do not accept the faith at Nicaea, and whether we do not endure to have our part with those who dare to call the Holy Spirit a creature. But he, instead of answering the questions to the point, stitched together for us those rigmaroles which you sent; and this not from simplicity of mind, as might seem to someone, nor from not being able to perceive the consequence. Rather, he reckons this: that if he rejects our proposition, he will make himself manifest to the peoples; whereas if he agrees with us, he will depart from that middle course, than which nothing until now has been more precious to him. Let him not, therefore, outwit us with sophistries, nor along with the others mislead your prudence also; but let him send us a brief word in reply to the question, either confessing communion with the enemies of the faith, or denying it. If you persuade him of these things, and send me answers that are orthodox and such as I pray for, I am the one who has sinned in all that went before; I take all that blame upon myself; then demand of me a display of humility. But so long as none of these things comes to pass, forgive me, most God-beloved Father, as one unable to stand with hypocrisy beside the altar of God. For if I did not fear this, for what reason did I separate myself from Euippius, a man so eminent in learning, so advanced in age, and possessing so many claims of friendship towards us? And if