3. Ἐπεὶ οὖν ἐνταῦθα τὰ μὲν ἄλλα ἀρκούντως καὶ ἀκριβῶς διώρισται, τὰ μὲν ἐπὶ διορθώσει τῶν βλαβέντων, τὰ δὲ εἰς προφυλακὴν τῶν προσδοκωμένων ὑποφυήσεθαι· ὁ δὲ περὶ τοῦ Πνεύματος λόγος ἐν παραδρομῇ κεῖται, οὐδεμιᾶς ἐξεργασίας ἀξιωθεὶς, διὰ τὸ μηδέπω τότε τοῦτο κεκινῆσθαι τὸ ζήτημα, ἀλλ' ἀνεπιβούλευτον ἐνυπάρχειν ταῖς τῶν πιστευόντων ψυχαῖς τὴν περὶ αὐτοῦ διάνοιαν· κατὰ μικρὸν δὲ προϊόντα τὰ πονηρὰ τῆς ἀσεβείας σπέρματα, ἃ πρότερον μὲν ὑπὸ Ἀρείου τοῦ προστάτου τῆς αἱρέσεως κατεβλήθη, ὕστερον δὲ ὑπὸ τῶν τὰ ἐκείνου κακῶς διαδεξαμένων, ἐπὶ λύμῃ τῶν Ἐκκλησιῶν ἐξετράφη, καὶ ἡ ἀκολουθία τῆς ἀσεβείας εἰς τὴν κατὰ τοῦ Πνεύματος βλασφημίαν ἀπέσκηψεν· ἀναγκαῖον πρὸς τοὺς μὴ φειδομένους ἑαυτῶν, μηδὲ προορωμένους τὴν ἄφυκτον ἀπειλὴν, ἣν τοῖς βλασφημοῦσιν εἰς τὸ Πνεῦμα τὸ ἅγιον ὁ Κύριος ἡμῶν ἐπανετείνατο, ἐκεῖνο προτείνειν, ὅτι χρὴ αὐτοὺς ἀναθεματίζειν τοὺς λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοὺς νοοῦντας οὕτω, καὶ τοὺς μὴ ὁμολογοῦντας αὐτὸ φύσει ἅγιον εἶναι, ὡς ἔστι φύσει ἅγιος ὁ Πατὴρ, καὶ φύσει ἅγιος ὁ Υἱὸς, ἀλλ' ἀποξενοῦντας αὐτὸ τῆς θείας καὶ μακαρίας φύσεως. Ἀπόδειξις δὲ τοῦ ὀρθοῦ φρονήματος τὸ μὴ χωρίζειν αὐτὸ Πατρὸς καὶ Υἱοῦ (δεῖ γὰρ ἡμᾶς βαπτίζεσθαι μὲν, ὡς παρελάβομεν· πιστεύειν δὲ, ὡς βαπτιζόμεθα· δοξάζειν δὲ, ὡς πεπιστεύκαμεν, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα), ἀφίστασθαι δὲ τῆς κοινωνίας τῶν κτίσμα λεγόντων, ὡς φανερῶς βλασφημούντων· ἐκείνου διωμολογημένου (ἀναγκαία γὰρ ἡ ἐπισημείωσις διὰ τοὺς συκοφάντας), ὅτι οὔτε ἀγέννητον λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα γὰρ οἴδαμεν ἀγέννητον καὶ μίαν τῶν ὄντων ἀρχὴν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὔτε γεννητόν· ἕνα γὰρ μονογενῆ ἐν τῇ παραδόσει τῆς Πίστεως δεδιδάγμεθα· τὸ δε Πνεῦμα τῆς ἀληθείας ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι διδαχθέντες, ἐκ τοῦ Θεοῦ εἶναι ὁμολογοῦμεν ἀκτίστως. Ἀναθεματίζειν δὲ καὶ τοὺς λειτουργικὸν λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τῆς φωνῆς ταύτης εἰς τὴν τοῦ κτίσματος κατάγοντας τάξιν. Τὰ γὰρ λειτουργικὰ πνεύματα κτίσματα ἡμῖν ἡ Γραφὴ παρέδωκεν, εἰποῦσα, ὅτι Πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα. Διὰ δὲ τοὺς πάντα φύροντας, καὶ μὴ φυλάσσοντας τὴν ἐν τοῖς Εὐαγγελίοις διδασκαλίαν, ἀναγκαῖόν ἐστι καὶ τοῦτο προσδιαστείλασθαι· ὅτι φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν ἣν παρέδωκεν ἡμῖν ὁ Κύριος ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ· καὶ Υἱὸν μὲν προτάσσοντας τοῦ Πατρὸς, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον προτιθέντας. Ἀκίνητον γὰρ καὶ ἀπαρεγχείρητον φυλάσσειν προσήκει τὴν ἀκολουθίαν, ἣν ἐξ αὐτῆς τοῦ Κυρίου τῆς φωνῆς παρελάβομεν, εἰπόντος· Πορευθέντες, μα-
3. Since, therefore, in this document the other matters have been sufficiently and accurately defined, some for the amendment of those who had been harmed, and others as a safeguard against things expected to spring up secretly; while the doctrine concerning the Spirit lies in passing, having been deemed worthy of no elaboration, because at that time this question had not yet been stirred up, but the understanding concerning Him was present unassailed in the souls of the believers; yet as the wicked seeds of impiety advanced little by little, which were first sown by Arius the champion of the heresy, and afterwards by those who wickedly succeeded to his doctrines, and were nourished to the ruin of the Churches, and the sequence of impiety burst forth into blasphemy against the Spirit; it is necessary towards those who do not spare themselves, nor foresee the inescapable threat which our Lord held out against those who blaspheme against the Holy Spirit, to put forward this: that one must anathematize those who call the Holy Spirit a creature, and those who think thus, and those who do not confess that He is holy by nature, even as the Father is holy by nature and the Son is holy by nature, but alienate Him from the divine and blessed nature. And the proof of an orthodox mindset is not to separate Him from Father and Son (for we must be baptized as we received, and believe as we are baptized, and glorify as we have believed, Father and Son and Holy Spirit), and to withdraw from the communion of those who call Him a creature, as manifestly blaspheming; this point being agreed upon (for the remark is necessary on account of the slanderers), that we neither call the Holy Spirit unbegotten, for we know one Unbegotten and one principle of beings, the Father of our Lord Jesus Christ; nor begotten, for we have been taught in the tradition of the Faith one Only-begotten; but having been taught that the Spirit of truth proceeds from the Father, we confess that He is of God uncreatedly. And one must anathematize also those who call the Holy Spirit ministering, as through this expression bringing Him down to the rank of a creature. For Scripture has handed down to us that ministering spirits are creatures, saying: Are they not all ministering spirits sent forth for ministry (Heb. 1:14)? And on account of those who confound all things, and do not keep the teaching in the Gospels, it is necessary to specify this also beforehand: that one must flee also those who invert the sequence which the Lord handed down to us, as manifestly fighting against piety, and who place the Son before the Father, and set the Holy Spirit before the Son. For it is fitting to keep immovable and inviolable the sequence which we received from the very voice of the Lord, Who said: Go ye, make dis-