Migne Reading Room

PG 32 · cols. 256–265 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:256Read from the page
ὀνειδίσει αἱρετικὸς, δι' ἧς ἄλογος ὢν ετράφη ὑπὸ τοῦ Λόγου; καὶ τὴν πενίαν προοίσει, ὅτι κλινιδίου οὐκ ηὐπόρησεν ὁ τοῦ τέκτονος υἱός; Διὰ τοῦτο Πατρὸς ἐλάττων ὁ Υἱὸς, ὅτι διὰ σὲ γέγονε νεκρὸς, ἵνα σε τῆς νεκρότητος ἀπαλλάξῃ, καὶ ζωῆς μέτοχον ἐπουρανίου ποιήσῃ. Ὥσπερ ἂν, εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο, ὅτι συγκύπτων ἐπὶ τὰ πάθη, τῆς δυσωδίας συναπολαύῃ, ἵνα τοὺς πεπονθότας, ἰάσηται.
through which, being without reason, he was nourished by the Word? And will he bring forward His poverty, that the carpenter's son had no pallet-bed? On this account the Son is less than the Father, because for your sake He became dead, that He might free you from deadness, and make you a partaker of heavenly life. Just as if someone should also blame the physician, because stooping over sufferings, he shares in the foul stench, in order that he may heal those who are afflicted.
6. Διὰ σὲ καὶ τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ· καίτοι οὐδὲν λανθάνει τὴν ὄντως σοφίαν· πάντα γὰρ δι' αὐτῆς ἐγένετο. Οὐδεὶς δὲ ἀνθρώπων πώποτε ὃ πεποίηκεν ἀγνοεῖ. Ἀλλὰ τοῦτο οἰκονομεῖ διὰ τὴν σὴν ἀσθένειαν, ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτήσαντες τῇ ἀθυμίᾳ καταπέσωσιν, ὡς οὐχ ὑπολελειμμένου καιροῦ μετανοίας· μηδ' αὖ πάλιν οἱ πολεμοῦντες μακρὰν τῇ ἀντικειμένῃ δυνάμει διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτήσωσιν. Ἑκατέρους τοίνυν διὰ τῆς προσποιητῆς ἀγνοίας οἰκονομεῖ· τῷ μὲν διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον, τῷ δὲ διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευόμενος. Καίτοι ἐν τοῖς Εὐαγγελίοις ἑαυτὸν συγκαταριθμήσας τοῖς ἀγνοοῦσι διὰ τὴν τῶν πολλῶν, ὡς ἔφην, ἀσθένειαν· ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ὡς τελείοις κατ' ἰδίαν διαλεγόμενος, καθ' ὑπεξαίρεσιν ἑαυτοῦ φησιν· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ ταῦτα μὲν κατὰ τὴν προτέραν ἐπιβολὴν εἰρήσθω παχύτερον. Ἤδη δὲ ἐξεταστέον ὑψηλότερον τὴν διάνοιαν τοῦ ῥητοῦ, καὶ κρουστέον τὴν θύραν τῆς γνώσεως, εἴ πως δυνηθείη ἐξεγεῖραι τὸν οἰκοδεσπότην, τὸν τοὺς πνευματικοὺς ἄρτους διδόντα τοῖς αἰτοῦσιν αὐτὸν, ἐπειδὴ φίλοι καὶ ἀδελφοί εἰσιν, οὓς ἑστιᾶσαι σπουδάζομεν.
6. For your sake He is also ignorant of the hour and the day of judgement; although nothing escapes the true wisdom; for all things came into being through it. And no man ever is ignorant of what he has made. But He dispenses this because of your weakness, so that neither those who have sinned may fall into despondency through the narrowness of the appointed term, as though no season of repentance were left; nor again those who war at length against the opposing power may desert the ranks because of the length of the time. Both therefore He manages through the assumed ignorance: for the one cutting short the time because of the good contest, and for the other husbanding a season of repentance because of sins. And yet in the Gospels having numbered Himself among those who are ignorant because of the weakness of the many, as I said; in the Acts of the Apostles conversing privately with them as perfected, by way of excepting Himself He says: It is not yours to know times or seasons, which the Father has set in His own authority. And let these things be said more roughly according to the first approach. Now however we must examine more loftily the meaning of the text, and knock at the door of knowledge, if haply it might be able to awaken the master of the house, Who gives the spiritual loaves to those who ask Him, since they are friends and brethren whom we are eager to feast.
7. Οἱ ἅγιοι μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν ἐπέκεινα θεωρίας, ὡς ἔνι ἀνθρώποις, ἐλθόντες, καὶ καθαρθέντες ἀπὸ τοῦ λόγου, τὸ τέλος ἐπιζητοῦσι, καὶ τὴν ἐσχάτην μακαριότητα γνῶναι ποθοῦσιν, ὅπερ ἀγνοεῖν καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ αὐτὸν ὁ Κύριος ἡμῶν ἀπεφήνατο· ἡμέραν μὲν λέγων πᾶσαν τὴν ἀκριβῆ κατάληψιν τῶν ἐπινοιῶν τοῦ Θεοῦ· ὥραν δὲ τὴν ἑνάδος καὶ μονάδος θεωρίαν, ὧν τὴν εἴδησιν μόνῳ
7. The holy disciples of our Saviour, having come beyond contemplation so far as is possible for men, and having been cleansed by the word, seek the end, and long to know the ultimate blessedness, which our Lord declared both His angels and Himself to be ignorant of; calling day the whole exact comprehension of the conceptions of God, and hour the contemplation of the unit and monad, the knowledge of which to the Father alone
Notes, col. 256

On the reading

Printed ετράφη, for ἐτράφη.

PG 32:257Read from the page
προσένειμε τῷ Πατρί. Ὑπονοῶ τοίνυν, ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς, ὅπερ ἐστί· κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστι. Δικαιοσύνην μὲν γὰρ καὶ σοφίαν λέγεται εἰδέναι ὁ Θεὸς, αὐτοδικαιοσύνη καὶ σοφία ὑπάρχων· ἀδικίαν δὲ καὶ πονηρίαν ἀγνοεῖν· οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία ὁ κτίσας ἡμᾶς Θεός. Εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστὶ, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν· οὐκ ἔστι δὲ ὁ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν, καὶ παχυτέραν διδασκαλίαν, τὸ ἔσχατον ὀρεκτόν· οὐκ ἄρα οἶδεν ὁ Σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα. Ἀλλ' οὐδὲ οἱ ἄγγελοι, φησὶν, ἴσασι· τουτέστιν, οὐδὲ ἡ ἐν αὐτοῖς θεωρία καὶ οἱ λόγοι τῶν διακονιῶν εἰσι τὸ ἔσχατον ὀρεκτόν. Παχεῖα γὰρ καὶ τούτων ἡ γνῶσις συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσωπον. Μόνος δὲ ὁ Πατὴρ, φησὶν, ἐπίσταται· ἐπεὶ καὶ αὐτός ἐστι τὸ τέλος, καὶ ἡ ἐσχάτη μακαριότης. Ὅταν γὰρ μηκέτι Θεὸν ἐν τοῖς κατόπτροις, μηδὲ διὰ τῶν ἀλλοτρίων ἐπιγινώσκωμεν, ἀλλ' αὐτῷ ὡς μόνῳ καὶ ἑνὶ προσέλθωμεν· τότε καὶ τὸ ἔσχατον τέλος εἰσόμεθα. Χριστοῦ γὰρ βασιλείαν φασὶν εἶναι πᾶσαν τὴν ἔνυλον γνῶσιν· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς τὴν ἄϋλον, καὶ ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν. Ἔστι δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος, καὶ ἡ ἐσχάτη μακαριότης, κατὰ τὴν τοῦ Λόγου ἐπίνοιαν. Τί γάρ φησιν ἐν τῷ Εὐαγγελίῳ; Κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως ἐπὶ τὴν ἄϋλον θεωρίαν μετάβασιν, ἐσχάτην δὲ ἡμέραν τὴν γνῶσιν ταύτην εἰπὼν, μεθ' ἣν οὐκ ἔστιν ἑτέρα. Τηνικαῦτα γὰρ ὁ νοῦς ἡμῶν ἐξανίσταται, καὶ πρὸς ὕψος μακάριον διεγείρεται, ὁπηνίκα ἂν θεωρήσῃ τὴν ἑνάδα καὶ μονάδα τοῦ Λόγου. Ἀλλ' ἐπειδὴ παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη, καὶ τῷ πηλῷ συμφύρεται, καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος· τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ, καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει, ἵν' οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι. Κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι καὶ τὸ, Ὁ Πατήρ μου μείζων μου ἐστί· καὶ τὸ,
He assigned. I suppose therefore that God is said to know concerning Himself that which He is, and not to know that which He is not. For God is said to know righteousness and wisdom, being Himself righteousness and wisdom; and to be ignorant of unrighteousness and wickedness; for the God Who created us is not unrighteousness and wickedness. If therefore God is said to know concerning Himself that which He is, and not to know that which He is not, and our Lord according to the conception of the incarnation, and the rougher teaching, is not the ultimate object of desire, then our Saviour does not know the end and the ultimate blessedness. Nor do even the angels, He says, know; that is, neither is the contemplation in them nor the principles of their ministries the ultimate object of desire. For even their knowledge is gross in comparison with that which is face to face. But the Father alone, He says, knows; since He Himself is the end, and the ultimate blessedness. For when we no longer know God in mirrors, nor through things foreign, but approach Him as alone and one, then we shall know also the ultimate end. For they say that the kingdom of Christ is all material knowledge; and that of God and the Father is the immaterial, and, as one might say, the contemplation of the very Godhead. Yet our Lord Himself is also the end, and the ultimate blessedness, according to the conception of the Word. For what does He say in the Gospel? And I will raise him up at the last day; calling resurrection the transition from material knowledge to immaterial contemplation, and calling last day this knowledge, after which there is no other. For then our mind rises up, and is roused towards a blessed height, whenever it contemplates the unit and monad of the Word. But since our mind, having grown gross, has been bound together with dust, and is kneaded together with clay, and is unable to gaze intently upon bare contemplation, being guided through the adornments akin to its body, it considers the operations of the Creator, and meanwhile comes to know these things from their effects, so that thus having grown little by little it may one day be strong enough to approach even the bare Godhead itself. And according to this conception I think there was also spoken the saying, My Father is greater than I; and the saying,
PG 32:260Read from the page
Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός. Τοῦτο γάρ ἐστι καὶ τὸ παραδοῦναι τὴν βασιλείαν τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί· ἀπαρχὴν ὄντα καὶ οὐ τέλος, κατὰ τὴν παχυτέραν, ὡς ἔφην, διδασκαλίαν, ἥτις ὡς πρὸς ἡμᾶς, καὶ οὐ πρὸς αὐτὸν τὸν Υἱὸν θεωρεῖται. Ὅτι δὲ ταῦθ' οὕτως ἔχει, πάλιν ἐρωτήσασι τοῖς μαθηταῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τό· Πότε ἀποκαθιστανεῖς τὴν βασιλείαν τῷ Ἰσραὴλ, φησίν· Οὐχ ἡμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τουτέστιν, οὐ τῶν συνδεδεμένων σαρκὶ καὶ αἵματι τῆς τοιαύτης βασιλείας ἡ γνῶσις. Ταύτην γὰρ τὴν θεωρίαν ὁ Πατὴρ ἐναπέθετο τῇ ἰδίᾳ ἐξουσίᾳ· ἐξουσίαν λέγων τοὺς ἐξουσιαζομένους, ἰδίους δὲ, οὓς μὴ κατέχει ἄγνοια τῶν κατωτέρω πραγμάτων. Χρόνους δὲ καὶ καιροὺς μή μοι νόει αἰσθητοὺς, ἀλλὰ διαστήματά τινα γνώσεως ὑπὸ τοῦ νοητοῦ ἡλίου γινόμενα. Δεῖ γὰρ τὴν προσευχὴν ἐκείνην ἐπὶ πέρας ἀχθῆναι τοῦ Δεσπότου ἡμῶν. Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος· Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, καθὼς ἐγὼ καὶ σὺ ἓν ἐσμεν, Πάτερ. Εἷς γὰρ ὢν ὁ Θεὸς, ἐν ἑκάστῳ γινόμενος, ἑνοῖ τοὺς πάντας· καὶ ἀπόλλυται ὁ ἀριθμὸς τῇ τῆς μονάδος ἐπιδημίᾳ. Κἀγὼ μὲν οὕτως ἐπέβαλον τῷ ῥητῷ κατὰ τὴν δευτέραν ἐπιχείρησιν. Εἰ δέ τις βέλτιον λέγοι, ἢ διορθοίη εὐσεβῶς τὰ ἡμέτερα, καὶ λεγέτω καὶ διορθούσθω, καὶ ὁ Κύριος ἀνταποδώσει ὑπὲρ ἡμῶν. Οὐδεὶς γὰρ παρ' ἡμῖν αὐλίζεται φθόνος, ὅτι μηδὲ φιλονεικίας ἕνεκεν ἢ κενοδοξίας ἐπὶ τήνδε τὴν ἐξέτασιν τῶν ῥημάτων κεχωρήκαμεν· ἀλλ' ὠφελείας ἕνεκεν τῶν ἀδελφῶν, ὑπὲρ τοῦ μὴ δοκεῖν παρακρούεσθαι τὰ ὀστράκινα σκεύη, τὰ τὸν θησαυρὸν ἔχοντα τοῦ Θεοῦ, ὑπὸ τῶν λιθοκαρδίων καὶ ἀπεριτμήτων ἀνθρώπων, τῶν ἐκ τῆς μωρᾶς ὡπλισμένων σοφίας.
It is not Mine to give, save to those for whom it has been prepared by the Father. For this is also Christ's delivering up the kingdom to God and the Father: being the firstfruits and not the end, according to the rougher teaching, as I said, which is viewed in relation to us, and not in relation to the Son Himself. And that these things are so, again when the disciples ask in the Acts of the Apostles: When wilt Thou restore the kingdom to Israel, He says: It is not ours to know times or seasons, which the Father has set in His own authority. That is, the knowledge of such a kingdom does not belong to those bound together with flesh and blood. For this contemplation the Father has stored up in His own authority; calling authority those who are under authority, and His own, those whom ignorance of lower things does not hold down. And by times and seasons do not understand for me sensible ones, but certain intervals of knowledge brought about by the intellectual Sun. For that prayer of our Master must be brought to fulfilment. For it is Jesus Who prayed: Grant them that they also may be one in Us, even as I and Thou are one, Father. For God, being one, coming to be in each, unites all; and number perishes by the visitation of the monad. And I for my part have thus applied myself to the text according to the second attempt. But if anyone should speak better, or piously amend our words, let him both speak and amend, and the Lord will repay on our behalf. For no envy lodges with us, since neither for the sake of contentiousness nor vainglory have we proceeded to this examination of the words; but for the sake of the benefit of the brethren, to the end that the earthen vessels, which hold the treasure of God, may not seem to be thrust aside by stone-hearted and uncircumcised men, who have armed themselves from foolish wisdom.
8. Πάλιν διὰ τοῦ σοφοῦ Σολομῶντος ἐν Παροιμίαις ἔκτισται. Κύριος γὰρ, φησὶν, ἔκτισέ με. Καὶ ἀρχὴ ὁδῶν εὐαγγελικῶν ὀνομάζεται, ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ κατ' οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς. Τὸ γὰρ γεγονέναι, καὶ τὸ ἐκτίσθαι, ταυτὸν δηλοῖ. Ὡς γὰρ ὁδὸς γέγονε, καὶ θύρα, καὶ ποιμὴν, καὶ ἄγγελος, καὶ πρόβατον, καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος· ἄλλων κατ' ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων. Τί ἂν εἴποι πάλιν ὁ αἱρετικὸς περὶ τοῦ ἀνυποτάκτου Θεοῦ, καὶ τοῦ δι' ἡμᾶς ἁμαρτίαν γεγενημένου; Γέγραπται γάρ· Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Οὐ φοβῇ, ἄνθρωπε, τὸν Θεὸν ἀνυπότακτον ὀνομαζόμενον; Τὴν γὰρ σὴν ὑποταγὴν ἰδίαν ποιεῖται, καὶ ἐν τῷ ἀντιτείνειν σε πρὸς
8. Again through the wise Solomon in Proverbs He has been created. For the Lord, He says, created Me. And He is named the beginning of the evangelical ways, which lead us towards the kingdom of the heavens, not a creature in essence, but having become a way according to the dispensation. For to have come to be, and to have been created, signify the same thing. For thus He became a way, and a door, and a shepherd, and an angel, and a sheep, and again a high priest and an apostle; different names being laid down according to a different conception. What again would the heretic say concerning the unsubjected God, and Him Who became sin because of us? For it is written: When all things shall be subjected to Him, then the Son Himself also shall be subjected to Him Who subjected all things to Him. Do you not fear, O man, God being named unsubjected? For He makes your subjection His own, and in your resisting
PG 32:261Read from the page
τὴν ἀρετὴν, ἀνυπότακτον ἑαυτὸν ὀνομάζει. Οὕτω ποτὲ καὶ ἑαυτὸν ἔφη εἶναι τὸν διωκόμενον. Σαῦλε γὰρ, φησὶ, Σαῦλε, τί με διώκεις; ἡνίκα ἐπὶ Δαμασκὸν ἔτρεχε, τοὺς μαθητὰς τοῦ Χριστοῦ συνδῆσαι βουλόμενος. Καὶ πάλιν ἑαυτὸν γυμνὸν ὀνομάζει, ἑνός τινος τῶν ἀδελφῶν γυμνητεύοντος. Γυμνὸς γὰρ, φησὶν, ἤμην, καὶ περιεβάλετέ με. Καὶ ἄλλου ἐν φυλακῇ ὄντος, ἑαυτὸν ἔφη εἶναι τὸν καθειργμένον. Αὐτὸς γὰρ τὰς ἁμαρτίας ἡμῶν ἦρε, καὶ τὰς νόσους ἐβάστασε. Μία δὲ τῶν ἀσθενειῶν ἐστι καὶ ἡ ἀνυποταξία· καὶ ταύτην ἐβάστασε. Διὸ καὶ τὰ συμβαίνοντα ἡμῖν περιστατικὰ ἰδιοποιεῖται ὁ Κύριος, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος.
virtue, He names Himself unsubjected. Thus once He also said that He Himself was the one persecuted. For Saul, He says, Saul, why do you persecute Me? when he was running towards Damascus, wishing to bind the disciples of Christ. And again He names Himself naked, when some one of the brethren is naked. For I was naked, He says, and you clothed Me. And when another is in prison, He said that He Himself was the one imprisoned. For He Himself took our sins, and bore our sicknesses. And one of our weaknesses is also insubordination; and this He bore. Wherefore also the Lord makes the circumstances that befall us His own, taking upon Himself our sufferings out of His fellowship with us.
9. Ἀλλὰ καὶ τὸ, Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, λαμβάνουσιν οἱ θεομάχοι ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Ἐμοὶ δὲ καὶ τοῦτο τὸ ῥητὸν μάλιστα καταγγέλλει τῆς αὐτῆς φύσεως εἶναι τὸν Υἱὸν τῷ Πατρί. Εἰ γὰρ ἕκαστον τῶν λογικῶν κτισμάτων δύναταί τι ποιεῖν ἀφ' ἑαυτοῦ, αὐτεξούσιον ἔχον τὴν ἐπὶ τὸ χεῖρόν τε καὶ κρεῖττον ῥοπὴν, ὁ δὲ Υἱὸς οὐ δύναταί τι ποιεῖν ἀφ' ἑαυτοῦ· οὐ κτίσμα ὁ Υἱός. Εἰ δὲ μὴ κτίσμα, ὁμοούσιος τῷ Πατρί. Καὶ πάλιν, οὐδὲν τῶν κτισμάτων τὰ ὅσα βούλεται δύναται. Ὁ δὲ Υἱὸς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πάντα ὅσα ἠθέλησεν, ἐποίησεν· οὐκ ἄρα κτίσμα ὁ Υἱός. Καὶ πάλιν, πάντα τὰ κτίσματα ἢ ἐκ τῶν ἐναντίων συνέστηκεν, ἢ τῶν ἐναντίων ἐστὶ δεκτικά. Ὁ δὲ Υἱὸς αὐτοδικαιοσύνη, καὶ ἄϋλός ἐστιν· οὐκ ἄρα κτίσμα ὁ Υἱός. Εἰ δὲ μὴ τοῦτο, ὁμοούσιος τῷ Πατρί.
9. Moreover the fighters against God take the saying, The Son cannot do anything of Himself, for the subverting of the hearers. But to me this text also above all proclaims that the Son is of the same nature as the Father. For if each of the rational creatures can do something of itself, having in its own free power the inclination towards the worse and the better, whereas the Son cannot do anything of Himself, the Son is not a creature. And if not a creature, He is consubstantial with the Father. And again, none of the creatures can do all that it wills. But the Son in heaven and on earth did all things whatsoever He willed; therefore the Son is not a creature. And again, all creatures either consist of contraries, or are receptive of contraries. But the Son is righteousness itself, and is immaterial; therefore the Son is not a creature. And if not this, He is consubstantial with the Father.
10. Καὶ αὕτη μὲν αὐτάρκης ἡμῖν ἡ ἐξέτασις, κατὰ τὴν δύναμιν τὴν ἡμετέραν τῶν τεθέντων ῥητῶν. Ἤδη δὲ λοιπὸν καὶ πρὸς τοὺς ἀντιπίπτοντας τῷ Πνεύματι τῷ ἁγίῳ τῷ λόγῳ χωρήσωμεν, καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Κτίσμα λέγεις τὸ Πνεῦμα τὸ ἅγιον. Πᾶν δὲ κτίσμα δοῦλόν ἐστι τοῦ κτίσαντος· Τὰ γὰρ σύμπαντα, φησὶ, δοῦλα σά. Εἰ δὲ δοῦλόν ἐστι, καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα· πᾶν δὲ ὃ ἐπίκτητον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, κατ' οὐσίαν ὂν ἅγιον, πηγὴ ἁγιασμοῦ προσηγόρευται· οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ μὴ κτίσμα, ὁμοούσιόν ἐστι τῷ Θεῷ. Πῶς δὲ δοῦλον ἀποκαλεῖς, εἰπέ μοι, τὸν διὰ τοῦ βαπτίσματος ἐλευθεροῦντά σε τῆς δουλείας; Ὁ γὰρ νόμος, φησὶ, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας. Ἀλλ' οὐδὲ τρεπτὴν αὐτοῦ ποτε τὴν οὐσίαν τολμήσεις εἰπεῖν, ἀφορῶν εἰς τὴν φύσιν τῆς ἀντικειμένης δυ-
10. And this examination of the texts set forth is sufficient for us, according to our power. Now for the rest let us proceed in discourse also against those who oppose the Holy Spirit, pulling down every high thing of their mind lifted up against the knowledge of God. You call the Holy Spirit a creature. Yet every creature is a servant of Him Who created it: For all things, it says, are Thy servants. And if it is a servant, it also has its holiness as acquired; and everything that has its holiness as acquired is not unsusceptible of wickedness; whereas the Holy Spirit, being holy in essence, has been called a fountain of sanctification; therefore the Holy Spirit is not a creature. And if not a creature, He is consubstantial with God. And how do you call a servant, tell me, Him Who through baptism frees you from slavery? For the law, he says, of the Spirit of life has freed me from the law of sin. Nor yet will you ever dare to call His essence mutable, looking unto the nature of the opposing pow-
PG 32:264Read from the page
νάμεως, ἥτις, ὡς ἀστραπὴ, πέπτωκεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἐξέπεσε τῆς ὄντως ζωῆς, διὰ τὸ ἐπίκτητον ἐσχηκέναι τὴν ἁγιότητα, καὶ ἐπηκολουθηκέναι τῇ κακῇ βουλῇ τὴν ἀλλοίωσιν. Τοιγαροῦν καὶ ἐκπεσὼν τῆς μονάδος, καὶ τὸ ἀγγελικὸν ἀπορρίψας ἀξίωμα, ἀπὸ τοῦ τρόπου ὠνομάσθη διάβολος· ἀποσβεσθείσης μὲν αὐτοῦ τῆς προτέρας καὶ μακαρίας ἕξεως, τῆς δὲ ἀντικειμένης ταύτης δυνάμεως ἀναφθείσης. Ἔπειτα εἰ κτίσμα λέγει τὸ Πνεῦμα τὸ ἅγιον, πεπερατωμένην τὴν φύσιν αὐτοῦ εἰσάγει. Πῶς οὖν σταθήσεται τὸ, Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην; καὶ τὸ, Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; Ἀλλ' οὐδ' ἁπλοῦν αὐτὸ τῇ φύσει, ὡς ἔοικεν, ὁμολογεῖ. Ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει. Πᾶν δὲ ὃ ἓν ἀριθμῷ, τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστιν. Εἰ δὲ μὴ ἁπλοῦν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε· τὸ δὲ τοιοῦτον, σύνθετον. Καὶ τίς οὕτως ἀνόητος, ὡς σύνθετον εἰπεῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ ἁπλοῦν, καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον Πατρὶ καὶ Υἱῷ;
power, which, like lightning, has fallen from heaven, and fell away from true life, because it possessed holiness as something acquired, and change followed upon its evil counsel. Wherefore also, having fallen from unity, and having cast away its angelic dignity, from its character it was named the devil; its former and blessed state having been extinguished, and this opposing power having been kindled. Next, if he calls the Holy Spirit a creature, he introduces His nature as circumscribed. How then shall that stand, The Spirit of the Lord hath filled the inhabited earth (Wisd. 1:7)? and that, Whither shall I go from Thy Spirit (Ps. 138:7)? Yet neither does he confess Him to be simple in nature, as it seems. For he names Him one in number. And everything that is one in number, this, as I said, is not simple. And if the Holy Spirit is not simple, He consists of substance and sanctification; and what is such is composite. And who is so senseless as to call the Holy Spirit composite, and not simple, and consubstantial with the Father and the Son according to the principle of simplicity?
11. Εἰ δὲ δεῖ προβῆναι τῷ λογῳ, καὶ ἐποπτεῦσαι τὰ μείζονα, ἐκ τούτου μάλιστα τὴν θεϊκὴν δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσωμεν. Τρεῖς κτίσεις εὑρήκαμεν ὀνομαζομένας ἐν τῇ Γραφῇ· μίαν μὲν καὶ πρώτην τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· δευτέραν δὲ τὴν ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττον ἀλλοίωσιν· τρίτην δὲ τὴν ἐξανάστασιν τῶν νεκρῶν. Ἐν ταύταις εὑρήσεις συνεργὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. Οὐρανῶν γὰρ οὐσίωσις. Καὶ τί φησιν ὁ Δαβίδ; Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Πάλιν ἄνθρωπος διὰ βαπτίσματος κτίζεται· Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις. Καὶ τί φησι τοῖς μαθηταῖς ὁ Σωτήρ; Ἀπελθόντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ὁρᾷς κἀνταῦθα συμπαρὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. Τί δ' ἂν εἴποις καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, ὅταν ἐκλείψωμεν, καὶ εἰς τὸν χοῦν ἡμῶν ἐπιστρέψωμεν; Γῆ γάρ ἐσμεν, καὶ εἰς τὴν γῆν ἀπελευσόμεθα, καὶ ἀποστελεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ κτίσει ἡμᾶς, καὶ ἀνακαινίσει τὸ πρόσωπον τῆς γῆς. Ἣν γὰρ Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαβὶδ ἀνακαινισμὸν προσηγόρευσε. Ἀκούσωμεν δὲ πάλιν τοῦ ἁρπαγέντος ἕως τρίτου οὐρανοῦ. Τί φησιν; Ὅτι ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστε. Πᾶς δὲ ναὸς Θεοῦ ναός. Εἰ δὲ ναός ἐσμεν τοῦ Πνεύματος τοῦ ἁγίου, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Λέγεται δὲ καὶ ναὸς Σολομῶντος, ἀλλ' ὡς κατασκευάσαντος. Εἰ δὲ οὕτως ἐσμὲν ναὸς τοῦ ἁγίου Πνεύματος, Θεὸς τὸ ἅγιον Πνεῦμα. Ὁ γὰρ πάντα κατασκευάσας Θεός· εἰ δὲ ὡς προσκυνουμένου, καὶ
11. And if we must advance in our discourse, and survey greater things, from this especially let us contemplate the divine power of the Holy Spirit. We have found three creations named in Scripture: one and the first, the bringing forth from non-being into being; the second, the change from the worse to the better; and the third, the resurrection of the dead. In these you will find the Holy Spirit a fellow-worker with the Father and the Son. For there is the bringing into substance of the heavens. And what says David? By the word of the Lord the heavens were established, and by the spirit of His mouth all their power (Ps. 32:6). Again, man is created through baptism: For if anyone is in Christ, he is a new creation (2 Cor. 5:17). And what says the Saviour to the disciples? Go ye, make disciples of all the nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit (Matt. 28:19). You see here too the Holy Spirit present together with the Father and the Son. And what would you say also concerning the resurrection of the dead, when we fail, and return to our dust? For earth we are, and unto the earth we shall depart, and He shall send forth the Holy Spirit, and create us, and renew the face of the earth (Ps. 103:29-30). For what Saint Paul has called resurrection, this David addressed as renewal. And let us hear again him who was caught up as far as the third heaven. What says he? That you are a temple of the Holy Spirit Who is in you (1 Cor. 6:19). Now every temple is a temple of God. And if we are a temple of the Holy Spirit, the Holy Spirit is God. Now a temple of Solomon is also spoken of, yet as of him who built it. And if we are thus a temple of the Holy Spirit, the Holy Spirit is God. For He that built all things is God (Heb. 3:4); and if as of One worshipped, and
Notes, col. 264

On the reading

Printed λογῳ, for λόγῳ.

PG 32:265Read from the page
ἐνοικοῦντος ἐν ἡμῖν, ὁμολογήσωμεν αὐτὸ εἶναι Θεόν. Κυρίῳ γὰρ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Εἰ δὲ τὴν Θεὸς φωνὴν παραιτοῖντο, μανθανέτωσαν τίνος ἐστὶ σημαντικὸν τὸ ὄνομα τοῦτο. Παρὰ γὰρ τὸ τεθεικέναι τὰ πάντα ἢ θεᾶσθαι τὰ πάντα ὁ Θεὸς ὀνομάζεται. Εἰ τοίνυν Θεὸς εἴρηται παρὰ τὸ τεθεικέναι ἢ θεᾶσθαι τὰ πάντα, τὸ δὲ Πνεῦμα πάντα γινώσκει τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμέτερα· Θεὸς οὖν τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν, εἰ ἡ μάχαιρα τοῦ Πνεύματος ῥῆμά ἐστι Θεοῦ, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Ἐκείνου γάρ ἐστιν ἡ μάχαιρα, οὗ καὶ ῥῆμα καλεῖται. Καὶ εἰ καὶ δεξιὰ τοῦ Πατρὸς ὀνομάζεται (Δεξιὰ γὰρ Κυρίου ἐποίησε δύναμιν· καὶ, Ἡ δεξιά σου, Κύριε, ἔθραυσεν ἐχθρούς· δάκτυλος δὲ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὸ ῥητόν· τὸ, Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ὅπερ ἐν ἑτέρῳ Εὐαγγελίῳ γέγραπται, τὸ, Εἰ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια)· τῆς αὐτῆς φύσεως τῷ Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον.
dwelling in us, let us confess that He is God. For thou shalt worship the Lord thy God, and Him only shalt thou serve (Matt. 4:10). And if they decline the term God, let them learn of what this name is significative. For God is named from having placed all things or from beholding all things. If therefore God is so called from having placed or from beholding all things, and the Spirit knows all the things of God, as the spirit that is in us knows our own things (1 Cor. 2:10-11); then the Holy Spirit is God. And again, if the sword of the Spirit is the word of God (Eph. 6:17), the Holy Spirit is God. For the sword is His, of Whom it is also called the word. And if He is also named the right hand of the Father (for, The right hand of the Lord hath wrought power (Ps. 117:16); and, Thy right hand, O Lord, hath shattered enemies (Exod. 15:6); and the finger of God is the Holy Spirit, according to the saying: If I by the finger of God cast out demons (Luke 11:20); which in another Gospel is written, If I by the Spirit of God cast out demons (Matt. 12:28)): the Holy Spirit is of the same nature as the Father and the Son.
12. Καὶ περὶ μὲν τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω. Οὐ γὰρ νῦν δυνατὸν πλατύτερον ἐξετάσαι τὸν περὶ αὐτῆς λόγον. Ὑμεῖς δὲ, λαβόντες παρὰ τῆς ἡμετέρας ταπεινώσεως σπέρματα, στάχυν ὥριμον ἑαυτοῖς γεωργήσατε, ἐπεὶ καὶ τόκους, ὡς ἴστε, τῶν τοιούτων προσαπαιτούμεθα. Πιστεύω δὲ τῷ Θεῷ, ὅτι καρποφορήσετε καὶ τριάκοντα, καὶ ἑξήκοντα καὶ ἑκατὸν, διὰ τὴν καθαρότητα τοῦ βίου ὑμῶν. Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καὶ μηδὲ ἄλλο τι, ἀδελφοὶ, τὴν βασιλείαν τῶν οὐρανῶν νομίσητε ἢ τὴν τῶν ὄντων ἀληθῆ κατανόησιν, ἣν καὶ μακαριότητα ὀνομάζουσιν αἱ θεῖαι Γραφαί. Ἡ γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. Περὶ δὲ τὸν ἐντὸς ἄνθρωπον οὐδὲν ἕτερον ἢ θεωρία συνίσταται. Θεωρία ἂν εἴη λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν. Ὧν γὰρ νῦν τὰς σκιὰς καθορῶμεν ὡς ἐν κατόπτρῳ, ὕστερον, ἀπαλλαγέντες τοῦ γεώδους σώματος τούτου, καὶ ἄφθαρτον ἐπενδυσάμενοι καὶ ἀθάνατον, τούτων τὰ ἀρχέτυπα κατοψόμεθα. Ὀψόμεθα δὲ, εἴ γε τὸν ἑαυτῶν βίον πρὸς τὸ εὐθὲς κυβερνοίημεν, καὶ τῆς ὀρθῆς πίστεως ποιοίμεθα πρόνοιαν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Εἰς γὰρ κακότεχνον ψυχὴν, φησὶν, οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας. Καὶ μηδεὶς ὑποκρουέτω λέγων, ὅτι Τὰ ἐν ποσὶν ἀγνοῶν περὶ τῆς ἀσωμάτου καὶ πάντη ἀνύλου οὐσίας ἡμῖν φιλοσοφεῖς. Καὶ γὰρ ἄτοπον κρίνω τὰς μὲν αἰσθήσεις ἐᾷν ἀκωλύτως τῶν ἰδίων ἐμπίπλασθαι ὑλῶν, τὸν δὲ νοῦν μόνον εἴργε-
12. And concerning the adorable and holy Trinity let so much be said by us for the present. For it is not now possible to examine the account concerning It more at length. But do you, having received seeds from our humility, cultivate for yourselves a ripe ear of corn, since, as you know, we are also demanded interest on such things in addition. And I trust in God that you will bear fruit thirtyfold, and sixtyfold, and a hundredfold, because of the purity of your life. For blessed, He says, are the pure in heart, for they shall see God (Matt. 5:8). And do not suppose, brethren, that the kingdom of the heavens is anything else than the true comprehension of things that are, which the divine Scriptures also call blessedness. For the kingdom of the heavens is within you (Luke 17:21). And concerning the inner man nothing else than contemplation consists. Contemplation then must be the kingdom of the heavens. For the things of which we now behold the shadows as in a mirror, hereafter, when we have been freed from this earthy body, and have put on the incorruptible and immortal, of these we shall behold the archetypes. And we shall behold them, if indeed we steer our own life towards what is upright, and take forethought for right faith, without which no one shall see the Lord. For into a malicious soul, it says, wisdom shall not enter, nor dwell in a body enslaved to sin (Wisd. 1:4). And let no one interrupt, saying, Ignorant of the things at your feet, you philosophize to us concerning the incorporeal and altogether immaterial substance. For indeed I judge it absurd to allow the senses unhindered to be filled with their own materials, and that the mind alone should be debarred-