1. Τοὺς τῶν βιωτικῶν ἑαυτοὺς ἀποξενοῦντας μεριμνῶν, πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, ὡς μή ποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβάλλειν, ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ φαντασίαις τῶν ματαίων καταῤῥυπαίνειν· ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον, τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν. Οὕτως γὰρ προσγίνεται ἡμῖν ἡ πρὸς Θεὸν ἀγάπη, ἅμα τε διεγείρουσα τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ' αὐτῶν πάλιν αὕτη συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Ὁ δὲ σφόδρα τῇ ἐπιθυμίᾳ τοῦ ἀκολουθεῖν τῷ Χριστῷ κατεχόμενος, πρὸς οὐδὲν ἔτι τῆς ζωῆς ταύτης ἐπιστραφῆναι δύναται, οὐ πρὸς γονέων ἢ οἰκείων φίλτρον, ὅταν ἐναντιούμενον ᾖ τοῖς τοῦ Κυρίου προστάγμασι. Τότε γὰρ καιρὸν ἔχει καὶ τὸ, Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά· καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκωβος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὐτῶν Ζεβεδδαῖον, καὶ αὐτὸ τὸ πλοῖον, τὴν πᾶσαν ἀφορμὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ' αὐτοῦ τοῦ τελωνίου ἀναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, οὐ τὰ κέρδη μόνον τὰ ἐν τῷ τελωνίῳ καταλιπὼν, ἀλλὰ καὶ τῶν κινδύνων ὑπεριδὼν, οἳ ἐπακολουθεῖν ἔμελλον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας, ἀτελεῖς τοὺς λόγους τοῦ τελωνίου καταλιμπάνοντι· Παύλῳ δὲ καὶ ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ. Ὅταν γὰρ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προκατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος· κἂν πάντες αὐτὴν ὑπὲρ τοῦ ποθουμένου τοξεύωσι, τέρπουσι μᾶλλον ἢ πλήττουσιν. Εἰ γὰρ διὰ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱρούμεθα, καὶ πάντα πόνον εἰς ἀνταπόδοσιν τῶν προσγενομένων ἡμῖν καλῶν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέσθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύναται; Αἳ τοσαῦται μὲν εἰσὶ τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν· τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρκεῖν καὶ μίαν ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι. Ὁ δ' οὕτως ἐστὶν ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαιτεῖ, ἀλλ' ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ' οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω), εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβερὰν καταπίπτω, μή ποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ τῆς πρὸς τὰ μάταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν, ὄνειδος γένωμαι τῷ Χριστῷ. Εἰς ὀνειδισμὸν γὰρ προσοίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν ὁ διάβολος, καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ ἡμῶν· ὅς γε
1. Those who estrange themselves from the cares of this life ought to guard their own heart with all watchfulness, so as never to cast out the thought of God, or defile the remembrance of His marvellous works with imaginations of vain things; but through continual and pure remembrance to carry about the holy thought of God stamped upon our souls like an indelible seal. For thus love towards God accrues to us, at the same time stirring up the performance of the commandments of the Lord, and again itself being preserved by them unto continuance and unfailingness. And he who is strongly possessed by the desire of following Christ can no longer turn back towards anything of this life, not even towards affection for parents or kinsfolk, when it is opposed to the ordinances of the Lord. For then that saying also has its season: If any man comes to Me, and hates not his father, and his mother (Luke 14:26), and the rest; even as the holy disciples of the Lord also showed us, James and John, having left their father Zebedee, and the ship itself, their whole means of livelihood; and Matthew, having risen up from the very receipt of custom and followed the Lord, leaving behind not only the gains of the custom-house, but also despising the dangers which were bound to follow both upon himself and upon his kinsfolk from the authorities when he left the accounts of the custom-house unfinished; and to Paul the whole world was crucified, and he himself unto the world. For when the love of godliness preoccupies the soul, every form of warfare is laughable to it; and even if all shoot arrows at it for the sake of the Beloved, they delight rather than wound. For if through goodwill and affection towards our benefactors we are naturally drawn, and endure every toil in repayment for the good things that have accrued to us, what word can worthily reach unto the gifts of God? Which are so great in multitude as even to escape number; and so great in magnitude and of such a kind that even a single one suffices to render us accountable for all thanksgiving to Him Who gave them. Yet He is so good that He demands no repayment, but is content merely with being loved for the things which He has given. When I come to reflect upon all these things (to declare my own feeling), I fall into a certain shuddering and fearful amazement, lest at any time through inattention of mind, or through occupation with vain things, falling away from the love of God, I become a reproach to Christ. For the devil will bring forward our contempt as a reproach against the Lord, and will boast over our disobedience; seeing that he