Migne Reading Room

PG 32 · cols. 1276–1285 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1276Read from the page
ἡμῶν τοῦ σώματος ἀπεῤῥήγνυτο. Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα, καὶ μείζω τούτων· ἡ δὲ ἐπὶ τούτοις παραμυθία τίς; Ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία· τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα, τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. Εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως ἡμῶν παθήμασιν, ἀλλὰ καταδεχώμεθα τὴν ἐφ' ἡμῖν τοῦ Δεσπότου οἰκονομίαν. Πάντοτε μὲν γὰρ χρήσιμον τὸ τῶν Γραφῶν διδασκαλεῖον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. Μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως, δι' ἧς πάντες οἱ ἐκ τῆς γῆς φύντες, πάλιν εἰς τὴν γῆν ὑποστρέφομεν· καὶ οὐδεὶς οὕτω μέγας, ὥστε βελτίω φανῆναι τῆς διαλύσεως. Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμαστὸς ἐκεῖνος, καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετὴν, φημὶ κἀγώ· οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερα, ἀλλ' ὅμως ἄνθρωπος, καὶ τέθνηκεν, ὡς Ἀδὰμ, ὡς Νῶε, ὡς Ἀβραὰμ, ὡς Μωϋσῆς, ὡς ὅντινα ἂν εἴπῃς τῶν τῆς αὐτῆς φύσεως μετασχόντων. Ἓν τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ κτίσας ἡμᾶς ἐδημιούργησεν· ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο· πᾶσα δὲ γλῶσσα τὰ κατ' αὐτὸν διεξῄει· γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο· ἱστορικοὶ δὲ ἄνδρες, τὰ κατ' ἀρετὴν ἀνδραγαθήματα διηγούμενοι, πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν. Ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἀγγελίαν περιαγούσῃ, οὐδὲ καταδέχεσθαι ὅλως, ὅτι τέθνηκεν ὁ τοιοῦτος. Ἀλλ' ὅμως πέπονθεν ἃ καὶ οὐρανῷ καὶ ἡλίῳ καὶ γῇ συμβήσεται. Οὕτω τοίνυν τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης.
of our body were torn away. Now the grievous things are such, and greater than these; and what is the consolation over these things? The legislation of our God that has prevailed from the beginning: that he who has come into birth must altogether depart from life in the fitting times. If therefore human affairs have been so ordained from Adam unto us, let us not be indignant over the common sufferings of our nature, but let us accept the dispensation of the Master over us. For at all times the school of the Scriptures is useful, and especially at such seasons. Remember therefore the sentence of Him Who created us, through which all we who have sprung from the earth return again unto the earth (Gen. 3:19); and no one is so great as to appear superior to dissolution. Noble indeed therefore and great was that admirable man, and matching the virtue of his soul with the strength of his body, I too say; nay rather, having pre-eminence in both, yet nevertheless a man, and he died, as Adam, as Noah, as Abraham, as Moses, as whomever thou mayest name of those who have partaken of the same nature. One true pattern of human nature did He Who created us fashion that man to be; so that all eyes were borne towards him, and every tongue recounted the things concerning him; while painters and sculptors fell short of his worth, and historians, relating his deeds of valour in virtue, fall into the incredibility of fables. Whence the many did not even endure to believe the report carrying around the gloomy tidings, nor to accept at all that such a man had died. Yet nevertheless he has suffered the things that shall happen both to heaven and to sun and to earth. Thus therefore measure the suffering, so as neither to cast it out of thy heart, nor to be swallowed up by grief.
12. Τοὺς γὰρ κατὰ τὸν βίον συναφθέντας ἀλλήλοις, εἶτα θανάτῳ διισταμένους, ὁδοιπόροις λογίζου παραπλησίους, μίαν πορευομένοις ὁδὸν, καὶ διὰ τὴν συνεχῆ μετ' ἀλλήλων διατριβὴν ἑνωθεῖσιν ὑπὸ τῆς συνηθείας. Οἳ ἐπειδὰν τὴν κοινὴν ὁδὸν διεξελθόντες, καταλάβωσι λοιπὸν σχιζομένην αὐτὴν, τῆς χρείας ἤδη ἀναγκαίως μεριζούσης ἑκάτερον, οὐ τῇ συνηθείᾳ προσκαθεζόμενοι ἀμελοῦσι τῶν προκειμένων, ἀλλὰ τῆς ἐξ ἀρχῆς κινησάσης αὐτοὺς αἰτίας ὑπομνησθέντες, πρὸς τὸ οἰκεῖον ἕκαστος ἀποτρέχουσι πέρας. Ὡς οὖν ἐκείνοις ἄλλος μὲν ἦν ὁ σκοπὸς τῆς ὁδοῦ, συνέβη δὲ αὐτοῖς ἡ κατὰ τὴν ὁδοιπορίαν ἐκ τῆς συνηθείας οἰκείωσις· οὕτω καὶ τοῖς ἐν γάμῳ, ἢ ἄλλῃ τινὶ κοινωνίᾳ βίου συνημμένοις, ἴδιον προέκειτο δηλονότι τῆς ζωῆς τὸ πέρας· συναφθέντας δὲ ἀλλήλοις, ἀναγκαίως τὸ προδιατεταγμένον τῆς ζωῆς τέλος ἐχώρισε καὶ διέλυσε. Εὐγνώμονος δὲ διανοίας, οὐκ ἐπὶ τῷ χωρισμῷ δυσφόρως ἔχειν τοῦ συναφθέντος, ἀλλ' ἐπὶ τῇ ἐξ ἀρχῆς συναφείᾳ χάριν ἔχειν τῷ συγκληρώσαντι. Σὺ δὲ, καὶ ὅτε περιῆν σοι
12. For those who are joined to one another in life, and then parted by death, reckon to be like travellers walking one road, and through their continuous stay with one another united by habit. Who, when after passing through the common road they find it at last dividing, as need now necessarily parts each of them, do not sit down in their habit and neglect the things set before them, but calling to mind the cause that moved them from the beginning, run off each towards his own proper end. As therefore for those men the aim of the road was another, and the intimacy from habit along the journey happened to them by the way; so also for those joined in marriage, or in any other fellowship of life, there was set before them manifestly their own proper end of life; and though they were joined to one another, the foreordained end of life necessarily separated and parted them. And it belongs to a grateful mind not to bear hard the separation of him who was joined to thee, but for the union from the beginning to give thanks to Him Who allotted it. And thou, both when he survived for thee
PG 32:1277Read from the page
ὁ ἀνὴρ ἢ τὸ παιδίον, ἢ ὁτιοῦν ὧν ὀδύρῃ νῦν, οὐχὶ χάριν εἶχες τῶν παρόντων τῷ δεδωκότι, ἀλλ' ἐνεκάλεις ὑπὲρ τῶν ἐλλειφθέντων. Εἰ μὲν ἀνδρὶ μόνῳ συνῴκεις, ὅτι μὴ παῖδες ἦσαν οἵους ἐβούλου· εἰ δὲ καὶ παῖδες παρῆσαν, ὅτι μὴ ὑπερεπλούτεις. Ὅρα τοίνυν, μήποτε αὐτοὶ ἑαυτοῖς ἀναγκαίας τῶν φιλτάτων τὰς στερήσεις κατασκευάζωμεν· παρόντων μὲν, οὐκ αἰσθανόμενοι, παρελθόντων δὲ, περιεχόμενοι. Ἐπειδὴ γὰρ παρακειμένων τῶν ἐκ Θεοῦ ἀγαθῶν οὐκ εὐχαριστοῦμεν, ἀναγκαία ἡμῖν ἡ ἀφαίρεσις διὰ τὴν αἴσθησιν γίνεται. Ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ τὸ ἄγαν προκείμενον οὐχ ὁρῶσιν, ἀλλὰ δέονται συμμέτρου τινὸς ἀποστάσεως· οὕτω καὶ αἱ ἀχάριστοι ψυχαὶ ἐοίκασιν ἐν τῇ ἀλλοτριώσει τῶν ἀγαθῶν τῆς παρελθούσης χάριτος ἐπαισθάνεσθαι. Ὅτε γὰρ ἀπέλαυον τῶν χρηστοτέρων, οὐδεμίαν χάριν τῷ δεδωκότι γινώσκοντες· μετὰ τὴν στέρησιν, τὸ παρελθὸν μακαρίζουσιν. Ἀλλ' ἡμεῖς ἀφέντες τὰς ἐπὶ τοῖς ἀποῦσι λύπας, διδαχθῶμεν τὴν ἐπὶ τοῖς παροῦσιν εὐχαριστίαν ἀποδιδόναι. Εἴπωμεν, ἐν μὲν ταῖς σκυθρωποτέραις περιστάσεσι τῶν πραγμάτων, τῷ σοφῷ ἰατρῷ· Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Εἴπωμεν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Εἴπωμεν, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἴπωμεν, ὅτι Ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Παρακαλέσωμεν τὸν Κύριον, ὅτι Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Ἐλεγχόμενοι γὰρ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐν δὲ τῇ φαιδροτέρᾳ τοῦ βίου διαγωγῇ ἐκείνην λέγωμεν τοῦ Δαβὶδ τὴν φωνήν· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; καλῶς ἀποροῦντος τοῦ Προφήτου, καὶ περισκοποῦντος αὐτοῦ τὴν πενίαν, ὅτι οὐδὲν ἔχει πρὸς ἀντίδοσιν ἄξιον· ὃς ἐφ' οὕτω μεγάλαις καὶ λαμπραῖς εὐεργεσίαις, οὐμενοῦν ἐχούσαις ὑπερβολὴν, πολλαπλασίονα ἡμῖν τὰ εἰς ὕστερον ἐπαγγέλλεται ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν καὶ ἡμεῖς ἐπιτύχοιμεν, ἐκ τῶν παθῶν τῆς σαρκὸς ἑαυτοὺς ἐκκαθάραντες, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
your husband or your little child, or whatever it is that you now bewail, you did not give thanks for what was present to Him Who gave it, but made complaint over what was lacking. If you lived with a husband alone, it was because there were not children such as you wished; and if children also were present, it was because you were not exceedingly rich. See to it, therefore, lest we ourselves render the deprivations of our dearest ones necessary for ourselves: when they are present, not perceiving them, and when they are gone, clinging to them. For since, while the good things from God lie beside us, we do not give thanks, their removal becomes necessary for us for the sake of perception. For just as the eyes do not see what lies too close before them, but need a certain proportionate distance, so also ungrateful souls seem in the estrangement of good things to become sensible of the grace that has passed away. For when they enjoyed the better things, acknowledging no gratitude to Him Who gave them, after the deprivation they count the past blessed. But let us, putting aside griefs over things that are absent, be taught to render thanksgiving for the things that are present. Let us say, in the gloomier circumstances of affairs, to the wise Physician: In small affliction is Thy chastening unto us. Let us say: It is good for me that Thou hast humbled me. Let us say: The sufferings of this present time are not worthy to be compared with the glory that is to be revealed in us. Let us say: We have been scourged little in comparison with the things wherein we have sinned. Let us beseech the Lord: Chasten us, O Lord, yet in judgement, and not in wrath. For when we are reproved, we are chastened by the Lord, that we may not be condemned with the world. And in the brighter course of life let us utter that voice of David: What shall we render unto the Lord for all the things that He hath rendered unto us?—the Prophet rightly being at a loss, and surveying his own poverty, in that he has nothing worthy for a recompense; Who upon such great and splendid benefactions, which indeed admit of no surpassing, promises us manifold greater good things hereafter: Things which eye hath not seen, nor ear heard, neither have entered into the heart of man, which God hath prepared for them that love Him. Which may we also attain, having cleansed ourselves thoroughly from the passions of the flesh, by the grace and loving-kindness of our Lord Jesus Christ, to Whom be the glory and the dominion, now and ever, and unto the ages of the ages. Amen.
ΠΕΡΙ ΛΥΠΗΣ ΚΑΙ ΑΘΥΜΙΑΣ.
ON GRIEF AND DESPONDENCY.
ΛΟΓΟΣ ΙΒʹ.
DISCOURSE XII.
1. Ὅταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον, καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦ-
1. When I see both evil prospering, and your reverence wearied out and fainting before the continual succession of abusive assaults, I am filled with despondency
PG 32:1280Read from the page
μαι. Ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω, καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατερῥαγμένους καὶ ἀγαπᾷν δικαίους, συντρίβειν τε ὑπερηφάνους, καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας· πάλιν μεταβαλὼν, κουφότερος γίνομαι ταῖς ἐλπίσι. Καὶ οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινώσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἡ ἐγκατάλειψις. Ἃ μὲν γὰρ πεπόνθαμεν, διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν· τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τοὺς δούλους αὐτοῦ ἀγάπην καὶ εὐσπλαγχνίαν ὁ φιλάνθρωπος ἐπιδείξεται. Εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν λοιπὸν τῆς ἐφ' ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμεθα, δίκαιος ὁ ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν· ἀλλ' ἐπὶ τοῖς πεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. Τίς γὰρ οὕτως ἀδαμάντινος τὴν ψυχὴν, τίς οὕτως παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος, ὡς ἀκούων τοῦ πανταχόθεν ἡμᾶς προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς, κοινόν τινα θρῆνον καὶ σύμφωνον προσηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχὴν, καὶ κατακαμρθῆναι εἰς γῆν, καὶ ταῖς ἀμηχάνοις ταύταις ἀνίαις παντελῶς ἐκτακῆναι; Ταῦτα δὲ λέγω, οὐ παρακλήσεως ἕνεκεν, (τίς γὰρ καὶ λόγος εὑρεθείη τοσαύτης
. But when again I consider the mighty hand of God, and that He knows how to raise up the broken and to love the righteous, and to crush the proud, and to pull down potentates from their thrones, changing again, I grow lighter in hopes. And I know and am persuaded, which I wish you also to know, that the succour will be speedy, and the forsaking will not be for ever. For the things which we have suffered, we have suffered on account of our sins; whereas His help the Lover of mankind will display on account of His love and tender mercy towards His servants. For whether we are paying the penalties of sins, the scourges are sufficient to avert henceforth the wrath of God upon us; or whether we have been called to the contests on behalf of godliness through these temptations, the Judge of the contest is righteous not to suffer us to be tempted above what we are able to bear, but upon the labours already endured to render unto us the crown of patience and of hope in Him. For who is so adamantine in soul, who is so utterly unsympathetic and fierce, as, hearing the groaning that strikes us from every side, as though from some downcast choir resounding a common and harmonious lamentation, not to be moved in soul, and be bowed down to the earth, and waste away utterly with these inextricable griefs? Yet I say these things not for the sake of consolation (for what discourse could even be found for so great
2. Ἐλογισάμην γὰρ τὸ ἔντεχνον τοῦ διαβολικου πολέμου· ὃς ἐπειδὴ εἶδεν ἐν ταῖς παρὰ τῶν ἐχθρῶν ἐπηρείαις πληθυνομένην τὴν ἀρετὴν ἐν ὑμῖν, καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλὴν, καὶ οὐκ ἔτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ κεκρυμμένας ἡμῖν τὰς ἐνέδρας τίθησι, καλύπτων αὐτοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος οὗ περιφέρουσιν οἱ πολέμιοι· ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. Ταῦτα ἡμᾶς ἐξέπληξε, καὶ μικροῦ δεῖν, ἔξω ἐποίησε τῶν λογισμῶν. Συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἡ ἔννοια· Ἄρα μὴ ἐγκατέλιπεν ἑαυτοῦ τοὺς δούλους ὁ Κύριος; ἄρα μὴ ἐσχάτη ὥρα ἐστὶ, καὶ ἡ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα; Πλὴν, εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμὸς, βαστάσατε αὐτὸν ὡς καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδέδοται, μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα· ἀλλ' ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπι-
2. For I considered the artfulness of the diabolical warfare: since, when he saw virtue multiplying in you amid the abusive assaults of the enemies, and flourishing all the more, he changed his own counsel, and no longer wages war openly, but lays hidden ambushes for us, cloaking his plot by means of the name which the enemies bear about; so that we may both suffer the same things as our fathers, and not seem to suffer on behalf of Christ, because the persecutors also bear the name of Christians. These things astonished us, and almost drove us out of our senses. And along with these reflections there entered that thought also: Has the Lord perchance forsaken His own servants? Is it perchance the last hour, and is the apostasy making its entrance through these things, that there may now be revealed the lawless one, the son of perdition, who opposes and exalts himself above every one that is called God or an object of worship? Nevertheless, whether the temptation is temporary, bear it as noble combatants of Christ; or whether affairs have even been given over to utter destruction, let us not lose heart at the present things, but let us await the revelation from heaven and the appearing
Notes, col. 1280

On the reading

Printed κατακαμρθῆναι, for κατακαμφθῆναι.

Printed διαβολικου, for διαβολικοῦ.

PG 32:1281Read from the page
φάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται, καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη, καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ὥρισεν ὁ δίκαιος κριτὴς, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν; Μὴ τοίνυν ἀποκάμωμεν, ἀδελφοί· ἀναμένουσι γὰρ ἡμᾶς οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας, καὶ δέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. Μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν, οὐδὲ κολακευόμενος, τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη· ἀλλὰ πάντες διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδείξαντο. Μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι· διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὁ γὰρ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ
of our great God and Saviour Jesus Christ. For if the whole creation shall be dissolved, and the fashion of this world shall be transformed, what wonder is it that we also, being a part of the creation, should suffer the common sufferings, and be delivered over to afflictions, which according to the measure of our strength the righteous Judge has appointed, not suffering us to be tempted above what we are able, but with the temptation giving also the way of escape, that we may be able to bear it? Let us not therefore faint, brethren; for the crowns of the martyrs await us; the choirs of confessors are ready to stretch forth their hands to you, and to receive you into their own number. Remember the saints of old, that no one living in luxury, nor being flattered, was counted worthy of the crowns of patience; but all, having been tried by fire through great afflictions, showed forth their approved worth. Blessed is he who has been counted worthy of the sufferings on behalf of Christ. More blessed is he who has abounded in the sufferings; because the sufferings of this present time are not worthy to be compared with the glory that is to be revealed in us. For he who has not succumbed to afflictions, but
3. Ὥσπερ οὖν οἱ σκώληκες τοῖς ἁπαλωτέροις τῶν ξύλων ἐντίκτονται μάλιστα, οὕτως αἱ λῦπαι τοῖς μαλακωτέροις ἤθεσι τῶν ἀνθρώπων ἐμφύονται. Οὔτε δὲ γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ πολυπενθὲς καὶ πολύδακρυ· ἀλλ' ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς, καὶ μικρόν τι δάκρυον ἐπιστάξαι, καὶ τοῦτο ἡσυχῆ, μὴ ἀναβρυχόμενον, μηδὲ ὀλολύζοντα, μηδὲ καταρῥηγνύντα χιτῶνα, ἢ κόνιν χεόμενον, μηδ' ἄλλο τι τοιοῦτον ἀσχημονοῦντα τῶν ἐπιτηδευομένων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ ἀνθρώπινα. Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφοδρῶς καταρῥήγνυσθαι καὶ ὑποπίπτειν τοῖς λυπηροῖς. Τὸ μὲν γὰρ δάκρυον, ὥσπερ ἐκ πληγῆς τινος, τῆς προσβολῆς τοῦ ἀβουλήτου τὴν ψυχὴν τύπτοντος καὶ συστέλλοντος, καταθλιβομένου τοῦ περικαρδίου πνεύματος, ἀποτίκτεσθαι πέφυκεν· ἡ δὲ χαρὰ οἷον σκίρτημά τί ἐστι τῆς ψυχῆς ἐπαγαλλομένης τοῖς κατὰ γνώμην. Ὅθεν καὶ τὰ περὶ τὸ σῶμα συμπτώματα διενήνοχε. Τοῖς μὲν γὰρ λυπουμένοις, ὕπωχρος καὶ πελιδνὸς καὶ κατεψυγμένος ὁ ὄγκος· τοῖς δὲ φαιδρυνομένοις, ἐξανθοῦσα καὶ ὑπέρυθρος ἡ τοῦ σώματος ἕξις, μονονουχὶ πηδώσης τῆς ψυχῆς, καὶ προωθουμένης ὑφ' ἡδονῆς εἰς τὸ ἔξω. Καὶ πολλοὺς ἔγνωμεν ἐν συμφοραῖς ἀνηκέστοις ἀποστάξαι δάκρυον βιαίως ἐγκαρτερήσαντας· εἶτα τοὺς μὲν εἰς ἀνήκεστα ἐκπεσόντας πάθη, ἀποπληξίας ἢ παραλύσεις· τοὺς δὲ καὶ παντελῶς ἀποψύ-
3. Just as, therefore, worms are bred most of all in the softer kinds of wood, so griefs grow in the softer characters of men. Yet neither to women nor to men is excessive mourning and much weeping permitted; but only so much as to be saddened at painful things, and to shed a little tear, and that quietly, not roaring aloud, nor wailing, nor rending one's tunic, or pouring dust over oneself, nor committing any other such unseemliness among the things practised by those who are undisciplined towards human affairs. For it belongs to an unmanly soul, and one having no vigour from hope in God, to be violently broken down and to succumb to painful things. For the tear, as though from some blow, when the assault of what is unwelcome strikes and contracts the soul, while the spirit around the heart is compressed, is naturally brought forth; whereas joy is as it were a certain leaping of the soul exulting in the things that are according to its mind. Whence also the symptoms about the body differ. For in those who grieve, the frame is pale and livid and chilled; whereas in those who are gladdened, the habit of the body is blooming and ruddy, the soul all but leaping and pushing itself forth through pleasure to the outside. And we have known many in incurable calamities who forcibly held out against shedding a tear; then some fell into incurable affections, apoplexies or paralyses, while others even altogether breathed
PG 32:1284Read from the page
ξαντας, ὥσπερ ἐρείσματος ἀσθενοῦς τῆς δυνάμεως αὐτῶν τῷ βάρει τῆς λύπης ἀποκλασθείσης. Ὃ γὰρ ἐπὶ τῆς φλογὸς ὁρᾷν ὑπάρχει, ὑπὸ τοῦ οἰκείου αὐτὴν καπνοῦ καταπνίγεσθαι, μὴ ὑπεξιόντος, ἀλλὰ περὶ αὐτὴν εἰλουμένου· τοῦτό φασι καὶ ἐπὶ τῆς οἰκονομούσης τὸ ζῶον δυνάμεως γίνεσθαι· ἀπομαραίνεσθαι γὰρ ὑπὸ τῶν ὀδυνηρῶν καὶ κατασβέννυσθαι, μηδεμιᾶς γενομένης ἐπὶ τὸ ἔξω διαπνοῆς. Τίνος γὰρ ἕνεκεν ἐπὶ τῷ Λαζάρῳ ὁ Χριστὸς ἐδάκρυε; τῶν ὀδυρτικῶν πάντως καὶ φιλοθρήνων τὸ ἄγαν περιπαθὲς καὶ ταπεινὸν ἐπανορθούμενος. Ὅτι γὰρ οὐκ ἐμπαθὲς ἦν τὸ δάκρυον τοῦ Κυρίου, ἀλλὰ καὶ διδασκαλικὸν, ἐκεῖθεν δῆλον· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Τίς δὲ ἡμῶν κοιμώμενον ὀδύρεται φίλον, ὃν μικρὸν ὕστερον προσδοκᾷ διυπνίζειν; Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ νεκρὸς ἐζωοποιεῖτο, καὶ ὁ δεδεμένος περιεπάτει. Θαῦμα ἐν θαύματι· κειρίαις δεδέσθαι τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν· μεῖζον γὰρ ἦν τὸ ἐνισχύον τοῦ ἐμποδίζοντος. Πῶς οὖν ὁ τὰ τοιαῦτα ἐνεργεῖν μέλλων, δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν; Ἢ δῆλον, ὅτι πανταχόθεν ἡμῶν τὸ ἀσθενὲς ὑπερείδων, μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη· τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων, τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγεννὲς παραιτούμενος. Ὁ δὲ Ἰὼβ, τί; μὴ ἀδαμάντινος ἦν τὴν καρδίαν; μὴ ἐκ λίθου ἦν αὐτῷ πεποιημένα τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες, καὶ ἐν τῷ οἴκῳ τῆς θυμηδίας, ἐν τῷ καιρῷ τῆς ἀπολαύσεως, ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδε τράπεζαν αἵματι μεμιγμένην· εἶδε παῖδας διαφόρως μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπεξελθόντας τοῦ βίου τὸ τέλος. Καὶ οὐκ ᾤμωξεν, οὐ κατετίλατο κόμην, οὐκ ἀφῆκέ τινα φωνὴν ἀγεννῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκείνην καὶ παρὰ πᾶσιν ἀνυμνουμένην εὐχαριστίαν ἀπεφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Μὴ ἀσυμπαθὴς ὁ ἄνθρωπος; Καὶ πῶς; ὅς γε περὶ ἑαυτοῦ λέγει· Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ θλιβομένῳ. Ἀλλὰ ἄρα μὴ ἐψεύδετο ταῦτα λέγων; Καὶ μὴν μαρτυρεῖ αὐτῷ ἡ ἀλήθεια, ὅτι πρὸς ταῖς λοιπαῖς ἀρεταῖς καὶ ἀληθινὸς ἦν· Ἄνθρωπος γὰρ, φησὶν, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινός. Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ᾠδαῖς τισι πρὸς τὸ κατηφὲς πεποιημέναις καταθρηνοῦσι, καὶ μέλεσι γοεροῖς ἐκτήκειν ἑαυτῶν τὰς ψυχὰς ἐπιτηδεύουσι· καὶ ὥσπερ τῶν τραγῳδῶν ἴδιόν ἐστι τὸ ἀνάπλασμα καὶ ἡ σκευὴ, μεθ' ἧς τὰ θέατρα καταλαμβάνουσιν· οὕτως οἴονται προσήκειν καὶ τῷ πενθοῦντι πρέπον εἶναι σχῆμα, μέλαν ἱμάτιον, καὶ αὐχμηρὰν κόμην, καὶ σκότος ἐν οἰκίᾳ, καὶ ῥύπον, καὶ κόνιν, καὶ μέλος στυγνὸν, ἀεὶ νεαρὸν τῆς λύπης τὸ τραῦμα τῇ ψυχῇ
their last, as though a weak prop of their strength had been snapped off by the weight of grief. For what may be seen in the case of a flame, that it is choked by its own smoke when that does not pass out, but rolls around it, this they say happens also in the case of the faculty that governs the living creature: that it wastes away through painful things and is quenched, when no vent occurs towards the outside. For on what account did Christ weep over Lazarus? Altogether correcting the overly passionate and abject disposition of the querulous and those fond of lamentation. For that the weeping of the Lord was not subject to passion, but rather instructive, is clear from this: Our friend Lazarus sleepeth, but I go that I may awake him out of sleep. And who among us bewails a sleeping friend, whom he expects a little later to rouse from sleep? Lazarus, come forth; and the dead man was quickened, and he who was bound walked about. A wonder within a wonder: that his feet were bound with grave-clothes, and yet he was not hindered as to movement; for that which strengthened was greater than that which hindered. How then did He Who was about to work such things judge the event worthy of tears? Or is it clear that, supporting our weakness on every side, He encompassed the necessary affections within certain measures and bounds, shunning insensibility as brutish, and declining fondness for grief and excessive lamentation as ignoble? And what of Job? Was he adamantine in heart? Were his inward parts made of stone? Ten children fell for him in a brief turn of time, crushed by a single blow, and in the house of gladness, in the time of enjoyment, when the devil shook down the house upon them. He saw a table mingled with blood; he saw children brought forth at different times, yet departing the end of life in common. And he did not wail, he did not tear his hair, he did not utter any ignoble cry, but pronounced that renowned thanksgiving celebrated among all: The Lord gave, the Lord hath taken away; as it pleased the Lord, so also it came to pass; blessed be the name of the Lord. Was the man devoid of fellow-feeling? And how could he be, who says concerning himself: I wept over every one that was afflicted? Yet did he perchance lie in saying these things? Assuredly the truth bears witness to him that, in addition to his other virtues, he was also truthful; for it says: A man blameless, righteous, devout, truthful. Yet most men bewail themselves with certain songs composed for dejection, and make it their study to waste away their souls with mournful melodies; and just as fiction and the costume wherewith they occupy the theatres are peculiar to tragic actors, so they think that a guise belongs to and befits the mourner also: a black cloak, and unkempt hair, and darkness in the house, and squalor, and dust, and a gloomy song, keeping the wound of grief ever fresh in the soul
PG 32:1285Read from the page
διασώζοντι· οὐκ εἰδότες, ὅτι ψυχὴ ἡ ἅπαξ προσδεθεῖσα τῷ πόθῳ τοῦ κτίσαντος, καὶ τοῖς ἐκεῖ κάλλεσιν ἐνειθισμένη φαιδρύνεσθαι, τὸ περιχαρὲς αὐτῆς καὶ εὔθυμον ὑπὸ τῆς ποικίλης μεταπτώσεως τῶν σαρκικῶν παθημάτων οὐ μεταβαλεῖ, ἀλλὰ τὰ τοῖς ἄλλοις λυπηρὰ προσθήκην εὐφροσύνης ποιήσεται. Ὥσπερ γὰρ οἱ ἀσθενεῖς τὰ ὄμματα, των ἄγαν λαμπρῶν τὰς ὄψεις ἀπάγοντες, ἄνθεσι καὶ πόαις προσαναπαύουσιν· οὕτω χρὴ καὶ τὴν ψυχὴν μὴ συνεχῶς καταβλέπειν τὸ λυπηρὸν, μηδὲ τοῖς παροῦσιν ἀνιαροῖς προσκεῖσθαι, ἀλλὰ πρὸς τὴν θεωρίαν τῶν ὄντως ἀγαθῶν περιάγειν αὐτῆς τὰ ὄμματα.
preserving it; not knowing that a soul which has once been bound to the longing for the Creator, and accustomed to be gladdened by the beauties there, will not change its exceeding joy and cheerfulness through the varied shifting of fleshly affections, but will make the things that are painful to others an addition of gladness. For just as those who are weak in their eyes, turning their sight away from things that are overly bright, rest it upon flowers and grasses, so also ought the soul not continually to gaze down upon what is painful, nor cleave to present troubles, but lead its eyes round towards the contemplation of things truly good.
4. Αἱ γὰρ λῦπαι τὴν ψυχὴν, ὡς τὸ πῦρ τὸν χρυσὸν, ἀπελέγχουσι· καὶ τῷ ὄντι τοῖς καλῶς παρεσκευασμένοις αἱ θλίψεις οἱονεὶ τροφαί τινές εἰσιν, ἀθλητικὰ γυμνάσια, ἐπὶ τὴν πατρῴαν δόξαν τὸν ἀγωνιστὴν προβιβάζουσαι. Ἡ δὲ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία, τῆς μὲν λύπης βαπτιζούσης τὸν νοῦν καὶ ἀμηχανίας ἐμποιούσης ἴλιγγον, τῆς δὲ ἀπορίας τῶν λογισμῶν τὴν ἀχαριστίαν ἀπογεννώσης. Αἰσχρὸν οὖν, εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις καὶ ἐπιπόνοις πράγμασιν. Ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Καὶ ῥύεται ἐκ θλίψεως τοὺς ἁγίους αὐτοῦ ὁ Θεὸς, οὐκ ἀδοκιμάστους αὐτοὺς καταλιμπάνων, ἀλλὰ τὴν ὑπομονὴν αὐτοῖς χαριζόμενος. Εἰ γὰρ ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν· ὁ τὴν θλίψιν ἀφαιρούμενος, τῆς δοκιμῆς ἑαυτὸν ἀπεστέρησεν. Ὡς οὖν οὐδεὶς στεφανοῦται ἄνευ ἀνταγωνιστοῦ, οὕτως οὐδὲ δόκιμος ἀποφανθῆναι δύναται εἰ μὴ διὰ θλίψεων. Ἐκ πασῶν οὖν τῶν θλίψεων ῥύσεται αὐτοὺς, οὐχὶ μὴ ἐῶν αὐτοὺς θλίβεσθαι, ἀλλὰ σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν χαριζόμενος. Ὁ δὲ λέγων μὴ πρέπειν τῷ δικαίῳ τὴν θλίψιν, οὐδὲν ἕτερον λέγει, ἢ μὴ ἁρμόζειν τῷ ἀθλητῇ ἀνταγωνιστήν.
4. For griefs test the soul as fire tests gold; and in truth, for those who are well prepared, afflictions are as it were certain nourishments and athletic exercises, advancing the combatant towards the paternal glory. But excessive dejection becomes the cause of sin, grief plunging the mind and producing a dizziness of helplessness, and the perplexity of thoughts begetting ingratitude. It is shameful, therefore, for us to bless in better circumstances, and to keep silent in gloomier and painful affairs. Rather, then even more ought we to give thanks, knowing that Whom the Lord loveth He chasteneth, and scourgeth every son whom He receiveth. And God delivers His saints out of affliction, not leaving them untested, but granting them patience. For if affliction worketh patience, and patience approved worth, he who removes affliction has deprived himself of approved worth. Just as, therefore, no one is crowned without an antagonist, so neither can anyone be declared approved except through afflictions. Out of all their afflictions, therefore, He will deliver them, not by not suffering them to be afflicted, but by granting with the temptation also the way of escape so as to be able to bear it. And he who says that affliction does not befit the righteous man says nothing else than that an antagonist does not suit the athlete.
5. Ἐπεὶ δὲ φέρει παραμυθίαν ὀδυρομένοις ἡ κοινωνία τῶν στεναγμῶν, ἐπιστυγνάζειν μὲν ταῖς συμφοραῖς τῶν πεπονθότων ἀκόλουθον. Οὕτω γὰρ ἑαυτὸν οἰκειώσῃ τοῖς πάσχουσι, μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγήμασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρηνεῖν τῷ πεπονθότι, ἢ ἐν τοῖς ἀλλοτρίοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους, οἷον
5. And since fellowship in groanings brings consolation to those who mourn, it is fitting indeed to be saddened at the calamities of those who have suffered. For thus you will endear yourself to those who suffer, neither making merry over their calamities, nor showing indifference to the pains of others. Yet it is by no means fitting to be carried away further along with those who grieve, so as either to cry out aloud together, or to lament together with the sufferer, or in the affairs of others to imitate and emulate him who is darkened by passion, as for instance
Notes, col. 1285

On the reading

Printed των, for τῶν.