PG 31:737Read from the pageσάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι. Μὴ θαυμάσῃς, ὅτι εἶπόν σοι· Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τῆς φωνῆς αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. ΠΡΟΣ ΡΩΜ. Τὸ νεκρωθῆναι μὲν τῇ ἁμαρτίᾳ, ζῆσαι δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα· τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. ΠΡΟΣ ΚΟΛ. Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείροντος αὐτὸν ἐκ νεκρῶν. ΠΡΟΣ ΓΑΛ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς ἕν ἐστε ἐν Χριστῷ Ἰησοῦ. ΠΡΟΣ ΚΟΛ. Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν· ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός.
is flesh, and that which is born of the Spirit is spirit. Marvel not that I said unto thee: You must be born from above. The wind bloweth where it willeth, and thou hearest the voice thereof, but knowest not whence it cometh, and whither it goeth: so is every one that is born of the Spirit. TO THE ROMANS. To be dead indeed unto sin, but alive unto God in Christ Jesus. So many of us as were baptized into Christ Jesus were baptized into His death. We were buried therefore with Him through baptism into death: that, like as Christ was raised up from the dead through the glory of the Father, so we also might walk in newness of life. For if we have become united with the likeness of His death, we shall be also with that of the resurrection; knowing this, that our old man was crucified with Him, that the body of sin might be destroyed, that we should no longer serve sin. For he that is dead is justified from sin. TO THE COLOSSIANS. In Whom also you were circumcised with a circumcision not made with hands, in the putting off of the body of the sins of the flesh, in the circumcision of Christ, having been buried with Him in baptism, wherein also you were raised with Him through faith in the working of God, Who raised Him from the dead. TO THE GALATIANS. For as many of you as were baptized into Christ did put on Christ. There is neither Jew nor Greek; there is neither bond nor free; there is neither male and female: for you are all one in Christ Jesus. TO THE COLOSSIANS. Having put off the old man with his deeds, and having put on the new, who is being renewed unto knowledge according to the image of Him that created him: where there is neither Greek and Jew, circumcision and uncircumcision, barbarian, Scythian, bond, free: but Christ is all, and in all.
Ὅτι ἀναγκαία καὶ πρὸς αὐτὴν τὴν αἰώνιον ζῶὴν ἡ μετάληψις τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ.
That participation in the body and blood of Christ is necessary even for eternal life itself.
ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωην ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς.
JOHN. Amen, amen I say unto you: Unless you eat the flesh of the Son of man, and drink His blood, you have no life in yourselves. He that eateth My flesh and drinketh My blood hath eternal life, and the rest.
Notes, col. 737
PG 31:740Read from the pageὍτι οὐδὲν ὠφελεῖται ὁ ἄνευ τῆς κατανοήσεως τοῦ λόγου, καθ' ὃν δίδοται ἡ μετάληψις τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, προσερχόμενος τῇ κοινωνίᾳ· ὁ δὲ ἀναξίως μεταλαμβάνων κατακέκριται.
That he profits nothing who approaches communion without comprehension of the principle according to which participation in the body and the blood of Christ is given; while he who partakes unworthily stands condemned.
ΙΩΑΝΝΗΣ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Καὶ μετ' ὀλίγα· Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή ἐστι. ΠΡΟΣ ΚΟΡ. αʹ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦτο τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.
John. Amen, amen I say to you, unless you eat the flesh of the Son of man, and drink His blood, you do not have life in yourselves. And shortly after: But Jesus knowing in Himself that His disciples were murmuring concerning this, said to them: Does this scandalize you? What then if you behold the Son of man ascending where He was formerly? The flesh profits nothing; it is the spirit that gives life. The words which I have spoken to you are spirit, and are life. First to the Corinthians. Wherefore whosoever eats this bread, or drinks this cup of the Lord unworthily, shall be guilty of the body and of the blood of the Lord. But let a man examine himself, and thus let him eat of the bread, and drink of the cup. For he who eats and drinks unworthily eats and drinks judgement to himself, not discerning the body of the Lord.
Ποίῳ λόγῳ δεῖ ἐσθίειν τὸ σῶμα, καὶ πίνειν τὸ αἷμα τοῦ Κυρίου, εἰς ἀνάμνησιν τῆς τοῦ Κυρίου μέχρι θανάτου ὑπακοῆς, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
By what principle one must eat the body, and drink the blood of the Lord, in remembrance of the obedience of the Lord unto death, so that those who live may no longer live to themselves, but to Him Who died for them and was raised.
ΛΟΥΚΑΣ. Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε, καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ Καινὴ Διαθήκη ἐστὶν ἐν τῷ αἵματί μου, τῷ ὑπὲρ ὑμῶν ἐκχυνομένῳ. ΠΡΟΣ ΚΟΡ. αʹ. Ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ Καινὴ Διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι. Τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ ἂν ἔλθῃ. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπ-
Luke. And having taken bread, having given thanks He broke it, and gave to them saying: This is my body, which is given on your behalf; do this in remembrance of me. Likewise also the cup, after supping, saying: This cup is the New Covenant in my blood, which is poured out on your behalf. First to the Corinthians. That the Lord Jesus in the night in which He was betrayed, took bread, and having given thanks, broke it, and said: Take, eat; this is my body, which is broken on your behalf; do this in remembrance of me. Likewise also the cup, after supping, saying: This cup is the New Covenant in my blood. Do this, as often as you drink it, in remembrance of me. For as often as you eat this bread, and drink this cup, you proclaim the death of the Lord until He come. Second to the Corinthians. For the love of Christ constrains us, having judged this, that, if One died on behalf of all, then all died; and on behalf of all
PG 31:741Read from the pageέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι, εἰς τὸ γενέσθαι τοὺς πολλοὺς ἓν σῶμα ἐν Χριστῷ..... ΠΡΟΣ ΚΟΡ. αʹ. Ὁ ἄρτος ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώματς οτοῦ Χριστοῦ ἐστιν; Ὅτι πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
He died, so that those who live may no longer live to themselves, but to Him Who died for them, and was raised, to the end that the many may become one body in Christ..... First to the Corinthians. The bread which we break, is it not communion in the body of Christ? Because all partake of the one bread.
Ὅτι δεῖ τὸν μεταλαμβάνοντα τῶν ἁγίων ὑμνεῖν τὸν Κύριον.
That he who partakes of the holy mysteries must hymn the Lord.
ΜΑΤΘΑΙΟΣ. Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ τὰ ἑξῆς. Οἷς ἐπιφέρει· Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
Matthew. Now as they were eating, Jesus having taken the bread, and having given thanks, broke it, and gave to the disciples, and the rest. To which he subjoins: And having sung a hymn, they went out to the Mount of Olives.
Ὅτι ἡ ἐργασία τῆς ἁμαρτίας ἀπαλλοτριοῖ τοῦ Κυρίου, καὶ προσοικειοῖ τῷ διαβόλῳ.
That the working of sin alienates from the Lord, and associates closely with the devil.
ΙΩΑΝΝΗΣ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ΠΡΟΣ ΡΩΜ. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.
John. Amen, amen I say to you, that everyone who commits sin is a slave of sin. You are of your father the devil, and the desires of your father you wish to do. To the Romans. For when you were slaves of sin, you were free in regard to righteousness.
Ὅτι ἡ πρὸς τὸν Κύριον οἰκειότης οὐκ ἐν τῇ κατὰ σάρκα συγγενείᾳ γνωρίζεται, ἀλλ' ἐν τῇ σπουδῇ τῶν θελημάτων τοῦ Θεοῦ κατορθοῦται.
That kinship towards the Lord is not recognized in kinship according to the flesh, but is rightly accomplished in earnestness for the wills of God.
ΙΩΑΝΝΗΣ. Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει. ΛΟΥΚΑΣ. Καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες. ΙΩΑΝΝΗΣ. Ὑμεῖς φίλοι μου ἐστὲ, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. ΠΡΟΣ ΡΩΜ. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄνονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν.
John. He who is of God hears the words of God. Luke. And it was reported to Him by some saying: Your mother and your brothers stand outside, wishing to see you. But He answering said to them: My mother and my brothers are these who hear the word of God and do it. John. You are my friends, if you do whatsoever things I command you. To the Romans. For as many as are led by the Spirit of God, these are sons of God.
Ὅτι ὁ ἄκων ἑλκόμενος ὑπὸ ἁμαρτίας ὀφείλει γνωρίζειν ἑαυτὸν ὑφ' ἑτέρας προενυπαρχούσης κρατούμενον ἁμαρτίας, ᾗ ἑκὼν δουλεύων, ἄγεται λοιπὸν ὑπ' αὐτῇ καὶ ἐφ' ἃ μὴ θέλει.
That he who is dragged unwillingly by sin ought to recognize himself as held fast by another pre-existing sin, serving which willingly, he is henceforth led under it even unto things that he does not will.
ΠΡΟΣ ΡΩΜ. Οἴδαμεν δὲ, ὅτι ὁ νομος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω. Ου γὰρ ὃ θέλω, τοῦτο πράσσω· ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν
To the Romans. Now we know that the law is spiritual; whereas I am carnal, sold under sin. For what I work out, I do not know. For not what I will, this do I practise; but what I hate, this I do. But if what I do not will, this I do, I agree with the law, that it is good. Now therefore it is no longer I that work it out, but the indwelling in
Notes, col. 741
On the reading
Printed σώματς οτοῦ, for σώματος τοῦ.
Printed ἄνονται, for ἄγονται.
Printed νομος, for νόμος.
Printed οὐκτι, for οὐκέτι.
PG 31:744Read from the pageἐμοὶ ἁμαρτία. Οἶδα δὲ, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω. Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ' ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
me sin. For I know that there does not dwell in me, that is, in my flesh, anything good; for the willing lies beside me, whereas the working out of the good I do not find. For I do not do the good that I will, but the evil that I do not will, this I practise. Now if what I myself do not will, this I do, no longer do I myself work it out, but the sin dwelling in me.
Ὅτι οὐ δεῖ ψεύδεσθαι, ἀλλ' ἀληθεύειν ἐν παντί
That one must not lie, but speak truth in everything
ΜΑΤΘΑΙΟΣ. Ἔστω δὲ ὁ λόγος ὑμῶν, ναὶ, ναί· οὒ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. ΠΡΟΣ ΕΦΕΣ. Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ... ΠΡΟΣ ΚΟΛ. Μὴ ψεύδεσθε εἰς ἀλλήλους.
Matthew. But let your speech be, Yea, yea; Nay, nay; and whatsoever is in excess of these is from the evil one. To the Ephesians. Having put away falsehood, speak truth each one with his neighbour... To the Colossians. Do not lie to one another.
Ὅτι οὐ δεῖ ζητήσεις ἀνωφελεῖς ἢ ἐμφιλονείκους ποιεῖσθαι.
That one must not engage in unprofitable or contentious questionings.
ΠΡΟΣ ΤΙΜ. βʹ. Ταῦτα ὑπομίμνησκε διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου· μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.... Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς, ὅτι γεννῶσι μάχας.
Second to Timothy. Put them in remembrance of these things, solemnly charging them before the Lord: not to contend about words to nothing useful, to the subversion of the hearers.... But foolish and uninstructed questionings refuse, knowing that they beget quarrels.
Ὅτι οὐ δεῖ φθέγγεσθαι λόγον ἀργὸν, ἐξ οὗ οὐδὲν ὄφελος. Τὸ γὰρ μὴ πρὸς οἰκοδομὴν τῆς πίστεως λαλεῖν, ἢ καὶ ποιεῖν αὐτὸ τὸ ἀγαθὸν, λυπεῖν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ.
That one must not utter an idle word, wherefrom there is no profit. For not to speak unto building up of the faith, or even not so to do the good itself, is to grieve the Holy Spirit of God.
ΜΑΤΘΑΙΟΣ. Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. ΠΡΟΣ ΕΦΕΣ. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, καὶ μὴ λυπῆτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
Matthew. But I say to you, that every idle word whatsoever men shall speak, they shall render an account concerning it in the day of judgement. To the Ephesians. Let no corrupt word proceed out of your mouth; but whatever is good unto building up of the faith, so that it may give grace to those who hear, and do not grieve the Holy Spirit of God, in Whom you were sealed unto the day of redemption.
Ὅτι δεῖ πᾶν ῥῆμα ἢ πρᾶγμα πιστοῦσθαι τῇ μαρτυρίᾳ τῆς θεοπνεύστου Γραφῆς εἰς πληροφορίαν μὲν τῶν ἀγαθῶν, ἐντροπὴν δὲ τῶν πονηρῶν.
That every word or deed must be confirmed by the testimony of the God-inspired Scripture unto full assurance of the good, and shame of the wicked.
ΜΑΤΘΑΙΟΣ. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπε· Γέγραπται· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. ΠΡΑΞΕΙΣ. Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι... Ἐξίσταντο δὲ πάντες, καὶ
Matthew. And coming near to Him, the tempter said: If you are the Son of God, command that these stones become loaves of bread. But He answering said: It is written: Man shall not live upon bread alone, but upon every word proceeding out through the mouth of God. Acts. And they were all filled with the Holy Spirit, and began to speak with other tongues, even as the Spirit gave them to utter forth... And all were amazed, and
PG 31:745Read from the pageδιηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· Τί ἂν θέλοι εἶναι τοῦτο; Ἕτεροι δὲ χλευάζοντες ἔλεγον, ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν. Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι, καὶ τὰ ἑξῆς.
were in doubt, saying one to another: What may this mean? But others mocking said: They are full of new wine. But Peter standing up with the eleven, lifted up his voice, and spoke forth unto them: Ye men of Judaea, and all ye that dwell in Jerusalem, be this known unto you, and give ear unto my words. For these are not drunken, as you suppose, seeing it is the third hour of the day: but this is that which was spoken through the prophet Joel: And it shall come to pass in the last days, saith God, I will pour out of My Spirit upon all flesh, and they shall prophesy, and the rest.
Ὅτι δεῖ καὶ τοῖς ἐν τῇ φύσει καὶ τῇ συνηθείᾳ τοῦ βίου γνωριζομένοις κεχρῆσθαι εἰς βεβαίωσιν τῶν γινομένων ἢ λεγομένων.
That one must also make use of the things known in nature and in the custom of life for the confirmation of the things that are done or spoken.
ΜΑΤΘΑΙΟΣ. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ, καὶ τὰ ἑξῆς. ΛΟΥΚΑΣ. Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι, πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. ΠΡΟΣ ΤΙΜ. βʹ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.
MATTHEW. Beware of false prophets, who come unto you in sheep's clothing, but inwardly are ravening wolves. By their fruits you shall know them. Do men gather grapes from thorns, or figs from thistles? Even so every good tree bringeth forth good fruits; but the corrupt tree bringeth forth evil fruits, and the rest. LUKE. And their scribes and the Pharisees murmured, saying unto His disciples: Why do you eat and drink with publicans and sinners? And Jesus answering said unto them: They that are in health have no need of a physician, but they that are ill. TO TIMOTHY 2. No man serving as a soldier entangleth himself in the affairs of life, that he may please him who hath enrolled him as a soldier. And if also a man contend in the games, he is not crowned, unless he have contended lawfully.
Ὅτι οὐ δεῖ τοῖς ἀλλοτρίοις τῆς τοῦ Κυρίου διδασκαλίας ἐξομοιοῦσθαι· μιμεῖσθαι δὲ τὸν Θεὸν καὶ τοὺς ἁγίους αὐτοῦ κατὰ τὴν δοθεῖσαν ἡμῖν παρ' αὐτοῦ δύναμιν.
That we must not make ourselves like unto those who are strangers to the teaching of the Lord, but imitate God and His saints according to the power given unto us from Him.
ΜΑΤΘΑΙΟΣ. Οἴδατε, ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως ἔσται ἐν ὑμῖν· ἀλλ' ὃς ἐὰν θέλῃ ἐν ὑμῖν γενέσθαι πρῶτος, ἔσται ὑμῶν διάκονος· καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν πρῶτος
MATTHEW. You know that the rulers of the Gentiles lord it over them, and the great ones exercise authority over them. Not so shall it be among you: but whosoever will become first among you, shall be your minister; and whosoever will among you be first