Migne Reading Room

PG 32 · cols. 1180–1189 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1180Read from the page
ραμείβεσθαι πεφυκυῖαν. Σήμερον τοῦδε ὁ αγρὸς, καὶ αὔριον ἄλλου, καὶ μετ' ὀλίγον ἄλλου. Ἀπόβλεψον πρὸς τὰς ἐν τῇ πόλει οἰκίας, πόσα ἤδη ἀφ' οὗ γεγόνασιν ὀνόματα μετειλήφασιν, ἄλλοτε ἀπ' ἄλλου τῶν κεκτημένων ὀνομαζόμεναι. Καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων, ἐφ' ἕτερον διαβαίνει, καὶ ἀπ' ἐκείνου πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιλαβὼν κατασχεῖν, ἢ πλοῦτον διαρκῶς σεαυτῷ συντηρῆσαι. Μὴ τοίνυν ζηλώσῃς τῶν ὑπερπλουτούντων τινὰ, μηδὲ μακαρίσῃς αὐτοῦ τὴν ζωήν· κἂν πολλαχόθεν σοι καὶ ἐξ ἀφθόνων πηγῶν περιῤῥέῃ τὰ χρήματα, μὴ προσδέξῃ αὐτῶν τὴν περιουσίαν. Οὐκ ἀεὶ δὲ ἐπαινετὴ ἡ πτωχεία, ἀλλ' ἡ ἐκ προαιρέσεως κατὰ τὸν εὐαγγελικὸν σκοπὸν κατορθουμένη. Πολλοὶ γὰρ πτωχοὶ μὲν τῇ περιουσίᾳ, πλεονεκτικώτατοι δὲ τῇ προαιρέσει τυγχάνουσιν· οὓς οὐχ ἡ ἔνδεια σώζει, ἀλλ' ἡ προαίρεσις κατακρίνει. Πλοῦτος δὲ καὶ δόξα, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθοὺς, οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν· καθὸ δὲ εὔροιάν τινα παρέχεται ἡμῶν τῷ βίῳ, αἱρετώτερά ἐστι τῶν ἐναντίων, πενίας καὶ ἀτιμίας. Ταῦτα μέντοι τοῖς μὲν οἰκονομίας ἕνεκεν δίδοται παρὰ τοῦ Θεοῦ, ὡς τῷ Ἀβραὰμ, καὶ τῷ Ἰακὼβ, καὶ τοῖς τοιούτοις. Τοῖς δὲ φαυλοτέροις πρόκλησίς ἐστι τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς ὅ γε μετὰ τοσαύτην ἐκ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ, ἀναντιῤῥήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. Ὁ μέντοι δίκαιος, οὔτε παρόντος ἐπιστρέφεται τοῦ πλούτου, οὔτε μὴ παρόντος ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλ' οἰκονομικός· οὐδεὶς δὲ τῶν εὖ φρονούντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. Εἰ δὲ τοῦ σώματος ὑπερορᾷν μελετήσαιμεν, σχολῇ γ' ἂν ἄλλο τι τῶν ἀνθρωπίνων θαυμάσαιμεν. Τί γὰρ ὅτι χρησώμεθα τῷ πλούτῳ, τὰς διὰ τοῦ σώματος ἡδονὰς ἀτιμάζοντες, ἐγὼ μὲν οὐχ ὁρῶ· πλὴν εἰ μὴ, κατὰ τοὺς ἐν τοῖς μύθοις δράκοντας, ἡδονήν τινα φέρει θησαυροῖς κατορωρυγμένοις ἐπαγρυπνεῖν.
by nature to pass from one to another. Today the field belongs to this man, and tomorrow to another, and after a little while to another. Look towards the houses in the city, how many names they have already received since they came into being, called at one time after one and at another time after another of their possessors. And gold, ever flowing through the hands of him who holds it, passes over to another, and from that man to another. More easily can you grasp water in your hand and hold it fast, than preserve wealth lastingly for yourself. Do not, therefore, envy any of the exceedingly rich, nor count his life blessed; even if money flows round you from many sides and from abundant springs, do not accept the abundance thereof. Yet poverty is not always praiseworthy, but only that which is rightly practised from deliberate choice according to the evangelical aim. For many are poor indeed in substance, yet most covetous in deliberate choice; whom need does not save, but deliberate choice condemns. And wealth and glory, in so far as they do not make their possessors good, are not among things good by nature; yet in so far as they furnish a certain smooth course for our life, they are more eligible than their opposites, poverty and dishonour. These things, however, are given by God to some for the sake of stewardship, as to Abraham, and to Jacob, and to such men. To the baser sort, however, they are an invitation to become better in character, so that he who after so great a favour from God abides in unrighteousness, undeniably renders himself liable to condemnation. The righteous man, however, neither turns his attention to wealth when it is present, nor seeks after it when it is absent; for he is not an enjoyer of the things given, but a steward; and no one of sound mind runs after the business of distributing the goods of others, unless he looks towards the glory of the multitude, who admire and envy those established in some authority. But if we should practise looking down upon the body, scarcely indeed would we admire any other of human things. For to what end we should use wealth, when we slight the pleasures that come through the body, I for my part do not see; unless indeed, after the manner of the dragons in the fables, it brings some pleasure to keep watch over buried treasures.
8. Τὸ μὲν οὖν προηγούμενόν ἐστιν, οὗ μάλιστα προσήκει τὸν Χριστιανὸν ἐπιμελεῖσθαι, γυμνωθῆναι τὰ κατὰ τὴν κακίαν πάθη τὰ ποικίλα τε καὶ διάφορα, δι' ὧν μολύνεται ἡ ψυχή. Χρὴ δὲ κατὰ δεύτερον λόγον, καὶ τὴν τῶν ὑπαρχόντων ἀποταγὴν κατορθωθῆναι, τῷ πρὸς τὸν κατὰ Θεὸν ὑψηλὸν ἀποβλέποντι βίον· διότι πολὺν παρέχει περισπασμὸν τῇ ψυχῇ ἡ τῶν ὑλικῶν πραγμάτων φροντίς τε καὶ ἐπιμέλεια. Ὅταν οὖν πλείους περὶ τὸν αὐτὸν βλέποντες τῆς σωτηρίας σκοπὸν, τὴν μετ' ἀλλήλων ζωὴν καταδέξωνται, χρὴ τοῦτο πρὸ πάντων ἐν αὐτοῖς κρατηθῆναι, τὸ μίαν ἐν πᾶσι καρδίαν εἶναι, καὶ
8. The foremost thing, therefore, for which it chiefly befits the Christian to care, is to strip off the manifold and diverse passions of vice, whereby the soul is defiled. And in the second place, the renunciation of possessions must also be rightly accomplished by him who looks towards the lofty life according to God; because care and concern for material things causes great distraction to the soul. When, therefore, several who look towards the same aim of salvation embrace life together with one another, this above all must be maintained among them, that there be one heart in all, and
Notes, col. 1180

On the reading

Printed αγρὸς, for ἀγρὸς.

PG 32:1181Read from the page
θέλημα ἓν, καὶ μίαν ἐπιθυμίαν, καὶ καθὼς νομοθετεῖ ὁ Ἀπόστολος, ἓν γενέσθαι σῶμα ἐκ διαφόρων μελῶν συνηθροισμένον. Τοῦτο δὲ οὐκ ἔστιν ἄλλως κατορθωθῆναι, εἰ μὴ ἐκεῖνο κρατήσειε, τὸ μὴ ἐπονομάζεσθαί τινι ἀποτεταγμένως μήτε ἱμάτιον, μήτε σκεῦος, μήτε ἄλλο τι τῶν εἰς τὴν κοινὴν ζωὴν χρησιμευόντων· ἵνα ἕκαστον τούτων τῆς χρείας ᾖ, καὶ μὴ τοῦ κεκτημένου. Καὶ ὥσπερ ἀνάρμοστόν ἐστι τῷ μείζονι σώματι τὸ μικρὸν ἱμάτιον, ἢ τῷ μικροτέρῳ τὸ τελειότερον, ἀλλ' ἑκάστῳ τὸ σύμμετρόν ἐστι καὶ ἐπωφελὲς καὶ εὐάρμοστον· οὕτως καὶ ἐνταῦθα ἡ κλίνη, τὰ στρώματα, τὸ θερμὸν περιβόλαιον, τὸ ὑπόδημα τοῦ πάνυ χρήζοντος, οὐχὶ τοῦ κεκτημένου εἶναι ὀφείλει. Καὶ καθάπερ τῷ φαρμάκῳ ὁ τραυματισθεὶς, οὐχ ὁ ὑγιαίνων κέχρηται, οὕτω καὶ τῶν πρὸς τὴν ἄνεσιν τυῦ σώματος ἐπινοουμένων, οὐχ ὁ τρυφῶν, ἀλλ' ὁ χρήζων τῆς ἀνέσεως ἀπολαύει δικαίως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
one will, and one desire, and, even as the Apostle ordains, that one body be formed, gathered together out of diverse members. Now this cannot otherwise be rightly accomplished, unless this rule should prevail, that neither garment, nor vessel, nor any other of the things serviceable for the common life be called the separate property of anyone; so that each of these things may belong to the need, and not to the possessor. And just as a small garment is unsuited to the larger body, or the fuller garment to the smaller, but for each that which is proportioned is both beneficial and well-fitting; so also here the bed, the coverings, the warm wrap, the shoe ought to belong to him who truly needs them, not to the owner. And just as he who is wounded uses the medicine, not he who is in health, so also of the things devised for the relief of the body, not he who lives in luxury, but he who needs the relief justly enjoys it, in Christ Jesus our Lord, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
ΠΕΡΙ ΠΛΕΟΝΕΞΙΑΣ.
On Covetousness.
ΛΟΓΟΣ Ϛʹ.
Discourse 6.
1. Ὅταν εἰς οἰκίαν ἀνδρὸς ἀπειροκάλου εἰσέλθω, καὶ ἴδω αὐτὴν παντοίοις γεγανυμένην ἄνθεσιν, οἶδα ὅτι οὗτος οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέκτηται, ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Καίτοι μυρίοι ἐφεστᾶσι τῇ θύρᾳ πτωχοὶ, πᾶσαν ἐλεεινὴν ἀφιέντες φωνήν· ὁ δὲ ἀρνεῖται τὴν δόσιν, ἀδύνατον εἶναι λέγων ἐπαρκεῖν τοῖς αἰτοῦσι. Καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυται, ὑπὸ δὲ τῆς χειρὸς ἐλέγχεται· σιωπῶσα γὰρ ἡ χεὶρ τὴν ψευδολογίαν κηρύσσει, περιαστραπτομένη ὑπὸ τῆς ἐπὶ τοῦ δακτυλίου σφενδόνης. Ἄθλιε καὶ ταλαίπωρε, πόσους δύναται εἷς σου δακτύλιος χρεῶν ἀπολῦσαι· πόσους οἴκους καταπίπτοντας ἀνορθῶσαι! Μία σου κιβωτὸς τῶν ἱματίων δύναται δῆμον ὁλόκληρον ῥιγοῦντα περιβαλεῖν· ἀλλ' ὑπομένεις ἄπρακτον ἀποπέμψαι τὸν πένητα, μὴ φοβούμενος τὸ δίκαιον τῆς ἀντιδόσεως τοῦ κριτοῦ. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ· οὐκ ἤνοιξας τὴν οἰκίαν, ἀποπεμφθήσῃ τῆς βασιλείας· οὐκ ἔδωκας τὸν ἄρτον, οὐ λήψῃ τὴν αἰώνιον ζωήν. Ἀλλὰ πένητα λέγεις σεαυτόν. Κἀγὼ συντίθεμαι· πένης γάρ ἐστιν, ὁ πολλῶν ἐνδεής. Πολλῶν δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ τὸ τῆς ἐπιθυμίας ἀκόρεστον. Τοῖς δέκα ταλάντοις ἄλλα δέκα τάλαντα προστεθεικέναι σπουδάζετε· ἐπειδὰν εἴκοσι γένηται, ἄλλα τοσαῦτα ἐπιζητεῖτε, καὶ ἀεὶ τὸ προστιθέμενον, οὐχὶ τὴν ὁρμὴν ἵστησιν, ἀλλ' ἀναφλέγει τὴν ὄρεξιν. Ὥσπερ γὰρ τοῖς μεθύουσιν ἀφορμὴ τοῦ πίνειν ἡ προσθήκη τοῦ οἴνου γίνεται, οὕτω καὶ οἱ νεόπλουτοι πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυμοῦσι, τῷ ἀεὶ προστιθεμένῳ τὴν νόσον τρέφοντες, καὶ περιτρέπεται αὐτοῖς ἡ σπουδὴ πρὸς τὸ ἐναντίον. Οὐ γὰρ εὐφραίνει αὐτοὺς τὰ προσόντα τοσαῦτα ὄντα, ὅσον λυπεῖ τὰ ἐνδέοντα, ἅπερ ἂν αὐτοῖς ἐλλείπειν
1. Whenever I enter the house of a vulgar man, and see it gleaming with all manner of bright adornments, I know that this man possesses nothing more precious than the things that are seen, but beautifies inanimate things, while keeping his soul unadorned. And yet ten thousand poor folk stand at the door, uttering every piteous cry; while he refuses to give, saying that it is impossible to suffice for those who ask. And with his tongue indeed he swears off, but by his hand he is convicted; for though silent, his hand proclaims the falsehood, flashing round about with the bezel of his ring. Wretched and miserable man, how many men can a single ring of yours release from debts; how many falling houses can it set upright! A single chest of your garments can clothe a whole shivering populace; yet you endure to send the needy man away empty-handed, not fearing the justice of the requital of the Judge. You did not show mercy, you shall not be shown mercy; you did not open your house, you shall be sent away from the kingdom; you did not give bread, you shall not receive eternal life. But you call yourself poor. And I agree; for poor is he who stands in need of many things. And the insatiability of desire makes you stand in need of many things. To your ten talents you are eager to add another ten talents; when they become twenty, you seek after as many more, and that which is continually added does not check the impulse, but inflames the appetite. For just as for drunken men the addition of wine becomes an occasion for drinking, so also the newly rich, having acquired much, desire more, feeding the disease by what is continually added, and their eagerness turns round for them to the opposite. For the things they have, great as they are, do not gladden them so much as the things they lack grieve them, whatever they may suppose to be wanting to them
Notes, col. 1181

On the reading

Printed τυῦ, for τοῦ.

PG 32:1184Read from the page
ὑπόθωνται. Δέον γὰρ αὐτοὺς εὐφραίνεσθαι καὶ χάριν ἔχειν, τοσούτων ὄντας εὐπορωτέρους· οἱ δὲ δυσφοροῦσι, καὶ ὀδυνῶνται, ὅτι ἑνός που ἢ δευτέρου τῶν ὑπερπλουτούντων ἀπολιμπάνονται. Καὶ οὐ τοὺς ὑποδεεστέρους ἀπαριθμούμενοι, τὴν ὑπὲρ ὧν ἔχουσι χάριν ἀποπληροῦσι τῷ εὐεργέτῃ· ἀλλὰ τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει· ὅσον ἀπολείπονται λογιζόμενοι, ὡς οἰκείων στερούμενοι τῶν ἑτέροις προσόντων, οὕτως ἀνιῶνται καὶ καταμέμφονται. Οἱ γὰρ τῶν ἀναγκαίων ὅρων ἔξω γενόμενοι, παραπλησίως τοῖς κατὰ τοῦ πρανοῦς φερομένοις, πρὸς οὐδὲν στάσιμον ἔχοντες ἀποβῆναι, οὐδαμοῦ τῆς εἰς τὸ πρόσω φορᾶς ἵστανται· ἀλλ' ὅσῳπερ ἂν πλείω προσπεριβάλωνται, τοῦ ἴσου δέονται, ἢ καὶ πλείονος πρὸς τὴν τῆς ἐπιθυμίας ἐκπλήρωσιν, κατὰ τὸν Ἐξηκεστίδου Σόλωνα, ὅς φησι·
[whatever they may] suppose [to be wanting to them]. For whereas they ought to rejoice and give thanks, since they are better off than so many; yet they are vexed and pained, because they fall short of some one or two of the exceedingly rich. And not numbering those who are inferior to themselves, do they render thanks to their Benefactor for what they have; but by comparison with what exceeds them, reckoning by how much they fall short, as though deprived of their own in the things that belong to others, they are thus distressed and complain. For those who have gone outside the necessary bounds, like men carried down a steep slope, having no firm ground on which to set foot, nowhere halt in their onward rush; but the more they encompass for themselves, the more they stand in need of an equal amount, or even more, for the fulfilment of their desire, according to Solon the son of Execestides, who says:
Πλούτου δ' οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται.
Of wealth no declared limit lies set for men.
Τῷ δὲ Θεόγνιδι πρὸς ταῦτα διδασκάλῳ χρηστέον, λέγοντι·
And in view of these things we must use Theognis as a teacher, who says:
Οὐκ ἔραμαι πλουτεῖν, οὔτ' εὔχομαι· ἀλλά μοι εἴη Ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.
I do not love to be rich, nor do I pray for it; but may it be mine to live upon a little, having no evil.
Ἐγὼ δὲ καὶ Διογένους ἄγαμαι τὴν πάντων ὁμοῦ τῶν ἀνθρωπίνων ὑπεροψίαν ὅς γε καὶ βασιλέως τοῦ μεγάλου ἑαυτὸν ἀπέφηνε πλουσιώτερον, τῷ ἐλαττόνων ἢ ἐκεῖνος κατὰ τὸν βίον προσδεῖσθαι. Τοῖς δὲ πλεονέκταις, εἰ μὴ τὰ Πυθίου τοῦ Μυσοῦ προσείη τάλαντα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ βοσκημάτων ἑσμοὶ πλείους ἢ ἀριθμῆσαι, οὐδὲν ἐξαρκέσει. Ἀλλ' ὥσπερ οἱ τὰς κλίμακας ἀναβαίνοντες, ἀεὶ πρὸς τὴν ὑπερκειμένην βαθμίδα τὸ ἴχνος αἴροντες, οὐ πρότερον ἀφίστανται, πρὶν ἂν τῆς ἄκρας ἀφίκωνται· οὕτω καὶ οὗτοι, ὅταν τοῦτον τὸν πλούσιον καταλάβωσιν, εὐθὺς τῷ πλουσιωτέρῳ παρισωθῆναι φιλονεικοῦσι· κἂν ἐπ' ἐκεῖνον φθάσωσιν, ἐπὶ τὸν ἄλλον τὴν σπουδὴν μεταφέρουσι, καὶ οὐ παύονται τῆς κατὰ τὴν δυναστείαν ὁρμῆς, ἕως ἂν ὑψωθέντες, ἀπὸ μετεώρου τοῦ πτώματος ἑαυτοὺς καταῤῥήξωσι.
And I for my part admire also Diogenes' disdain for all human things together, who declared himself richer even than the Great King, in that he needed fewer things in life than that man. But for the covetous, unless the talents of Pythius the Mysian are added to them, and so and so many acres of land, and herds of cattle more than can be numbered, nothing will suffice. But just as those who climb ladders, ever lifting their step towards the rung that lies above, do not leave off before they reach the top; so also these men, when they overtake this rich man, straightway strive contentiously to equal one who is richer still; and even if they reach that man, they transfer their eagerness to another, and do not cease from their rush after dominance, until, having been lifted on high, they dash themselves down in a fall from aloft.
2. Καὶ ὥσπερ οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται· οὕτως ἡ τοῦ πλεονέκτου ψυχὴ τῇ φιλοχρηματίᾳ καταχωσθεῖσα, πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἂν ἴδῃ τὸν χρυσὸν, ἢ τὸν ἥλιον. Εὔχεται πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μεταβληθῆναι, καὶ ἐπινοεῖ μέντοι καθ' ὅσον οἷόν τε. Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖ; Ὁ σῖτος χρυσὸς αὐτῷ γίνεται· ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται· τὰ ἔρια αὐτῷ ἀποχρυσοῦται· πᾶσα ἐμπορία, πᾶσα ἐπίνοια χρυσὸν αὐτῷ προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ, πολυπλασιαζόμενος ἐν δανείσμασι· καὶ τέλος τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται. Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις ἐνδίδομεν τῶν περισπουδάστων ὑπερεμπίμπλασθαι, ὥστε
2. And just as those who are deranged by madness do not see things themselves, but imagine the figments of their passion; so the soul of the covetous man, buried under the love of money, sees all things as gold, all things as silver. More gladly would he behold gold than the sun. He prays that all things may be transformed into the nature of gold, and indeed contrives it so far as is possible. For what device does he not set in motion for the sake of gold? Corn becomes gold for him; wine solidifies into gold; wool is turned into gold for him; all commerce, every contrivance brings him gold. Gold itself begets itself, being multiplied in loans; and no end of desire is found out. For to greedy children we often lavishly grant to fill themselves to excess with the things they eagerly crave, so as
PG 32:1185Read from the page
τῷ ὑπερβάλλοντι κόρῳ τὴν ἀποστροφὴν ἐμποιῆσαι. Ὁ δὲ πλεονέκτης, οὐχ οὕτως· ἀλλ' ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται. Τὸ μὲν πῦρ ἐπειδὰν καταπρήσεως ἅψηται, σπεύδει πᾶσαν ἐπινεμηθῆναι τὴν ὕλην· καὶ οὐδεὶς αὐτῷ στῆσαι δύναται, πρὶν ἂν ἐπιλείπῃ ἡ ὕλη. Τὸν δὲ πλεονέκτην τί δύναται ἐπισχεῖν; Πυρός ἐστι χαλεπώτερος, πάντα διὰ συνεχείας νεμόμενος. Ἔλαβε τὰ τοῦ πλησίον· ἄλλος ἀνεφάνη γείτων, καὶ τὰ ἐκείνου ἐξιδιοποιήσατο. Οὐ τοῖς κατόπιν προσέχει, ὅτι πολλά· ἀλλὰ τοῖς λείπουσιν, ὅτι γείτονας κέκτηται. Οὐκ εὐφραίνει τὰ κτηθέντα· ἀλλὰ λυπεῖ τὰ λειπόμενα· οὐ τῇ ἀπολαύσει τῶν συναχθέντων προσέχει, ἀλλ' ἑαυτὸν ἐκδαπανᾷ τῇ ἐπιθυμίᾳ τῆς τοῦ πλείονος κτήσεως. Εἶτα ἀγρυπνίαι ἐντεῦθεν, αἱ μέριμναι, αἱ φροντίδες. Τί ποιήσω; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Ἄφρον, ἐν ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι παρὰ σοῦ τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς αἰωνίου κολάσεως ὁ γέλως τῆς ἀβουλίας. Ὁ γὰρ μετ' ὀλίγον ἀνάρπαστος ἄγεσθαι μέλλων, οἷα βουλεύεται; Καθελῶ μου τὰς ἀποθήκας. Καλῶς ποιεῖς, φαίην ἂν ἔγωγε πρὸς αὐτόν· ἄξια γὰρ καθαιρέσεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσὶν, ἃ κακῶς ᾠκοδόμησας· λύε τὰ σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών· ἀφάνισον πάντα οἶκον, πλεονεξίας φύλακα, ἀποσκεύασον ὀρόφους, περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον, ἐξάγαγε ἐκ φυλακῆς τὸν δέσμιον πλοῦτον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμωνᾶ καταγώγια. Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Ἐὰν δὲ καὶ ταύτας ἐμπλήσῃς, τί ποτε ἄρα διανοηθήσῃ; ἦπου πάλιν καθαιρήσεις, καὶ πάλιν οἰκοδομήσεις; Καὶ τί τούτων ἀνοητό⟨…⟩ σπουδῆς, καὶ μετὰ σπουδῆς καθαιρεῖν;
to produce aversion in them through excessive surfeit. With the covetous man, however, it is not so; but the more things he fills himself with, the more he longs for. When fire takes hold for burning, it hastens to devour all the fuel; and no one can stay it before the fuel fails. But what can hold back the covetous man? He is fiercer than fire, continuously devouring all things. He took his neighbour's goods; another neighbour appeared, and he appropriated that man's goods as well. He pays no heed to the things behind him, that they are many; but to the things still lacking, that he has neighbours. What has been acquired does not gladden him; rather, what is left unacquired grieves him; he pays no heed to the enjoyment of what has been gathered together, but consumes himself with the desire for acquiring more. Then from this come sleepless nights, anxieties, cares. What shall I do? I will pull down my barns, and build larger ones. Fool, this night they require your soul of you; and the things that you have prepared, whose shall they be? (Luke 12:18-20). Greater than eternal punishment is the derision of his folly. For he who after a little while is about to be snatched away and led off, what counsels does he revolve? I will pull down my barns. You do well, I for my part would say to him; for the storehouses of unrighteousness are worthy of demolition. Dig down with your own hands what you have wickedly built; break up the granaries, whence no one ever departed having obtained consolation; obliterate every house that is a guardian of covetousness, dismantle roofs, strip away walls, show to the sun the mouldering corn, bring forth from prison the captive wealth, lead in triumph the dark chambers of mammon. I will pull down my barns, and build larger ones. And if you fill these also, what then will you devise? Will you indeed pull them down again, and build again? And what is more foolish than these things ⟨…⟩ with eagerness, and with eagerness to pull down?
3. Κἂν μὲν ἀκούσῃς, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἵνα ἔχῃς ἐφόδιον πρὸς τὴν αἰώνιον ἀπόλαυσιν, ἀπέρχῃ λυπούμενος· ἂν δὲ ἀκούσῃς, Δὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθοξόοις, τέκτοσι, ψηφοθέταις, ζωγράφοις, χαίρεις ὡς δή τι χρημάτων τιμιώτερον κατακτώμενος. Οὐχ ὁρᾷς τοὺς τοίχους τούτους τοὺς ὑπὸ τοῦ χρόνου καταῤῥυέντας, ὧν τὰ λείψανα ὥσπερ σκόπελοί τινες διὰ τῆς πόλεως πάσης ἀνέχουσι; Πόσοι ἦσαν κατὰ τὴν πόλιν πένητες τούτων ἐγειρομένων, οἳ διὰ τὴν περὶ ταῦτα σπουδὴν ὑπὸ τῶν τότε πλουσίων παρεωρῶντο; Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τῇ τούτων μεγαλουργίᾳ ζηλούμενος; Οὐ τὰ μὲν συγκέχυται καὶ ἠφάνισται, ὥσπερ τὰ κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμενα, ὁ δὲ ἐν τῷ ᾅδῃ κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελούμενος; Μεγάλην ἔχε τὴν ψυχὴν, ἄνθρωπε. Τοῖχοι δὲ καὶ μικροὶ καὶ μείζονες τὴν αὐτὴν χρείαν πληροῦσι τοῖς ἔχουσιν. Ἔχεις ἀποθήκας, ἐὰν θέλῃς
3. And if indeed you hear, Sell your possessions, and give to the poor (Matt. 19:21), that you may have provision for eternal enjoyment, you go away sorrowing; but if you hear, Give money to luxurious women, give to stonecutters, carpenters, mosaic-workers, painters, you rejoice as though acquiring something more precious than money. Do you not see these walls that have collapsed through time, whose remains jut up like crags throughout the whole city? How many poor folk were there in the city when these were being raised, who because of the eagerness for these things were overlooked by the rich men of that time? Where then is the splendid construction of the works? And where is he who was envied for their magnificence? Have not the former been confounded and obliterated, like things ingeniously fashioned in play upon the sands by children, while that man lies in Hades, repenting of his eagerness for vain things? Keep a great soul, O man. Walls both small and larger fulfil the same need for their possessors. You have barns, if you will:
PG 32:1188Read from the page
τὰς οἰκίας τῶν πενήτων. Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανῷ. Τὰ ἐκεῖ ἀποτιθέμενα οὐ σῆτες μεταβόσκονται, οὐ σηπεδὼν ἐπινέμεται, οὐ λησταὶ διακλέπτουσιν. Ἀλλὰ τότε μεταδώσω τοῖς δεομένοις, ὅταν τὰς δευτέρας ἀποθήκας πληρώσω. Μακροὺς σεαυτῷ τοὺς χρόνους τῆς ζωῆς ἔπηξας· καὶ σκόπει, μή σε προκαταλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων. Καὶ γὰρ ἡ ἐπαγγελία οὐ χρηστότητός ἐστιν ἀλλὰ πονηρίας ἀπόδειξις. Ἐπαγγέλλῃ γὰρ, οὐχ ἵνα δῷς μετὰ ταῦτα, ἀλλ' ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν τί τὸ κωλύον τὴν μετάδοσιν; Οὐ πάρεστιν ὁ ἐνδεής; οὐχὶ πλήρεις αἱ ἀποθῆκαι; οὐχ ὁ μισθὸς ἕτοιμος; οὐχ ἡ ἐντολὴ τηλαυγής; Ὁ πεινῶν τήκεται, ὁ γυμνητεύων πήγνυται, ὁ ἀπαιτούμενος ἀπάγχεται· καὶ σὺ τὴν ἐλεημοσύνην εἰς τὴν αὔριον ἀναβάλλῃ. Ἄκουε Σολομῶντος· Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Εἶτα, χρυσὸν μὲν διδοὺς, καὶ ἵππον κτώμενος, οὐκ ἀθυμεῖς· φθαρτὰ δὲ προέμενος, καὶ βασιλείαν οὐρανῶν λαμβάνων, δακρύεις, καὶ ἀρνῇ τὸν αἰτοῦντα, καὶ ἀνανεύεις τὴν δόσιν, μυρίας προφάσεις ἀναλωμάτων ἐπινοῶν. Τί ἀποκριθήσῃ τῷ κριτῇ; ὁ τοὺς τοίχους ἀμφιεννὺς, ἄνθρωπον οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ ⟨τ⟩ὸν χρυσὸν κατορύσσων, τοῦ ἀγχομένου καταφρονεῖς;
the houses of the poor. Lay up for yourself treasure in heaven (Matt. 6:20). The things stored away there neither moths feed upon, nor rot consumes, nor thieves steal through. But I will share with the needy then, when I have filled my second barns. You have fixed long times of life for yourself; and take heed lest he who presses on according to the appointed term overtake you beforehand. For indeed the promise is a proof not of goodness, but of wickedness. For you promise, not that you may give hereafter, but that you may put off the present moment. Since what is there now that hinders the sharing? Is not the needy man present? Are not the barns full? Is not the reward ready? Is not the commandment radiant? The hungry man wastes away, the naked man freezes, the debtor is throttled; and you put off almsgiving until tomorrow. Hear Solomon: Do not say, Go away and come back, and tomorrow I will give, when you are able to do good; for you do not know what the coming day will bring forth (Prov. 3:28; 27:1). Then, when giving gold and acquiring a horse, you are not disheartened; but when parting with perishable things and receiving the kingdom of heaven, you weep, and refuse him who asks, and decline to give, devising ten thousand pretexts of expenses. What will you answer to the Judge? You who clothe walls, do you not clothe a human being? You who adorn horses, do you overlook your brother in disgrace? You who let corn rot away, do you not feed the hungry? You who bury gold, do you despise him who is being strangled?
4. Πῶς σοι ὑπ' ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος; Ἐκεῖνος περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν αὐτῷ οὔτε ἐστὶν, οὔτε γεγένηται πώποτε· σκεύη δὲ καὶ ἐσθὴς, τοιαῦτα ὁποῖα ἂν γένηται πτωχῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τί οὖν; Ἐπὶ τοὺς παῖδας λοιπὸν ὁ ἄθλιος ἄγει τὴν ὀφθαλμὸν, ὥστε ἀγαγὼν εἰς τὸ πρατήριον, ἐντεῦθεν εὕρασθαι τοῦ θανάτου παραμυθίαν. Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα· καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπεὶς, τελευταῖον ἐκρατήθη, ὑπὸ τῆς ἀναγκαίας χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται ὁ πατήρ; Τίνα τούτων ἀπεμπωλήσω; τίνα δὲ ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα. Ἀλλὰ τὸν νέον; ἀλλ' ἐλεῶ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μαθήματα. Φεῦ τῆς ἀμηχανίας! Τίς γένωμαι; τίνι τούτων προσκρούσω; ποίαν θηρίου ψυχὴν ἀναλάβω; πῶς τῆς φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχωμαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει. Ἐὰν ἕνα πρόωμαι, ποίοις ὀφθαλμοῖ⟨ς⟩ τοὺς λειπο-
4. How shall I bring before your sight the sufferings of the poor man? Looking round at the things within his house, that man sees that gold neither belongs to him nor ever has belonged to him at all; while vessels and clothing are such as the possessions of poor folk may be, worth a few obols in all. What then? Upon his children, finally, the wretched man turns his eye, so as by leading them to the sale-mart to find from that source some relief from death. Consider here the battle between the necessity of famine and paternal affection. The former threatens the most pitiable death, while nature pulls back, persuading him to die together with his children; and having often started forth, and often been checked, at last he is overcome, forced out by inevitable need. And what counsels does the father revolve? Which of these shall I sell off? And which will the corn-dealer look upon gladly? Shall I come to the eldest? Yet I reverence his rights of primogeniture. Or the young one? Yet I pity his age that is insensible of calamities. This one preserves distinct the features of his parents; that one is well fitted for learning. Alas for the helplessness! What am I to become? Against which of these shall I dash myself? What wild beast's soul shall I take up? How shall I forget nature? If I hold fast to them all, I shall see them all consumed by the affliction. If I give up one, with what eyes shall I look upon the remaining
Notes, col. 1188

On the reading

Printed τὴν ὀφθαλμὸν, for τὸν ὀφθαλμὸν.

PG 32:1189Read from the page
μένους προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατασκευάσας τὴν ἀπαιδίαν; πῶς ἐπὶ τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπωλήσων ἔρχεται· σὲ δὲ οὐ κάμπτει τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ' ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων τὴν συμφοράν. Καὶ ὁ μὲν τὰ σπλάγχνα προτείνεται τιμὴν τῶν τροφῶν· σοῦ δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χεὶρ, ἐκ τῶν τοιούτων συμφορῶν ὑποδεχομένη τιμήματα· ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος· καὶ ὅπως ἂν πολὺ λαβὼν ἔλαττον δώῃς φιλονεικεῖς, πανταχόθεν βαρύνων τὴν συμφορὰν τῷ ἀθλίῳ.
ones, having already become suspected by them of faithlessness? How shall I dwell in the house, having contrived childlessness for myself? How shall I come to a table that has its plenty from such an occasion? And he indeed comes with ten thousand tears to sell off the dearest of his children; yet the suffering does not bend you, nor do you take thought for nature. Rather, famine holds the wretched man fast, while you put him off and feign ignorance, making his calamity longer for him. And he indeed holds out his own bowels as the price of food; while your hand not only does not grow numb in receiving prices out of such calamities, but you even haggle over the larger amount, and strive contentiously how you may take much and give less, weighing down the calamity from every side for the wretched man.
5. Τὴν Σελευκίδα τὸ ὄρνεον, ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων, ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρεστον σεαυτοῦ τὴν ψυχὴν κατεσκεύασας. Ἀλληλοφάγοι τῶν ἰχθύων οἱ πλεῖστοι, καὶ ὁ μικρότερος παρ' ἐκείνοις βρῶμά ἐστι τοῦ μείζονος. Κἄν ποτε συμβῇ τὸν τοῦ ἐλάττονος κρατήσαντα ἑτέρου γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγονται γαστέρα τοῦ τελευταίου. Τί οὖν ἡμεῖς ἄνθρωποι ἄλλο τι ποιοῦμεν ἐν τῇ καταδυναστείᾳ τῶν ὑποδεεστέρων; τί διαφέρει τοῦ τελευταίου ἰχθύος ὁ τῇ λαιμάργῳ φιλοπλουτίᾳ τοῖς ἀπληρώτοις τῆς πλεονεξίας αὐτοῦ κόλποις ἀποκρύπτων τοὺς ἀσθενεῖς; Ἐκεῖνος εἶχε τὰ τοῦ πένητος· σὺ τοῦτον λαβὼν μέρος ἐποιήσω τῆς περιουσίας ἑαυτοῦ. Ἀδίκων ἀδικώτερος ἐφάνης, καὶ πλεονεκτικώτερος πλεονέκτου. Ὅρα, μὴ τὸ αὐτό σε πέρας τῶν ἰχθύων ἐκδέξηται, ἄγκιστρόν που, ἢ κύρτος, ἢ δίκτυον. Πάντως γὰρ καὶ ἡμεῖς πολλὰ τῶν ἀδίκων διεξελθόντες, τὴν τελευταίαν τιμωρίαν οὐκ ἀποδρασόμεθα. Ἐκ πλεονεξίας σοι κατέλιπεν ὁ πατὴρ κτήματα· ἀπόδος τῷ ἠδικημένῳ, μὴ ὡς ἰδίων ἀντιποιοῦ· ἁμαρτίας ἐστὶ κληρονομία. Ἀδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον· δὸς αὐτῷ σὺ τὴν ἐλευθερίαν, ἵνα κἀκείνῳ κουφοτέραν ποιήσῃς τὴν βάσανον, καὶ σεαυτῷ τὴν ἐλευθερίαν παρασκευάσῃς. Μὴ προφασίζου τοὺς παῖδας. Παῖδές εἰσι; θησαύριζε αὐτοῖς θησαυρὸν αἰώνιον. Κατάλειπε αὐτοῖς μνήμην ἀγαθὴν, ἢ πλοῦτον πολύν· πάντας ποίησαι τοῦ παιδὸς τοῦ σοῦ πατέρας διὰ τῆς εὐνοίας. Ἀνάγκη σέ ποτε ἀπελθεῖν τοῦ βίου· εἶτα τὸν σὸν παῖδα ἐν τῇ ἀφηλικίᾳ καταλείψεις, τῶν προεστώτων δεόμενον. Ἐὰν μὲν καλὸς καὶ ἀγαθὸς ᾖς, ἕκαστος τὸν σὸν ἔκγονον ὥσπερ ἴδιον ἐκθρέψει· μεμνήσεται γὰρ, ὅτι καὶ σὺ ὀρφανῶν πατὴρ ἐγένου. Ἐὰν δὲ ἐν πονηρίᾳ ζήσας, καὶ πολλοὺς λυπήσας, καὶ παντὸς θηρίου χαλεπώτερος γενόμενος τοῖς συντυγχάνουσιν, ὑπεξέλθοις τοῦ βίου, κατέλιπες τὸν σὸν ἔκγονον κοινὸν ἐχθρὸν τῶν ζώντων. Ὥσπερ γὰρ τέκνον σκορπίου ὁ
5. The bird called the Seleucis the Creator of all things contrived to be insatiable for the benefit of men; whereas you have made your soul insatiable to the harm of the multitude. Most fishes devour one another, and among them the smaller is food for the larger. And if it ever happens that the one which overpowered the lesser becomes the prey of another, both are brought into the single belly of the last. What else, then, do we men do in the oppression of our inferiors? Wherein does he who in gluttonous love of wealth hides away the weak in the insatiable folds of his covetousness differ from the last fish? That man held the goods of the poor man; you took him and made him part of your own substance. You have shown yourself more unrighteous than the unrighteous, and more covetous than the covetous. Take heed lest the same end as that of the fishes await you: a hook somewhere, or a weel, or a net. For assuredly we too, after going through many unrighteous deeds, shall not escape the final punishment. Out of covetousness your father left you possessions; restore them to him who was wronged, do not lay claim to them as your own; it is an inheritance of sin. Having unjustly enslaved a man, your father left you a slave; give him his freedom yourself, that you may make the torment lighter for that man as well, and prepare freedom for yourself. Do not put forward your children as an excuse. Are there children? Lay up for them an eternal treasure. Leave behind for them a good memory rather than great wealth; make all men fathers of your child through goodwill. Needs must you depart from life one day; then you will leave your child behind in nonage, in need of protectors. If indeed you are honourable and good, each man will rear your offspring as his own; for he will remember that you too became a father of orphans. But if, having lived in wickedness, and grieved many, and proved fiercer than any wild beast to those who met with you, you should pass from life, you have left your offspring behind as a common enemy of the living. For just as he who