Migne Reading Room

PG 31 · cols. 1644–1653 · Read from the page

Liturgies of St Basil

Liturgies of St Basil

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1644Read from the page
εἰρήνην διὰ παντὸς, ἵνα σου καὶ ἐν τούτῳ, καθὼς καὶ ἐν παντὶ, δοξασθῇ καὶ ὑψωθῇ καὶ ὑμνηθῇ καὶ εὐλογηθῇ καὶ ἁγιασθῇ τὸ πανάγιον καὶ ἔντιμον καὶ εὐλογημένον ὄνομα, σὺν Χριστῷ Ἰησοῦ καὶ ἁγίῳ Πνεύματι.
peace continually, so that in this also, just as in everything, Thine all-holy and honourable and blessed name may be glorified and exalted and praised in hymns and blessed and sanctified, together with Christ Jesus and the Holy Spirit.
Ὁ λαὸς λέγει· Ὥσπερ ἦν.
The people say: As it was.
Ὁ διάκονος λέγει· Κατέλθετε, οι διάκονοι.
The deacon says: Come down, you deacons.
Ὁ ἱερεὺς λέγει· Ειρήνη πᾶσιν.
The priest says: Peace to all.
Προοίμιον τῆς κλάσεως.
Prelude to the fraction.
Καὶ πάλιν εὐχαριστήσωμεν τῷ παντοκράτορι Θεῷ τῷ Πατρὶ Κυρίου δὲ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι νῦν κατηξίωσεν ἡμᾶς στῆναι ἐν τῷ ἁγίῳ τόπῳ, καὶ ἐπᾶραι χεῖρας, καὶ λειτουργῆσαι τῷ ἁγίῳ αὐτοῦ ὀνόματι. Αὐτὸν οὖν παρακαλέσωμεν, ὅπως καταξιώσῃ ἡμᾶς τῆς κοινωνίας καὶ μεταλήψεως τῶν ἁγίων αὐτοῦ μυστηρίων, τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ αὐτοῦ, ὁ παντοκράτωρ Κύριος καὶ Θεὸς ἡμῶν.
And again let us give thanks to Almighty God, the Father of our Lord and Saviour Jesus Christ, because He has now counted us worthy to stand in the holy place, and lift up hands, and minister to His holy name. Let us therefore entreat Him, the Almighty Lord and our God, that He may count us worthy of the communion and partaking of His holy mysteries, of the spotless body and the precious blood of His Christ.
Ὁ διάκονος λέγει· Προσεύξασθε.
The deacon says: Pray.
Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν.
The priest says: Peace to all.
Εὐχὴ τῆς κλάσεως, τοῦ ἁγίου Βασιλείου.
Prayer of the fraction, of Saint Basil.
Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, σὺ ἡμᾶς δίδαξον εὐχαριστεῖν ἀξίως τῶν εὐεργεσιῶν σου, ὧν ἐποίησας καὶ ποιεῖς ἀεὶ μεθ' ἡμῶν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ προσδεξάμενος τὰ δῶρα ταῦτα· καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δίδαξον ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν ὑποδεχόμενοι τὴν μερίδα τῶν ἁγιασμάτων σου, ἑνωθῶμεν τῷ ἁγίῳ σώματι καὶ αἵματι τοῦ Χριστοῦ σου, ὑποδεξάμενοι ταῦτα ἀξίως. Σχῶμεν τὸν Χριστὸν κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, καὶ γενώμεθα ναὸς τοῦ ἁγίου σου Πνεύματος. Ναὶ, ὁ Θεὸς ἡμῶν, καὶ μηδένα ἡμῶν ἔνοχον ποιήσῃς τῶν φρικτῶν σου τούτων μυστηρίων· μηδὲ ἀσθενεῖ ψυχῇ καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν. Ἀλλὰ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς ἀξίως ὑποδέχεσθαι τὴν ἐλπίδα τῶν ἁγιασμάτων σου, εἰς ἐφόδιον ζωῆς αιωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου, ὅπου ἂν καὶ ἡμεῖς μετὰ ἁγίων τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων γενώμεθα μέτοχοι τῶν αἰωνίων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε. Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως τολμᾷν ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν, κ. τ. λ.
O our God, the God of salvation, do Thou teach us to give thanks worthily for Thy benefits which Thou hast wrought and dost ever work with us. Thou art our God, Who hast accepted these gifts; cleanse us from every defilement of flesh and spirit, and teach [us] to perfect holiness in Thy fear, so that, receiving in the pure testimony of our conscience the portion of Thy hallowed gifts, we may be united to the holy body and blood of Thy Christ, having received these worthily. May we hold Christ dwelling in our hearts, and become a temple of Thy Holy Spirit. Yea, O our God, make none of us guilty of these Thy dread mysteries, nor weak in soul and body from partaking of them unworthily. But grant us even unto our last breath worthily to receive the hope of Thy hallowed gifts, for a provision of eternal life, for a well-pleasing defence before the fearful judgement-seat of Thy Christ, that we too, together with the saints who from of old have been well-pleasing to Thee, may become partakers of Thine eternal good things which Thou hast prepared for those who love Thee, O Lord. And count us worthy, O Master, with boldness, without condemnation to dare to call upon Thee, the heavenly God, as Father, and to say, etc.
Εὐχὴ ἄλλη τῆς κλάσεως.
Another prayer of the fraction.
Δέσποτα Κύριε, παντοκράτωρ ὁ Θεὸς, ὁ μέγας, ὁ αἰώνιος καὶ θαυμαστὸς ἐν δόξῃ· ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε· ὁ δοὺς ἡμῖν λύτρωσιν ἁμαρτιῶν διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἡ ζωὴ τῶν ἁπάντων, ἡ βοήθεια τῶν πρὸς σὲ καταφευγόντων, καὶ ἐλπὶς τῶν ἐπικαλουμένων σε· ᾧ παραστήκουσι χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων,
O Master, Lord, Almighty God, the great, the eternal and wondrous in glory; Who keepest Thy covenant and Thy mercy for those who love Thee; Who gavest us redemption of sins through Thine only-begotten Son, our Lord and God and Saviour Jesus Christ. The life of all, the help of those who flee to Thee for refuge, and hope of those who call upon Thee; beside Whom stand a thousand thousands and ten thousand times ten thousand of holy angels and archangels,
Notes, col. 1644

On the reading

Printed οι διάκονοι, for οἱ διάκονοι.

Printed Ειρήνη, for Εἰρήνη.

Printed αιωνίου, for αἰωνίου.

PG 31:1645Read from the page
χερουβὶμ καὶ σεραφὶμ, καὶ πᾶσα τῶν οὐρανίων δυνάμεων πληθύς. Ὁ ἁγιάσας τὰ προκείμενα δῶρα ταῦτα διὰ τῆς ἐπιφοιτήσεως τοῦ παναγίου σου Πνεύματος· καθάρισον ἡμᾶς ἀπὸ τῶν κρυφίων καὶ φανερῶν ἡμῶν ἁμαρτημάτων· καὶ πᾶν διανόημα ἀπαρέσκον τῇ ἀγαθότητί σου μακρὰν ἀπόστησον ἀφ' ἡμῶν. Ἁγίασον ἡμῶν τὰς ψυχὰς, τὰ σώματα, καὶ τὰ πνεύματα, τὰς συνειδήσεις, ὅπως ἐν καθαρᾷ καρδίᾳ, ψυχῇ πεφωτισμένῃ, τολμῶμεν μετὰ παῤῥησίας ἄτερ φόβου ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν, Πατέρα ἅγιον, καὶ λέγειν.
cherubim and seraphim, and all the multitude of the heavenly powers. Thou Who hast sanctified these gifts set forth through the visitation of Thine all-holy Spirit: cleanse us from our secret and open sins; and remove far from us every thought displeasing to Thy goodness. Sanctify our souls, our bodies, and our spirits, our consciences, so that with a pure heart, with an illumined soul, we may dare with boldness without fear to call upon Thee, the heavenly God, Holy Father, and to say:
Εὐχὴ ἄλλη τῆς κλάσεως.
Another prayer of the fraction.
Τῆς υἱοθεσίας τὴν χάριν ἡμῖν παρασχόμενος διὰ λουτροῦ παλιγγενεσίας παὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, καὶ τὰ νῦν ἀξίωσον ἡμᾶς ἀνυποκρίτως, καθαρᾷ καρδίᾳ, συνειδότι πεπαῤῥησιασμένῳ, καὶ χείλεσιν ἀδιαπτώτοις ἐπικαλεῖσθαί σε, Ἀββὰ ὁ Πατήρ, ἵνα, τῆς ἐθνικῆς βαττολογίας καὶ Ἰουδαϊκῆς ἀπονοίας τὸ μάταιον ἀποθέμενοι, ταπεινῇ, καὶ Χριστιανοις εὐπρεπῶς, ἐν φωνῇ, τῆς προσευχῆς ἀναφέρειν σοι τὴν ἱκετηρίαν, κατὰ τὴν σωτηριώδη τοῦ μονογενοῦς σου Υἱοῦ νομοθεσίαν ἰσχύσωμεν· καὶ ἁγιασμῷ ψυχῆς, σώματός τε καὶ πνεύματος, τὸν ἄκτιστόν τε καὶ ἄναρχον καὶ ἀτελεύτητον τολμῶμεν ἀφόβως ἐπιβοᾶσθαι τὸν πάντων Δεσπότην ἐπουράνιον Θεὸν, Πατέρα ἅγιον, καὶ λέγειν.
Thou Who hast granted us the grace of adoption as sons through the washing of regeneration and renewal of the Holy Spirit, now also count us worthy unfeignedly, with a pure heart, with an emboldened conscience, and with unerring lips to call upon Thee, Abba, Father, so that, having put aside the vanity of Gentile babbling and Jewish folly, in a lowly voice, and fittingly for Christians, we may have strength to offer up to Thee the supplication of prayer according to the saving legislation of Thine only-begotten Son; and in sanctification of soul, both of body and of spirit, we may dare fearlessly to invoke Thee, the uncreated and unoriginate and endless Master of all, heavenly God, Holy Father, and to say:
Ὁ λαὸς λέγει τὸ Πάτερ ἡμῶν· καὶ μετὰ τὸ Πάτερ ἡμῶν ὁ ἱερεὺς λέγει· Ναὶ, Πάτερ ἀγαθὲ καὶ φιλάγαθε, μὴ εἰσενέγκης ἡμᾶς εἰς τὸν πειρασμὸν, μηδὲ κατακυριευσάτω ἡμῶν πᾶσα ἀνομία· ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τῶν ἀπρεπῶν ἔργων, καὶ διανοημάτων, κινήσεών τε καὶ βλεμμάτων, καὶ ἁφῶν, καὶ τὸν μὲν πειραστὴν ἄπρακτον ἀποδίωξον· ἐπιτίμησον δὲ καὶ τοῖς ἐμφύτοις καὶ σωματικοῖς ἐν ἡμῖν κινήμασι· καὶ τὰς πρὸς τὸ ἁμαρτάνειν ὁρμὰς καθολκάς τε ὁλικῶς ἀφ' ἡμῶν ἀναχαίτισον, διὰ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ, κ. τ. λ.
The people say the Our Father; and after the Our Father the priest says: Yea, good Father and Lover of goodness, lead us not into temptation, nor let any iniquity have dominion over us; but deliver us from unseemly deeds, and thoughts, and movements, and glances, and touches, and drive away the tempter baffled; and rebuke also the innate and bodily movements within us; and wholly curb back from us the universal impulses towards sinning, through our Lord and God and Saviour Jesus Christ, through Whom and with Whom, etc.
Ὁ διάκονος· Τὰς κεφαλὰς ὑμῶν.
The deacon: [Bow] your heads.
Εὐχὴ τῆς κεφαλοκλισιας.
Prayer of the bowing of the head.
Ὁ Θεὸς, οὕτως ἀγαπήσας ἡμᾶς, καὶ χαρισάμενος ἡμῖν τὸ τῆς υἱοθεσίας ἀξίωμα, ἵνα τέκνα Θεοῦ κληθῶμεν καὶ ἐσμὲν [sic], κληρονόμοι μέν σου τοῦ Πατρὸς, συγκληρονόμοι δὲ τοῦ Χριστοῦ σου. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν τῶν ἐπικλινάντων σοι τὰς ἑαυτῶν κεφαλάς· καὶ ἅγνισον ἡμῶν τὸν ἔσω ἄνθρωπον, καθὼς ἁγνός ἐστιν ὁ μονογενής σου Υἱὸς, ὃν μέλλομεν ὑποδέξασθαι. Καὶ φευγέτω μὲν πορνεία καὶ ἀκάθαρτος λογισμὸς διὰ τὸν ἐκ Παρθένου γεννηθέντα Θεόν· τῦφος δὲ καὶ ἀρχαῖον κακὸν ὑπερηφανεία, τὸν δι' ἡμᾶς ἑαυτὸν ταπεινώσαντα· δειλία, τὸν παθόντα σαρκὶ, καὶ τὸ τοῦ σταυροῦ στήσαντα τρόπαιον· κενοδοξία, τὸν ῥαπισθέντα καὶ μαστιχθέντα, καὶ μὴ ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· φθόνος, καὶ φόνος, καὶ διχοστασία, καὶ μῖσος, τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα
O God, Who hast so loved us and graciously granted us the dignity of adoption as sons, that we should be called children of God—and so we are—heirs indeed of Thee the Father, and joint-heirs of Thy Christ: incline Thine ear, O Lord, and hearken to us who have bowed down our own heads to Thee; and purify our inner man, even as Thine only-begotten Son, Whom we are about to receive, is pure. And let fornication and impure thought flee because of God Who was born of the Virgin; and pride and arrogance, that ancient evil, [before] Him Who humbled Himself for our sake; cowardice, [before] Him Who suffered in the flesh and set up the trophy of the cross; vainglory, [before] Him Who was struck on the cheek and scourged, and did not turn away His face from the shame of spittings; envy, and murder, and dissension, and hatred, [before] the Lamb of God Who takes away
Notes, col. 1645

On the reading

Printed παὶ, for καὶ.

Printed Χριστιανοις, for Χριστιανοῖς.

Printed εἰσενέγκης, for εἰσενέγκῃς.

Printed καθολκάς, for καθολικάς.

Printed κεφαλοκλισιας, for κεφαλοκλισίας.

PG 31:1648Read from the page
τὴν ἁμαρτίαν τοῦ κόσμου· ὀργὴ καὶ μνησικακία, τὸν προσηλώσαντα τῷ σταυρῷ τὸ τῶν ὀφλημάτων χειρόγραφον· δαίμονες καὶ διάβολος, τὸν τὰς πονηρὰς ἀρχὰς θριαμβεύσαντα, καὶ τὰς τοῦ σκότους ἐξουσίας ἀπεκδυσάμενον. Ἅπαν τὸ γεῶδες φρόνημα, τὸν ἀναληφθέντα εἰς οὐρανούς· ἵνα οὕτω καθαρῶς τοῦ καθαρωτάτου μυστηρίου μετασχῶμεν, καὶ ἁγιασθῶμεν ὁλοτελεῖ ψυχῇ, σώματι καὶ πνεύματι σύσσωμοι, καὶ συμμέτοχοι, καὶ σύμμορφοι γενόμενοι τοῦ Χριστοῦ σου· καὶ πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως, καὶ τὰ χείλη ἡμῶν ἀγαλλιάσεως, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου τοῦ Πατρὸς, καὶ τοῦ
the sin of the world; wrath and remembrance of wrongs, Him Who nailed to the cross the handwriting of debts; demons and the devil, Him Who triumphed over the wicked principalities, and stripped off the authorities of darkness. Every earthly mindset, Him Who was taken up into the heavens: so that thus purely we may partake of the purest mystery, and be sanctified whole in soul, body, and spirit, having become fellow-members of one body, fellow-partakers, and conformed to Thy Christ; and let our mouth be filled with praise, and our lips with exultation, so that we may hymn Thy glory, of the Father, and of the
Ἄλλη μετὰ τὸ Πάτερ ἡμῶν, εἰς τὸν ἅγιον Βασίλειον.
Another prayer after the Our Father, attributed to Saint Basil.
Ὅτι σού ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, κ. τ. λ.
For Thine is the kingdom, and the power, and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now, etc.
Ὁ διάκονος λέγει· Τὰς κεφαλὰς ὑμῶν τῷ Θεῷ κλίνατε.
The deacon says: Bow your heads to God.
Εὐχὴ τῆς κεφαλοκλισίας.
Prayer of the bowing of the head.
Δέσποτα Κύριε, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς εὐλόγησον, ἁγίασον, φρούρησον, ὀχύρωσον, ἐνδυνάμωσον. Ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ σύναψον, καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων τούτων καὶ ζωοποιῶν μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς Πνεύματος ἁγίου κοινωνίαν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ, κ. τ. λ.
Master, Lord, the Father of mercies, and God of all consolation, bless, sanctify, guard, fortify, and strengthen those who have bowed their own heads unto Thee. Turn them away from every evil work, join them to every good work, and count them worthy without condemnation to partake of these spotless and life-giving mysteries, unto the remission of sins, unto the communion of the Holy Spirit, by the grace and mercies and love towards mankind, etc.
Ἄλλη παρ' Αἰγυπτίοις ἀπὸ τῶν προηγιασμένων τοῦ ἀποστόλου Μάρκου μετὰ τὴν μετάληψιν τῶν ἁγίων μυστηρίων.
Another among the Egyptians from the Presanctified Liturgy of the Apostle Mark after the partaking of the holy mysteries.
Τελειωθέντα τῆς εὐεργεσίας τὰ χαρίσματα, ἅτινά ἐστι φοβερὰ καὶ ὑπερευλογημένα μυστήρια τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τὰ σωτηριώδη αὐτοῦ παθήματα ὡμολογήσαμεν, τὸν ζωοποιὸν αὐτοῦ θάνατον ἐκηρύξαμεν, τὴν ἁγίαν τριήμερον αὐτοῦ ἐκ νεκρῶν ἀνάστασιν ἐπιστεύσαμεν. Τὸ μυστήριον τετέλεσται. Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς, ὁ Πατὴρ ὁ παντοκράτωρ, ὅτι τὸ ἔλεός σου μέγα ἐφ' ἡμᾶς, καὶ κατηρτίσω ἡμῖν εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Ἱκετεύομεν καὶ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα, φιλάνθρωπε, ἵνα ἁγνίσῃς ἡμᾶς πάντας τοὺς προσπίπτοντάς σοι, καὶ ἑνώσῃς σαυτῷ διὰ τῆς μεταλήψεως τῶν θείων σου μυστηρίων. Γενώμεθα πεπληρωμένοι τοῦ ἁγίου σοῦ Πνεύματος, καὶ ἐστηριγμένοι ἐν τῇ σῇ εὐθείᾳ πίστει. Πλησθησώμεθα ἐν ἐπιποθήσει τῆς σῆς ἀγαπήσεως ἀληθοῦς, καὶ δοξολογοῦντές σε πάντοτε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ, κ. τ. λ.
Perfected are the gifts of Thy beneficence, which are the dread and supremely blessed mysteries of Thine only-begotten Son, our Lord and God and Saviour Jesus Christ. We confessed His saving sufferings, we proclaimed His life-giving death, we believed in His holy third-day resurrection from the dead. The mystery has been accomplished. We give thanks to Thee, O Lord, God, the Father Almighty, because Thy mercy is great upon us, and Thou prepared for us the things into which angels desire to stoop and look. We supplicate and beseech Thy goodness, O Lover of mankind, that Thou may purify all of us who fall down before Thee, and unite us to Thyself through the partaking of Thy divine mysteries. May we become filled with Thy Holy Spirit, and established in Thy upright faith. May we be filled with longing for Thy true love, and glorifying Thee always in Christ Jesus our Lord, through Whom and with Whom, etc.
Ὁ διάκονος λέγει· Προσχῶμεν Θεῷ μετὰ φόβου.
The deacon says: Let us attend to God with fear.
Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν.
The priest says: Peace be to all.
Δέσποτα Κύριε, ὁ Θεὸς, ὁ Πατὴρ, ὁ παντοκρά-
Master, Lord, God, the Father, the all-
Notes, col. 1648

On the reading

Printed ὀφλημάτων, for ὀφειλημάτων.

PG 31:1649Read from the page
τωρ, ὁ ἰώμενος ἡμῶν τὰς ψυχὰς, καὶ τὰ σώματα, καὶ τὰ πνεύματα. Σὺ, ὁ ἐντειλάμενος Πέτρῳ τῷ κορυφαίῳ τῶν ἁγίων σου μαθητῶν καὶ ἀποστόλων, ἐκ τοῦ στόματος τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος αὐτῷ, « Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. » Ἐσόμεθα τοίνυν καὶ ἡμεῖς οἱ δοῦλοί σου, πατέρες μου καὶ ἀδελφοὶ, ἱερεῖς καὶ λευῖται, καὶ πᾶς ὁ λαός σου ὁ πιστὸς, ὁ προσπίπτων ἐνώπιον τῆς ἁγίας σου δόξης ἐν τῇ ἁγίᾳ ὥρᾳ ταύτῃ, καὶ βαστάζων τὸν τίμιόν σου σταυρὸν, ἐσμὲν πάντες λελυμένοι καὶ ἐλεύθεροι ἐκ τοῦ ἐμοῦ στόματος τοῦ ἁμαρτωλοῦ, διὰ τοῦ παναγίου σου Πνεύματος, τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου. Θεὲ, διὰ τὸν Υἱόν σου τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενον, ἄρξαι τῆς ὑποδοχῆς τῆς μετανοίας τῶν δούλων σοῦ ἐξ αὐτῶν, εἰς φῶς τῆς ἐπιγνώσεως, εἰς ἱλασμὸν ἁμαρτιῶν· ὅτι οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τοῦ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· σὺ γὰρ εἶ Κύριος, Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας, καὶ ἀδικίας, καὶ ἁμαρτίας. Καὶ εἴ τί σοι ἡμάρτομεν εἴτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, ἄνες, ἄφες, συγχώρησον ἡμῖν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός. « Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν· » ὅτι σὺ εἶ ἱλασμὸς τῶν ἁμαρτιῶν ἡμῶν, ὁ φωτισμὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ὁ Θεὸς, πάντας ἡμᾶς ἐλευθέρωσον, καὶ ἅπαντα τὸν λαόν σου ἐλευθέρωσον ἀπὸ πάσης ἁμαρτίας, ἀπαρνήσεως πάσης καὶ βλασφημίας, ἀπὸ πάσης ἀρᾶς καὶ κατάρας, μαγείας, φαρμακείας, εἰδωλολατρείας ἐπιόρκου, καὶ ἐπιορκίας· ἀπὸ ἀναθέματος καὶ καταθέματος, ἀπὸ χωρισμοῦ γενομένου, ἀπὸ βέλους πετομένου, ἀπὸ στεναγμοῦ δικαίων τε καὶ ἀδίκων, ἀπὸ πάσης ἀπαντήσεως αἱρετικῶν καὶ ἐθνικῶν. Χάρισαι ἡμῖν, Δέσποτα, νοῦν καὶ σύνεσιν, καὶ δύναμιν τοῦ φυγεῖν ἕως τέλους ἀπὸ παντὸς ἔργου πονηροῦ τοῦ ἀντικειμένου, καὶ δὸς ἡμῖν τὸ ποιεῖν τὴν σὴν εὐαρέστησιν. Γράψον τὰ ὀνόματα ἡμῶν μετὰ παντὸς χοροῦ τῶν ἁγίων σου ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ, κ. τ. λ.
Almighty, Who healest our souls, and bodies, and spirits. Thou, Who didst command Peter, the chief of Thy holy disciples and apostles, out of the mouth of Thine only-begotten Son, our Lord and God and Saviour Jesus Christ, saying unto him, "Thou art Peter, and upon this rock I will build My Church, and the gates of Hades shall not prevail against it; and I will give unto thee the keys of the kingdom of the heavens; and whatsoever thou shalt bind upon the earth shall be bound in the heavens, and whatsoever thou shalt loose upon the earth shall be loosed in the heavens". Let us therefore also, Thy servants, my fathers and brethren, priests and Levites, and all Thy faithful people, who fall down before Thy holy glory in this holy hour, and bear Thy precious cross, be—yea, we all are—loosed and set free out of my mouth, sinner that I am, through Thine all-holy Spirit, the good and Lover of mankind. O God, through Thy Son Who took away the sin of the world, begin the acceptance of the repentance of Thy servants from them, unto the light of knowledge, unto the propitiation of sins; because Thou willest not the death of the sinner, as that he should turn back and live; for Thou art the Lord, the Lord God compassionate and merciful, long-suffering and plenteous in mercy, and true, taking away iniquities, and unrighteousnesses, and sins. And if in anything we have sinned against Thee, whether in word or in deed, remit, forgive, pardon us, as a good God and Lover of mankind. "For if Thou shouldst mark iniquities, O Lord, Lord, who shall stand? Because with Thee there is propitiation"; because Thou art the propitiation for our sins, the illumination and Saviour of our souls. O God, set us all free, and set all Thy people free from every sin, from every denial and blasphemy, from every curse and execration, sorcery, witchcraft, perjured idolatry, and perjury; from anathema and banning, from division that has arisen, from the flying arrow, from the groaning of the righteous and of the unrighteous, from every encounter with heretics and heathen. Grant unto us, O Master, mind and understanding, and power to flee unto the end from every evil work of the adversary, and give unto us to do what is well-pleasing unto Thee. Write our names with all the choir of Thy saints in the kingdom of the heavens, in Christ Jesus our Lord, through Whom and with Whom, etc.
Ὁ ἱερεὺς ὑψοῖ τὸ σπουδικὸν, καὶ ἐκφωνήσει· Τὰ ἅγια τοῖς ἁγίοις.
The priest elevates the spoudikon, and shall exclaim: The holy things for the holy.
Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον. γ.
The people say: Lord, have mercy. Thrice.
Εἷς Πατὴρ ἅγιος, εἷς Υἱὸς ἅγιος, ἓν Πνεῦμα ἅγιον. Ἀμήν.
One holy Father, one holy Son, one holy Spirit. Amen.
Ὁ ἱερεὺς λέγει· Ὁ Κύριος μετὰ πάντων ὑμῶν.
The priest says: The Lord be with you all.
Ὁ λαὸς λέγει· Καὶ μετὰ τοῦ πνεύματός σου.
The people say: And with your spirit.
Ὁ ἱερεὺς λέγει· Εὐλογητὸς Κύριος εἰς τοὺς αἰῶνας.
The priest says: Blessed is the Lord unto the ages.
Ὁ λαὸς λέγει· Ἀμήν.
The people say: Amen.
PG 31:1652Read from the page
Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν.
The priest says: Peace be to all.
Ὁ λαὸς λέγει· Καὶ τῷ πνεύματί σου.
The people say: And with your spirit.
Ὁ ἱερεὺς λέγει τὴν ὁμολογίαν· Σῶμα ἅγιον, κα αἷμα τίμιον ἀληθινὸν Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀμήν.
The priest says the confession: The holy body, and precious true blood of Jesus Christ the Son of God. Amen.
Ὁ λαὸς λέγει· Ἀμήν.
The people say: Amen.
Ἅγιον, τίμιον σῶμα, καὶ αἷμα ἀληθινὸν Ἰησού Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀμήν.
The holy, precious body, and true blood of Jesus Christ the Son of God. Amen.
Ὁ λαὸς λέγει· Ἀμήν.
The people say: Amen.
Σῶμα καὶ αἷμα Ἐμμανουὴλ τοῦ Θεοῦ ἡμῶν, τοῦτό ἐστιν ἀληθῶς. Ἀμήν.
The body and blood of Emmanuel our God, this is truly. Amen.
Ὁ λαὸς λέγει· Ἀμήν.
The people say: Amen.
Πιστεύω, πιστεύω, πιστεύω, καὶ ὁμολογῶ ἕως ἐσχάτης ἀναπνοῆς, ὅτι αὐτή ἐστιν ἡ σὰρξ ζωοποιὸς τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἔλαβεν αὐτὴν ἐκ τῆς ἁγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ ἐποίησεν αὐτὴν μίαν σὺν τῇ θεότητι αὐτοῦ, μὴ ἐν μίξει, μηδὲ ἐν φυρμῷ, μηδὲ ἐν ἀλλοιώσει. Καὶ ἐμαρτύρησεν ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν· καὶ παρέδωκεν αὐτὴν ὑπὲρ ἡμῶν πάντων ἐπὶ τοῦ ξύλοι τοῦ σταυροῦ τοῦ ἁγίου ἐν τῷ θελήματι αὐτοῦ. Ἀληθῶς πιστεύω, ὅτι θεότης αὐτοῦ οὐδ' οὐ μηδέποτε χωρισθεῖσα ἐξ ἀνθρωπότητος αὐτοῦ, ἐν ἀτόμῳ, οὐδὲ ἐν ῥιπῇ ὀφθαλμοῦ. Μετέδωκεν αὐτὴν εἰς λύτρωσιν, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτῆς μεταλαμβάνουσι. Πιστεύω, ὅτι αὐτή ἐστιν ἀληθῶς. Ἀμήν.
I believe, I believe, I believe, and I confess until my last breath, that this is the life-giving flesh of Thine only-begotten Son, our Lord and God and Saviour Jesus Christ. He took it from our holy Lady, the Mother of God and ever-virgin Mary, and made it one with His divinity, without mixture, without confusion, and without alteration. And He witnessed before Pontius Pilate the good confession; and He delivered it up on behalf of us all upon the wood of the holy cross by His own will. Truly I believe that His divinity was never at all separated from His humanity, not for an instant, nor in the twinkling of an eye. He imparted it unto redemption, and unto the remission of sins, and unto life eternal for those who partake of it. I believe that this is truly so. Amen.
Ὁ λαὸς λέγει· Ἀμήν.
The people say: Amen.
Ὁ διάκονος λέγει· Ἐν εἰρήνῃ καὶ ἀγάπῃ.
The deacon says: In peace and love.
Ὁ ἱερεὺς ἐκφωνήσει· Δι' οὗ καὶ μεθ' οὗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ. τ. λ.
The priest shall exclaim: Through Whom and with Whom is due all glory, honour, and worship to the Father and to the Holy Spirit, now, etc.
Ὁ ἱερεὺς λέγει ψαλμὸν νʹ καὶ τὸ κοινωνικὸν τῇ ἡμέρᾳ.
The priest says Psalm 50 and the communion hymn for the day.
Ὁ διάκονος λέγει· Συνάχθητε καὶ εἰσέλθετε, οἱ διάκονοι, μετ' εὐλαβείας.
The deacon says: Gather together and enter, O deacons, with reverence.
Εὐχὴ εὐχαριστίας μετὰ τὴν μετάληψιν τῶν ἁγίων μυστηρίων.
Prayer of thanksgiving after the partaking of the holy mysteries.
Ὁ διάκονος λέγει· Ἐπὶ προσευχῇ στάθητε.
The deacon says: Stand for prayer.
Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν.
The priest says: Peace be to all.
Ὁ λαὸς λέγει· Καὶ τῷ πνεύματί σου.
The people say: And with your spirit.
Ὁ διάκονος λέγει· Προσεύξασθε ὑπὲρ τῆς, κ. τ. λ.
The deacon says: Pray for the, etc.
Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον.
The people say: Lord, have mercy.
Ὁ ἱερεὺς λέγει τὴν εὐχὴν ταύτην· Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως, ἐπὶ τῆς μεταλήψεως τῶν ἁγίων σου μυστηρίων, Κύριε. Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἡτοίμασας, ὁ Θεὸς, τοῖς ἀγαπῶσι τὸ ὄνομά σου τὸ ἅγιον, καὶ ἀπεκάλυψας αὐτὰ τοῖς νηπίοις τῆς ἁγίας σου Ἐκκλησίας. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. Εὐλογητὸς εἶ, ὁ Θεὸς, ὁ Πατὴρ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ, κ. τ. λ.
The priest says this prayer: Our mouth has been filled with joy, and our tongue with exultation, at the partaking of Thy holy mysteries, O Lord. What eye has not seen, and ear has not heard, and has not risen up into the heart of man, Thou prepared, O God, for those who love Thy holy name, and revealed them to the little ones of Thy holy Church. Yea, O Father, for so it was well-pleasing before Thee. Blessed art Thou, O God, the Father of our Lord and God and Saviour Jesus Christ, through Whom, etc.
Ὁ διάκονος λέγει· Τὰς κεφαλάς.
The deacon says: Bow your heads.
Notes, col. 1652

On the reading

Printed κα, for καὶ.

Printed Ἰησού, for Ἰησοῦ.

Printed ξύλοι, for ξύλου.

PG 31:1653Read from the page
Εὐχὴ τῆς κεφαλοκλισίας.
Prayer of the bowing of the head.
Δέσποτα Κύριε, ὁ Θεὸς, ὁ Πατὴρ ὁ παντοκράτωρ, ὁ ποιῶν ἔλεος εἰς χιλιάδας, τοῖς ἐπικαλουμένοις σε ἐν ἀληθείᾳ, ἔπιδε οὐρανόθεν εὐμενεῖ προσώπῳ, καὶ γαληνῷ ὄμματι ἐπὶ τοὺς δούλους σου σοὶ γὰρ ἔκλιναν τοὺς ἑαυτῶν αὐχένας τῶν καρδιῶν, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος, τὸ παρὰ σοῦ ἐλέους καὶ εὐλογίας λαβεῖν. Εὐλόγησον αὐτοὺς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ· ἁγίασον αὐτοὺς ἐν τῷ Πνεύματί σου τῷ ἁγίῳ. Ἄγγελον εἰρηνικὸν τῇ ἑκάστῃ ἡμῶν ζωῇ παρακατάστησον, φρουροῦντα, διατηροῦντα, διαφυλάσσοντα, φωτίζοντα, ὁδηγοῦντα ἡμᾶς εἰς πᾶν ἔργον ἀγαθόν Ἀλλὰ ἐλεῶν ἐλέησον, καὶ οἰκτείρων σῶσον, οἰκτείρησον· καὶ εἰς τὸν αἰῶνα τὸ ἔλεός σου. Τὴν δὲ ἁγίαν ἡμέραν ταύτην καὶ πάσας τὰς ἡμέρας τῆς ζοῆς ἡμῶν δὸς ἡμῖν, Κύριε ὁ Θεὸς, ἀναμαρτήτως διελθεῖν, μετὰ πάσης χαρᾶς, ὑγιείας, εἰρήνης, σωτηρίας, εὐεργεσίας, παντὸς ἁγιασμοῦ, καὶ τοῦ σου φόβου ἐπιτελέσαι, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Χριστοῦ Ἰησοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, καὶ δεδοξασμένος σὺν Πνεύματι ἁγίῳ.
Master, Lord, God, the Father Almighty, Who shows mercy unto thousands, to those who call upon Thee in truth, look down from heaven with a gracious countenance and a serene eye upon Thy servants; for unto Thee they bowed the necks of their own hearts, awaiting the great and rich mercy that is from Thee, to receive of Thy mercy and blessing. Bless them with every spiritual blessing; sanctify them in Thy Holy Spirit. Set beside each life of ours a peaceful angel, guarding, preserving, protecting, illuminating, guiding us unto every good work. Yet in mercy have mercy, and in compassion save, have compassion; and unto the age is Thy mercy. Grant us, O Lord God, to pass through this holy day and all the days of our life sinlessly, and to accomplish them with all joy, health, peace, salvation, beneficence, all sanctification, and Thy fear, by the grace and mercies and love towards mankind of Christ Jesus, with Whom Thou art blessed and glorified together with the Holy Spirit.
Εὐχὴ τῶν τεσσαράκοντα ἡμερῶν τῶν ἁγίων νηστειῶν.
Prayer of the forty days of the holy fasts.
Δέσποτα Κύριε παντοκράτωρ, ὁ πᾶσαν κτίσιν ἐν σοφίᾳ δημιουργήσας· ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως· ὁ διὰ τῶν τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας, τὰ θεοχάρακτα γράμματα, τῷ θεράποντί σου Μωσῇ· παράσχου καὶ ἡμῖν, ἀγαθὲ, τὸν ἀγῶνα τὸν καλὸν, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι· τὴν πίστιν ἀδιαίρετον τηρῆσαι· τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆσαι, καὶ ἀκατακρίτως φθάσαι καὶ προσκυνῆσαι τὴν ἁγίαν ἀνάστασιν· ὅτι ἅγιον ὑπάρχει τὸ ὄνομά σου τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, κ. τ. λ.
Master, Lord Almighty, Who in wisdom fashioned all creation; Who through Thine ineffable providence and abundant goodness led us unto these all-venerable days, towards the cleansing of souls and bodies, towards the mastery of passions, towards the hope of resurrection; Who through the forty days delivered the tablets, the God-inscribed letters, to Thy servant Moses: grant unto us also, O Good One, to complete the good contest, the course of the fast; to keep the faith undivided; to crush the heads of the invisible dragons, to be shown forth victors over sin, and without condemnation to attain unto and worship the holy resurrection; for holy is Thy name, of the Father, and of the Son, and of the Holy Spirit, now, etc.
Εὐχὴ τῆς ἀπολύσεως, εἰς τὴν χειροθεσίαν.
Prayer of the dismissal, at the laying on of hands.
Τοῖς δούλοις σου, Κύριε, τοῖς ὑμνοῦσί τε καὶ προσκαλουμένοις σε γενοῦ, καὶ διόδευσον βοηθῶν αὐτοῖς ἐν παντὶ ἔργῳ ἀγαθῷ. Ἀνάστησον τὰς ἑαυτῶν καρδίας ἀπὸ τῶν τῆς γῆς ἀτόπων λογισμῶν. Δώρησαι αὐτοῖς τοῦ ζῇν αὐτοὺς, καὶ φρονεῖν τὰ τῶν ζώντων, καὶ συνιέναι τὰ σά. Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον. Ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς, ὁ Θεὸς, τοὺς ἐλπίζοντας ἐπὶ σοί.
Be present to Thy servants, O Lord, who hymn and call upon Thee, and guide them along, helping them in every good work. Raise up their own hearts from the perverse thoughts of the earth. Grant unto them that they may live, and mind the things of the living, and understand the things that are Thine. Thou Who blesses those who bless Thee, O Lord, and sanctifies those who trust in Thee, save Thy people, and bless Thine inheritance, guard the fullness of Thy Church. Sanctify those who love the comeliness of Thy house. Glorify them in return by Thy divine power, and do not forsake us, O God, who hope in Thee.
Τοὺς νοσοῦντας θεράπευσον.
Heal the sick.
Τοὺς ἀποδημήσαντας εἰρήνευσον.
Grant peace to those who are abroad.
Τοὺς ἀέρας ἔγκρασον.
Temper the winds.
Καὶ τοὺς καρποὺς τῆς γῆς εὐλόγησον. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ, καὶ παντὶ τῷ λαῷ σου.
And bless the fruits of the earth. Grant peace to Thy world, to Thy Churches, to the priests, to our kings, to the army, and to all Thy people.
Notes, col. 1653

On the reading

Printed ζοῆς, for ζωῆς.