Migne Reading Room

PG 31 · cols. 713–724 · Read from the page

Moralia

Moralia

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:713Read from the page
ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν· Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; ΙΩΑΝΝΗΣ. Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι, λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν τὴν σάρκα δοῦναι φαγεῖν; Εἶπεν οὖν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ΛΟΥΚΑΣ. Εἶπε δὲ αὐτῷ ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι. Καὶ μετ' ὀλίγα· Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ· καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. ΠΡΟΣ ΡΩΜ. Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας. Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει· δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
cried out. And straightway Jesus spoke unto them, saying: Be of good cheer, it is I, be not afraid. And Peter answering Him said: Lord, if it be Thou, bid me come unto Thee upon the waters. And He said: Come. And Peter coming down from the ship, walked upon the waters, to go unto Jesus. But seeing the wind strong, he was afraid; and beginning to sink, he cried out, saying: Lord, save me. And straightway Jesus stretching forth His hand, took hold of him, and saith unto him: O thou of little faith, wherefore didst thou doubt? JOHN. The Jews therefore strove among themselves, saying: How can this Man give us His flesh to eat? He said therefore unto them: Amen, amen I say unto you, unless you eat the flesh of the Son of man, and drink His blood, you have no life in yourselves. LUKE. And the angel said unto him: Fear not, Zacharias, because thy prayer is heard; and thy wife Elisabeth shall bear thee a son. And a little after: And Zacharias said unto the angel: Whereby shall I know this? For I am an old man, and my wife is advanced in her days. And the angel answering said unto him: I am Gabriel, who stand before God; and I was sent to speak unto thee, and to bring thee these good tidings. And behold, thou shalt be silent, and not able to speak until the day that these things come to pass, because thou hast not believed my words, which shall be fulfilled in their season. TO THE ROMANS. And not being weakened in faith, he considered not his own body now dead, being about a hundred years old, and the deadness of Sara's womb. And towards the promise of God he staggered not through unbelief, but was strengthened in faith; giving glory to God, and being fully persuaded that what He hath promised, He is able also to perform. Wherefore also it was reputed to him unto righteousness.
Ὅτι ὁ ἐπὶ τοῖς ἐλάττοσι μὴ πιστεύων τῷ Κυρίῳ δῆλός ἐστι πολὺ πρότερον ἐπὶ τοῖς μείζοσιν ἀπιστῶν.
That he who in lesser things believeth not the Lord is manifestly much more unbelieving in greater things.
Κεφάλ. Βʹ.
Chapter II.
ΙΩΑΝΝΗΣ. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; ΛΟΥΚΑΣ. Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι· καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
JOHN. If I have spoken unto you earthly things, and you believe not, how, if I shall speak unto you heavenly things, will you believe? LUKE. He that is faithful in that which is least is faithful also in much; and he that is unjust in that which is least is unjust also in much.
Ὅτι οὐ χρὴ λογισμοῖς ἰδίοις στηρίζεσθαι ἐπὶ ἀθετήσει τῶν ὑπὸ τοῦ Κυρίου λεγομένων· ἀξιοπιστότερα δὲ εἰδέναι τῆς ἰδίας πληροφορίας τὰ τοῦ Κυρίου ῥήματα.
That one must not rely upon one's own reasonings for the rejection of the things spoken by the Lord, but must know the words of the Lord to be more worthy of belief than one's own assurance.
Κεφάλ. Γʹ.
Chapter III.
ΜΑΤΘΑΙΟΣ. Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπεν αὐτῷ·
MATTHEW. Then Jesus saith unto them: All you shall be scandalized in Me in this night. And Peter answering, said unto Him:
PG 31:716Read from the page
Καὶ εἰ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. Ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι, ἐν ταύτῃ τῇ νυκτὶ, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με..... Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν· καὶ ἐσθιόντων αὐτῶν, λέγει αὐτοῖς· Λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ λυπούμενοι σφόδρα, ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· Μήτι ἐγώ εἰμι, Κύριε; ΠΡΑΞΕΙΣ. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστὰς, Πέτρε, θῦσον, καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπε· Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. ΠΡΟΣ ΚΟΡ. βʹ. Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.
Even if all shall be scandalized in you, yet I shall never be scandalized. Jesus said to him: Amen I say to you, in this night, before a cock crows, three times you will deny Me..... And when evening had come, He was reclining with the twelve disciples; and as they were eating, He says to them: I say to you that one of you will betray Me. And being exceedingly sorrowful, they began to say to Him, each one of them: Surely it is not I, Lord? Acts. And there came a voice to him: Rise, Peter, kill and eat. But Peter said: By no means, Lord; because never did I eat anything common or unclean. And a voice came again a second time to him: What things God cleansed, do not you count common. To the Corinthians, II. Casting down reasonings and every high thing raised up against the knowledge of God, and taking captive every thought unto the obedience of Christ.
ΟΡΟΣ Θʹ.
Rule IX.
Ὅτι οὐ δεῖ ἀμελεῖν τῆς τῶν ἐπιβαλλόντων γνώσεως· μετὰ προσοχῆς δὲ τῶν τοῦ Κυρίου λόγων ἀκούοντα συνιέναι, καὶ ποιεῖν τὸ θέλημα αὐτοῦ.
That one ought not to neglect the knowledge of things pertaining to one's duty, but hearing the words of the Lord with attention, to understand and to do His will.
Κεφάλ. Α
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὔπω νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, καὶ κοινοῖ τὸν ἄνθρωπον; ..... Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὗτός ἐστιν δ' παρὰ τὴν ὁδὸν σπαρείς. Καὶ μετ' ὀλίγον· Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιὼν, ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. ΜΑΡΚΟΣ. Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον, εἶπεν αὐτοῖς· Ἀκούετέ μου, καὶ συνίετε. ΠΡΟΣ ΕΦΕΣ. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε· μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί· ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ.
Matthew. And Peter answering said to Him: Explain to us this parable. And Jesus said: Are you also even yet without understanding? Do you not yet perceive that everything entering into the mouth goes into the belly, and is cast out into the privy; whereas the things proceeding out of the mouth come forth from the heart, and defile the man? ..... When anyone hears the word of the kingdom and does not understand, the evil one comes and snatches away what has been sown in his heart. This is he that was sown beside the way. And a little further on: And he that was sown upon the good earth, this is he who hears the word and understands, who indeed bears fruit and produces, one a hundredfold, another sixty, and another thirty. Mark. And having called the whole crowd to Himself, He said to them: Hear Me, and understand. To the Ephesians. Look therefore carefully how you walk, not as unwise, but as wise, redeeming the time, because the days are evil. On this account do not become foolish, but understand what the will of God is.
Ὅτι περὶ τῶν μὴ ἐπιβαλλόντων οὐ δεῖ πολυπραγμονεῖν.
That one ought not to busy oneself curiously about things that do not pertain to one's duty.
Κεφάλ. Βʹ.
Chapter II.
ΙΩΑΝΝΗΣ. Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὃ ποιεῖς, ποίησον τάχιον. Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ. ΠΡΑΞΕΙΣ. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγον-
John. And after the morsel, then Satan entered into that man. Jesus says to him: What you do, do more quickly. Now none of those reclining at table knew for what purpose He spoke to him. Acts. They therefore, having come together, asked Him,
Notes, col. 716

On the reading

Printed δ', for ὁ.

PG 31:717Read from the page
τες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
saying: Lord, do you at this time restore the kingdom to Israel? And He said to them: It is not yours to know times or seasons, which the Father set in His own authority.
Ὅτι ἴδιον τῶν ἐχόντων σπουδὴν τῆς πρὸς Θεὸν εὐαρεστήσεως τὸ καὶ ἐπερωτᾷν περὶ ὧν δεῖ.
That it belongs to those who have zeal for pleasing God also to inquire about the things regarding which they ought.
Κεφάλ. Γʹ.
Chapter III.
ΜΑΤΘΑΙΟΣ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ... Καὶ ἰδοὺ, εἷς προσελθὼν, εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθὲ, τί ἀγαθὸν ποιήσω, ἵνα ἔχω ζωὴν αἰώνιον; ΛΟΥΚΑΣ. Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ' αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Καὶ μετ' ὀλίγα· Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί ποιήσομεν; Ὁμοίως τελῶναι, ὁμοίως στρατευόμενοι. ΠΡΑΞΕΙΣ. Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον, καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ποιήσομεν, ἄνδρες ἀδελφοί;
Matthew. And His disciples came to Him, saying: Explain to us the parable of the tares of the field... And behold, one came forward and said to Him: Good Teacher, what good thing shall I do, that I may have eternal life? Luke. He said therefore to the crowds going out to be baptized by him: Brood of vipers, who showed you to flee from the coming wrath? And a little further on: And the crowds asked him, saying: What shall we do? Likewise tax-collectors, likewise soldiers. Acts. Now when they heard this, they were pierced in heart, and said to Peter and the rest of the apostles: What shall we do, men and brethren?
Ὅτι δεῖ ἐπερωτωμένῳ φροντίζειν ἀξιολόγως ἀποκρίνεσθαι.
That one who is questioned ought to take care to answer worthily.
Κεφάλ. Δʹ.
Chapter IV.
ΛΟΥΚΑΣ. Καὶ ἰδοὺ, νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε, τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἶπε δὲ πρὸς αὐτόν· Ὀρθῶς ἀπεκρίθης. Τοῦτο ποίει, καὶ ζήσῃ. ΠΡΟΣ ΚΟΛΟΣΣ. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος. εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
Luke. And behold, a certain lawyer stood up, testing Him and saying: Teacher, by doing what shall I inherit eternal life? And He said to him: In the law what is written? How do you read? And he answering said: You shall love the Lord your God out of your whole heart, and out of your whole soul, and out of your whole mind, and your neighbour as yourself. And He said to him: Rightly have you answered. Do this, and you shall live. To the Colossians. Let your speech always be in grace, seasoned with salt, so as to know how you ought to answer each one.
Ὅτι χεῖρον μὲν τὸ κρῖμα τῶν συνιέντων, καὶ μὴ ποιούντων· οὔτε δὲ τὸ κατὰ ἄγνοιαν ἁμαρτάνειν ἀκίνδυνον.
That worse indeed is the judgement of those who understand and do not perform; yet neither is sinning through ignorance free from danger.
Κεφάλ. Εʹ.
Chapter V.
ΛΟΥΚΑΣ. Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ἑτοιμάσας, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς. Ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας.
Luke. And that servant who knew the will of his master, and did not prepare, nor act according to his will, shall be beaten with many stripes. But he who did not know, and did things worthy of stripes, shall be beaten with few.
ΟΡΟΣ Ιʹ.
Rule X.
Ὅτι τέλος ἁμαρτίας θάνατος.
That the end of sin is death.
Κεφάλ. Αʹ.
Chapter I.
ΙΩΑΝΝΗΣ. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν.
John. He who disobeys the Son shall not see life, but the wrath of God will abide upon him.
Notes, col. 717

On the reading

Printed ἠρτυμένος., for ἠρτυμένος,.

PG 31:720Read from the page
ΠΡΟΣ ΡΩΜ. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Τὸ μὲν γὰρ τέλος ἐκείνων θάνατος. Καὶ μετ' ὀλίγα· Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος... Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία.
To the Romans. For when you were slaves of sin, you were free in regard to righteousness. What fruit therefore did you have then in the things whereof you are now ashamed? For the end of those things is death. And shortly after: For the wages of sin is death... And the sting of death is sin.
Ὅτι τέλος ἐντολῆς Θεοῦ ζωὴ αἰώνιος.
That the end of the commandment of God is eternal life.
Κεφάλ: Βʹ.
Chapter II.
ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. — Ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω, καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. ΠΡΟΣ ΡΩΜ. Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
John. Amen, amen I say to you, if anyone keep my word, he shall never behold death unto eternity. — But the Father Who sent me, He Himself gave me commandment, what I should say, and what I should speak, and I know that His commandment is eternal life. To the Romans. But now, having been set free from sin, and having been enslaved to God, you have your fruit unto sanctification, and the end eternal life.
ΟΡΟΣ ΙΑ.
Rule XI.
Ὅτι οὐ δεῖ καταφρονεῖν κριμάτων Θεοῦ, ἀλλὰ φοβεῖσθαι, κἂν μὴ παραυτίκα τὴν ἀνταπόδοσιν ἔχῃ.
That one must not despise the judgements of God, but fear them, even if they do not bring retribution immediately.
Κεφάλ. Αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. ΛΟΥΚΑΣ. Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι· καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν, καὶ μεθύσκεσθαι· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. ΙΩΑΝΝΗΣ. Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. ΠΡΟΣ ΕΦΕΣ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
Matthew. Rather fear Him Who is able to destroy both soul and body in Gehenna. Luke. But if that slave say in his heart: My lord delays to come; and begin to beat the menservants and the maidservants, both to eat and to drink, and to get drunk; the lord of that slave will come in a day in which he does not expect, and in an hour which he does not know, and will cut him in two, and will appoint his portion with the unfaithful. John. Behold, you have become well; sin no more, lest something worse happen to you. To the Ephesians. Let no one deceive you with empty words; for because of these things comes the wrath of God upon the sons of disobedience.
Ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς, καὶ τῆς ἀφέσεως καταξιωθεὶς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρῖμα τῆς ὀργῆς.
That he who has been chastened for his former sins, and has been counted worthy of forgiveness, if he sin again, prepares for himself a judgement of wrath worse than the former.
Κεφάλ. Βʹ.
Chapter II.
ΙΩΑΝΝΗΣ. Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.
John. Behold, you have become well, sin no more, lest something worse happen to you.
Ὅτι, κρίματι ὀργῆς Θεοῦ τινων ὑποπεσόντων, τοὺς λοιποὺς φοβουμένους παιδεύεσθαι δεῖ.
That, when certain persons have fallen under a judgement of the wrath of God, the rest ought in fear to be instructed.
Κεφάλ. Γʹ.
Chapter III.
ΛΟΥΚΑΣ. Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ, ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Δοκεῖτε, ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας
Luke. Now there were some present at that very season, reporting to Him concerning the Galilaeans, whose blood Pilate mingled with their sacrifices. And Jesus answering said to them: Do you suppose that these Galilaeans were sinners beyond all
PG 31:721Read from the page
τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτὼ, ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ, καὶ ἀπέκτεινεν αὐτοὺς, δοκεῖτε, ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. ΠΡΑΞΕΙΣ. Ἀκούων δὲ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξε. Καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. ΠΡΟΣ ΚΟΡ. αʹ. Μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ταῦτα δὲ τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.
the Galilaeans, because they suffered such things? No, I say unto you: but unless you repent, you shall all likewise perish. Or those eighteen upon whom the tower fell in Siloam, and slew them, think you that they were debtors beyond all the men that dwell in Jerusalem? No, I say unto you: but unless you repent, you shall all likewise perish. ACTS. And Ananias hearing these words, fell down and gave up the ghost. And there came great fear upon all that heard these things. TO THE CORINTHIANS 1. Neither do you murmur, as some of them murmured, and were destroyed by the destroyer. Now these things happened unto them as types; and they were written for our admonition, upon whom the ends of the ages are come.
Ὅτι καὶ αὐτοῖς τοῖς τῆς κακίας ἔργοις πρὸς τιμωρίαν πολλάκις παραδίδοταί τις διὰ προϋπάρχουσαν ἀσέβειαν.
That often because of preexisting ungodliness a man is delivered over even unto the very works of wickedness for punishment.
Κεφάλ. Δʹ.
Chapter IV.
ΠΡΟΣ ΡΩΜ. Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει.
TO THE ROMANS. And even as they did not approve to have God in knowledge, God delivered them up to a reprobate mind, to do those things which are not fitting. TO THE THESSALONIANS 2. Because they received not the love of the truth, that they might be saved, therefore God sendeth them the working of error, that they should believe the lie.
Ὅτι οὐχὶ πλῆθος ἁμαρτωλῶν δυσωπεῖ τὸν Θεὸν, ἀλλ' ὁ εὐαρεστῶν αὐτῷ, κἂν ἀνὴρ τυγχάνῃ, κἂν γυνή.
That a multitude of sinners doth not move God to relent, but he that is well-pleasing unto Him, whether it be a man or a woman.
Κεφάλ. Εʹ.
Chapter V.
ΛΟΥΚΑΣ. Ἐπ' ἀληθείας λέγω ὑμῖν, ὅτι πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραὴλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰ μὴ εἰς Σάραφθα τῆς Σιδῶνος πρὸς γυναῖκα χήραν. ΠΡΟΣ ΚΟΡ. αʹ. Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωυσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
LUKE. In truth I say unto you, that many widows were in the days of Elias in Israel, when the heaven was shut up for three years and six months, when there was a great famine over all the land; and unto none of them was Elias sent, save unto Saraphtha of Sidon, unto a widow woman. TO THE CORINTHIANS 1. For I would not have you ignorant, brethren, that our fathers were all under the cloud, and all passed through the sea, and all were baptized unto Moses in the cloud and in the sea, and all did eat the same spiritual food, and all did drink the same spiritual drink; for they drank of the spiritual rock that followed them; and the rock was Christ. But with most of them God was not well pleased; for they were overthrown in the wilderness.
ΟΡΟΣ ΙΒʹ.
Rule XII.
Ὅτι πᾶσα ἀντιλογία, κἂν ἐκ φιλικῆς καὶ εὐλαβοῦς διαθέσεως γένηται, ἀπαλλοτριοῖ τοῦ Κυρίου τὸν ἀντιλέγοντα· πᾶν δὲ ῥῆμα Κυρίου μετὰ πάσης πληροφορίας καταδέχεσθαι δεῖ.
That every contradiction, even if it arise from a friendly and reverent disposition, alienateth from the Lord him that contradicteth; and every word of the Lord must be received with all assurance.
PG 31:724Read from the page
Κεφάλ. Αʹ.
Chapter I.
ΙΩΑΝΝΗΣ. Καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διεζωσμένος. Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. Λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψεις τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
John. And He began to wash the feet of the disciples, and to wipe them with the towel wherewith He was girded. He comes therefore to Simon Peter, and that one says to Him: Lord, do you wash my feet? Jesus answered, and said to him: What I do, you do not know now, but you shall know hereafter. Peter says to Him: You shall never wash my feet unto eternity. Jesus answered him: Unless I wash you, you have no part with me.
Ὅτι οὐ δεῖ παραδόσεσιν ἀνθρώπων ἀκολουθεῖν ἐπ' ἀθετήσει ἐντολῆς Θεοῦ.
That one must not follow traditions of men to the setting aside of the commandment of God.
Κεφάλ. Βʹ.
Chapter II.
ΜΑΡΚΟΣ. Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, ὅτι Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων· καὶ τὰ ἑξῆς.
Mark. Then the Pharisees and the scribes question Him: Why do your disciples not walk according to the tradition of the elders, but eat bread with unwashed hands? And He answering said to them: Well did Isaiah prophesy concerning you hypocrites, as it is written: This people honours me with their lips, but their heart is far away from me. And in vain do they worship me, teaching as doctrines commandments of men. For leaving the commandment of God, you hold fast the tradition of men; and the rest.
Ὅτι δεῖ πάντα ἀπαραλείπτως φυλάττειν, τὰ διὰ τοῦ Εὐαγγελίου καὶ τῶν ἀποστόλων ὑπὸ τοῦ Κυρίου παραδεδομένα.
That one must keep all things without omission that have been handed down by the Lord through the Gospel and the apostles.
Κεφάλ. Γʹ.
Chapter III.
ΜΑΤΘΑΙΟΣ. Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. ΛΟΥΚΑΣ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι... Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· ὁ δὲ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν.
Matthew. Going forth, make disciples of all the nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit; teaching them to keep all things whatsoever I commanded you. Luke. And they were both righteous before God, walking in all the commandments and ordinances of the Lord blameless... He who hears you hears me; and he who rejects you rejects me. Second to the Thessalonians. So then, brethren, stand firm, and hold fast the traditions which you were taught, whether by word or by epistle, as through us.
Ὅτι οὐ δεῖ θέλημα ἴδιον παρὰ τὸ θέλημα τοῦ Κυρίου ἐγκρίνειν· ἀλλ' ἐν παντὶ πράγματι ζητεῖν καὶ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ.
That one must not approve one's own will contrary to the will of the Lord; but in every matter seek and do the will of God.
Κεφάλ. Δʹ.
Chapter IV.
ΙΩΑΝΝΗΣ. Ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. ΛΟΥΚΑΣ. Καὶ θεὶς τὰ γόνατα, προσηύξατο λέγων· Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο. Πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω. ΠΡΟΣ ΕΦΕΣ. Ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς
John. Because I seek not my own will, but the will of the Father Who sent me. Luke. And kneeling down, He prayed saying: Father, if Thou art willing, carry away this cup; yet let not my will, but Thine come to pass. To the Ephesians. Among whom we all also once conducted ourselves in the desires of the