δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις, ἢ εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπεῤῥήγνυτο. Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα, καὶ μείζω τούτων· ἡ δὲ ἐπὶ τοῖς συμβᾶσι παραμυθία τίς; Πρῶτον μὲν, ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία· τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. Εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως νόμοις, ἀλλὰ καταδεχώμεθα τὴν ἐφ' ἡμῖν τοῦ Θεοῦ οἰκονομίαν, ὃς ἐκέλευσεν ἐκείνην τὴν γενναίαν ψυχὴν καὶ ἀήττητον, μὴ νόσῳ δαπανηθέντος τοῦ σώματος, μηδὲ χρόνῳ καταμαρανθέντος, ἀναχωρῆσαι τοῦ βίου, ἀλλ' ἐν ἀκμῇ τῆς ἡλικίας καὶ ἐν τῇ λαμπρότητι τῶν κατὰ πόλεμον κατορθωμάτων τὴν ζωὴν καταλῦσαι. Ὥστε οὐχ ὅτι ἐχωρίσθημεν ἀνδρὸς τοιούτου, δυσχεραίνειν ὀφείλομεν· ἀλλ' ὅτι τῆς πρὸς τὸν τοιοῦτον ἄνδρα συνοικήσεως κατηξιώθημεν, εὐχαριστήσωμεν τῷ Κυρίῳ, οὗ πᾶσα σχεδὸν ἡ Ῥωμαϊκὴ ἀρχὴ τῆς ζημίας ἐπήσθητο· ὃν καὶ ὁ βασιλεὺς ἀνεκαλέσατο, καὶ στρατιῶται ὠδύραντο, καὶ οἱ ἐπὶ τῶν μεγίστων ἀξιωμάτων ὡς γνήσιον υἱὸν κατεπένθησαν. Ἐπεὶ οὖν κατέλιπέ σοι τὴν μνήμην τῆς οἰκείας αὐτοῦ ἀρετῆς, ἀρκοῦσαν νόμιζε ἔχειν παραμυθίαν τοῦ πάθους. Ἔπειτα καὶ ἐκεῖνο εἰδέναι σε βούλομαι, ὅτι ὁ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος τῆς λύπης τὸ βάρος ἀπενεγκὼν, μεγάλην ἔχει παρὰ τῷ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. Οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ Ἀποστόλου. Ἔστωσαν καὶ οἱ παῖδές σου ὥσπερ εἰκόνες ἔμψυχοι, τὴν ἀπουσίαν τοῦ ποθουμένου παραμυθούμενοι. Ὥστε ἡ περὶ τὴν τεκνοτροφίαν ἀσχολία ἀπαγέτω σου τὴν ψυχὴν ἀπὸ τῶν λυπηρῶν· καὶ μεριμνῶσα δὲ περὶ τοῦ πῶς εὐαρέστως τῷ Κυρίῳ τὸν λειπόμενον ἑαυτῆς χρόνον διενέγκῃς, καλὴν ἀσχολίαν ἐπινοήσεις τοῖς λογισμοῖς. Ἡ γὰρ ἑτοιμασία τῆς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογίας, καὶ ἡ σπουδὴ τοῦ εὑρεθῆναι ἡμᾶς ἐναριθμίους τοῖς ἀγαπῶσιν αὐτὸν, ἱκανή ἐστιν ἐπισκοτῆσαι τῇ λύπῃ, ὥστε μὴ καταποθῆναι ἡμᾶς ὑπ' αὐτῆς. Παράσχοι δὲ ὁ Κύριος τῇ καρδίᾳ σου τὴν ἐκ τοῦ Πνεύματος αὐτοῦ παράκλησιν τοῦ ⟨…⟩ σοῦ ἀνεθῶμεν, καὶ πάσαις ταῖς καθ' ἡλικίαν σοι ὁμοτίμοις
two, but one flesh, plainly such a severance is no less painful than if the half of our body were torn away. Yet the sorrowful things are such, and greater than these; what then is the consolation over what hath happened? First, indeed, the legislation of our God that hath prevailed from the beginning: that he who hath come into being must by all means depart from life at the fitting times. If therefore human affairs have been so ordained from Adam unto us, let us not be indignant at the common laws of nature, but let us accept the dispensation of God over us, Who commanded that noble and unconquered soul to withdraw from life, its body neither wasted by disease nor withered away by time, but to end its life in the prime of age and in the splendour of achievements in war. Wherefore we ought not to chafe because we have been separated from such a man; but because we were counted worthy of wedlock with such a man, let us give thanks to the Lord—a man whose loss almost the whole Roman empire felt; whom even the emperor called back with longing, and soldiers mourned, and those in the greatest dignities bewailed as a true-born son. Since, then, he hath left thee the memory of his own virtue, account that thou hast a sufficient consolation for the suffering. Next, I wish thee to know this also, that he who hath not succumbed to afflictions, but through hope towards God hath borne away the weight of grief, hath a great recompense of endurance with God. For neither were we permitted by the legislation of the Apostle to grieve over those who have fallen asleep equally with those outside. Let thy children also be as it were living images, consoling the absence of him who is longed for. Wherefore let the occupation concerning the rearing of children lead thy soul away from sorrowful things; and taking thought also how thou mayest pass the remaining time of thy life well-pleasingly to the Lord, thou wilt devise a good occupation for thy thoughts. For the preparation of our defence before our Lord Jesus Christ, and the earnestness to be found numbered among those who love Him, is sufficient to overshadow grief, so that we be not swallowed up by it. And may the Lord grant to thy heart the consolation from His Spirit the ⟨…⟩ hearing the things concerning thee may be refreshed, and to all of like honour with thee according to thy age
Οἱ τοῦ χωρίου τοῦδε ἐκ διαβολῆς, οἶμαι, ψευδοῦς ἔπεισαν τὴν τιμιότητά σου φοράδων τέλεσμα
The inhabitants of this place out of a false slander, I think, persuaded thy honour to impose a tribute of mares