Migne Reading Room

PG 32 · cols. 388–397 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:388Read from the page
ΕΠΙΣΤΟΛΗ Νʹ.
Epistle 50.
Ἰννοκεντίῳ ἐπισκόπῳ.
To Innocent, bishop.
Καὶ τίνι ἄλλῳ ἔπρεπε καὶ δειλοῖς θάρσος ἐμποιεῖν, καὶ καθεύδοντας διυπνίζειν, ἢ τῇ σῇ τοῦ ἡμετέρου δεσπότου θεοσεβείᾳ, ὃς τὴν ἐν πᾶσι σεαυτοῦ τελειότητα καὶ ἐν τούτῳ ἐγνώρισας, τῷ καταδέξασθαι καὶ ἡμῖν τοῖς ταπεινοῖς συγκαταβῆναι, ὡς ἀληθινὸς μαθητὴς τοῦ εἰπόντος, ὅτι Ἐκεῖ εἰμι ἐν μέσῳ ὑμῶν, οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλ' ὡς ὁ διακονῶν. Κατηξίωσας γὰρ καὶ αὐτὸς διακονῆσαι ἡμῖν τὴν σὴν πνευματικὴν εὐφροσύνην, καὶ τοῖς τιμίοις ἑαυτοῦ γράμμασιν ἀναλαβεῖν ἡμῶν τὰς ψυχὰς, καὶ ὥσπερ παίδων νηπιότητα τῷ ἑαυτοῦ μεγέθει προσαγκαλίσασθαι. Εὔχου οὖν (δεόμεθά σου τῆς ἀγαθῆς ψυχῆς) ἀξίους ἡμᾶς εἶναι καὶ ὑποδέχεσθαι τὰς παρὰ τῶν μεγάλων ὑμῶν ὠφελείας, καὶ λαμβάνειν στόμα καὶ σοφίαν εἰς τὸ τολμᾷν ἀντιφθέγγεσθαι ὑμῖν, τοῖς ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀγομένοις· οὗ φίλον σε εἶναι καὶ δοξαστῆρα ἀληθινὸν ἀκούοντες, μεγάλην ἐπὶ τῇ στεῤῥᾷ σου καὶ ἀκλινεῖ περὶ τὸν Θεὸν ἀγάπῃ τὴν χάριν ὁμολογοῦμεν· εὐχόμενοι μετὰ τῶν ἀληθινῶν προσκυνητῶν εὑρεθῆναι ἡμῶν τὸ μέρος, ἐν οἷς πεπείσμεθα εἶναι καὶ τὴν σὴν τελειότητα, καὶ τοῦ μεγάλου καὶ ἀληθινοῦ ἐπισκόπου τοῦ πᾶσαν τὴν οἰκουμένην τοῦ ἰδίου πληρώσαντος θαύματος, τοῦ Κυρίου δεόμεθα.
And to whom else did it belong both to instil courage into the timid, and to awaken the sleeping, than to your godliness, our master, who have made known your perfection in all things in this also, in deigning to condescend even to us the lowly, as a true disciple of Him Who said: There I am in the midst of you, not as he who reclines at table, but as he who serves. For you yourself also have vouchsafed to minister to us your spiritual joy, and by your honourable letters to refresh our souls, and as if to embrace the infancy of children with your own greatness. Pray therefore (we beseech your good soul) that we may be worthy both to receive the benefits coming from you who are great, and to receive a mouth and wisdom to dare to reply to you, who are led by the Holy Spirit; whose friend and true glorifier hearing that you are, we confess great gratitude for your steadfast and unswerving love towards God; praying that our lot may be found with the true worshippers, among whom we are persuaded that your perfection also is, and we beseech the Lord for the great and true bishop who has filled the whole world with the wonder of himself.
ΕΠΙΣΤΟΛΗ ΝΑʹ.
Epistle 51.
Βοσπορίῳ ἐπισκόπῳ.
To Bosporius, bishop.
1. Πως μου, οἴει, τὴν ψυχὴν ὠδύνησεν ἡ ἀκοὴ τῆς συκοφαντίας ἐκείνης, ἣν κατέχεόν μου τινὲς τῶν μὴ φοβουμένων τὸν Κριτὴν ὃς ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; Ὥστε πᾶσαν τὴν νύκτα ἐπὶ τοῖς ῥήμασι τῆς ἀγάπης σου, ὀλίγου δεῖν, ἄϋπνος διαμεῖναι· οὕτω μέσης ἥψατό μου τῆς καρδίας ἡ λύπη. Ὄντως γὰρ, κατὰ τὸν Σολομῶντα, συκοφαντία ἄνδρα ταπεινοῖ· καὶ οὐδεὶς οὕτως ἀνάλγητος, ὡς μὴ παθεῖν τὴν ψυχὴν, καὶ κατακαμφθῆναι εἰς γῆν, στόμασι πρὸς ψευδολογίαν εὐκόλοις παραπεσών. Ἀλλὰ γὰρ ἀνάγκη πάντα στέγειν,
1. How, do you think, did the hearing of that calumny pain my soul, which some of those poured down upon me who do not fear the Judge Who will destroy all who speak falsehood? So that through the whole night at the words of your charity I remained, almost, sleepless; so deeply did grief touch the midst of my heart. For truly, according to Solomon, calumny humbles a man; and no one is so insensible as not to suffer in his soul, and be bowed down to the ground, having fallen among mouths ready for falsehood. Yet indeed it is necessary to bear all things,
Notes, col. 388

On the reading

Printed τοὺ, for τοῦ.

Printed Πως, for Πῶς.

PG 32:389Read from the page
πάντα ὑπομένειν, τὴν ὑπὲρ ἑαυτῶν ἐκδίκησιν ἐπιτρέψαντες τῷ Κυρίῳ, ὃς οὐ περιόψεται ἡμᾶς· διότι Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν. Οἱ μέντοι τὸ καινὸν τοῦτο δρᾶμα τῆς καθ' ἡμῶν βλασφημίας συνθέντες ἐοίκασι παντελῶς ἀπιστεῖν τῷ Κυρίῳ, ὃς καὶ περὶ ἀργοῦ ῥήματος δώσειν ἡμᾶς λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπεφήνατο. Ἐγὼ δὲ, εἰπέ μοι, τὸν μακαριώτατον Διάνιον ἀνεθεμάτισα; Τοῦτο γὰρ ἡμῶν κατήγγειλαν. Ποῦ ἢ πότε; τίνων παρόντων; ἐπὶ ποίᾳ προφάσει; ψιλοῖς ῥήμασιν ἢ ἐγγράφοις; ἑτέροις ἀκολουθῶν, ἢ αὐτὸς κατάρχων καὶ αὐθεντῶν τοῦ τολμήματος; Ὢ τῆς ἀναιδείας τῶν πάντα φθεγγομένων ῥᾳδίως! Ὢ τῆς καταφρονήσεως τῶν τοῦ Θεοῦ κριμάτων! Πλὴν εἰ μὴ ἄρα τῷ πλάσματι αὐτῶν καὶ τοῦτο προστραγῳδήσουσιν, ὅτι ἐγενόμην καὶ ἔκφρων ποτὲ, ὥστε ἀγνοεῖν αὐτὸς τὰ ἑαυτοῦ ῥήματα. Ἐπὶ γὰρ τῶν λογισμῶν ὑπάρχων τῶν ἐμαυτοῦ, οὐδὲν οἶδα ποιήσας τοιοῦτον, οὐδὲ προελόμην τὴν ἀρχήν. Ἀλλ' ἐκεῖνο μᾶλλον ἐμαυτῷ συνεπίσταμαι, ὅτι ἐκ πρώτης ἡλικίας συνετράφην τῷ περὶ αὐτὸν φίλτρῳ, καὶ ἀπέβλεπον πρὸς τὸν ἄνδρα, ὡς μὲν γεραρὸς ἰδεῖν, ὡς δὲ μεγαλοπρεπὴς, ὅσον δὲ ἔχων τὸ ἱεροπρεπὲς ἐν τῷ εἴδει. Ἐπεὶ δέ μοι λοιπὸν καὶ ὁ λόγος παρῆν, τότε δὴ καὶ ἀπὸ τῶν τῆς ψυχῆς ἀγαθῶν αὐτὸν ἐπεγίνωσκον· καὶ ἔχαιρον αὐτοῦ τῇ συνουσίᾳ, τὸ ἁπλοῦν καὶ γενναῖον καὶ ἐλευθέριον τῶν τρόπων καταμανθάνων, καὶ ὅσα ἄλλα τοῦ ἀνδρὸς ἴδια, ἡ τῆς ψυχῆς ἡμερότης, τὸ μεγαλοφυές τε ὁμοῦ καὶ πρᾶον, τὸ εὐπρεπὲς, τὸ ἀόργητον, τὸ φαιδρὸν καὶ εὐπρόσιτον τῇ σεμνότητι κεκραμένον. Ὥστε αὐτὸν ἐναρίθμιον εἶχον τοῖς περιφανεστάτοις κατ' ἀρετήν.
to endure all things, committing the vengeance on our behalf to the Lord, Who will not overlook us; because he who calumniates the poor provokes Him Who made him. However, those who have composed this new drama of blasphemy against us seem altogether to disbelieve the Lord, Who declared that even for an idle word we shall give an account in the day of judgement. And did I, tell me, anathematize the most blessed Dianius? For this they have proclaimed against us. Where or when? who being present? on what pretext? in bare words or in writing? following others, or myself initiating and authorizing the daring deed? O the shamelessness of those who utter all things lightly! O the contempt of the judgements of God! Unless indeed they shall add this tragic tale also to their fabrication, that I even became out of my mind once, so as myself to be ignorant of my own words. For while being in possession of my own senses, I know not of having done any such thing, nor of having purposed it at all. But rather I am conscious with myself of this, that from my earliest age I was brought up in affection towards him, and I looked toward the man, how venerable he was to behold, and how magnificent, and how much sacred dignity he had in his appearance. And when hereafter reason also was present to me, then indeed I recognized him also from the good things of his soul; and I rejoiced in his company, learning thoroughly the simplicity and nobility and liberality of his manners, and whatever else was proper to the man, the gentleness of his soul, the high-mindedness together with meekness, the comeliness, the freedom from anger, the cheerfulness and approachableness blended with gravity. So that I held him numbered among those most illustrious in virtue.
2. Περὶ μέντοι τὰ τελευταῖα τοῦ βίου (οὐ γὰρ ἀποκρύψομαι τἀληθές) ἐλυπήθην ἐπ' αὐτῷ λύπην οὐκ ἀνεκτὴν μετὰ πολλῶν τῶν ἐν τῇ πατρίδι φοβουμένων τὸν Κύριον, ἐπὶ τῇ ὑπογραφῇ τῆς πίστεως τῆς ὑπὸ τῶν περὶ Γεώργιον ἀπὸ τῆς Κωνσταντινουπόλεως κομισθείσης. Εἶτα, οἷος ἐκεῖνος πραότητι τρόπου καὶ ἐπιεικείᾳ πάντας πληροφορεῖν ἐν σπλάγχνοις πατρικοῖς ἀνεχόμενος, ἤδη καταπεσὼν εἰς τὴν ἀῤῥωστίαν, ὑφ' ἧς καὶ μετῆλθεν ἀπὸ τοῦ βίου, προσκαλεσάμενος ἡμᾶς ἔφη, ὑπὸ μάρτυρι τῷ Κυρίῳ ἐν ἁπλότητι καρδίας συντεθεῖσθαι μὲν τῷ ἀπὸ τῆς Κωνσταντινουπόλεως γραμματείῳ, μηδὲν δὲ ἐπ' ἀθετήσει τῆς κατὰ Νικαίαν ὑπὸ τῶν ἁγίων Πατέρων ἐκτεθείσης πίστεως προελέσθαι· μηδὲ ἄλλως ἔχειν ἐν τῇ καρδίᾳ, ἢ ὡς παρέλαβεν ἐξ ἀρχῆς· ἀλλὰ καὶ
2. Nevertheless, about the last moments of his life (for I will not conceal the truth) I grieved over him with an unbearable grief together with many of those in our native land who fear the Lord, over the subscription to the faith brought from Constantinople by those around George. Then, such as he was in meekness of manner and gentleness, enduring to satisfy all in fatherly bowels of compassion, having already fallen into the sickness whereby he also departed from life, having called us to himself he said, with the Lord as witness, that in simplicity of heart he had indeed agreed to the document from Constantinople, yet had purposed nothing for the rejection of the faith set forth at Nicaea by the holy Fathers; nor did he hold otherwise in his heart than as he had received from the beginning; but even
PG 32:392Read from the page
εὔχεσθαι μὴ χωρισθῆναι τῆς μερίδος τῶν μακαρίων ἐκείνων ἐπισκόπων τῶν τριακοσίων δεκαοκτὼ, τῶν τὸ εὐσεβὲς κήρυγμα διαγγειλάντων τῇ οἰκουμένῃ· ὥστε ἡμᾶς, ἐπὶ τῇ πληροφορίᾳ ταύτῃ λύσαντας πᾶσαν τῶν καρδιῶν τὴν διάκρισιν, ὡς καὶ αὐτὸς ἐπίστασαι, προσελθεῖν τῇ κοινωνίᾳ, καὶ λυπουμένους παύσασθαι. Τὰ μὲν οὖν ἡμέτερα πρὸς τὸν ἄνδρα τοιαῦτα. Εἰ δέ τις λέγοι τινὰ βλασφημίαν ἀθέμιτον εἰς αὐτὸν ἡμῖν συνεγνωκέναι, μὴ κατὰ γωνίαν θρυλλείτω δουλοπρεπῶς, ἀλλ' εἰς τὸ φανερὸν ἀντικαταστὰς, διελεγχέτω μετὰ παῤῥησίας.
prayed not to be separated from the portion of those blessed three hundred and eighteen bishops, who proclaimed the pious preaching to the world; so that we, upon this assurance having dissolved all hesitation of our hearts, as you yourself also know, approached his communion, and ceased grieving. Such, then, were our dealings towards the man. And if anyone should say that he is privy with us to some unlawful blasphemy against him, let him not mutter it slavishly in a corner, but standing forth face to face in the open, let him convict us with boldness.
ΕΗΙΣΤΟΛΗ ΝΒʹ.
Epistle 52.
Κανονικαῖς.
To the Canonical Women.
1. Ὅσον ἠνίασεν ἡμᾶς πρότερον φήμη λυπηρὰ τὰς ἀκοὰς ἡμῶν περιηχήσασα, τοσοῦτον εὔφρανεν ἡμᾶς ὁ θεοφιλέστατος ἐπίσκοπος ὁ ἀδελφὸς ἡμῶν Βοσπόριος, τὰ χρηστότερα περὶ τῆς εὐλαβείας ὑμῶν διηγησάμενος. Ἔφη γὰρ, τῇ τοῦ Θεοῦ χάριτι, πάντα ἐκεῖνα τὰ θρυλληθέντα ἀνθρώπων εἶναι κατασκευάσματα, οὐκ ἀκριβῶς τὴν καθ' ὑμᾶς ἐπισταμένων ἀλήθειαν. Προσετίθει δὲ, ὅτι καὶ διαβολὰς εὗρε παρ' ὑμῖν καθ' ἡμῶν ἀνοσίας, καὶ τοιαύτας, οἵας ἂν εἴποιεν οἱ μὴ ἐκδεχόμενοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον τῷ Κριτῇ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ. Ὥστε ηὐχαρίστησα τῷ Κυρίῳ, αὐτός τε ἰαθεὶς τὴν ἐφ' ὑμῖν βλάβην, ἣν, ὡς ἔοικεν, ἐκ συκοφαντίας ἀνθρώπων ἤμην παραδεξάμενος, ὑμᾶς τε ἀκούσας ἀποτεθεῖσθαι τὰς ψευδεῖς περὶ ἡμῶν ὑπολήψεις, ἐξ ὧν ἠκούσατε τοῦ ἀδελφοῦ ἡμῶν διαβεβαιωσαμένου· ὃς ἐν οἷς τὸ καθ' ἑαυτὸν ὑμῖν παρέστησε, συναπέδειξε πάντως καὶ τὸ ἡμέτερον. Ἓν γὰρ ἐν ἀμφοτέροις ἡμῖν τὸ τῆς πίστεως φρόνημα, ἐπειδὴ καὶ τῶν αὐτῶν Πατέρων κληρονόμοι τῶν κατὰ τὴν Νικαίαν ποτὲ τὸ μέγα τῆς εὐσεβείας ἐξαγγειλάντων κήρυγμα· οὗ τὰ μὲν ἄλλα παντάπασίν ἐστιν ἀσυκοφάντητα, τὴν δὲ τοῦ ὁμοουσίου φωνὴν, κακῶς παρά τινων ἐκληφθεῖσαν, εἰσί τινες οἱ μήπω παραδεξάμενοι· οὓς καὶ μέμψαιτο ἄν τις δικαίως, καὶ πάλιν μέντοι συγγνώμης αὐτοὺς ἀξιώσειεν. Τὸ μὲν γὰρ Πατράσι μὴ ἀκολουθεῖν, καὶ τὴν ἐκείνων φωνὴν κυριωτέραν τίθεσθαι τῆς ἑαυτῶν γνώμης, ἐγκλήματος ἄξιον, ὡς
1. As much as a grievous rumour ringing around our ears previously pained us, by so much did the bishop most beloved of God, our brother Bosporius, gladden us, having recounted better things concerning your reverence. For he said that, by the grace of God, all those things that were rumoured were fabrications of men who do not know accurately the truth concerning you. And he added that he also found among you unholy slanders against us, and such as those would utter who do not expect to give an account even for an idle word to the Judge in the righteous day of His recompense. So that I gave thanks to the Lord, both being healed myself of the harm regarding you, which, as it seems, I had received from the calumny of men, and hearing that you had laid aside the false suppositions concerning us, from the things which you heard our brother affirming strongly; who in the things wherein he presented his own case to you, altogether demonstrated ours also together with it. For the mind of the faith is one in us both, since we are also heirs of the same Fathers who once at Nicaea proclaimed the great preaching of piety; of which the other parts are altogether free from calumny, but the term consubstantial, having been ill understood by some, there are some who have not yet accepted; whom one might both justly blame, and yet again deem them worthy of pardon. For not to follow the Fathers, and not to set their voice as more authoritative than one's own judgement, is worthy of accusation, as
Notes, col. 392

On the reading

Printed ΕΗΙΣΤΟΛΗ, for ΕΠΙΣΤΟΛΗ.

PG 32:393Read from the page
αὐθαδείας γέμον· τὸ δὲ πάλιν ὑφ' ἑτέρων διαβληθεῖσαν αὐτὴν ὕποπτον ἔχειν, τοῦτό πως δοκεῖ τοῦ ἐγκλήματος αὐτοὺς μετρίως ἐλευθεροῦν. Καὶ γὰρ τῷ ὄντι, οἱ ἐπὶ Παύλῳ τῷ Σαμοσατεῖ συνελθόντες, διέβαλον τὴν λέξιν ὡς οὐκ εὔηχον. Ἔφασαν γὰρ ἐκεῖνοι τὴν τοῦ ὁμοουσίου φωνὴν παριστᾷν ἔννοιαν οὐσίας τε καὶ τῶν ἀπ' αὐτῆς· ὥστε καταμερισθεῖσαν τὴν οὐσίαν παρέχειν τοῦ ὁμοουσίου τὴν προσηγορίαν τοῖς εἰς ἃ διῃρέθη. Τοῦτο δὲ ἐπὶ χαλκοῦ μὲν καὶ τῶν ἀπ' αὐτοῦ νομισμάτων ἔχει τινὰ λόγον τὸ διανόημα· ἐπὶ δὲ Θεοῦ Πατρὸς καὶ Θεοῦ Υἱοῦ οὐκ οὐσία πρεσβυτέρα, οὐδ' ὑπερκειμένη ἀμφοῖν θεωρεῖται· ἀσεβείας γὰρ ἐπέκεινα τοῦτο καὶ νοῆσαι καὶ φθέγξασθαι. Τί γὰρ ἂν γένοιτο τοῦ ἀγεννήτου πρεσβύτερον; Ἀναιρεῖται δὲ ἐκ τῆς βλασφημίας ταύτης καὶ ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις· ἀδελφὰ γὰρ ἀλλήλοις τὰ ἐξ ἑνὸς ὑφεστῶτα.
being full of self-will; whereas again, to hold it under suspicion when it has been traduced by others, this somehow seems moderately to free them from the accusation. For indeed in truth, those who assembled in the case of Paul of Samosata traduced the expression as not well-sounding. For those men said that the term consubstantial presents a notion both of substance and of the things derived from it; so that the substance, having been divided up, furnishes the appellation of consubstantial to the things into which it was divided. And this notion has some reason in the case of bronze and the coins made from it; but in the case of God the Father and God the Son no substance is contemplated as older, nor as lying above them both; for even to think and to utter this is beyond impiety. For what could be older than the Unbegotten? And through this blasphemy faith in the Father and the Son is also destroyed; for things that subsist from one thing are brothers to one another.
2. Καὶ ἐπειδὴ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρῆχθαι τὸν Υἱὸν ἔτι τότε ἦσαν οἱ λέγοντες, ἵνα καὶ ταύτην ἐκτέμωσι τὴν ἀσέβειαν, τὸ ὁμοούσιον προσειρήκασιν. Ἄχρονος γὰρ καὶ ἀδιάστατος ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια. Δηλοῖ δὲ καὶ τὰ προλαβόντα ῥήματα ταύτην εἶναι τῶν ἀνδρῶν τὴν διάνοιαν. Εἰπόντες γὰρ φῶς ἐκ φωτὸς, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεγεννῆσθαι, οὐχὶ δὲ πεποιῆσθαι, ἐπήγαγον τούτοις τὸ ὁμοούσιον· παραδεικνύντες, ὅτι ὅνπερ ἄν τις ἀποδῷ φωτὸς λόγον ἐπὶ Πατρὸς, οὗτος ἁρμόσει καὶ ἐπὶ Υἱοῦ. Φῶς γὰρ ἀληθινὸν πρὸς φῶς ἀληθινὸν, κατ' αὐτὴν τοῦ φωτὸς τὴν ἔννοιαν, οὐδεμίαν ἕξει παραλλαγήν. Ἐπεὶ οὖν ἐστιν ἄναρχον φῶς ὁ Πατὴρ, γεννητὸν δὲ φῶς ὁ Υἱὸς, φῶς δὲ καὶ φῶς ἑκάτερος, ὁμοούσιον εἶπαν δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. Οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν· ἀλλ' ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται.
2. And since even then there were those who said that the Son had been brought forth into being out of things that are not, in order that they might cut off this impiety also, they added the term consubstantial. For timeless and without interval is the conjunction of the Son with the Father. And the preceding words also make clear that this was the mind of the men. For having said light from light, and that the Son has been begotten from the substance of the Father, and not made, they subjoined to these things the term consubstantial; showing side by side that whatever definition of light one may render in the case of the Father, this will fit also in the case of the Son. For true light in relation to true light, according to the very notion of light, will have no variation. Since therefore the Father is light without beginning, and the Son is begotten light, and each of the two is light and light, they rightly said consubstantial, in order that they might present the equality in honour of the nature. For things that are brothers to one another are not called consubstantial, which some have supposed; but when both the cause and that which has its existence from the cause are of the same nature, they are called consubstantial.
3. Αὕτη δὲ ἡ φωνὴ καὶ τὸ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦται· ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως, καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν. Οὐ γὰρ αὐτό τί ἐστιν ἑαυτῷ ὁμοούσιον, ἀλλ' ἕτερον ἑτέρῳ· ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς, τῶν τε ὑποστάσεων τὴν ἰδιότητα διορίζουσα, καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα. Ὅταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδασκώμεθα, καὶ γεννηθέντα, ἀλλ' οὐχὶ ποιηθέντα, μὴ καταπίπτωμεν
3. And this term also corrects the evil of Sabellius; for it destroys the identity of hypostasis, and introduces the complete notion of the persons. For a thing is not itself consubstantial with itself, but one thing with another; so that it is well and piously put, both defining the particularity of the hypostases, and presenting the invariableness of the nature. And when we are taught that the Son is from the substance of the Father, and begotten, but not made, let us not fall down
PG 32:396Read from the page
ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. Οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ Πατρὸς εἰς Υἱόν· οὐδὲ ῥυεῖσα ἐγέννησεν, οὐδὲ προβαλοῦσα, ὡς τὰ φυτὰ τοὺς καρποὺς, ἀλλ' ἄῤῥητος καὶ ἀνεπινόητος λογισμοῖς ἀνθρώπων τῆς θείας γεννήσεως ὁ τρόπος. Ταπεινῆς γὰρ τῷ ὄντι καὶ σαρκίνης ἐστὶ διανοίας τοῖς φθαρτοῖς καὶ προσκαίροις ἀφομοιοῦν τὰ ἀΐδια, καὶ οἴεσθαι, ὅτι, ὡς τὰ σωματικὰ, οὕτω γεννᾷ καὶ ὁ Θεὸς ὁμοίως· δέον ἐκ τῶν ἐναντίων λαμβάνειν τὰς ἀφορμὰς πρὸς τὴν εὐσέβειαν· ὅτι, ἐπειδὴ τὰ θνητὰ οὕτως, ὁ ἀθάνατος οὐχ οὕτως. Οὔτε οὖν ἀρνεῖσθαι δεῖ τὴν θείαν γέννησιν, οὔτε σωματικαῖς ἐννοίαις καταῤῥυποῦν ἑαυτοῦ τὴν διάνοιαν.
into bodily notions of passions. For the substance was not divided from Father into Son; nor did it beget by flowing, nor by putting forth, as plants their fruits, but ineffable and inconceivable to the reasonings of men is the manner of the divine generation. For it belongs in truth to a lowly and fleshly mind to assimilate eternal things to corruptible and transitory things, and to suppose that, as bodily things do, so God also begets in like manner; whereas one ought from the opposites to take the starting-points towards piety: that, since mortal things are thus, the Immortal is not thus. Neither, therefore, must one deny the divine generation, nor defile one's own mind with bodily notions.
4. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί· τέτακται δὲ, ὡς ἐν Εὐαγγελίῳ δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος· Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ὁ δὲ προτιθεὶς Υἱοῦ, ἢ πρεσβύτερον λέγων Πατρὸς, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλ' ἑαυτῷ καινοφωνίαν, εἰς ἀρέσκειαν ἀνθρώπων, ἐπινοῶν. Εἰ γὰρ ἀνώτερον Θεοῦ, οὐκ ἐκ τοῦ Θεοῦ. Γέγραπται γὰρ, Τὸ δὲ Πνεῦμα ἐκ τοῦ Θεοῦ. Εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύτερόν ἐστι τοῦ ἐξ οὗ ἐστι; Τίς δὲ καὶ ἡ παράνοια, ἑνὸς ὄντος τοῦ ἀγεννήτου, ἄλλο τι λέγειν τοῦ ἀγεννήτου ἀνώτερον; Ἀλλ' οὐδὲ τοῦ Μονογενοῦς πρότερον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. Εἰ δὲ μή ἐστιν ἐκ Θεοῦ, διὰ Χριστοῦ δέ ἐστιν, οὐδέ ἐστι τὸ παράπαν. Ὥστε ἡ περὶ τὴν τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. Ὁμοίως οὖν ἐστιν ἀσεβὲς, καὶ ἐπὶ τὴν κτίσιν καταγαγεῖν, καὶ ὑπερτιθέναι αὐτὸ ἢ Υἱοῦ ἢ Πατρὸς, ἢ κατὰ τὸν χρόνον, ἢ κατὰ τὴν τάξιν. Ἃ μὲν οὖν ἤκουσα ἐπιζητεῖσθαι παρὰ τῆς εὐλαβείας ὑμῶν, ταῦτά ἐστιν· ἐὰν δὲ δῷ ὁ Κύριος καὶ εἰς ταυτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι, τάχα ἄν τι καὶ περὶ τούτων πλέον εἴποιμεν, καὶ αὐτοὶ δ' ἂν περὶ ὧν ἐπιζητοῦμεν εὕροιμέν τινα παρ' ὑμῶν πληροφορίαν.
4. And the Holy Spirit is numbered together with the Father and the Son, because He also is above creation; and He is ranged as we have been taught in the Gospel from the Lord, Who said: Go, baptize into the name of the Father and of the Son and of the Holy Spirit. But he who places Him before the Son, or calls Him older than the Father, this man both resists the ordinance of God, and is a stranger to the sound faith, not keeping the manner of doxology which he received, but devising for himself a novelty of speech, for the pleasing of men. For if He is higher than God, He is not from God. For it is written: But the Spirit is from God. And if He is from God, how is He older than Him from Whom He is? And what also is the madness, when there is One Unbegotten, to call anything else higher than the Unbegotten? Nay, neither is He prior to the Only-begotten; for there is nothing between Son and Father. And if He is not from God, nor is through Christ, He does not exist at all. So that the innovation concerning the order holds a rejection of His very existence, and is a denial of the whole faith. Equally impious, therefore, is it both to bring Him down to creation, and to place Him above either Son or Father, whether according to time, or according to order. What things, therefore, I heard were being inquired into by your reverence, are these; and if the Lord should grant that we also come together with one another into the same place, perhaps we might both say something more concerning these things, and we ourselves also might find some assurance from you concerning the things which we inquire into.
ΕΠΙΣΤΟΛΗ ΝΓ.
Epistle 53.
Χωρεπισκόποις.
To the Chorepiscopi.
Τὸ τοῦ πράγματος ἄτοπον, περὶ ου γραφω,
The absurdity of the matter, concerning which I write,
Notes, col. 396

On the reading

Printed ΕΠΙΣΤΟΛΗ ΝΓ ., for ΕΠΙΣΤΟΛΗ ΝΓʹ..

Printed ου, for οὗ.

Printed γραφω, for γράφω.

PG 32:397Read from the page
διότι μὲν ὅλως ὑπωπτεύθη καὶ ἐλαλήθη, ὀδύνης ἐπλήρωσέ μου τὴν ψυχήν· τέως δὲ ἐφάνη μοι ἄπιστον. Τὸ οὖν περὶ αὐτοῦ γράμμα ὁ μὲν συνεγνωκὼς ἑαυτῷ δεξάσθω ὡς ἴαμα, ὁ δὲ μὴ συνεγνωκὼς ὡς προφυλακτήριον· ὁ δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφ' ὑμῖν εὑρεθῆναι, ὡς διαμαρτυρίαν. Τί δέ ἐστιν ὃ λέγω; Φασί τινας ὑμῶν παρὰ τῶν χειροτονουμένων λαμβάνειν χρήματα· ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας. Τοῦτο δὲ χεῖρόν ἐστιν. Ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος· διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. Ταῦτα εἰ οὕτως ἔχει, τοῦ λοιποῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω· ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον, ὅπερ ἐῤῥήθη παρὰ τῶν ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος ἁγίου μετουσίαν ὠνήσηται· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Κουφότερος γὰρ ὁ δι' ἀπειρίαν ὠνήσασθαι θέλων ἢ ὁ πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν. Πρᾶσις γὰρ ἐγένετο· καὶ ὃ σὺ δωρεὰν ἔλαβες, ἐὰν πωλῇς, ὡσανεὶ πεπραμένος τῷ Σατανᾷ, ἀφαιρεθήσῃ τοῦ χαρίσματος. Καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευματικοῖς, καὶ τῇ Ἐκκλησίᾳ, ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ. Ταῦτα οὕτω γίνεσθαι οὐ χρή. Ὃ δέ ἐστι τέχνασμα, λέγω. Νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ προλαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. Λαβεῖν δὲ ἔστιν ὅτε δή ποτε τὸ λαβεῖν.
because it was suspected and spoken of at all, it filled my soul with grief; yet up to now it seemed to me incredible. Let him, therefore, who is conscious of it in himself receive the letter concerning it as a remedy, and let him who is not conscious of it receive it as a safeguard; and let him who is indifferent, which I pray may not be found among you, receive it as a solemn protest. And what is it that I say? They say that some of you take money from those who are being ordained, and cloak it under the name of piety. Now this is worse. For if anyone does evil under the pretext of good, he is worthy of a double punishment; because he both works that which is not good itself, and uses the good, as one might say, as a fellow-worker to accomplish the sin. If these things are so, let them not happen hereafter, but let them be corrected; since it is necessary to say to him who receives the silver that which was spoken by the apostles to him who wished to give, so that he might purchase the communion of the Holy Spirit: Thy silver be with thee unto perdition (Acts 8:20). For lighter in guilt is he who through inexperience wishes to purchase than he who sells the gift of God. For a sale has taken place; and if what you received freely you sell, as though sold to Satan, you shall be stripped of the gift of grace. For you introduce huckstering into spiritual things, and into the Church, where we have been entrusted with the body and blood of Christ. These things must not happen thus. And what the artifice is, I shall tell. They suppose that they do not sin by not taking beforehand, but taking after the ordination. Yet to take is to take, whenever it is done.
2. Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν ἀπόθεσθε· καὶ μὴ, τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἁγνὰ μυστήρια. Σύγγνωτε δέ μοι. Πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα ὡς πεισθεὶς ἀπειλῶ. Εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τι τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων ἀναχωρήσει· ζητήσει δὲ ἔνθα τὴν
2. I exhort you, therefore, put away this revenue, or rather this introduction unto Gehenna; and do not, by defiling your hands with such gains, render yourselves unworthy to celebrate the pure mysteries. And pardon me. First as having disbelieved, then as having been convinced, I threaten. If anyone after this letter of mine should do any such thing, he shall depart from the altars here, and shall seek where he