Migne Reading Room

PG 32 · cols. 1336–1345 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1336Read from the page
λήγουσι, πρὶν ἢ κακόν τι δοῦναι τῷ παροξύναντι. Ὅταν γὰρ ὥσπερ φλὸξ ὕλης ἀφθονίᾳ τοῖς παροξύνουσιν ὁ θυμὸς ἐξαφθῇ, τότε δὴ, τότε, τὰ οὔτε λόγῳ ῥητὰ, οὔτε ἔργῳ φορητὰ, ἐπιδεῖν ἔστι θεάματα· χεῖρας μὲν διηρμένας κατὰ τῶν ὁμοφύλων, πόδας δὲ ἀφειδῶς ἐναλλομένους, πᾶν δὲ τὸ φανὲν ὅπλον τῇ μανίᾳ γενόμενον. Ἐὰν δὲ καὶ ἐκ τοῦ ἐναντίου τὸ ἴσον κακὸν ἀντιστρατευόμενον εὕρωσιν, ὀργὴν ἄλλην καὶ μανίαν ὁμότιμον· οὕτω δὴ συμπεσόντες ἔδρασαν ἀλλήλοις καὶ ἔπαθον, ὅσα εἰκὸς τοὺς ὑπὸ τοιούτῳ δαίμονι στρατηγουμένους παθεῖν. Αἱ γὰρ πρὸς ἀλλήλους λύπαι, καὶ μικροψυχίαι, παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι· προϊόντος δὲ τοῦ χρόνου, ὑπὸ φιλονεικίας αὐξόμεναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασιν. Ἕως γὰρ ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον αὔξεσθαι.
before they inflict some evil upon the one who provoked them. For when wrath, like a flame by an abundance of fuel, is kindled by the things that provoke it, then indeed, then, one may behold spectacles neither expressible in word, nor endurable in deed: hands raised up against those of the same race, feet leaping upon them unsparingly, and everything that appears becoming a weapon for madness. And if from the opposite side too they find an equal evil warring against them, another anger and a madness of like honour; clashing thus indeed, they did to one another and suffered all such things as those led by such a demon are likely to suffer. For grievances against one another, and petty-mindednesses, at the first are small and easily healed; but as time goes on, being increased by contentiousness, they naturally issue into what is utterly incurable. For so long as slanders arising from variance have room, suspicions must needs always grow for the worse.
5. Ἂν τοίνυν ἴδῃς τὸν θυμούμενον τοὺς ὀδόντας παραθήγοντα, ἐνθυμήθητι ὅτι συῒ ἔοικεν ὁ τοιοῦτος, τὸν ἔνδοθεν θυμὸν διὰ τῆς τῶν ὀδόντων παρατρίψεως ὑπεκφαίνων. Ἐν γὰρ ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλέον ἔχων τῆς ἁμαρτίας. Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως. Τί γὰρ τὸν Φινεὲς ἐδικαίωσεν; οὐχ ἡ δικαία ὀργὴ κατὰ τῶν πορνευσάντων; ὃς τὰ πολλὰ ἐπιεικὴς ὢν καὶ πραῢς, ἐπειδὴ εἶδε τὴν πορνείαν τοῦ Ζαμβρῆ καὶ τῆς Μαδιανίτιδος ἀναφανδὸν καὶ ἀπηρυθριασμένως γινομένην, οὐ συγκαλυπτόντων αὐτῶν τὴν ἀσχήμονα θέαν τῆς αἰσχύνης, οὐκ ἀνασχόμενος, εἰς δέον ἐχρήσατο τῷ θυμῷ, δι' ἀμφοῖν ἐλάσας τὴν σειρομάστην. Ἠλίας δὲ ὁ ζηλωτὴς, πεντήκοντα καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῆς αἰσχύνης, καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῶν ἄλσεων, ἐσθίοντας τράπεζαν Ἰεζάβελ, λελογισμένῳ θυμῷ καὶ σώφρονι εἰς ὄφελος παντὸς τοῦ Ἰσραὴλ ἐθανάτωσεν. Οὕτω γίνεται πολλάκις ὁ θυμὸς ἀγαθῶν πράξεων ὑπηρέτης. Ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον, ἢ θεραπεύοντα ἕτερον. Τούτους καὶ ἡμεῖς ζηλῶσαι σπουδάσωμεν, καὶ μὴ καθ' ἡμῶν, ἀλλὰ κατὰ τοῦ διαβόλου τὸν θυμὸν ὁπλίζωμεν μόνον, εἴ γε τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν βουλοίμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5. If therefore you see the wrathful man whetting his teeth, consider that such a man is like a swine, secretly displaying the wrath within through the grinding of his teeth. For in evil contests he who has conquered is more wretched, because he departs having the greater share of the sin. Let your wrath be against the serpent alone. For what justified Phinees? Was it not righteous anger against the fornicators? Who, being for the most part gentle and meek, when he saw the fornication of Zambre and the Madianite woman taking place openly and shamelessly, while they did not cover up the unseemly sight of their shame, could not endure it, and used wrath to good purpose, driving his lance through them both. And Elias the zealous put to death four hundred and fifty men, priests of shame, and four hundred men, priests of the groves, who ate at the table of Jezabel, with calculated and temperate wrath for the benefit of all Israel. Thus wrath often becomes a servant of good deeds. More gladly, at any rate, would one see the beloved angry than another flattering. Let us also be eager to emulate these men, and let us arm our wrath not against ourselves, but against the devil alone, if indeed we would wish to obtain the kingdom of the heavens, in Christ Jesus our Lord, to Whom be the glory and the might, with the beginningless Father, and the all-holy and life-creating Spirit, now and ever, and unto the ages of ages. Amen.
ΠΕΡΙ ΦΘΟΝΟΥ ΚΑΙ ΒΑΣΚΑΝΙΑΣ.
ON ENVY AND MALICE.
ΛΟΓΟΣ ΙΗʹ
DISCOURSE XVIII.
1. Πολλην ἡμῖν ἐμποιεῖ τὴν ἀνίαν τοῦ κατασχόντος
1. Much distress is caused to us by the prevailing
Notes, col. 1336

On the reading

Printed Πολλην, for Πολλὴν.

PG 32:1337Read from the page
καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν Ἐκκλησίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. Ἤνοιξαν γὰρ πάντες ἀφειδῶς τὰ στόματα κατὰ τῶν ὁμοδούλων. Λαλεῖται τὸ ψεῦδος ἀφόβως, ἡ ἀλήθεια συγκεκάλυπται· καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως, οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως. Καὶ πολὺς ἤδη ὁ χρόνος παρῴχηκεν, ἐν ᾧ τυπτόμενοι ὑπὸ τῶν διαβολῶν, φέρομεν τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενοι ὅτι ἔχομεν Κύριον τὸν τῶν κρυπτῶν γνώστην μάρτυρα τῆς συκοφαντίας. Ἐπειδὴ δὲ πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾶν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν· τούτου ἕνεκεν παρακαλῶ τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν, ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντως παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, Οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ, καὶ γνῷ τί ποιεῖ. Πρὸς δὲ τὰ προβαλλόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. Καὶ εἰ μὲν εὕρητε παρ' ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσι. Τὰ γὰρ στόματα αὐτῶν ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων λόγων ἀμήχανον. Μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν, καὶ μείζονα καὶ χαλεπώτερα καθ' ἡμῶν κατασκευάζειν, καὶ στηλιτεύειν, καὶ κατηγορεῖν. Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν, καὶ, κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. Αἰτοῦμαι δὲ πρὸ πάντων ὑμᾶς, τούς τε νῦν ἀκουσομένους, καὶ τοὺς εἰς ὕστερον ἐντευξομένους, μὴ τῷ πλήθει διακρίνειν ἐθέλειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνάψαντας· μήτε μὴν ἀξιώμασι προσέχοντας, ἀμαυροῦσθαι τὴν διάνοιαν, ἢ τῇ τάξει τῶν προλαβόντων τὸ πλέον νέμοντας, ἀποφράττειν τὰς ἀκοὰς τοῖς ὑστέροις. Δεῖ γὰρ τὸν ἀκροατὴν τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάσσειν τῷ μὴ παρόντι, τὸ τοῦ Ἀλεξάνδρου ποιοῦντα. Καὶ γὰρ ἐκεῖνόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρὶ, ἐν-
harshness of this time, in which all the Churches have been shaken, and all souls are sifted. For all have unsparingly opened their mouths against their fellow servants. Falsehood is spoken fearlessly, the truth is covered up; and the accused are condemned without trial, while the accusers are believed without examination. And much time has already passed, in which, being beaten by slanders, we bear the scourges of accusation, content that we have the Lord, the Knower of hidden things, as witness of the calumny. But since many have already accepted our silence as a confirmation of the slanders, and have supposed that we keep silent not through long-suffering, but through not being able to open our mouth for the truth; on this account I exhort your love in Christ not by any means to accept as true the slanders made from one side; because, just as it is written, The law judges no one, unless it first hear, and know what he does. And regarding the charges put forward, demand of us our defence. And if indeed you find the truth with us, do not give room to falsehood; but if you perceive us growing weak towards our defence, then believe our accusers as speaking the truth. For that their mouths should be checked through our words is impossible. Rather, indeed, it is likely that they will even be provoked at our defences, and will fabricate greater and harsher things against us, and pillory and accuse us. And yet for a fair-minded judge the facts themselves suffice towards the manifestation of the truth, and, even if we keep silent, it is open to you to look closely at the things taking place. And before all things I ask of you, both those who will hear now and those who will read hereafter, not to wish to discern falsehood from truth by multitude, attaching the better cause to the greater party; nor yet, by paying heed to dignities, to have your mind darkened, or by granting the advantage to the rank of those who came first, to stop your ears to those who come later. For the hearer must keep the other of his ears intact for the one who is not present, doing the deed of Alexander. For indeed they say that he, when one of his intimates was being slandered, left the one of his ears open to the slanderer, and carefully stopped up the other with his hand, in-
2. Καὶ γὰρ πεφύκασί πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὗται παραφύεσθαι θεραπεῖαι· οἳ, διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ δι' οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. Καὶ ὥσπερ οἱ γῦπες πρὸς τὰ δυσώδη φέρονται, πολ-
2. For indeed these illiberal flatteries naturally grow somehow beside great powers: men who, through lacking any good of their own whereby they might become known, commend themselves out of the evils of others. And just as vultures are borne towards foul-smelling things, fly-
PG 32:1340Read from the page
λοὺς μὲν λειμῶνας, πολλοὺς δὲ ἡδεῖς καὶ εὐώδεις τόπους ὑπεριπτάμενοι· καὶ αἱ μυῖαι τὸ μὲν ὑγιαῖνον παρατρέχουσι, πρὸς δὲ τὸ ἕλκος ἐπείγονται· οὕτω καὶ οἱ βάσκανοι, τὰς μὲν τοῦ βίου λαμπρότητας καὶ τὰ μεγέθη τῶν κατορθουμένων οὐδὲ προσβλέπουσι, τοῖς δὲ σαθροῖς ἐπιτίθενται. Τοὺς οὖν ὀρθὰ φρονοῦντας τὸ τοῦ Ἀλεξάνδρου ποιεῖν προσήκει· ὃς ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὡς ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγίνωσκε, καὶ τὸ φάρμακον ἔπινεν. Οἱ τοίνυν τῷ πλησίον καταχέοντες λοιδορίας, τὸν δὲ τῶν λεγομένων ἔλεγχον μὴ ἐπάγοντες, φανήσονται πάντως πονηρὰν ἑαυτοῖς προσηγορίαν ἐπενεγκόντες ἐκ τῆς ἀτόπου τῶν λόγων χρήσεως. Τὸν γὰρ διαβάλλοντα πῶς ἄλλως προσῆκεν ὀνομάζειν, ἢ οὐχὶ ἣν ἐξ αὐτοῦ τοῦ πράγματος ἐπιτηδεύει προσηγορίαν ἑαυτῷ τιθεμένους; Μήτε οὖν ὁ λοιδορῶν διάβολος ἔστω, ἀλλ' ἀδελφὸς, ἐν ἀγάπῃ νουθετῶν, καὶ ἐπὶ διορθώσει ἐπάγων τὸν ἔλεγχον· μήτε ὑμεῖς λοιδοριῶν γένησθε ἀκροαταὶ, ἀλλ' ἐλέγχων δοκιμασταί· μήτε οἱ λοιδορούμενοι ἀνιάτρευτοι καταλειφθῶσι, μὴ φανερουμένης τῆς ἁμαρτίας αὐτῶν. Ἐλεγχθέντες μὲν γὰρ, καὶ αὐτοὶ τὴν ἁμαρτίαν αὐτῶν ἐπιγνώσονται· καὶ ὑμεῖς μετὰ τοὺς ἐλέγχους συγγνώμην ἕξετε παρὰ τῷ Κυρίῳ, ἐκ τῆς τῶν ἁμαρτωλῶν κοινωνίας ἑαυτοὺς ὑποστέλλοντες· καὶ οἱ ἐλέγξαντες μισθὸν ἕξουσιν, ὡς τὴν κεκρυμμένην κακίαν δημοσιεύσαντες. Ἐὰν δὲ πρὸ τῶν ἐλέγχων καταδικάζητε, αὐτοὶ μὲν οὐδὲν ἔσονται ἠδικημένοι, ἐκτὸς τοῦ ζημιωθῆναι τὸ πάντων ἡμῖν τιμιώτατον κτῆμα, τὴν πρὸς ὑμᾶς ἀγάπην· ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθαι, αὐτοὺς οὐκ ἔχοντες, καὶ τῷ Εὐαγγελιῳ δόξετε μάχεσθαι τῷ εἰπόντι· Μὴ ὁ νόμος ὑμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρῶτον καὶ γνῷ τί ποιεῖ; Μὴ ταῦτα, ἀδελφοὶ τιμιώτατοι, μὴ ἀνάσχησθε τούτων, μηδὲ παραλογίσασθε ἡμῶν τὴν παράκλησιν ταύτην, ἵνα μὴ φθάσῃ εἰς ἡμᾶς ἡ φοβερὰ τοῦ Κυρίου ἡμῶν προφητεία, εἰπόντος· Ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
ing over many meadows, and many sweet and fragrant places; and flies run past what is sound, and hasten towards the sore; so also the malicious do not even look at the splendours of life and the greatness of right achievements, but set upon the rotten parts. Those, therefore, who think rightly ought to do the deed of Alexander: who, having received a letter against his physician as plotting against him, since he happened at that very time to have taken medicine to drink, was so far from believing the slanderer that he both read the letter and drank the medicine at the same time. Those, therefore, who pour out revilings upon their neighbour, and do not bring forward proof of the things said, will altogether be shown to have brought upon themselves an evil appellation from their perverse use of words. For how else was it fitting to name the slanderer, than by giving him the appellation which he practises for himself from the very deed? Neither, therefore, let him who reviles be a slanderer, but a brother, admonishing in love, and bringing forward reproof for amendment; nor do you become hearers of revilings, but examiners of proofs; nor let those who are reviled be left unhealed, their sin not being brought to light. For when reproved, they themselves will also acknowledge their sin; and you after the proofs will have forgiveness before the Lord, withdrawing yourselves from the communion of sinners; and those who reproved will have a reward, as having made public the hidden wickedness. But if before the proofs you condemn, they indeed will have been wronged in nothing, except in suffering the loss of the possession most precious of all to us, our love towards you; while you will both suffer this very thing, not having them, and seem to fight against the Gospel which said: Does your law judge the man, unless it first hear from him and know what he does? Do not do these things, most precious brothers, do not endure these things, nor brush aside this exhortation of ours, lest there come upon us the fearful prophecy of our Lord, Who said: Because iniquity shall abound, the love of the many shall grow cold.
3. Ὥσπερ γὰρ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα· οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα. Καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ τὸ μὴ φθονεῖν, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Καὶ ὥσπερ ἰὸς τὸν σίδηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξαναλίσκει. Μᾶλλον δὲ, ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν
3. For just as rust is the peculiar disease of wheat; so envy is the sickness of friendship. And just as not envying follows the good man, so malice accompanies the devil. And just as rust consumes iron, so envy utterly consumes the soul that has it. Or rather, just as they say that vipers, by
Notes, col. 1340

On the reading

Printed Εὐαγγελιῳ, for Εὐαγγελίῳ.

PG 32:1341Read from the page
κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεννᾶσθαι· οὕτω καὶ ὁ φθόνος τὴν ὠδίνουσαν ψυχὴν πέφυκε διασπᾷν. Ὁ βασκαίνων μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστώνην, εἴ πού τινα ἴδοι καταπεσόντα τῶν φθονουμένων. Οὗτος ὅρος τοῦ μίσους, ἄθλιον ἰδεῖν ἐκ μακαρίου τὸν βασκαινόμενον, ἐλεεινὸν γενέσθαι τὸν ζηλωτόν. Τότε σπένδεται καὶ φίλος ἐστὶν, ὅταν δακρύοντα ἴδῃ, ὅταν πενθοῦντα θεάσηται· καὶ εὐθυμοῦντι μὲν οὐ συνευφραίνεται, ὀδυρομένῳ δὲ συνδακρύει. Καὶ τὴν μεταβολὴν τοῦ βίου, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε, κατοικτίζεται, οὐχ ὑπὸ φιλανθρωπίας καὶ τοῦ συμπαθὴς εἶναι, ἐξαίρων τῷ λόγῳ τὰ πρότερα, ἀλλ' ἵνα βαρυτέραν αὐτῷ κατασκευάσῃ τὴν συμφοράν. Τοιοῦτος ἦν ὁ Σαοὺλ, ὃς τῶν εὐεργεσιῶν τὰς ὑπερβολὰς ἀφορμὴν τοῦ πολέμου πρὸς τὸν Δαβὶδ ἐποιήσατο, καὶ ἐπειρᾶτο δόρατι διαπεῖραι τὸν εὐεργέτην. Σὺν αὐτῷ γὰρ τῷ στρατῷ ἐκ τῶν πολεμίων περισωθεὶς, καὶ τῆς ἐπὶ τῷ Γολιὰθ αἰσχύνης ἀπαλλαγεὶς, αὐτόχειρ γενέσθαι, καὶ ἐξ ἐνέδρας ἀνελεῖν ἐπεχείρησεν· εἶτα φυγάδα καταστήσας, οὐδὲ οὕτω τὴν ἔχθραν ἔστησεν, ἀλλὰ τὸ τελευταῖον ἐκστρατεύσας ἐπ' αὐτὸν τρισχιλίοις λογάσι, τὰς ἐρημίας διηρευνᾶτο. Ὅς γε παρ' αὐτὸν τὸν καιρὸν τῆς διώξεως καταληφθεὶς, ἕτοιμος εἰς σφαγὴν προκείμενος τῷ ἐχθρῷ, πάλιν περισωθεὶς ὑπὸ τοῦ δικαίου, ἐπαγαγεῖν αὐτῷ τὰς χεῖρας διαφυλαξαμένου, οὐδ' ὑπὸ ταύτης τῆς εὐεργεσίας ἐκάμφθη· ἀλλὰ καὶ πάλιν ἐστρατολόγει, καὶ πάλιν ἐδίωκεν, ἕως καὶ δεύτερον ἁλοὺς ὑπὸ τοῦ αὐτοῦ ἐν τῷ σπηλαίῳ, τοῦ μὲν τὴν ἀρετὴν λαμπροτέραν ἀπέδειξεν, ἑαυτοῦ δὲ τὴν πονηρίαν καταφανεστέραν ἐποίησεν. Οὕτω καὶ περὶ τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ διατίθενται, οὐκ εἰδότες ὅ τι πράττουσιν. Εἰ μὲν γὰρ ἀληθῆ τὰ ἐνύπνια τοῦ Ἰωσὴφ, τίς μηχανὴ μὴ οὐχὶ πάντως ἐκβῆναι τὰ προῤῥηθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνειράτων ὄψεις, ἀντὶ τίνος βασκαίνουσι τῷ σφαλλομένῳ; Ἀλλ' ὄντως ἴδιόν τι πάθος ἐστὶ τοῦ διαβόλου ὁ φθόνος, ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν οὐκ ἐπιδεχόμενος. Ὁ κεφαλαλγῶν λέγει τῷ ἰατρῷ τὴν κεφαλαλγίαν· ὁ φθόνον νοσῶν τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγαθά; Ἡ μὲν ἀλήθεια αὕτη, τὰ δὲ ῥήματα ἕκαστος ἐπαισχύνεται. Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Ὄντως ἴδιόν ἐστι κακὸν τοῦ διαβόλου ὁ φθόνος. Καθάπερ γὰρ τῶν βελῶν τὰ βιαίως φερόμενα, ἐπειδὰν καρτερῷ τινι καὶ ἀντιτύπῳ προσπέσῃ, ἐπὶ τὸν προέμενον ἐπανέρχεται· οὕτω τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινόμενον, αὐτοῦ πληγαὶ γίνονται τοὺ βασκάνου. Πολλὰ μὲν γὰρ ἔνεστι τῇ βασκανίᾳ κακὰ, ἓν δὲ χρήσιμον, ὅτι κακόν ἐστιν αὐτῷ τῷ κεκτημένῳ, καὶ μᾶλλον δαπανῶν τὴν καρδίαν, ἢ ὁ ἰὸς τὸν σίδηρον. Ὁ γὰρ βασκαίνων, αὐτὸν μὲν τὸν βασκαινόμενον ὀλίγα βλάπτει, ἑαυτὸν δὲ δαπανᾷ τῇ
gnawing through the womb that conceived them, are brought to birth; so also envy naturally tears apart the soul in travail with it. The envious man awaits one relief from his evil, if perchance he might see someone of those envied fall down. This is the limit of hatred, to see the envied man wretched instead of blessed, the enviable man become pitiable. Then he makes peace and is a friend, when he sees him weeping, when he beholds him mourning; and when he is cheerful he does not rejoice with him, but when he laments he weeps with him. And he bewails the change of his life, from what state into what state he has fallen, extolling his former state in speech not out of humanity and being sympathetic, but so that he may make the misfortune heavier for him. Such was Saul, who made the excesses of good deeds an occasion of war against David, and tried to pierce his benefactor through with a spear. For having been saved together with the army itself from the enemies, and delivered from the shame over Goliath, he attempted to become his own murderer of him, and to slay him from ambush; then having made him a fugitive, not even so did he stay his enmity, but finally marching out against him with three thousand chosen men, he searched through the deserts. Who indeed, having been caught at the very time of the pursuit, lying ready for slaughter before his enemy, having again been saved by the righteous man, who guarded himself against laying his hands upon him, was not bent even by this kindness; but both mustered an army again, and pursued him again, until, caught a second time by the same man in the cave, he showed the other's virtue to be brighter, and made his own wickedness more manifest. Thus also are his brothers disposed towards Joseph, not knowing what they do. For if the dreams of Joseph are true, what contrivance is there that the things foretold should not altogether come to pass? And if the visions of the dreams are false, wherefore do they envy him who is mistaken? But truly envy is a peculiar passion of the devil, which cannot be spoken out, which does not admit of healing. He who has a headache tells his headache to the physician; what shall he who is sick with envy say? That the good things of my brother grieve me? This indeed is the truth, yet each is ashamed of the words. Why do you groan? At your own evil, or another's good? Truly envy is the devil's own evil. For just as those missiles that are borne violently, whenever they strike against something strong and resistant, return upon him who sent them forth; so the movements of envy, grieving the envied man in nothing, become wounds of the envious man himself. For many evils are in malice, and one useful thing, that it is an evil to the very one who possesses it, and consumes the heart more than rust does iron. For he who envies harms the envied man himself little, but consumes himself by
Notes, col. 1341

On the reading

Printed τοὺ, for τοῦ.

PG 32:1344Read from the page
λύπῃ καὶ τῷ στεναγμῷ ἐπὶ τῇ εὐημερίᾳ τοῦ πλησίον, καὶ τὸν μὲν πλοῦτον τοῦ γείτονος οὐκ ἠλάττωσεν, ἑαυτὸν δὲ τῇ βασκανίᾳ κατεδαπάνησεν. Ὥσπερ οὖν τὴν εὐκατάπρηστον ὕλην ἐπιμελὲς ἡμῖν ὅτι πορρωτάτω τοῦ πυρὸς ἀποτίθεσθαι, οὕτω χρὴ, καθ' ὅσον οἷόν τε, τῆς τῶν βασκάνων ὁμιλίας τὰς φιλίας ἀπάγειν, ἔξω τῶν τοῦ φθόνου βελῶν ἑαυτοὺς ποιοῦντας. Τοὺς μὲν γὰρ κύνας τρέφοντες ἡμεροῦμεν· τὸν δὲ βάσκανον εὐεργετοῦντες χαλεπώτερον ἀπεργαζόμεθα. Οὐ γὰρ χαίρει ἐφ' οἷς ἂν πάθῃ χρηστοῖς, ἀλλὰ λυπεῖται τῇ ἑτέρων εὐπορίᾳ, ὅτι ἔχουσιν ὕλην ὅθεν αὐτῷ τὴν χρείαν πληρώσουσιν. Αἱ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργὴν, καὶ πεφύκασι μάλιστα τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι. Οἱ οὖν καταπαίζοντες τῆς μανίας τοῦ θηρίου, ἐν χάρτῃ εἰκόνα προδεικνύουσιν ὡς ἄνθρωπον. Ἡ δὲ ὑπὸ τῆς ἄγαν ὀργῆς μὴ λογιζομένη, ὡς ἄνθρωπον σπαράσσει τὸν χάρτην, κἀκεῖ δείκνυσι τὸ μισάνθρωπον. Οὕτω καὶ ὁ διάβολος ἐν τῇ εἰκόνι τὸ μισόθεον ἔδειξεν, ἐπειδὴ Θεοῦ προσάψασθαι οὐκ ἠδύνατο.
grief and groaning at the prosperity of his neighbour, and he has not diminished the wealth of his neighbour, but has consumed himself with envy. Just as, therefore, it is our care to put easily kindled matter as far away as possible from the fire, so we ought, so far as is possible, to withdraw our friendships from the company of the envious, placing ourselves outside the shafts of envy. For by feeding dogs we tame them; whereas by doing good to an envious man we render him more harsh. For he does not rejoice over the good things which he may experience, but is grieved at the abundance of others, because they have the means whereby they will supply his need. Leopards have a certain natural anger towards man, and are by nature especially inclined to leap at the eyes of men. Those, therefore, who mock the madness of the beast display beforehand a picture on paper as though a man. And she, not reasoning by reason of her excessive anger, tears the paper in pieces as though a man, and there shows her hatred of mankind. Thus also the devil showed his hatred of God in the image, since he was unable to lay hold of God.
4. Τοιγαροῦν βούλομαί σε φυγεῖν τῶν κακούργων τὴν μίμησιν, ἄνθρωπε, καὶ ἐν ἀσθενεῖ ζώῳ πολὺ τὸ πανοῦργον καὶ ἐπίβουλον καταμαθόντα· οἷόν τι λέγω· Ὁ καρκίνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου· ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου· ἀρραγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο. Διὸ καὶ ὀστρακόδερμον προσηγόρευται. Καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν ποιεῖ; Ὅταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ' ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου τὰς πτύχας ἑαυτοῦ διαπλῶσαν, τότε δὴ λάθρα ψηφῖδα παρεμβαλὼν, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περισχόμενος. Αὕτη ἡ κακία τῶν μήτε λόγου μήτε φωνῆς μετεχόντων. Τοιοῦτός ἐστιν ὁ πρὸς τὸν ἀδελφὸν πορευόμενος δόλῳ, καὶ ταῖς τοῦ πλησίον ἀκαιρίαις ἐπιτιθέμενος, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφῶν. Ἀλλ' οὐκ ἂν παρέλθοιμι τὸ τοῦ πολύποδος δολερὸν καὶ ἐπίκλοπον, ὃς ὁποίᾳ ποτ' ἂν ἑκάστοτε πέτρᾳ περιπλακῇ, τὴν ἐκείνης ὑπέρχεται χρόαν. Ὥστε τοὺς πολλοὺς τῶν ἰχθύων ἀπροόπτως νηχομένους τῷ πολύποδι περιπίπτειν, τῇ πέτρᾳ δῆθεν, καὶ ἕτοιμον γίνεσθαι θήραμα τῷ πανούργῳ. Τοιοῦτοί εἰσι τὸ ἦθος οἱ τὰς ἀεὶ κρατούσας δυναστείας ὑπερχόμενοι, καὶ πρὸς τὰς ἑκάστοτε χρείας μεταρμοζόμενοι, μὴ ἐπὶ τῆς αὐτῆς προαιρέσεως βεβηκότες, ἀλλ' ἄλλοι καὶ ἄλλοι ῥᾳδίως γινόμενοι, καὶ πρὸς τὴν ἑκάστου ἀρέσκειαν τὰς γνώμας μετατιθέμενοι. Οὓς οὐδὲ ῥᾴδιον ἐκκλῖναι, οὐδὲ τὴν ἀπ' αὐτῶν φυλάξασθαι βλάβην, διὰ τὸ ἐν τῷ προσχήματι τῆς φιλίας βαθέως κατεσκευ-
4. Wherefore I wish you to flee the imitation of evildoers, O man, having learned closely how much cunning and treachery there is even in a weak creature; of what sort I mean: The crab desires the flesh of the oyster; but the prey is hard for it to catch because of the covering of the shell; for nature has secured the tenderness of the flesh with an unbreakable fence. Wherefore also it has been called shell-skinned. And since two hollow valves accurately fitted to each other enfold the oyster, of necessity the claws of the crab are ineffective. What then does it do? Whenever it sees it warming itself with pleasure in windless places, and unfolding its valves towards the ray of the sun, then indeed secretly casting in a pebble, it prevents the closing, and is found encompassing by contrivance what was lacking to its strength. This is the malice of creatures that partake neither of reason nor of voice. Such is he who goes to his brother with guile, and attacks the unseasonable difficulties of his neighbour, and luxuriates in the misfortunes of others. But neither would I pass over the deceitful and thievish nature of the polypus, which takes on the colour of whatever rock it may at any time entwine itself around. So that most of the fishes swimming unawares fall upon the polypus, as though upon a rock, and become a ready prey to the cunning creature. Such in character are those who fawn upon the ruling powers that prevail at any time, and adapt themselves to the needs of each occasion, not standing firm upon the same purpose, but easily becoming now one thing and now another, and shifting their opinions to please each person. Whom it is neither easy to avoid, nor to guard against the harm from them, because beneath the pretext of friendship their deeply contrived
PG 32:1345Read from the page
ασμένην τὴν πονηρίαν κατακεκρύφθαι. Τὸ γὰρ μῖσος ἐν τῷ βάθει κατέχοντες, ἀγάπῃ δεικνύουσι κατακεχρωσμένην τὴν ἐπιφάνειαν, κατὰ τὰς ὑφάλους πέτρας, αἳ βραχεῖ ὕδατι καλυπτόμεναι, κακὸν ἀπροόρατον τοῖς ἀφυλάκτοις γίνονται. Χρὴ τοίνυν πρὸς τὰς διαβολὰς μὴ ἀποσιωπᾷν, οὐχ ἵνα διὰ τῆς ἀντιλογίας ἑαυτοὺς ἐκδικῶμεν, ἀλλ' ἵνα μὴ συγχωρῶμεν εὐοδωθῆναι τῷ ψεύδει, καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ. Τρισὶ γὰρ ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται ὁ διαβάλλων· τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ, καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ, καὶ αὐτὸς ἑαυτόν. Τὸ μὲν οὖν συκοφαντεῖν καὶ διαβάλλειν τινὰς ἐξ ἀκολάστου γλώσσης καὶ γνώμης ἀγνώμονος, πονηρῶν καὶ φιλαπεχθημόνων ἀνθρώπων ἔργον εἰδότες· τὸ δὲ, τοὺς ἐκ διαβολῆς δόξαντας εἶναι πονηροὺς, πάσῃ προθυμίᾳ πειρᾶσθαι τὸ ψεῦδος τοῖς ἐλέγχοις ἀποτρέπειν, ἀνδρῶν σωφρόνων, καὶ μετὰ τῆς ἰδίας εὐβουλίας τὴν τῶν πολλῶν ἀσφάλειαν περὶ πολλοῦ ποιουμένων. Τὴν μὲν τῶν προτέρων κακίαν ἐκφύγωμεν, τῶν δὲ μὴ τοιούτων τὴν πολιτείαν ἐκζηλώσωμεν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
wickedness has been hidden away. For holding hatred in the depth, they show the surface coloured over with love, like reefs under water, which, covered by shallow water, become an unforeseen evil to the unguarded. One ought therefore not to keep silent before slanders, not that we may avenge ourselves through contradiction, but that we may not allow a prosperous course to falsehood, nor leave those who have been deceived in harm. For the slanderer inflicts harm upon three persons at once: for he wrongs the one who is falsely accused, and those to whom his speech is addressed, and himself. Knowing, therefore, that to accuse falsely and to slander certain persons out of an unbridled tongue and an ungrateful mind is the work of wicked and quarrelsome men; whereas, when men have seemed to be wicked as a result of slander, to endeavour with all eagerness to ward off the falsehood by proofs is the work of prudent men, who together with their own good counsel value highly the safety of the many: let us flee the malice of the former, and let us emulate the way of life of those who are not such, that we may also attain the good things to come, in Christ Jesus our Lord, to Whom be the glory and the dominion, now and always and unto the ages of the ages. Amen.
ΠΕΡΙ ΣΩΦΡΟΣΥΝΗΣ ΚΑΙ ΑΚΟΛΑΣΙΑΣ.
ON TEMPERANCE AND INTEMPERANCE.
ΛΟΓΟΣ ΙΘʹ.
DISCOURSE XIX.
1. Ὁ τῶν Μακεδόνων Ἀλέξανδρος, τὰς θυγατέρας Δαρείου αἰχμαλώτους λαβὼν, θαυμαστόν τι οἷον τὸ κάλλος παρέχειν μαρτυρουμένας, οὐδὲ προσιδεῖν ἠξίωσεν, αἰσχρὸν εἶναι λέγων, τὸν ἄνδρας ἑλόντα, γυναικῶν ἡττηθῆναι. Τουτὶ δὲ εἰς ταυτὸν ἐκείνῳ φέρει τὸ παράγγελμα, ὅτι Ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν· ἤγουν ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναικὶ, κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τῷ γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφίεται τοῦ ἐγκλήματος. Εἰ οὖν αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκοποῦσι τοσοῦτον ἔχουσι κίνδυνον, πόσον αἱ κατ' ἐπιτήδευσιν γινόμεναι ἀπαντήσεις, ὥστε ἰδεῖν γυναῖκας ἀσχημονούσας καὶ κατασχηματιζομένας πρὸς ἔκλυσιν, καὶ μέλη τεθρυμμένα ᾀδούσας, δυνάμενα καὶ μόνον ἀκουσθέντα πάντα οἶστρον ἡδονῆς ἐμποιῆσαι τοῖς ἀκολάστοις; Τί τοίνυν ἐροῦσιν, ἢ τί ἀπολογήσονται, οἱ ἐκ τοιούτων θεαμάτων μυρίον ἑσμὸν τῶν κακῶν συλλεξάμενοι; Οὐκοῦν ὑπόδικοί εἰσι κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ Κυρίου, τῷ κρίματι τῆς μοιχείας. Ἔστι γὰρ καὶ λόγῳ πορνεῦσαι, καὶ ὀφθαλμῷ μοιχεῦσαι, καὶ δι' ἀκοῆς μολυνθῆναι, καὶ τῇ καρδίᾳ μιάσματα δέξασθαι, καὶ τῇ
1. Alexander of the Macedonians, having taken captive the daughters of Darius, who were testified to display a beauty of a marvelous sort, did not deign even to look upon them, saying that it was shameful for one who had conquered men to be defeated by women. And this comes to the same thing as that precept (cf. Matt. 5:28), that he who has looked so as to lust has already committed adultery; that is to say, he who has looked at a woman for pleasure, even if he does not accomplish adultery in deed, yet by admitting the lust into his soul, is not acquitted of the charge. If, then, chance encounters hold so great a danger for those who gaze curiously, how much do meetings that take place on purpose, so as to see women behaving unseemly and fashioning themselves for wantonness, and singing enervated songs able even when merely heard to implant every frenzy of pleasure in the intemperate? What then will they say, or what defence will they make, who from such spectacles have gathered a myriad swarm of evils? Therefore they are liable, according to the inexorable sentence of the Lord, to the judgement of adultery. For it is possible both to commit fornication by word, and to commit adultery by the eye, and to be defiled through hearing, and to receive pollutions in the heart, and by
Notes, col. 1345

On the reading

Printed τὸ παραγγέλμα, for τῷ παραγγέλματι.