3. Ἐκ τούτων καὶ τῶν τοιούτων μανθάνομεν, ὅτι τοσοῦτον μὲν οἶδεν ἡ θεόπνευστος Γραφὴ τῆς ἐπιγνώσεως τὸ ἀπέραντον, τοσοῦτον δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τῶν θείων μυστηρίων ἐν τῷ παρόντι ἀνέφικτον, ἀεὶ μὲν κατὰ προκοπὴν ἑκάστῳ προστιθεμένου τοῦ πλείονος, ἀεὶ δὲ τοῦ πρὸς ἀξίαν ἀπολιμπανομένου ἁπάντων, ἄχρις ἂν ἔλθῃ τὸ τέλειον, ὅτε τὸ ἐκ μέρους καταργηθήσεται· οὐκοῦν οὔτε ἑνὸς ὀνόματος ἀρκοῦντος πάσας ὁμοῦ δηλῶσαι τὰς τοῦ Θεοῦ δόξας, οὔτε ἑκάστου ἐξ ὁλοκλήρου ἀκινδύνως παραλαμβανομένου. Ἄν τε γὰρ εἴπῃ τις, Θεὸς, οὐκ ἐδήλωσε τὸ, Πατήρ· τῷ δὲ, Πατὴρ, λείπει τὸ, κτίστης. Τούτοις δὲ πάλιν χρεία ἀγαθότητος, σοφίας, δυνάμεως, καὶ τῶν λοιπῶν τῶν φερομένων ἐν τῇ ἁγίᾳ Γραφῇ. Πάλιν δὲ τὸ, Πατὴρ, ὁλόκληρον κατὰ τὴν ἡμετέραν χρῆσιν, ἐὰν ἐκλάβώμεν ἐπὶ Θεοῦ, ἀσεβοῦμεν· πάθος γὰρ καὶ ἀπόῤῥοιαν, καὶ ἄγνοιαν, καὶ ἀσθένειαν, καὶ ὅσα τοιαῦτα ἐπιφημίζει. Ὁμοίως δὲ καὶ τὸ, κτίστης. Εφ' ἡμῶν γὰρ χρεία χρόνου, ὕλης, σκευῶν, βοηθείας· ὧν ἁπάντων καθαρεύειν δεῖ τὴν εὐσεβῆ περὶ Θεοῦ δόξαν, ὡς δυνατὸν ἀνθρώπῳ. Τοῦ γὰρ πρὸς ἀξίαν, ὡς ἔφην, κἂν εἰ πᾶσαι μὲν διάνοιαι πρὸς τὴν ἔρευναν συναφθεῖεν, πᾶσαι δὲ γλῶσσαι πρὸς τὴν ἐπαγγελίαν συνδράμοιεν, οὐδέποτε ἄν τις ἐφίκοιτο. Ταύτην δὲ ἡμῖν τὴν ἔννοιαν σαφῶς παρίστησι καὶ ὁ σοφώτατος Σολομὼν λέγων· Εἶπα· Σοφισθήσομαι· καὶ αὕτη ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν, ὑπὲρ ὃ ἦν· οὐ τῷ φεύγειν, ἀλλὰ τῷ ἐκείνοις μάλιστα φανεροῦσθαι αὐτῆς τὸ ἀκατάληπτον, οἷς Θεοῦ χάριτι περισσοτέρως προσγέγονεν ἡ γνῶσις. Ἡ μὲν οὖν θεόπνευστος Γραφὴ πλείοσιν ὀνόμασιν ἀναγκαίως χρῆται καὶ ῥήμασιν εἰς μερικήν τινα, καὶ ταύτην αἰνιγματώδη, τῆς θείας δόξης παράστασιν. Ἡμῖν δὲ πάντα μὲν τὰ πανταχοῦ ὑπὸ τῆς θεοπνεύστου Γραφῆς περί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος εἰρημένα τὸ παρὸν ἀναλέγειν οὔτε δύναμις, οὔτε σχολὴ, διὰ τὸ κατεπείγειν ὑμᾶς· ὀλίγα δὲ ἐκ πάντων παραθέμενοι, ἀρκεῖν ἡγούμεθα καὶ ταῦτα τῇ ὑμετέρᾳ συνειδήσει, πρός τε τὴν τοῦ ἡμετέρου ἐκ τῶν Γραφῶν φρονήματος φανέρωσιν, καὶ τὴν ὑμῶν αὐτῶν καὶ τῶν βουλομένων ἐφ' ἡμῖν πληροφορίαν. Ὡς γὰρ τὰ πολλὰ μίαν ἡμῖν τὴν εὐσεβῆ ἔννοιαν ἐξαγγέλλει, οὕτω καὶ ἐκ τῶν ὀλίγων ὁ εὐγνώμων, οἶμαι, τὸ ἐν πᾶσιν εὐσεβὲς ἐπιγινώσκει.
3. From these and such things we learn that just as the divinely inspired Scripture knows the boundlessness of full knowledge, so too it knows the unattainability by human nature in the present life of the divine mysteries, more being continually added to each according to his advance, while that which is worthy of the reality continually outstrips all men, until what is complete comes, when what is in part shall be done away with; neither a single name, therefore, sufficing to set forth all the glories of God together, nor each name being taken in its entirety without danger. For whether one says, God, one has not set forth Father; and to Father there is lacking Creator. And these again have need of goodness, wisdom, power, and the rest of the attributes borne in holy Scripture. Again, if we take Father in its entirety according to our usage when speaking of God, we commit impiety; for it attributes passion and effluence, and ignorance, and weakness, and all such things. And likewise also Creator. For in our case there is need of time, matter, implements, assistance; of all which things the pious conception concerning God must be pure, so far as is possible for man. For of what is worthy, as I said, even if all minds should be joined together for inquiry, and all tongues run together for utterance, never could anyone attain unto it. And this thought the wisest Solomon also clearly sets before us, saying: I said: I will become wise; and she was removed far from me, beyond what she was; not by fleeing, but because her incomprehensibility is made manifest most of all to those to whom by the grace of God knowledge has accrued more abundantly. The divinely inspired Scripture, therefore, of necessity employs many names and expressions for a partial, and even this enigmatic, representation of the divine glory. For us, however, there is neither strength nor leisure at present to gather up all the things spoken everywhere by the divinely inspired Scripture concerning Father and Son and Holy Spirit, because you press us urgently; yet having set side by side a few out of all, we deem even these to suffice for your conscience, both for the manifestation of our mind drawn from the Scriptures, and for the full assurance of yourselves and of those who desire it in our regard. For just as the many passages declare to us one pious meaning, so too from the few the fair-minded man, I think, recognizes the piety present in all.