ἐν τοῖς οὐρανοῖς. ΛΟΥΚΑΣ. Οὐδεὶς δὲ, λύχνον ἅψας, κρύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ' ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. ΠΡΟΣ ΦΙΛΙΠ. Ἵνα ἦτε εἰλικρινεῖς, καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης, διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
in the heavens. LUKE. And no man, having lighted a lamp, covereth it with a vessel, or putteth it under a bed, but putteth it upon a lampstand, that they who enter in may see the light. TO THE PHILIPPIANS. That you may be sincere and without offence unto the day of Christ, filled with the fruits of righteousness, through Jesus Christ, unto the glory and praise of God.
Ὅτι οὐ δεῖ ἐμποδίζειν τῷ ποιοῦντι θέλημα Θεοῦ, εἴτε κατ' ἐντολὴν Θεοῦ, εἴτε κατὰ λόγον ἀκολουθοῦντα τῇ ἐντολῇ· οὔτε μὴν ποιοῦντα ἀνέχεσθαι τῶν κωλυόντων, κἂν γνήσιοι ὦσιν, ἀλλ' ἐπιμένειν τῇ κρίσει.
That one must not hinder him that doeth the will of God, whether according to the commandment of God or according to a principle following the commandment; nor indeed must him that doeth it yield unto those that hinder, even if they be near of kin, but abide in his judgement.
ΜΑΤΘΑΙΟΣ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ. Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν, λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην, καὶ τὰ ἑξῆς.... Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ πολλὰ παθεῖν ὑπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων· καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων· Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ δὲ, στραφεὶς, εἶπε τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. ΜΑΡΚΟΣ. Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται. Οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. Ἰδὼν δὲ ὁ Ἰησοῦς, ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μὲ, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. ΠΡΑΞΕΙΣ. Ἐπιμενόντων δὲ ἡμέρας πλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος. Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην Παύλου, καὶ δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας, εἶπε· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ. Ἀπεκρίθη δὲ ὁ Παῦλος· Τὶ ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόν-
MATTHEW. Then cometh Jesus from Galilee to the Jordan unto John, to be baptized by him. But John hindered Him, saying: I have need to be baptized by Thee, and comest Thou to me? And Jesus answering said unto him: Suffer it now; for thus it is fitting for us to fulfil all righteousness, and the rest. From that time Jesus began to show unto His disciples that He must go unto Jerusalem, and suffer many things from the elders, and chief priests, and scribes, and be put to death, and the third day be raised up. And Peter taking Him aside, began to rebuke Him, saying: Be it far from Thee, Lord; this shall never be unto Thee. But He, turning, said unto Peter: Get thee behind Me, Satan; thou art a stumbling-block unto Me, because thou mindest not the things of God, but the things of men. MARK. And they brought unto Him little children, that He might touch them. And the disciples rebuked those that brought them. But when Jesus saw it, He was much displeased, and said unto them: Suffer the little children to come unto Me, and forbid them not; for of such is the kingdom of the heavens. ACTS. And as we tarried there many days, there came down a certain prophet from Judaea, named Agabus. And coming unto us, and taking Paul's girdle, and binding his own feet and hands, he said: Thus saith the Holy Spirit: The man whose girdle this is, the Jews shall so bind in Jerusalem, and shall deliver him into the hands of the Gentiles. And when we heard these things, both we and they of that place besought him not to go up to Jerusalem. Then Paul answered: What do ye, weeping and breaking my heart? For I am ready not to be bound only, but also to die for the name of the Lord Jesus. And when he would not be persuaded, we ceased, saying: The will of the Lord be done. TO THE THESSALONIANS 1. Who both killed the Lord Jesus, and their own prophets, and have driven us out, and please not God,