Ὅτι οὐ δεῖ ἐπιδεικτιᾷν, οὐδὲ ἐμπορεύεσθαι τὸν λόγον τῆς διδασκαλίας ἐν κολακείᾳ τῶν ἀκουόντων, εἰς πληροφορίαν τῶν ἰδίων ἡδονῶν, ἤτοι χρειῶν· ἀλλὰ τοιούτους εἶναι, ὡς εἰς δόξαν Θεοῦ ἐνώπιον αὐτοῦ λαλοῦντας.
That one must not make a display, nor traffic in the word of teaching by flattering the hearers for the satisfaction of one's own pleasures or needs, but be such as speak unto the glory of God in His presence.
ΜΑΤΘΑΙΟΣ. Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν· φιλοῦσί τε τὰς πρωτοκλισίας ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββὶ, Ῥαββί. Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Μηδὲ κληθῆτε καθηγηταί· εἷς γάρ ἐστιν ὁ καθηγητὴς ὑμῶν, ὁ Χριστός. ΙΩΑΝΝΗΣ. Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με. Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. Ὁ ἀφ' ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. ΠΡΟΣ ΚΟΡ. βʹ. Οὐ γάρ ἐσμεν, ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλ' ὡς ἐξ εἰλικρινείας, ἀλλ' ὡς ἐκ Θεοῦ, κατενώπιον Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν· οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν πρὸς ὑμᾶς, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι.
Matthew: But all their works they do to be seen by men; for they make broad their phylacteries, and enlarge the fringes of their garments, and love the chief places at feasts, and the chief seats in the synagogues, and the salutations in the marketplaces, and to be called by men, Rabbi, Rabbi. But be not you called Rabbi; for one is your Teacher, and all you are brethren. And call no man your father upon the earth; for one is your Father, Who is in heaven. Neither be you called masters; for one is your Master, the Christ (Matt. 23:5-10). John: My teaching is not Mine, but His that sent Me. If any man willeth to do His will, he shall know of the teaching, whether it is of God, or whether I speak from Myself. He that speaketh from himself seeketh his own glory; but he that seeketh the glory of Him that sent him, the same is true, and no unrighteousness is in him (John 7:16-18). Second to the Corinthians: For we are not as the many, corrupting the word of God; but as of sincerity, but as of God, in the sight of God, speak we in Christ (2 Cor. 2:17). First to the Thessalonians: For our exhortation is not of error, nor of uncleanness, nor in guile; but even as we have been approved by God to be entrusted with the Gospel, so we speak; not as pleasing men, but God Who proveth our hearts. For neither at any time were we found using words of flattery, as you know, nor a cloak of covetousness, God is witness; nor seeking glory of men, neither from you, nor from others, when we might have claimed authority, as apostles of Christ (1 Thess. 2:3-6).
ΜΑΤΘΑΙΟΣ. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκίας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς ἐν καιρῷ τὴν τροφήν; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ τε καὶ πίνῃ μετὰ τῶν μεθυόν-
Matthew: Who then is the faithful and wise servant, whom his lord hath set over his household, to give them their food in due season? Blessed is that servant, whom his lord when he cometh shall find so doing. Verily I say unto you, that he will set him over all that he hath. But if that evil servant shall say in his heart: My lord tarrieth to come; and shall begin to beat his fellow-servants, and shall eat and drink with the drunken-