Migne Reading Room

PG 31 · cols. 819–829 · Read from the page

Moralia

Moralia

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:819Read from the page
κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς πρεσβυτέρους κατὰ πόλιν, ὡς ἐγώ σοι διεταξάμην. Εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα. Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
I left thee in Crete, that thou mightest set in order the things that are wanting, and appoint presbyters in every city, as I appointed thee: if anyone is blameless, the husband of one wife, having believing children, not under accusation of riotousness, or unruly. For the bishop must be blameless, as God's steward; not self-willed, not soon angry, not given to wine, no striker, not greedy of base gain; but hospitable, a lover of good, sober-minded, just, holy, self-controlled; holding fast the faithful word which is according to the teaching, that he may be able both to exhort in the sound teaching, and to convict the gainsayers (Titus 1:5-9).
Ὅτι οὐ δεῖ περὶ τὰς χειροτονίας εὐχερῆ εἶναι, οὔτε ἀπερισκέπτως ἐπ' αὐτὰς ἔρχεσθαι· οὐ γὰρ ἀκίνδυνον τὸ ἀδόκιμον· τὸν δὲ ἁλόντα ἐπί τινι φανεροῦν, ἵνα μήτε αὐτὸς κοινωνήσῃ τῇ ἁμαρτίᾳ, μήτε οἱ λοιποὶ προσκόπτωσιν, ἀλλὰ μᾶλλον φοβεῖσθαι μάθωσιν.
That one must not be facile concerning ordinations, nor proceed to them inconsiderately, for that which is unproved is not without danger; and that one who has been detected in any fault must be made manifest, so that neither may one share in the sin oneself, nor may the rest stumble, but rather learn to fear.
Κεφάλ. Βʹ.
Chapter 2.
ΠΡΟΣ ΤΙΜ. αʹ. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. ΠΡΟΣ ΤΙΜ. αʹ. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. Τοὺς δὲ ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.
First to Timothy: Lay hands hastily on no man, neither share in other men's sins (1 Tim. 5:22). First to Timothy: Against a presbyter receive not an accusation, except on the word of two or three witnesses. Them that sin reprove before all, that the rest also may have fear (1 Tim. 5:19-20).
Ὅτι οὐ δεῖ τὸν ἐκλεγέντα, ἀφ' ἑαυτοῦ παρεῖναι ἐπὶ τὸ κήρυγμα, ἀναμένειν δὲ τὸν καιρὸν τῆς τοῦ Θεοῦ εὐδοκίας, καὶ ἄρχεσθαι μὲν τοῦ κηρύγματος ὅταν ἐπιτραπῇ, κηρύσσειν δὲ ἐκείνοις πρὸς οὓς ἂν ἀποσταλῇ.
That he who has been chosen must not come forward of himself to the preaching, but await the time of the good pleasure of God, and begin the preaching when he is commissioned, and preach to those to whom he is sent.
Κεφάλ. Γʹ.
Chapter 3.
ΜΑΤΘΑΙΟΣ. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ο Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ΜΑΤΘΑΙΟΣ. Καὶ ἰδοὺ γυνὴ Χαναναία, ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἐκραύγασεν, αὐτῷ λέγουσα· Ἐλέησόν με, Κύριε, υἱὸς Δαβίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ, ἠρώτων αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ΙΩΑΝΝΗΣ. Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὔτε γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλεν. ΠΡΑΞΕΙΣ. Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον, εἰ μὴ μόνον Ἰουδαίοις. ΠΡΟΣ ΡΩΜ. Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον
Matthew: These twelve Jesus sent forth, charging them, saying: Go not away into any way of the Gentiles, and enter not into any city of the Samaritans; but go rather to the lost sheep of the house of Israel (Matt. 10:5-6). Matthew: And behold, a Canaanite woman, coming out from those borders, cried out, saying to Him: Have mercy on me, Lord, Son of David; my daughter is grievously possessed by a demon. But He answered her not a word. And His disciples came and besought Him, saying: Send her away, for she cries after us. But He answering said: I was not sent save unto the lost sheep of the house of Israel (Matt. 15:22-24). John: For I came forth and am come from God; for neither have I come of Myself, but He sent Me (John 8:42). Acts: They therefore that were scattered abroad by the tribulation that arose over Stephen travelled as far as Phoenicia and Cyprus and Antioch, speaking the word to no one, save only to Jews (Acts 11:19). To the Romans: Paul, a servant of Jesus Christ, a called apostle, separated unto the Gospel
Notes, col. 819

On the reading

Printed ο Ἰησοῦς, for ὁ Ἰησοῦς.

PG 31:821Read from the page
Θεοῦ. ΠΡΟΣ ΡΩΜ. Πῶς δὲ ἀκούσονται χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀπο-
of God. Romans. And how shall they hear without one preaching? and how shall they preach, unless they be
Ὅτι δεῖ τὸν κληθέντα εἰς τὸ κήρυγμα τοῦ Εὐαγγελίου εὐθὺς ὑπακούειν, καὶ μὴ ἀναβάλλεσθαι.
That he who has been called to the preaching of the Gospel ought straightway to obey, and not put it off.
Κεφάλ. Δʹ
Chapter IV.
ΛΟΥΚΑΣ. Εἶπε δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. Ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου, Εῖπε δὲ αὐτῷ ὁ Κύριος· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ. ΠΡΟΣ ΓΑΛ. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας με διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν· εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀπῆλθον εἰς Ἰεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους· ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
Luke. And He said to another: Follow Me. But he said: Lord, permit me, going off first, to bury my father; and the Lord said to him: Leave the dead to bury their own dead; but you, going off, proclaim abroad the kingdom of God. Galatians. But when it pleased God, Who set me apart from my mother's womb, and called me through His grace, to reveal His Son in me, that I might preach Him as good news among the Gentiles; straightway I did not confer with flesh and blood, nor did I go up to Jerusalem to those who were apostles before me; rather I went away into Arabia, and again returned to Damascus.
Ὅτι οὐ δεῖ ἑτεροδιδασκαλεῖν.
That one ought not to teach a different doctrine.
Κεφάλ. Εʹ.
Chapter V.
ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής. Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Καὶ μετ' ὀλίγα· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον, κλέπται εἰσὶ καὶ λησταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ΠΡΟΣ ΓΑΛ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ΠΡΟΣ ΤΙΜ. αʹ. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαί
John. Amen, amen I say to you, he who does not enter through the door into the fold of the sheep, but climbs up from elsewhere, that man is a thief and a robber. Whereas he who enters through the door is shepherd of the sheep. And a little further on: I am the door of the sheep. All as many as came are thieves and robbers; yet the sheep did not hear them. Galatians. But even if we or an angel out of heaven should preach as good news beside what we preached to you as good news, let him be accursed. As we have said before, so now I say again: If anyone preaches to you as good news beside what you received, let him be accursed. 1 Timothy. If anyone teaches a different doctrine, and does not accede to sound
Ὅτι δεῖ πάντα τὰ προστεταγμένα ὑπὸ τοῦ Κυρίου ἐν τῷ Εὐαγγελίῳ καὶ διὰ τῶν ἀποστόλων διδάσκειν τοὺς πεπιστευμένους, καὶ ὅσα τούτοις ἀκόλουθα.
That one ought to teach those who have believed all the things enjoined by the Lord in the Gospel and through the apostles, and whatsoever things follow upon these.
Κεφάλ. Ϛʹ.
Chapter VI.
ΜΑΤΘΑΙΟΣ. Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. ΠΡΑΞΕΙΣ. Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ
Matthew. Going forth, make disciples of all the nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit, teaching them to keep all things whatsoever I commanded you. Acts. And as they went on through the cities, they delivered to them to keep the decrees that had been decided upon by the apostles and
Notes, col. 821

On the reading

Printed Εῖπε, for Εἶπε.

Printed Ἰεροσόλυμα, for Ἱεροσόλυμα.

PG 31:824Read from the page
πρεσβυτέρων ἐν Ἱερουσαλήμ. ΠΡΟΣ ΤΙΜ. αʹ. Ταῦτα δίδασκε, καὶ παρακάλει. ΠΡΟΣ ΤΙΤ. Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
the elders in Jerusalem. 1 Timothy. Teach and urge these things. Titus. But as for you, speak the things that befit sound teaching.
Ὅτι ὁ πιστευθεὶς τὸν λόγον τῆς τοῦ Κυρίου διδασκαλίας, ἐὰν σιωπήσῃ τι τῶν ἀναγκαίων εἰς τὴν πρὸς Θεὸν εὐαρέστησιν, ἔνοχός ἐστι τοῦ αἵματος τῶν κινδυνευόντων, ἤτοι ὑπὸ τῆς ἐργασίας τῶν ἀπηγορευμένων, ἢ καὶ ὑπὲρ τῆς ἐλλείψεως τῶν κατορθωθῆναι ὀφειλόντων,
That he who has been entrusted with the word of the Lord's teaching, if he keeps silent regarding anything necessary for pleasing God, is guilty of the blood of those endangered, whether through the doing of things forbidden, or also over the omission of things that ought to be rightly performed,
Κεφάλ. Ζʹ.
Chapter VII.
ΛΟΥΚΑΣ. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. ΠΡΑΞΕΙΣ. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἀντιτασσομένων δὲ αὐτῶν, καὶ βλασφημούντων, ἐκτιναξάμενος τὸ ἱμάτιον, εἶπε πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. ΠΡΑΞΕΙΣ. Διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρός εἰμι ἄπὸ τοῦ αἵματος ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ.
Luke. Woe to you lawyers, because you took away the key of knowledge; you yourselves did not enter in, and those who were entering in you hindered. Acts. And when both Silas and Timothy came down from Macedonia, Paul was constrained by the word, testifying completely to the Jews that Jesus is the Christ. But when they opposed him and blasphemed, shaking out his garment, he said to them: Your blood [be] upon your head; I [am] clean; from now on I shall go to the Gentiles. Acts. Wherefore I testify to you on this very day, that I am clean from your blood. For I did not shrink from declaring to you the whole counsel of God.
Ὅτι δεῖ καὶ ἐπὶ τῶν μὴ κατ' ἐπιταγὴν ὑπὸ τῆς Γραφῆς ὡρισμένων προτρέπειν ἕκαστον πρὸς τὸ κρεῖττον.
That even in matters not determined by way of command by Scripture, one must exhort each person towards the better course.
Κεφάλ. Ηʹ.
Chapter VIII.
ΜΑΤΘΑΙΟΣ. Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καὶ εἰσιν εὺνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. ΠΡΟΣ ΚΟΡ. αʹ. Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα, καὶ τὰ ἑξῆς.
Matthew. There are eunuchs who were born thus from [their] mother's womb; and there are eunuchs who were made eunuchs by men; and there are eunuchs who made themselves eunuchs for the sake of the kingdom of the heavens. Let him who is able to receive [it], receive [it]. 1 Corinthians. Now concerning virgins I have no command of the Lord; yet I give an opinion, as one shown mercy by the Lord to be trustworthy. I consider, then, that this is good on account of the present necessity, that [it is] good for a man to be thus. Are you bound to a wife? Do not seek release. Have you been released from a wife? Do not seek a wife, and so forth.
Ὅτι οὐκ ἔξεστιν ἑτέροις ἀνάγκην ἐπιτιθέναι ὧν αὐτὸς οὐ κατώρθωσεν.
That it is not lawful to lay upon others a necessity of things that one has not rightly accomplished oneself.
Κεφάλ. Θʹ.
Chapter IX.
ΛΟΥΚΑΣ. Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.
Luke. And woe to you lawyers also, because you load men with burdens hard to bear, and you yourselves with one of your fingers do not touch the burdens.
Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου τύπον προκεῖσθαι τοῖς ἄλλοις παντὸς καλοῦ, κατορθοῦντα πρότερον ἃ διδάσκει.
That he who presides over the word must be set forth before the others as a model of every good thing, accomplishing beforehand what he teaches.
Notes, col. 824

On the reading

Printed ἄπὸ, for ἀπὸ.

Printed εὺνοῦχοι, for εὐνοῦχοι.

PG 31:825Read from the page
Κεφάλ. Ιʹ.
Chapter X.
ΜΑΤΘΑΙΟΣ. Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. ΙΩΑΝΝΗΣ. Ὅτε οὖν ἔνιψε τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ, καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; Ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος, καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος, καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα, καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε ἀλλήλοις. ΠΡΑΞΕΙΣ. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. ΠΡΟΣ ΚΟΡ. αʹ. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. ΠΡΟΣ ΤΙΜ. αʹ. Μηδείς σου τῆς νεότητος καταφρονείτω· ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, καὶ τὰ ἑξῆς.
Matthew. Come to me, all who labour and are burdened, and I will give you rest. Take my yoke upon you, and learn from me, because I am gentle, and lowly in heart. John. When therefore He had washed the feet of His disciples, and had taken His garments, reclining again He said to them: Do you know what I have done to you? You call me, the Teacher, and the Lord, and you say well, for so I am. If then I, the Lord, and the Teacher, have washed your feet, you also ought to wash one another's feet. For I have given you an example, so that, just as I did to you, you also should do to one another. Acts. In all things I showed you that by thus labouring one must help the weak. 1 Corinthians. Become imitators of me, even as I also [am] of Christ. 1 Timothy. Let no one despise your youth; rather become a model for the believers in word, in conduct, and so forth.
Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου μὴ τοῖς ἑαυτοῦ κατορθώμασιν ἐπαμεριμνεῖν, ἴδιον δὲ καὶ ἐξαίρετον τῆς ἐγχειρισθείσης αὐτῷ φροντίδος ἔργον εἰδέναι τὴν τῶν πεπιστευμένων βελτίωσιν.
That he who presides over the word must not rest unconcerned upon his own right achievements, whereas he must know that the proper and chief work of the care entrusted to him is the improvement of those entrusted [to him].
Κεφάλ. ΙΑʹ.
Chapter XI.
ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω, καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. ΙΩΑΝΝΗΣ. Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω. Ὅτι καταβέβηκα ἐκ του οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον. ΠΡΟΣ ΘΕΣΣ. αʹ, Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.
Matthew. You are the salt of the earth. But if the salt becomes tasteless, wherewith shall it be salted? It is no longer good for anything, except to be cast out and trampled underfoot by men. John. All that the Father gives me will come to me, and him who comes to me I will by no means cast out. Because I have come down from heaven, not that I should do my own will, rather the will of the Father Who sent me. And this is the will of Him Who sent me, that everyone who beholds the Son and believes in Him should have eternal life. 1 Thessalonians, For what [is] our hope, or joy, or crown of boasting? Is it not even you before our Lord Jesus Christ at His coming? For you are our glory and joy.
Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου περιάγειν τὰς κώμας καὶ τὰς πόλεις πάσας τὰς ἐγκεχειρισμένας αὐτῷ.
That he who presides over the word must go around all the villages and cities entrusted to him.
Κεφάλ. ΙΒʹ.
Chapter XII.
ΜΑΤΘΑΙΟΣ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. ΛΟΥΚΑΣ. Καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ εὐαγγελιζόμενος· καὶ οἱ δώδεκα σὺν αὐτῷ.
Matthew. And Jesus went about all Galilee, teaching in the synagogues, and proclaiming the Gospel of the kingdom, and healing every disease and every infirmity. Luke. And He Himself journeyed through city by city and village by village proclaiming the kingdom of God, and bringing the good news; and the twelve [were] with Him.
Ὅτι δεῖ πάντας προσκαλεῖσθαι πρὸς ὑπακοὴν τοῦ
That one must call all towards obedience to the
Notes, col. 825

On the reading

Printed του, for τοῦ.

PG 31:827Read from the page
Εὐαγγελίου, καὶ μετὰ πάσης παῤῥησίας καταγγέλλειν τὸν λόγον, καὶ μαρτυρεῖν τῇ ἀληθείᾳ, κἄν τινες κωλύωσι, καὶ διώκωσιν οἵῳ δήποτε τρόπῳ μέχρι θανάτου.
of the Gospel, and with all boldness to proclaim the word and bear witness to the truth, even though some should hinder and persecute in whatsoever manner unto death.
Κεφάλ. ΙΓʹ.
Chapter 13.
ΜΑΤΘΑΙΟΣ. Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ πρὸς τὸ οὖς ἠκούσατε, κηρύξατε ἐπὶ τῶν δωμάτων. Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. ΜΑΤΘΑΙΟΣ. Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε, καλέσατε εἰς τοὺς γάμους. ΙΩΑΝΝΗΣ. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν τῇ συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. ΠΡΑΞΕΙΣ. Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ, καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς, λέγων· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· Πειθαρχεῖν δεῖ μᾶλλον Θεῷ ἢ ἀνθρώποις. ΠΡΑΞΕΙΣ. Πλὴν ὅτι τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον, ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. Ἀλλ' οὐδενὸς λόγον ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν· ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἡμῶν ἐν πολλῷ ἀγῶνι.
Matthew: What I tell you in the darkness, speak in the light; and what you hear in the ear, proclaim upon the housetops. And be not afraid of them that kill the body, but are not able to kill the soul (Matt. 10:27-28). Matthew: The wedding indeed is ready, but they that were bidden were not worthy. Go therefore unto the partings of the highways, and as many as you shall find, bid to the marriage feast (Matt. 22:8-9). John: Jesus answered him: I have spoken openly to the world; I always taught in the synagogue and in the temple, where all the Jews come together, and in secret I spoke nothing (John 18:20). Acts: And when they had brought them, they set them in the council; and the high priest asked them, saying: Did we not strictly charge you not to teach in this name? And behold, you have filled Jerusalem with your teaching, and intend to bring this man's blood upon us. But Peter and the apostles answering said: We must obey God rather than men (Acts 5:27-29). Acts: Save that the Holy Spirit testifies to me in every city, saying that bonds and afflictions await me. But I hold nothing of account, nor do I count my life dear unto myself, so that I may finish my course with joy, and the ministry which I received from the Lord Jesus, to testify the Gospel of the grace of God (Acts 20:23-24). First to the Thessalonians: For yourselves, brethren, know our entering in unto you, that it has not been found vain; but having suffered before and been shamefully entreated, as you know, at Philippi, we waxed bold in our God to speak unto you the Gospel of our God in much conflict (1 Thess. 2:1-2).
Ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ τῆς προκοπῆς τῶν πεπιστευκότων, καὶ ἐπ' αὐτῇ εὐχαριστεῖν.
That one must pray for the progress of those who have believed, and give thanks for it.
Κεφάλ. ΙΔʹ.
Chapter 14.
ΙΩΑΝΝΗΣ. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι. Καὶ πάλιν· Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ. ΛΟΥΚΑΣ. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συν-
John: Neither for these only do I pray, but for them also that believe on Me through their word; that they may all be one, even as Thou, Father, art in Me, and I in Thee, that they also may be one in Us (John 17:20-21). And again: Father, those whom Thou hast given Me, I will that where I am, they also may be with Me (John 17:24). Luke: In that same hour Jesus rejoiced in the Spirit, and said: I thank Thee, Father, Lord of heaven and earth, that Thou didst hide these things from the wise and prudent-
PG 31:829Read from the page
ετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. ΠΡΟΣ ΡΩΜ. Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Μάρτυς γάρ μού ἐστιν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι ἐπὶ τῶν προσευχῶν μου. ΠΡΟΣ ΦΙΛ. Μάρτυς γάρ μού ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
-and didst reveal them unto babes; yea, Father, for so it was well-pleasing in Thy sight (Luke 10:21). To the Romans: First indeed I thank my God through Jesus Christ for you all, that your faith is proclaimed throughout the whole world. For God is my witness, Whom I serve in my spirit in the Gospel of His Son, how unceasingly I make mention of you in my prayers (Rom. 1:8-9). To the Philippians: For God is my witness, how I long after you all in the tender mercies of Jesus Christ. And this I pray, that your love may abound yet more and more in knowledge and all discernment, so that you may approve the things that are excellent, that you may be sincere and void of offence unto the day of Christ, being filled with the fruits of righteousness which are through Jesus Christ unto the glory and praise of God (Phil. 1:8-11).
Ὅτι δεῖ τὰ Θεοῦ χάριτι κατορθούμενα, γνώριμα ποιεῖν καὶ ἑτέροις εἰς δόξαν Θεοῦ.
That the things rightly accomplished by the grace of God must be made known to others also unto the glory of God.
Κεφάλ. ΙΕʹ.
Chapter 15.
ΛΟΥΚΑΣ. Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ, ὅσα ἐποίησαν. ΠΡΑΞΕΙΣ. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀπήγγειλαν ὅσα ὁ Θεὸς ἐποίησε μετ' αὐτῶν. ΠΡΟΣ ΕΦΕΣ. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν.
Luke: And the apostles, when they had returned, declared unto Him whatsoever things they had done (Luke 9:10). Acts: And when they were come and had gathered the church together, they rehearsed all things that God had done with them (Acts 14:27). To the Ephesians: But that you also may know my affairs, how I do, Tychicus, the beloved brother and faithful minister in the Lord, shall make known to you all things; whom I have sent unto you for this very purpose, that you may know our state (Eph. 6:21-22).
Ὅτι δεῖ μὴ μόνον τῶν παρόντων ἐπιμελεῖσθαι, ἀλλὰ καὶ τῶν ἀπόντων· καὶ πάντα ποιεῖν ὡς ἂν ἀπαιτῇ ἡ χρεία τῆς οἰκοδομῆς.
That one must take care not only of those who are present, but also of those who are absent, and do all things according as the need of edification may require.
Κεφάλ. ΙϚʹ.
Chapter 16.
ΙΩΑΝΝΗΣ. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Διὸ μηκέτι στέγοντες ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον, καὶ διάκονον τοῦ Θεοῦ ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν.
John: And other sheep I have, which are not of this fold; them also I must bring, and they shall hear My voice; and there shall become one flock, one shepherd (John 10:16). First to the Thessalonians: Wherefore, when we could no longer forbear, we thought it good to be left behind at Athens alone, and sent Timothy our brother and minister of God in the Gospel of Christ, to establish you and to comfort you concerning your faith (1 Thess. 3:1-2).
Ὅτι δεῖ τῶν προσκαλουμένων ἐπ' εὐεργεσίᾳ ἀνέχεσθαι.
That one must bear with those who invite us for a good deed.
Κεφάλ. ΙΖʹ.
Chapter 17.
ΜΑΤΘΑΙΟΣ. Ταῦτα αὐτοῦ λαλοῦντος, ἰδοὺ ἄρχων εἰσελθὼν προσεκύνει αὐτῷ, λέγων, ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν, ἐπίθες τὴν χεῖρά σου ἐπ' αὐτὴν, καὶ ζήσεται. Καὶ ἐγερθεὶς ὁ Ἰησοῦς, ἠκολούθησεν αὐτῷ. ΠΡΑΞΕΙΣ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστει-
Matthew: While He was speaking these things unto them, behold, a ruler came in and worshipped Him, saying: My daughter has just now died; but come and lay Thy hand upon her, and she shall live. And Jesus arose and followed him (Matt. 9:18-19). Acts: And forasmuch as Lydda was nigh unto Joppa, the disciples, hearing that Peter was there, sent-