Migne Reading Room

PG 32 · cols. 1036–1045 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1036Read from the page
γειαν; Πῶς δὲ τὰ λοιπὰ τοῦ βίου πράγματα; εἰ κατὰ γνώμην χωρεῖ σοι, ὥσπερ εὐχόμεθα, καὶ ὡς ἔστιν ὀφειλόμενον τῇ σῇ προαιρέσει; Καὶ γὰρ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον· οἷς δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα καὶ ἡ αὐτὴ, τούτοις ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. Τῷ ὄντι γὰρ κυβερνήτῃ μὲν οὐκ ἐφεῖται γαλήνην ποιεῖν ὅτε βούλεται· ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾷν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους ἡμῖν θορύβους κατασιγάσωμεν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. Καὶ γὰρ οὔτε ζημίαι, οὔτε ἀῤῥωστίαι, οὔτε αἱ λοιπαὶ δυσχέρειαι τοῦ βίου, ἅψονται τοῦ σπουδαίου, ἕως ἂν ἔχῃ τὴν διάνοιαν τῷ Θεῷ ἐμπορευομένην, καὶ τὸ μέλλον ἀποσκοποῦσαν, καὶ τῆς χαμόθεν ἐγειρομένης ζάλης κούφως καὶ εὐσταλῶς ὑπεραίρουσαν. Ἐπεὶ οἵ γε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων. Σὲ δὲ τοσοῦτον ἰδεῖν ὑπὸ τῶν πραγμάτων ἐπετράπημεν, ὅσον οἱ ἐν πελάγει ἀλλήλους παραμειβόμενοι. Πλὴν ἀλλ', ἐπειδὴ καὶ ἐξ ὄνυχος ἔστιν ὅλον γνωρίσαι τὸν λέοντα, ἐκ βραχείας τῆς πείρας ἡγούμεθά σε ἱκανῶς ἐγνωκέναι. Ὅθεν καὶ μέγα ποιούμεθα τὸ ἐν λόγῳ σέ τινι τὰ καθ' ἡμᾶς τίθεσθαι, καὶ μὴ ἀπεῖναί σου τῆς διανοίας, ἀλλὰ διηνεκῶς σοι συνεῖναι διὰ τῆς μνήμης. Δεῖγμα δὲ μνήμης τὸ γράφειν· ὅπερ ὅσῳ ἂν συνεχέστερον ποιῇς, τοσούτῳ πλέον ἡμῖν χαριῇ.
health? And how go the remaining affairs of life? Do they proceed for you according to your mind, even as we pray, and as is due to your purpose? For to those whose mind is easy to change, for them it is no wonder that their life also is unordered; whereas for those whose judgement is fixed, and ever standing firm and the same, for them it is consistent to pass their life in harmony with their purpose. For in truth a helmsman is not permitted to make a calm whenever he wishes; whereas for us to render our life wave-free for ourselves is altogether easy, if we silence the tumults rising up against us from within out of the passions, and set our mind higher than the things that fall upon us from without. For neither losses, nor sicknesses, nor the remaining difficulties of life will touch the earnest man, so long as he has his mind walking in God, and looking out towards the future, and lightly and nimbly rising above the storm stirred up from the ground. Since those at least who are vehemently held fast by the cares of life, like fleshy birds having wings in vain, are dragged along somewhere below with the cattle. As for you, we were permitted by affairs to see you only so much as those who pass one another at sea. Nevertheless, since even from the claw one may know the whole lion, from a brief trial we account ourselves to have known you sufficiently. Whence also we account it a great thing that you hold our affairs in some esteem, and that we are not absent from your thought, but are continually with you through memory. And writing is a proof of memory; which the more continually you do, the more you will gratify us.
ΕΠΙΣΤΟΛΗ ΣϟΔʹ.
Letter 294.
Φήστῳ καὶ Μάγνῳ.
To Festus and Magnus.
Πρέπει μέν που καὶ πατράσι παίδων ἰδίων πρόνοια, καὶ γεωργοῖς φυτῶν ἢ σπερμάτων ἐπιμέλεια, καὶ διδασκάλοις μαθητῶν φροντὶς, μάλιστα ὅταν δι' εὐφυΐαν βελτίους ἐφ' ἑαυτοῖς ὑποφαίνουσι τὰς ἐλπίδας. Χαίρει γὰρ πονῶν καὶ γεωργὸς, ἁδρυνομένων αὐτῷ τῶν ἀσταχύων ἢ τῶν φυτῶν αὐξανομένων· εὐφραίνουσι δὲ καὶ μαθηταὶ διδασκάλους, καὶ παῖδες πατέρας, οἱ μὲν πρὸς ἀρετὴν, οἱ δὲ πρὸς αὔξησιν ἐπιδιδόντες. Ἡμεῖς δὲ τοσοῦτον μείζονα μὲν ἐφ' ὑμῖν ἔχομεν τὴν φροντίδα, κρείττονα δὲ τὴν ἐλπίδα, ὅσον εὐσέβεια πάσης μὲν τέχνης, πάντων δὲ ζώων ὁμοῦ καὶ καρπῶν ἐστιν ἀμείνων, ἣν ἐν ἁπαλαῖς ἔτι καὶ καθαραῖς ταῖς ὑμετέραις ψυχαῖς ῥιζωθεῖσαν ὑφ' ἡμῶν καὶ τραφεῖσαν ἰδεῖν εὐχόμεθα
Forethought for their own children is doubtless fitting for fathers, and care of plants or seeds for husbandmen, and solicitude for disciples for teachers, especially when through natural goodness of parts they show fairer hopes for themselves. For even the husbandman rejoices as he toils, when the ears of corn ripen for him or the plants grow; and disciples also gladden their teachers, and children their fathers, the former advancing towards virtue, the latter towards growth. And we have so much the greater solicitude for you, and the better hope, by how much godliness is better than every art, and than all living creatures and fruits together, which, having been rooted by us and nourished in your souls while still tender and pure, we pray to see
PG 32:1037Read from the page
καὶ προελθοῦσαν εἰς ἀκμὴν τελείαν, καὶ εἰς καρποὺς ὡραίους, συλλαμβανομένης ἡμῶν ταῖς εὐχαῖς τῆς ὑμετέρας φιλομαθείας. Εὖ γὰρ ἴστε καὶ τὴν ἡμετέραν εἰς ὑμᾶς εὔνοιαν, καὶ τὴν τοῦ Θεοῦ συνεργίαν ταῖς ὑμετέραις ἐναποκεῖσθαι γνώμαις, ὧν πρὸς τὸ δέον εὐθυνομένων, Θεὸς συνεργὴς καλούμενος παρέσται καὶ ἄκλητος, καὶ πᾶς φιλόθεος ἄνθρωπος πρὸς διδασκαλίαν αὐτεπάγγελτος. Ἀνίκητος γὰρ ἡ προθυμία τῶν διδάσκειν τι χρήσιμον δυναμένων, ὅταν αἱ τῶν μανθανόντων ψυχαὶ πάσης καθαρεύωσιν ἀντιτυπίας. Οὐκοῦν οὐδὲ σώματος κωλύει χωρισμὸς, τοῦ δημιουργήσαντος ἡμᾶς δι' ὑπερβολὴν σοφίας καὶ φιλανθρωπίας μὴ συμπεριορίσαντος τοῖς σώμασι τὴν διάνοιαν, μήτε μὴν τῇ γλώττῃ τῶν λόγων τὴν δύναμιν· δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου τοῖς ὠφελεῖν δυναμένοις, ὡς μὴ μόνον τοῖς μακρὰν διεστηκόσιν, ἀλλὰ δὴ καὶ τοῖς λίαν ὀψιγόνοις παραπέμπειν δύνασθαι τὴν διδασκαλίαν. Καὶ τοῦτον ἡμῖν ἡ πεῖρα πιστοῦται τὸν λόγον· ἐπείπερ οἵ τε πολλοῖς πρότερον ἔτεσι γενόμενοι διδάσκουσι τοὺς νέους, σωζομένης ἐν γράμμασι τῆς διδασκαλίας· ἡμεῖς τε κεχωρισμένοι τοσοῦτον τοῖς σώμασι, τῇ διανοίᾳ σύνεσμεν ἀεὶ, καὶ προσομιλοῦμεν ῥᾳδίως, τῆς διδασκαλίας οὔτε ὑπὸ γῆς οὔτε ὑπὸ θαλάσσης κωλυομένης, εἴ τίς ἐστιν ὑμῖν τῶν ἰδίων ψυχῶν φροντίς.
both advanced to full maturity and bearing seasonable fruits, as your love of learning joins in aiding our prayers. For know well that both our goodwill towards you and the cooperation of God are laid up in your own minds; and when these are directed towards what is right, God, called a fellow-worker, will be present even uncalled, and every God-loving man will offer himself of his own accord for teaching. For invincible is the eagerness of those who are able to teach anything useful, when the souls of the learners are pure from all obstinacy. Therefore not even separation of body hinders us, since He Who fashioned us, through excess of wisdom and love for mankind, neither confined the mind within our bodies, nor the power of words within the tongue, but granted something more even from time to those who are able to benefit others, so that they can transmit their teaching not only to those who are far distant, but even to those born very long afterwards. And experience confirms this word for us: inasmuch as both those who lived many years ago teach the young, their teaching being preserved in writings, and we, though separated so far in body, are ever together in mind and converse with ease, since teaching is hindered neither by land nor by sea, if you have any care for your own souls.
ΕΠΙΣΤΟΛΗ ΣϟΕʹ.
Letter 295.
Μονάζουσι.
To monks.
Ἡγοῦμαι μὲν μηδεμιᾶς ἑτέρας ὑμᾶς τῇ τοῦ Θεοῦ χάριτι παρακλήσεως δεῖσθαι, μετὰ τοὺς λόγους οὓς δι' ἡμῶν αὐτῶν ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες ὑμᾶς πάντας τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδέξασθαι εἰς μίμημα τῆς ἀποστολικῆς πολιτείας, ὃ καὶ ἐδέξασθε ὡς ἀγαθὸν δίδαγμα, καὶ ηὐχαριστήσατε δι' αὐτὸ τῷ Κυρίῳ. Ἐπεὶ οὖν οὐχὶ ῥήματα ἦν τὰ παρ' ἡμῶν λαληθέντα, ἀλλὰ διδάγματα εἰς ἔργον προελθεῖν ὀφείλοντα ἐπὶ ὠφελείᾳ μὲν ὑμῶν τῶν ἀνεχομένων, ἐπ' ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν υποθεμένων τὴν γνώμην, εἰς δόξαν δὲ καὶ ἔπαινον τοῦ Χριστοῦ, οὗ τὸ ὄνομα ἐπικέκληται ἐφ' ἡμᾶς· τούτου χάριν ἀπέστειλα τὸν ποθεινότατον ἡμῶν ἀδελφὸν, ἵνα καὶ τὸ πρόθυμον γνωρίσῃ, καὶ τὸ νωθρὸν διεγείρῃ, καὶ τὸ ἀντιτεῖνον φανερὸν ἡμῖν καταστήσῃ. Πολλὴ γὰρ ἡ ἐπιθυμία καὶ ἰδεῖν ὑμᾶς συνηγμένους, καὶ ἀκοῦσαι περὶ ὑμῶν, ὅτι οὐχὶ τὸν ἀμάρτυρον ἀγαπᾶτε βίον, ἀλλὰ μᾶλλον καταδέχεσθε πάντες καὶ φύλακες τῆς ἀλλήλων ἀκριβείας εἶναι, καὶ μάρτυρες τῶν κατορθουμένων. Οὕτω γὰρ ἕκαστος καὶ τὸν ἐφ' ἑαυτῷ μισθὸν τέλειον ἀπολήψεται, καὶ τὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ προκοπῇ· ὃν καὶ λόγῳ καὶ
I account you indeed by the grace of God to need no other exhortation, after the words which we ourselves spoke to you in person, exhorting you all to embrace the common life in imitation of the apostolic way of life, which you also received as a good teaching, and gave thanks for it to the Lord. Since, therefore, the things spoken by us were not mere words, but teachings that ought to advance into deed for the benefit of you who endure them, and for the rest of us who suggested the counsel, and for the glory and praise of Christ, Whose name is invoked upon us (Jer. 14:9), for this cause I have sent our most beloved brother, that he may both recognize what is eager, and stir up what is sluggish, and make manifest to us what resists. For great is my desire both to see you gathered together, and to hear concerning you that you do not love an unattested life, but rather all consent to be both guardians of one another's strictness and witnesses of right actions. For thus each will receive in full both the reward for himself and that for his brother's progress; which both in word and
Notes, col. 1037

On the reading

Printed συνεργὴς, for συνεργὸς.

Printed υποθεμένων, for ὑποθεμένων.

PG 32:1040Read from the page
ἔργῳ παρέχεσθαι ὑμᾶς ἀλλήλοις προσήκει ἐκ τῆς συνεχοῦς ὁμιλίας καὶ παρακλήσεως. Ἐπὶ πᾶσι δὲ παρακαλοῦμεν μεμνῆσθαι ὑμᾶς τῆς τῶν Πατέρων πίστεως, καὶ μὴ σαλεύεσθαι ὑπὸ τῶν ἐν τῇ ὑμετέρᾳ ἡσυχίᾳ περιφέρειν ὑμᾶς ἐπιχειρούντων· εἰδότας, ὅτι οὔτε πολιτείας ἀκρίβεια καθ' ἑαυτὴν, μὴ διὰ τῆς εἰς Θεὸν πίστεως πεφωτισμένη, ὠφέλιμος, οὔτε ὀρθὴ ὁμολογία, ἀγαθῶν ἔργων ἄμοιρος οὖσα, παραστῆσαι ἡμᾶς δυνήσεται τῷ Κυρίῳ· ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή. Πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, ὥς φησιν ὁ Ἀπόστολος, δι' ἀγάπης ἐνεργουμένη.
in deed it befits you to render to one another out of continual converse and exhortation. Above all, we exhort you to remember the faith of the Fathers, and not to be shaken by those who attempt to carry you about in your quietness; knowing that neither strictness of life by itself, unless illuminated through faith in God, is profitable, nor will a right confession, if devoid of good works, be able to present us to the Lord; but both must be together, so that the man of God may be complete, and our life may not limp in what is lacking. For faith that saves us is, as the Apostle says, that which works through love (Gal. 5:6).
ΕΠΙΣΤΟΛΗ ΣϟϚʹ.
Letter 296.
Ἐλευθέρᾳ.
To a widow.
Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ἣν ἔχεις περὶ τὸ ἔργον τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες, κατεθαῤῥήσαμεν ὡς θυγατρὸς πρώην, καὶ ταῖς ἡμιόνοις ἐπὶ πλεῖον ἐχρησάμεθα, πεφεισμένως μὲν ὡς ἡμετέραις χρώμενοι· παρετείναμεν δ' οὖν ὅμως αὐτῶν τὴν ὑπηρεσίαν. Ταῦτα οὖν ἔδει ἐπισταλῆναί σου τῇ σεμνότητι ὥστε εἰδέναι, ὅτι ἀπόδειξίς ἐστι τῆς διαθέσεως τὸ γενόμενον. Ὁμοῦ δὲ καὶ ὑπομιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου, μεμνῆσθαι τοῦ Κυρίου, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεὶ, τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου κριτοῦ, ἵνα γένηταί σοι παῤῥησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ. Τὴν εὐγενεστάτην θυγατέρα ἀσπαζόμεθα διὰ σοῦ· καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Κυρίου διάγειν αὐτὴν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχὴν, καὶ ἐπιδιδῷ πρὸς αὔξησιν καὶ μέγεθος ἡ διάνοια αὐτῆς μᾶλλον ἢ τὸ σῶμα ὑπὸ τῆς φύσεως.
Inferring your disposition towards us, and recognizing the zeal which you have for the work of the Lord, we took courage towards you lately as towards a daughter, and used your mules for a rather long time, using them sparingly indeed as our own; yet we prolonged their service nonetheless. It was necessary, therefore, that these things should be written to your gravity so that you might know that what was done is a proof of our disposition. And at the same time we also remind your modesty by letter to remember the Lord, and, ever setting before your eyes the departure from this world, to order your own life towards a defence before the Judge Who cannot be deceived, so that you may have boldness over good works before Him Who is to reveal the secrets of our hearts in the day of His visitation. We greet your most noble daughter through you; and I exhort her to pass her life in meditation upon the oracles of the Lord, so that her soul may be nourished by good teaching, and her mind may advance towards growth and stature even more than her body does by nature.
ΕΠΙΣΤΟΛΗ ΣϟΖʹ.
Letter 297.
Ἐλευθέρᾳ.
To a widow.
Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων καὶ διὰ τὸ τῆς
Judging it altogether fitting for myself, both because of the
PG 32:1041Read from the page
ἡλικίας πρεσβυτικον, καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι, καὶ ἀπούσης μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμμασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διάκονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε, δι' αὐτῆς προσφθέγγομαί σε, προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ὁ ἅγιος Θεὸς, τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν. Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαί σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα, σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ, καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώσεται, ἰδιοπαθήσῃς, καὶ ἀντιλάβῃ αὐτῆς, ὡς παρὰ τοῦ Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν· ἔπειτα καὶ ἡμᾶς ἀναπαύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας
seniority of my age and because of the genuineness of my spiritual disposition, to visit your incomparable nobility even in bodily presence, and when absent not to be left behind, but by letters to supply what is lacking, since I have found a fitting minister of the letters to your gravity in this woman, I address you through her, above all urging you on to the work of the Lord, so that the holy God, having honourably brought you through the days of your sojourn in all godliness and gravity, may render you worthy also of the good things to come. And next I also commend to you the aforesaid daughter, so that you may receive her thus, as my daughter indeed and your own sister, and in whatever matters she may communicate with your seemly and pure soul, you may make her feelings your own and assist her, as having your reward primarily from the Lord, and next also giving rest to us who in the bowels of Christ fulfil towards you the measure of love
ΕΠΙΣΤΟΛΗ ΣϟΗʹ.
Letter 298.
Ἀνεπίγραφος, ἐπ' ἀνδρὶ εὐλαβεῖ.
Without address, concerning a devout man.
Ὅτι μὲν περὶ πάντων καταξιοῖς συμβούλοις ἡμῖν καὶ κοινωνοῖς φροντισμάτων κεχρῆσθαι, ποιεῖς πρέπον τῇ σεαυτοῦ τελειότητι· καί σε ὁ Θεὸς τῆς τε ἀγάπης τῆς περὶ ἡμᾶς, καὶ τῆς ἐπιμελείας τῆς κατὰ τὸν βίον ἀμείψαιτο· ὅτι δέ σου ἥψατο ἡ ἀπάτη τούτου, ἐθαύμασα, καὶ ὕδατί τινα δύναμιν ἄλογον παρεῖναι πεπίστευκας· καὶ ταῦτα, οὐδεμιᾶς μαρτυρίας βεβαιούσης τὴν φήμην. Οὔκουν ἐστί τις τῶν ἐκεῖθεν οὐ μικρὸν, οὐ μεῖζον λαβὼν εἰς τὸ σῶμα, ὧν ἤλπισε, τὸ ἑαυτοῦ ἀγαθόν· ἢ εἰ μή τινι ἀπὸ τοῦ αὐτομάτου γέγονε παραμυθία τις· ὁποῖα καὶ καθεύδουσι καὶ ἄλλα τινὰ κατὰ τὸν βίον ἐνεργοῦσιν ἐπιγίνεσθαι πέφυκεν. Ἀλλ' ὁ ἀναιρῶν τὴν ἀγάπην τὰ αὐτόματα τῇ τοῦ ὕδατος φύσει λογίζεσθαι τοὺς ἁπλουστέρους ἀναπείθει. Ὅτι δὲ ἀληθὴς ἡμῶν ὁ λόγος, ἔξεστιν ἐξ αὐτῆς τῆς πείρας σε διδαχθῆναι.
In that concerning all things you deign to use us as counsellors and partners in your cares, you do what befits your own perfection; and may God requite you both for your love towards us and for your care in the affairs of life; but that the deceit of this man has touched you, I marvelled, and that you have believed some irrational power to be present in water; and that too when no testimony confirms the report. Certainly there is no one from those parts who has received into his body his own good, neither small nor greater, of the things for which he hoped; unless perhaps some relief has come to someone by chance, such as by nature is wont to happen to people both when sleeping and when doing various other things in life. But he who destroys love persuades the simpler folk to reckon chance occurrences to the nature of the water. And that our word is true, it is possible for you to be taught from experience itself.
ΕΠΙΣΤΟΛΗ ΣϟΘʹ.
Letter 299.
Κηνσίτορι.
To a censor.
Εἰδότι μοι ἔγραφες, ὅτι δυσκόλως ἔχεις πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν. Καὶ γὰρ παλαιός ἐστι λόγος, τοὺς ἀρετῆς μεταποιουμένους μὴ μεθ' ἡδονῆς ἑαυτοὺς ἐπιβάλλειν ἀρχαῖς. Τὰ γὰρ τῶν ἰατρευόντων ἴδια, ταῦτα ὁρῶ καὶ τῶν ἀρχόντων ὄντα. Ὁρῶσι γὰρ
You wrote to me who already knew it, that you are ill-disposed towards the care of public affairs. For indeed it is an ancient saying that those who lay claim to virtue do not with pleasure apply themselves to offices of rule. For the things that are proper to physicians, these I see belong to rulers also. For they see
Notes, col. 1041

On the reading

Printed πρεσβυτικον, for πρεσβυτικὸν.

PG 32:1044Read from the page
δεινὰ, καὶ πειρῶνται ἀηδῶν· καὶ ἐπ' ἀλλοτρίαις συμφοραῖς οἰκείας καρποῦνται λύπας· οἵ γε ὡς ἀληθῶς ἄρχοντες. Ἐπεὶ ὅσον ἐμπορικὸν τῶν ἀνθρώπων, καὶ πρὸς χρήματα βλέπον, καὶ περὶ τὴν δόξαν ταύτην ἐπτοημένον, μέγιστον τῶν ἀγαθῶν τίθεται τὸ παραλαβεῖν τινα δυναστείαν, ἀφ' ἧς δυνήσονται φίλους εὖ ποιεῖν, καὶ ἐχθροὺς ἀμύνεσθαι, καὶ ἑαυτοῖς κατακτᾶσθαι τὰ σπουδαζόμενα. Ἀλλ' ο⟨ὐ⟩ τοιοῦτος σύ. Πόθεν; ὅς γε καὶ τῆς πολιτικῆς δυν⟨ά⟩μεως τοσαύτης οὔσης ἑκὼν ἀνεχώρησας· καὶ ἐξ⟨όν⟩ σοι κρατεῖν πόλεως, ὡς μιᾶς οἰκίας, σὺ δὲ τ⟨ὸν⟩ ἀπράγμονα καὶ ἡσύχιον εἵλου βίον, τὸ μήτε ἔχει⟨ν⟩ πράγματα, μήτε παρέχειν ἑτέροις πλείονος ἄξιον τιθέμενος, ἢ ὅσου οἱ λοιποὶ τιμῶνται τὸ δυστροπεύειν. Ἀλλ' ἐπειδὴ ἠβουλήθη ὁ Κύριος τὴν Ἰβωριτῶν χώραν μὴ ὑπὸ καπήλοις ἀνθρώποις γ⟨ε⟩νέσθαι, μηδὲ ὥσπερ ἀνδραπόδων ἀγορὰν εἶναι τὴν ἀποτίμησιν, ἀλλ' ὡς ἔστι δίκαιον, ἕκαστ⟨ον⟩ ἀπογράφεσθαι· δέξαι τὸ πρᾶγμα, εἰ καὶ ἄλλως ὀχληρὸν, ἀλλ' οὖν ὡς πρόξενόν σοι γενέσθαι δυνάμενον τῆς παρὰ Θεῷ εὐδοκιμήσεως. Καὶ μήτε δυναστείαν ὑποπτήξῃς, μήτε πενίας καταφρονήσῃς· ἀλλὰ τὸ τῶν λογισμῶν ἀῤῥεπὲς τρυτάνης πάσης ἀῤῥεπέστερον παράσχου τοῖς διοικουμένοις. Οὕτω γὰρ καὶ τοῖς πεπιστευκόσι φανερὰ γενήσεταί σου ἡ περὶ τὸ δίκαιον σπουδὴ, καὶ θαυμάσονταί σε παρὰ τοὺς ἄλλους. Ἢ κἂν ἐκείνους διαλάθῃ, τ⟨ὸν⟩ Θεὸν ἡμῶν οὐ λήσεται, τὸν μεγάλα ἡμῖν προθέντα τῶν ἀγαθῶν ἔργων τὰ ἆθλα.
dreadful things, and experience unpleasantnesses; and over the misfortunes of others they reap griefs of their own—those, at least, who are truly rulers. For as much of mankind as is given to traffic, and looks towards money, and is fluttered about this glory, counts it the greatest of goods to obtain some power, whereby they will be able to do good to friends, and to avenge themselves on enemies, and to acquire for themselves the things they eagerly pursue. Yet thou art not such a man. Whence could it be?—who of thine own accord withdrewest even from civil power, great as it was; and though it was in thy power to rule a city as if a single household, yet thou didst choose the untroubled and quiet life, counting the neither having troubles nor causing them to others worth more than the price at which the rest value being froward. But since the Lord willed the country of the Iborites not to come under huckstering men, nor the assessment to be like a slave-market, but each man to be enrolled as is just; accept the business, even if otherwise irksome, yet as able to become for thee an occasion of approval with God. And neither cower before power, nor despise poverty; but provide for those who are governed an impartiality of judgement more unswerving than any balance. For thus your zeal for justice will become manifest even to those who have entrusted this to you, and they will admire you beyond the rest. Or even if it escape their notice, it will not escape our God, Who hath set before us great prizes for good works.
ΕΠΙΣΤΟΛΗ Τʹ.
Epistle 300.
Πρὸς πατέρα σχολαστικοῦ τελευτήσαντ⟨ος⟩ παραμυθητική.
Consolatory to the father of a student who died.
Ἐπειδὴ ἐν δευτέρᾳ τάξει πατέρων ἔθετο ἡμᾶς ὁ Κύριος τοῖς Χριστιανοῖς, τῶν παίδων ἡμῖν τῶν εἰς αὐτὸν πεπιστευκότων τὴν διὰ τῆς εὐσεβείας μόρφωσιν ἐπιτρέψας· τὸ συμβὰν ἐπὶ τὸν μακάριον υἱόν σου πάθος καὶ ἡμέτερον ἴδιον εἶναι ἐλογισάμεθα, καὶ ἐπεστενάξαμεν αὐτοῦ τῇ ἀωρίᾳ τοῦ χωρισμοῦ, συμπαθόντες μάλιστά σοι, καὶ ὑπολογισάμενοι ἡλίκον ἔσται τῆς ὀδύνης τὸ βάρος πατρὶ τῷ κατὰ φύσιν, ὅπου γε καὶ ἡμῖν, τοῖς κατὰ τὴν ἐντολὴν ᾠκειωμένοις, τοσοῦτον τῆς καρδίας τὸ κατηφὲς ἐνεγένετο. Ἐπ' ἐκείνῳ μὲν γὰρ οὐδὲν ἔδει σκυθρωπὸν οὔτε παθεῖν, οὔτε φθέγγεσθαι· ἐλεεινοὶ δὲ οἱ τῶν ἐπ' αὐτῷ ἐλπίδων διαμαρτόντες. Καὶ τῷ ὄντι πολλῶν δακρύων καὶ στεναγμῶν ἄξιοι, ἐκπέμψαντες παῖδα ἐν
Since the Lord hath placed us in a second rank of fathers unto Christians, entrusting to us the fashioning through godliness of the children who have believed in Him; the calamity that hath befallen thy blessed son we have reckoned to be our own also, and we groaned over the untimeliness of his departure, sympathizing above all with thee, and calculating how great the weight of grief will be to a father according to nature, seeing that even in us, who have been made kinsmen according to the commandment, so great a dejection of heart arose. For over him, indeed, one ought neither to suffer nor to utter anything gloomy; but pitiable are those who have missed the hopes they had in him. And truly worthy of many tears and groanings are they who, having sent forth a child in
PG 32:1045Read from the page
αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐπὶ λόγων ἄσκησιν, ὑποδέξασθαι σιωπῶντα τὴν μακρὰν ταύτην καὶ ἀπευκταίαν σιωπήν. Ἀλλὰ ταῦτα μὲν ὡς ἀνθρώπους ἡμᾶς εὐθὺς ἐκίνησε· καὶ δάκρυον ἐξεχέαμεν προπετὲς, καὶ στεναγμὸν ἀφήκαμεν ἐκ μέσης τῆς καρδίας ἀπαίδευτον· τοῦ πάθους ἀθρόως, οἷόν τινος νεφέλης, τὸν λογισμὸν ἡμῶν περισχόντος. Ἐπεὶ δὲ ἡμῶν αὐτῶν ἐγενόμεθα, καὶ διεβλέψαμεν τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς τὴν φύσιν τῶν ἀνθρωπίνων, τῷ μὲν Κυρίῳ ἀπελογησάμεθα, ἐφ' οἷς κατὰ συναρπαγὴν ἡ ψυχὴ ἡμῶν διετέθη πρὸς τὸ συμβὰν, ἑαυτοὺς δὲ ἐνουθετήσαμεν μετρίως φέρειν ταῦτα, ἐκ τῆς παλαιᾶς τοῦ Θεοῦ ἀποφάσεως συγκληρωθέντα τῇ ζωῇ τῶν ἀνθρώπων. Οἴχεται παῖς αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον, διαπρέπων ἐν χοροῖς ὁμηλίκων, ποθεινὸς διδασκάλοις, ἀπὸ ψιλῆς τῆς ἐντεύξεως εἰς εὔνοιαν δυνάμενος καὶ τὸν ἀγριώτατον ἐπισπάσασθαι· ὀξὺς ἐν μαθήμασι, πρᾶος τὸ ἦθος, ὑπὲρ τὴν ἡλικίαν κατεσταλμένος· καὶ πλείω τούτων εἰπὼν, ἐλάττω ἄν τις εἴποι τῆς ἀληθείας· ἀλλ' ὅμως ἄνθρωπος παρ' ἀνθρώπου γενόμενος. Τί τοίνυν λογίζεσθαι τὸν πατέρα τοῦ τοιούτου προσῆκε; Τί ἄλλο γε ἢ ἀναμνησθῆναι τοῦ ἑαυτοῦ πατρὸς, ὅτι τέθνηκε; Τί οὖν θαυμαστὸν, ἐκ θνητοῦ γεννηθέντα, θνητοῦ γενέσθαι πατέρα; Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ βίου, καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ φανῆναι τοῖς ἀνθρώποις, καὶ διαδοχὴν τοῦ γένους καταλιπεῖν· ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ὡς ἐμαυτὸν πείθω, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστίν. Εὐχαριστεῖσθαι ὀφείλει τοῦ Θεοῦ ἡ διάταξις, ὅτι μὴ κατέλιπεν ὑπὲρ γῆς ὀρφανὰ τέκνα· ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν, ἢ ἀνδρὶ ἑτέρῳ συνοικήσουσαν, καὶ τῶν προτέρων τέκνων καταμελήσουσαν. Τὸ δὲ, ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδὸς, τίς οὕτως ἀγνώμων, ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι; Ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα διατριβὴ πλειόνων κακῶν ἐστιν ἀφορμή. Οὐκ ἐποίησε κακόν· οὐκ ἔῤῥαψε δόλον τῷ πλησίον· οὐκ εἰς ἀνάγκην ἦλθε φρατρίαις καταμιγῆναι πονηρευομένων· οὐκ ἐνεπλάκη τοῖς κατ' ἀγορὰν κακοῖς· οὐχ ὑπέμεινεν ἀνάγκην ἁμαρτημάτων, οὐ ψεῦδος, οὐκ ἀγνωμοσύνην, οὐ πλεονεξίαν, οὐ φιληδονίαν, οὐ τὰ τῆς σαρκὸς πάθη, ὅσα ταῖς ἀναγώγοις ψυχαῖς ἐγγίνεσθαι πέφυκεν· οὐδεμιᾷ κηλίδι τὴν ψυχὴν ἀπῆλθε κατεστιγμένος, ἀλλὰ καθαρὸς ἀνεχώρησε πρὸς τὴν ἀμείνω λῆξιν. Οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. Θεὸς ὁ τὰ ἡμέτερα οἰκονομῶν, ὁ τὰς τῶν χρόνων ὁροθεσίας ἑκάστῳ νομοθετῶν, ὁ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, αὐτὸς καὶ μετέστησεν. Ἔχομεν διδασκάλιον ἐν ταῖς ὑπερβολαῖς τῶν συμφορῶν, τὴν περιβόητον ἐκείνην φωνὴν τοῦ μεγάλου Ἰώβ·
the very flower of his age for the practice of letters, to receive him back keeping this long and deprecable silence. Yet these things moved us straightway as men; and we shed a hasty tear, and uttered an untutored groan from the midst of our heart, since the calamity suddenly, like some cloud, encompassed our reason. But when we came to ourselves, and looked steadfastly with the eye of the soul towards the nature of human things, we made our apology to the Lord for the way in which our soul was affected by surprise towards what had happened, and we admonished ourselves to bear moderately these things, which from the ancient sentence of God have been allotted together with the life of men. Gone is a lad leading the very prime of life worth living, excelling in the choirs of his peers, dear to his teachers, able from a bare meeting to draw even the fiercest into goodwill; sharp in learning, gentle in character, staid beyond his age; and should one say more than these things, one would say less than the truth; yet for all that, a man born of a man. What then did it befit the father of such a one to reckon? What else, indeed, than to remember his own father, that he died? What wonder is it, then, that having been begotten of a mortal, he became the father of a mortal? And as for its being before the time, and before he was sated with life, and before he came to the measure of age, and appeared before men, and left a succession of his race—these things are not an increase of the calamity, as I persuade myself, but a consolation for what hath happened. Thanks ought to be given to the ordinance of God, that he did not leave orphan children upon earth; that he did not leave a widow wife given over to long affliction, or about to dwell with another husband and neglect the former children. And as for the fact that the child's life was not prolonged in this world, who is so senseless as not to account this the greatest of goods? For a longer tarrying here is an occasion of more evils. He did no evil; he stitched no deceit against his neighbour; he came not into a necessity of being mingled with factions of evildoers; he was not entangled in the evils of the market-place; he endured no necessity of sins, no falsehood, no ingratitude, no covetousness, no love of pleasure, nor the passions of the flesh, such as are wont to arise in undisciplined souls; stamped with no stain upon his soul did he depart, but pure he withdrew towards the better lot. Earth did not hide the beloved one, but heaven received him. God Who ordereth our affairs, Who legislateth the boundaries of times for each, Who brought him into this life, Himself also removed him. We have as a lesson in the excesses of misfortunes that renowned utterance of the great Job: