PG 31:1632Read from the pageδήμους, γείτονας ἡμῶν, εἰσόδους καὶ ἐξόδους ἡμῶν, ἐν πάσῃ εἰρήνῃ κατακόσμησον. Βασιλεὺς τῆς εἰρήνης, τὴν σὴν εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Κτῆσαι ἡμᾶς, ὦ Θεός· ἐκτός σου ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. Ζωοποίησον τὰς ἁπάντων ἡμῶν ψυχὰς διὰ τοῦ ἁγίου σου Πνεύματος· καὶ μὴ κατισχύσῃ θάνατος ἁμαρτίας καθ' ἡμῶν τῶν δούλων σου, μηδὲ κατὰ παντὸς τοῦ λαοῦ σου.
peoples, our neighbours, our comings in and our goings out, adorn in all peace. O King of peace, give us Thy peace; for Thou hast rendered all things to us. Possess us, O God; beside Thee we know no other; we name Thy name. Give life to the souls of us all through Thy Holy Spirit; and let not the death of sin prevail against us Thy servants, nor against all Thy people.
Εὐχὴ περὶ τοῦ πάπα.
Prayer for the Pope.
Καὶ πάλιν παρακαλέσωμεν τὸν παντοκράτορα καὶ ἐλεήμονα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε. Μνήσθητι, Κύριε, τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιερέως ἡμῶν Ἄββα Δ. πάπα καὶ πατριάρχου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας. Συντηρήσων συντήρησον ἡμῖν αὐτὸν ἔτεσι πολλοῖς καὶ χρόνοις εἰρηνικοῖς, ἐκτελοῦντα αὐτὸν τὴν ὑπὸ σοῦ ἐμπεπιστευμένην αὐτῷ ἁγίαν ἀρχιερωσύνην, κατὰ τὸ ἅγιον καὶ μακάριόν σου θέλημα· ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας, καὶ ποιμαίνοντα τὸν λαόν σου ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· σὺν πᾶσιν ὀρθοδόξοις ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, σὺν παντὶ τῷ πληρώματι τῆς ἁγίας, καὶ μόνης, καθολικῆς καὶ ἀποστολικῆς σου Ἐκκλησίας· εἰρήνην καὶ ὑγίειαν αὐτοῖς τε καὶ ἡμῖν χαριζόμενος ἐκ πασῶν τῶν ἡμερῶν. Τὰς δὲ εὐχὰς αὐτῶν, ἃς ποιοῦνται ὑπὲρ ἡμῶν, καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ σου, καὶ ἡμεῖς ὑπὲρ αὐτῶν, πρόσδεξαι ἐπὶ τὸ οὐράνιον καὶ εὐλογημένον σου θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας. Πάντα μὲν ἐχθρὸν αὐτοῦ ὁρατὸν ἢ ἀόρατον σύντριψον καὶ καθυπόταξον ὑπὸ τοὺς πόδας αὐτοῦ ἐπὶ τάχει· αὐτὸν δὲ ἐν τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ ἐν εἰρήνῃ καὶ δικαιοσύνῃ διαφύλαξον,
And again let us entreat Almighty and merciful God, the Father of our Lord and God and Saviour Jesus Christ, through Whom we beseech and entreat Thee, O Lover of mankind, good Lord. Remember, O Lord, our most holy and most blessed high priest Abba N., Pope and Patriarch of the great city of Alexandria. Preserving, preserve him for us for many years and peaceful times, as he fulfils the holy high priesthood entrusted to him by Thee, according to Thy holy and blessed will; rightly dividing the word of truth, and shepherding Thy people in holiness and righteousness; together with all orthodox bishops, presbyters, deacons, together with all the fullness of Thy holy, and only, catholic and apostolic Church; graciously granting peace and health both to them and to us throughout all days. And the prayers of theirs which they make on behalf of us and on behalf of all Thy people, and ours on behalf of them, receive upon Thy heavenly and blessed altar for a savour of sweet fragrance. Every enemy of his, visible or invisible, crush and subdue beneath his feet speedily; and preserve him in Thy holy Church in peace and righteousness,
Εὐχὴ περὶ τῆς ἐπισυναγωγῆς.
Prayer for the assembly.
Καὶ πάλιν παρακαλέσωμεν τὸν παντοκράτορα καὶ ἐλεήμονα Θεὸν, τὸν Πατέρα Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ δεόμεθα . . . . . τας τὸ θέλημά σου τὸ ἅγιον χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, δι' οὗ καὶ μεθ' οὗ, κ. τ. λ.
And again let us entreat Almighty and merciful God, the Father of our Lord and God and Saviour Jesus Christ, through Whom we beseech . . . . . [doing] Thy holy will, by the grace and mercies and love for mankind of Thine only-begotten Son, through Whom and with Whom, etc.
Ὁ λαὸς λέγει· Πιστεύω εἰς ἕνα Θεόν.
The people say: I believe in one God.
Εὐχὴ ἀσπασμοῦ τοῦ ἁγίου Βασιλείου.
Prayer of the kiss [of peace] of Saint Basil.
Εἰρήνη πᾶσιν.
Peace to all.
Κύριε ὁ Θεὸς, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν· σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ ἁγίου. Εὐδόκησον δὴ, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς Καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου μυστηρίων, ἵνα ἄξιοι γενώμεθα τοῦ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων. Καὶ δὸς ἡμῖν μετὰ παντὸς φόβου καὶ συνειδήσεως καθαρᾶς προσκομίσαι σοι τὴν πνευματικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν, ἣν προσδεξάμενος εἰς τὸ ἅγιον καὶ ὑπερ-
O Lord God, Who created us and brought us into this life, Who showed us ways unto salvation, Who graciously granted us the revelation of heavenly mysteries: Thou art He Who appointed us to this ministry in the power of Thy Holy Spirit. Be pleased then, O Lord, that we become ministers of Thy New Covenant, celebrants of Thy holy mysteries, that we may become worthy to offer Thee both gifts and sacrifices on behalf of our sins and the ignorances of Thy people. And grant us with all fear and a pure conscience to bring before Thee this spiritual and bloodless sacrifice, and receiving it unto Thy holy and super-
Notes, col. 1632
On the reading
Printed Συντηρήσων, for Συντηρῶν.
Printed διαφύλαξον,, for διαφύλαξον..
PG 31:1633Read from the pageουράνιον καὶ νοερόν σου θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος. Ναὶ, ὦ Θεὸς, ἐπίβλεψον ἐφ' ἡμᾶς, καὶ ἔπιδε ἐπὶ τὴν λογικὴν λατρείαν ἡμῶν ταύτην, καὶ πρόσδεξαι αὐτήν, ὡς προσεδέξω ἐκ τῶν ἁγίων σου ἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν. Οὕτως καὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν πρόσδεξαι τὰ προκείμενα δῶρα ταῦτα ἐν τῇ χρηστότητί σου, Κύριε, καὶ δὸς γενέσθαι εὐπρόσδεκτα, ἡγιασμένα ἐν Πνεύματι ἁγίῳ, εἰς ἐξιλασμὸν τῶν ἡμετέρων πλημμελημάτων, καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων, καὶ εἰς ἀνάπαυσιν προκοιμηθέντων ψυχῶν, ἵνα καὶ ἡμεῖς οἱ ταπεινοὶ, καὶ ἁμαρτωλοὶ, καὶ ἀνάξιοι δοῦλοί σου, καταξιωθέντες ἀμέμπτως λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, λάβωμεν τὸν μισθὸν τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων, καὶ εὕρωμεν χάριν καὶ ἔλεος ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας καὶ ἀγαθῆς. Καὶ τὰ νῦν δὸς ἡμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ· καὶ τὴν σὴν ἀγάπην δώρησαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν, εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσασθαι ἐκτενῶς. Χάρισαι παντὸς ἀποκάθαρον [sic] μολύσματος, παντὸς δόλου, καὶ πάσης κακίας, καὶ πανουργίας, καὶ τῆς θανατηφόρου μνησικακίας, καὶ καταξίωσον ἡμᾶς πάντας, Δέσποτα, ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ, εἰς τὸ μετασχεῖν ἀκατακρίτως τῆς ἀθανάτου καὶ ἐπουρανίου σου δωρεᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, καὶ δεδοξασμένος σὺν πᾶσιν ἁγίοις.
celestial and spiritual altar for a savour of sweet fragrance, send down upon us in return the grace of Thy Holy Spirit. Yea, O God, look upon us, and behold this our rational worship, and accept it, as Thou didst accept from Thy holy apostles this true worship. Thus also from the hands of us sinners accept these gifts set forth in Thy kindness, O Lord, and grant [them] to become well-pleasing, sanctified in the Holy Spirit, for the propitiation of our trespasses and of the ignorances of Thy people, and for the repose of the souls of those who have fallen asleep beforehand, so that we too, Thy lowly, and sinful, and unworthy servants, having been counted worthy blamelessly to minister at Thy holy altar, may receive the reward of faithful and prudent stewards, and find grace and mercy in the fearful day of Thy just and good recompense. And now give us peace always in every way; and bestow Thy love upon us, O Lord our God, unto unfeigned brotherly love, to love one another fervently from a pure heart. Grant, cleanse [us] from every defilement, every deceit, and all malice, and craftiness, and deadly remembrance of wrongs, and count us all worthy, O Master, to greet one another with a holy kiss, so as to partake without condemnation of Thine immortal and heavenly gift through the mercies of Thine only-begotten Son, with Whom Thou art blessed and glorified together with all the saints.
Εὐχὴ ἄλλη ἀσπασμοῦ.
Another prayer of the kiss [of peace].
Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ κτίσας ἐν ἀφθαρσίᾳ τὸν ἄνθρωπον, καὶ τὸν εἰσελθόντα φθόνῳ τοῦ διαβόλου θάνατον εἰς τὸν κόσμον διὰ τῆς ζωοποιοῦ παρουσίας τοῦ μονογενοῦς σου Υἱοῦ καθελὼν, καὶ τῆς οὐρανόθεν εἰρήνης ἐμπλήσας τὴν γῆν, ᾗ αἱ τῶν ἀγγέλων εδόξασάν σε στρατιαὶ λέγουσαι, « Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία· » εὐδοκίᾳ τῆς σῆς εἰρήνης ἔμπλησον τὰς καρδίας ἡμῶν. Χάρισαι παντὸς ἀποκάθαρον [sic] μολύσματος, παντὸς δόλου, καὶ πάσης κακίας, καὶ τῆς θανατηφόρου μνησικακίας, καὶ καταξίωσον ἡμᾶς ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ εἰς τὸ μετασχεῖν ἀκατακρίτως τῆς ἀθανάτου καὶ ἐπουρανίου σου δωρεᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ σοι δόξα καὶ τιμὴ, κ.τ. λ.
O God, the great, the eternal, Who created man in incorruption, and destroyed through the life-giving coming of Thine only-begotten Son the death that entered into the world by the envy of the devil, and filled the earth with peace from heaven, whereby the hosts of angels glorified Thee, saying, "Glory to God in the highest, and on earth peace, good will among men:" with the good pleasure of Thy peace fill our hearts. Grant, cleanse [us] from every defilement, every deceit, and all malice, and deadly remembrance of wrongs, and count us worthy to greet one another with a holy kiss so as to partake without condemnation of Thine immortal and heavenly gift in Christ Jesus our Lord, through Whom and with Whom to Thee [be] glory and honour, etc.
Εὐχὴ ἄλλη τοῦ ἀσπασμοῦ.
Another prayer of the kiss [of peace].
Πᾶσαν ὑπερεκκύπτει τοῦ λόγου δύναμιν καὶ νοῦ φαντασίαν ἡ τῶν σῶν δωρεῶν, ὦ Δέσποτα, φιλοτιμία. Ἃ γὰρ ἀπὸ σοφῶν καὶ συνετῶν ἀπέκρυψας, αὐτὰ τοῖς νηπίοις ἡμῖν ἀπεκάλυψας. Καὶ οἱ προφῆται καὶ βασιλεῖς, ἐπιθυμήσαντες ἰδεῖν, οὐχ ἑωράκασιν αὐτὰ, [sic] διακονεῖν, καὶ τούτοις ἁγιάζεσθαι, τοῖς ἁμαρτωλοῖς ὑμῖν ἐδωρήσω. Τοῦ μονογενοῦς σου Υἱοῦ παρέστησας ἡμῖν τὴν οἰκονομίαν, καὶ τῆς θυσίας ταύτης τὴν μυσταγωγίαν, καθ' ἣν
The munificence of Thy gifts, O Master, surpasses every power of speech and conception of mind. For the things which Thou didst hide from the wise and understanding, these Thou didst reveal to us infants. And prophets and kings, though desiring to see, did not see these things, [yet] to minister [them] and be sanctified by them Thou hast bestowed upon you sinners. Thou hast set before us the dispensation of Thine only-begotten Son, and the mystagogy of this sacrifice, according to which
Notes, col. 1633
On the reading
Printed εδόξασάν, for ἐδόξασάν.
PG 31:1636Read from the pageοὐ νομικὸν αἷμα, οὐ σαρκὸς δικαίωμα, ἀλλὰ πνευματικὸν μέν ἐστι τὸ πρόβατον, ἡ μάχαιρα δὲ λογική τε καὶ ἀσώματος. Ταύτην οὖν σοι προκομίζοντες τὴν θυσίαν, αἰτοῦμέν σε, φιλάνθρωπε, καθάρισον ἡμῶν τὰ χείλη, καὶ πάσης ὑλικῆς ἐπιμιξίας τὸν νοῦν ἡμῶν ἐλευθέρωσον. Ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος, καὶ καταξίωσον ἡμᾶς ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ, εἰς τὸ μετασχεῖν ἀκατακρίτως τῆς ἀθανάτου καὶ ἐπουρανίου σου δωρεᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ, κ.τ. λ
[there is] no blood of the Law, no ordinance of the flesh, but the lamb is spiritual, and the knife rational and incorporeal. Bringing before Thee therefore this sacrifice, we ask Thee, O Lover of mankind, cleanse our lips, and free our mind from every material admixture. Send down upon us in return the grace of Thy Holy Spirit, and count us worthy to greet one another with a holy kiss, so as to partake without condemnation of Thine immortal and heavenly gift in Christ Jesus our Lord, through Whom, etc.
Καὶ γίνεται ὁ ασπασμός.
And the kiss [of peace] takes place.
Ὁ διάκονος λέγει· Στῶμεν καλῶς.
The deacon says: Let us stand well.
Ὁ ἱερεὺς ἐκφωνήσει· Ὁ Κύριος μετὰ πάντων ὑμῶν.
The priest shall exclaim: The Lord [be] with all of you.
Ὁ λαὸς λέγει· Καὶ μετὰ τοῦ πνεύματός σου.
The people say: And with your spirit.
Ὁ ἱερεὺς λέγει· Ἄνω σχῶμεν τὰς παρδίας.
The priest says: Let us lift up our hearts.
Ὁ λαὸς λέγει· Ἔχομεν πρὸς τὸν Κύριον.
The people say: We have [them] towards the Lord.
Ὁ ἱερεὺς λέγει· Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
The priest says: Let us give thanks to the Lord.
Ὁ λαὸς λέγει· Ἄξιον καὶ δίκαιον.
The people say: It is meet and right.
Ὁ ἱερεὺς λέγει· Ἄξιον καὶ δίκαιον· ἄξιον καὶ δίκαιον· ἀληθῶς ἄξιόν ἐστι καὶ δίκαιον.
The priest says: Meet and right; meet and right; truly it is meet and right.
Ἀρχὴ τῆς προσκομιδῆς
Beginning of the oblation
Ὁ ὢν Δέσποτα Κύριε, ὁ Θεὸς τῆς ἀληθείας, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, καὶ βασιλεύων εἰς τοὺς αἰῶνας· ὁ ἐν ὑψηλοῖς κατοικῶν εἰς τὸν αἰῶνα, καὶ τὰ ταπεινὰ ἐφορῶν· ὁ ποιήσας οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ Πατὴρ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ τὰ πάντα ἐποίησας, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· ὁ καθήμενος ἐπὶ θρόνου τῆς ἁγίας δόξης τῆς βασιλείας σου· ὁ παρὰ πάσης ἁγίας δυνάμεως προσκυνούμενος.
O Master, Lord Who art, God of truth, Who dost exist before the ages and reign unto the ages; Who dwellest on high for ever and lookest upon lowly things; Who madest heaven and the earth and the sea, and all the things that are in them; the Father of our Lord and God and Saviour Jesus Christ, through Whom Thou madest all things, both the visible and the invisible; Who sittest upon the throne of the holy glory of Thy kingdom; Who art worshipped by every holy power.
Ὁ διάκονος λέγει· Οἱ καθήμενοι, ἀναστῆτε.
The deacon says: You who are seated, stand up.
Ὁ ἱερεύς· ᾯ παραστήκουσιν ἄγγελοι καὶ ἀρχάγγελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητες καὶ δυνάμεις.
The priest: Beside Whom stand angels and archangels, principalities and authorities, thrones, dominions, and powers.
Ὁ διακονος λεγει· Εις ανατολας βλέπετε.
The deacon says: Look towards the east.
Οἵ παρίστανται κύκλῳ σου, τὰ πολυόμματα χερουβὶμ, καὶ τὰ ἐξαπτέρυγα σεραφὶμ, διὰ παντὸς ὑμνοῦντα, καὶ βοῶντα καὶ λέγοντα.
Who stand in a circle around Thee, the many-eyed cherubim and the six-winged seraphim, continually singing hymns, and crying aloud and saying:
Ὁ διάκονος λέγει· Προσχωμεν.
The deacon says: Let us attend.
Ὁ λαὸς λέγει· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ.
The people say: Holy, holy, holy, Lord Sabaoth.
Ἅγιος, ἅγιος, ἅγιος εἶ ἀληθῶς, Κύριε ὁ Θεὸς ἡμῶν· ὃς ἔπλασας ἡμᾶς, καὶ ἔθου ἡμᾶς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Παραβάντας δὲ τὴν ἐντολήν σου διὰ τῆς ἀπάτης τοῦ ὄφεως, καὶ ἐκπεσόντας ἡμᾶς ἐκ τῆς αἰωνίου ζωῆς, καὶ ἐξορισθέντας ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, οὐκ ἀπέῤῥιψας ἡμᾶς εἰς τέλος, ἀλλὰ διὰ παντὸς ἐπεσκέψω ἡμᾶς διὰ τῶν ἁγίων σου προφητῶν, καὶ ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐπεφάνης ἡμῖν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς, ἐκ Πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας σαρκωθεὶς καὶ ἐνανθρωπήσας, ὑπέδειξεν ἡμῖν ὁδοὺς σωτηρίας, χα-
Holy, holy, holy art Thou truly, O Lord our God, Who didst fashion us and place us in the paradise of delight. And when we transgressed Thy commandment through the deceit of the serpent, and fell away from eternal life, and were banished from the paradise of delight, Thou didst not cast us off utterly, but didst continually visit us through Thy holy prophets, and at the end of these days didst appear to us who were sitting in darkness and the shadow of death, through Thine only-begotten Son, our Lord and God and Saviour Jesus Christ, Who, having been incarnate and made man of the Holy Spirit and of our holy Lady, Mother of God and ever-virgin Mary, showed us ways of salvation, gra-
Notes, col. 1636
On the reading
Printed κ.τ. λ, for κ.τ.λ..
Printed ασπασμός, for ἀσπασμός.
Printed παρδίας, for καρδίας.
Printed διακονος, for διάκονος.
Printed λεγει, for λέγει.
Printed ανατολας, for ἀνατολὰς.
Printed Οἵ παρίστανται, for Οἳ παρίστανται.
Printed ἐξαπτέρυγα, for ἑξαπτέρυγα.
Printed Προσχωμεν, for Προσχῶμεν.
PG 31:1637Read from the pageρισάμενος ἡμῖν τὴν ἄνωθεν ἀναγέννησιν ἐξ ὕδατος καὶ πνεύματος, καὶ ἐποίησεν ἡμᾶς ἑαυτῷ λαὸν περιούσιον· ἡγίασεν ἡμᾶς τῷ Πνεύματί σου τῷ ἁγίῳ. Ὃς ἠγάπησε τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, ἔδωκεν ἑαυτὸν ἀντίλυτρον τῷ βασιλεύοντι ἡμῶν θανάτῳ, ἐν ᾧ κατειχόμεθα πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, καὶ κατελθὼν διὰ τοῦ σταυροῦ εἰς τὸν ᾅδην, ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀνελθὼν εἰς οὐρανοὺς, ἐκάθισεν ἐν δεξιᾷ σου τοῦ Πατρὸς, ὁρίσας ἡμέραν ἀνταποδόσεως, καθ' ἣν ἐπιφανεὶς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
ciously granting us regeneration from above out of water and spirit, and made us for Himself a chosen people; He sanctified us by Thy Holy Spirit. Who loved His own who were in the world, gave Himself as a ransom to death that reigned over us, wherein we were held fast, sold under sin, and having descended through the cross into Hades, rose from the dead on the third day; and having ascended into the heavens, sat down at the right hand of Thee, the Father, having appointed a day of recompense, on which He will appear to judge the inhabited world in righteousness, and render to each according to his deed.
Ὁ λαὸς λέγει· Κατὰ τὸ ἔλεός σου, Κύριε, καὶ μὴ, κ.τ. λ.
The people say: According to Thy mercy, O Lord, and not, etc.
Ὁ ἱερεύς· Κατέλιπε δὲ ἡμῖν τοῦτο τὸ μέγα τῆς εὐσεβείας μυστήριον. Μέλλων γὰρ παραδοῦναι ἑαυτὸν εἰς θάνατον, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς,
The priest: And He left behind for us this great mystery of godliness. For when He was about to deliver Himself up to death for the life of the world,
Ο λαὸς λέγει· Πιστεύομεν·
The people say: We believe;
Ελαβεν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀμώμων καὶ μακαρίων αὐτοῦ χειρῶν· ἀναβλέψας εἰς τὰ ὕψη τῶν οὐρανῶν πρὸς σὲ τὸν ἑαυτοῦ Πατέρα, Θεὸν ἡμῶν καὶ Θεὸν ὅλων· εὐχαριστήσας.
He took bread in His holy and spotless and blessed hands; looking up into the heights of the heavens towards Thee His own Father, our God and God of all; having given thanks.
Ὁ λαός· Ἀμήν.
The people: Amen.
Εὐλογήσας.
Having blessed [it].
Ὁ λαός· Ἀμήν
The people: Amen
Ἁγιάσας.
Having sanctified [it].
Ὁ λαός· Ἀμήν.
The people: Amen.
Κλάσας, μετέδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών· « Λάβετε, φάγετε. Τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον καὶ διαδιδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. »
Having broken [it], He gave a share to His holy disciples and apostles, saying: "Take, eat. This is My body, which is broken and distributed on behalf of you and of many for the forgiveness of sins. Do this in remembrance of Me."
Ομοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, κερασας ἐξ οἴνου καὶ ὕδατος, εὐχαριστήσας.
Likewise the cup also after supper, having mixed [it] of wine and water, having given thanks.
Ὁ λαός· Ἀμήν.
The people: Amen.
Εὐλογήσας.
Having blessed [it].
Ὁ λαός· Ἀμήν.
The people: Amen.
Ἁγιάσας.
Having sanctified [it].
Ὁ λαός· Ἀμήν.
The people: Amen.
Γευσάμενος, πάλιν ἔδωκε τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών· « Λάβετε, πίετε ἐξ αὐτοῦ πάντες. Τοῦτό μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, πίνητε δὲ καὶ τὸ ποτήριον τοῦτο, τὸν ἐμὸν θάνατον καταγγέλλετε καὶ τὴν ἐμὴν ἀνάστασιν, καὶ ἀνάληψιν ὁμολογεῖτε, ἄχρις οὗ ἂν ἔλθω. »
Having tasted, He again gave [it] to His own holy disciples and apostles, saying: "Take, drink of it, all of you. This is My blood of the new covenant, which is poured out on behalf of you and of many for the forgiveness of sins. Do this in remembrance of Me. For as often as you eat this bread and drink this cup, you proclaim My death and confess My resurrection and ascension, until I come."
Ὁ λαὸς λέγει· Ἀμὴν, ἀμὴν, ἀμήν. Τὸν θάνατόν σου, Κύριε, κ.τ. λ.
The people say: Amen, amen, amen. Thy death, O Lord, etc.
Ὁ ἱερεὺς λέγει· Μεμνημένοι τοίνυν καὶ ἡμεῖς τῶν ἁγίων αὐτοῦ παθημάτων, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, καὶ τῆς ἐκ δεξιῶν σου τοῦ Θεοῦ καὶ Πατρὸς καθέδρας, καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς πάλιν ἐλεύσεως, τὰ σὰ ἐκ τῶν σῶν δώρων σοι προσφέρομεν, κατὰ πάντα, καὶ διὰ πάντα, καὶ ἐν πᾶσιν.
The priest says: Mindful therefore we too of His holy sufferings, and of His resurrection from the dead, and of His ascent into the heavens, and of His sitting at the right hand of Thee, the God and Father, and of His glorious and fearful second coming, we offer to Thee Thine own out of Thine own gifts, according to all things, and through all things, and in all things.
Ὁ λαὸς λέγει· Σὲ αἰνοῦμεν, σὲ εὐλογοῦμεν.
The people say: We praise Thee, we bless Thee.
Ὁ διάκονος λέγει· Κλίνατε Θεῷ μετὰ φόβου.
The deacon says: Bow down to God with fear.
Notes, col. 1637
On the reading
Printed Ο λαὸς, for Ὁ λαὸς.
Printed Ελαβεν, for Ἔλαβεν.
Printed Ομοίως, for Ὁμοίως.
Printed κερασας, for κεράσας.
PG 31:1640Read from the pageὉ ἱερεὺς λέγει ἐν ἑαυτῷ· Καὶ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε, ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου, καὶ προσκυνοῦμέν σε εὐδοκίᾳ τῆς σῆς ἀγαθότητος, ἐλθεῖν τὸ Πνεῦμά σου τὸ ἅγιον ἐφ' ἡμᾶς τοὺς δούλους σου, καὶ ἐπὶ τὰ προκείμενά σου δῶρα ταῦτα, καὶ ἁγιάσαι καὶ ἀναδεῖξαι Ἅγια ἁγίων.
The priest says silently to himself: And we beseech and entreat Thee, O Lover of mankind, good Lord, we Thy sinful and unworthy servants, and we worship Thee by the good pleasure of Thy goodness, that Thy Holy Spirit may come upon us Thy servants, and upon these Thy gifts set forth, and sanctify [them] and manifest [them] as Holy of holies.
Ὁ διάκονος λέγει· Προσχῶμεν.
The deacon says: Let us attend.
Ὁ λαὸς λέγει· Ἀμήν.
The people say: Amen.
Ὁ ἱερεὺς ἐκφωνήσει· Καὶ ποιήση τὸν μὲν ἄρτον τοῦτον γίνεσθαι εἰς τὸ ἅγιον σῶμα αὐτοῦ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν.
The priest shall exclaim: And make this bread to become the holy body of our very Lord and God and Saviour Jesus Christ, for the forgiveness of sins and unto life eternal for those who partake of it.
Ὠ λαὸς λέγει· Ἀμήν.
The people say: Amen.
Ὁ ἱερεὺς λέγει· Τὸ δὲ ποτήριον τοῦτο, τὸ τίμιον αἷμα τὸ τῆς καινῆς διαθήκης αὐτοῦ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν.
The priest says: And this cup, the precious blood of the new covenant of our very Lord and God and Saviour Jesus Christ, for the forgiveness of sins and unto life eternal for those who partake of it.
Ὁ λαὸς λέγει· Ἀμήν. Κύριε, ἐλέησον, γʹ
The people say: Amen. Lord, have mercy, thrice
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μεταλαβεῖν τῶν ἁγίων σου μυστηρίων, εἰς ἁγιασμὸν ψυχῆς, καὶ σώματος, καὶ πνεύματος, ἵνα γενώμεθα ἓν σῶμα καὶ ἓν πνεῦμα, καὶ εὕρωμεν μέρος καὶ κλῆρον ἔχειν μετὰ πάντων τῶν ἁγίων τῶν ἀπ' αἰῶνος εὐαρεστησάντων σοι.
And count us worthy, O Master, to partake of Thy holy mysteries, for the sanctification of soul, and body, and spirit, that we may become one body and one spirit, and find a share and inheritance with all the saints who from of old have been well-pleasing to Thee.
Μνήσθητι, Κύριε, τῆς ἁγίας, μόνης, καθολικῆς σου Ἐκκλησίας, καὶ εἰρήνευσον αὐτὴν, ἣν περιεποιήσω ἐν τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου.
Remember, O Lord, Thy holy, only, catholic Church, and give peace to her whom Thou didst purchase with the precious blood of Thy Christ.
Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ ἁγίου Πατρὸς ἡμῶν ἀρχιεπισκόπου Ἄββα Δ. πάπα καὶ πατριάρχου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας, ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ σῶον, ἔντιμον, ὑγιῆ, μακροημερεύοντα, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας, καὶ ποιμαίνοντα τὸ ποίμνιόν σου ἐν εἰρήνῃ.
First remember, O Lord, our holy Father the archbishop Abba N., Pope and Patriarch of the great city of Alexandria, whom do Thou graciously grant to Thy holy Churches in peace, safe, honourable, healthy, length of days, rightly dividing the word of truth, and shepherding Thy flock in peace.
Μνήσθητι, Κύριε, τῶν ὀρθοδόξων πρεσβυτέρων, καὶ πάσης διακονίας, καὶ ὑπηρεσίας, καὶ πάντων τῶν ἐν παρθενίᾳ, καὶ παντὸς τοῦ πιστοτάτου λαοῦ σου.
Remember, O Lord, the orthodox presbyters, and every diaconate, and ministry, and all those in virginity, and all Thy most faithful people.
Μνήσθητι ἡμῶν, Κύριε, τοῦ ἐλεῆσαι ἡμᾶς πάντας ἐπὶ τὸ αὐτὸ ἐφάπαξ.
Remember us, O Lord, to have mercy upon us all together at once.
Ὁ λαὸς λέγει· Ἐλέησον ἡμων, ὁ Θεὸς, ὁ Πατὴρ ὁ παντοκράτωρ.
The people say: Have mercy on us, O God, the Father Almighty.
Ὁ ἱερεὺς λέγει· Ἐλέησον ἡμῶν, ὁ Θεὸς ὁ παντοκράτωρ, γʹ.
The priest says: Have mercy on us, O God Almighty, thrice.
Ὁ λαὸς λέγει· Κύριε, ελεησον, γ.
The people say: Lord, have mercy, thrice.
Ὁ ἱερεὺς λέγει· Μνήσθητι, Κύριε, καὶ σωτηρίας τῆς πόλεως ἡμῶν ταύτης, καὶ τῶν ἐν πίστει Θεοῦ κατοικούντων ἐν αὐτῇ.
The priest says: Remember, O Lord, also the safety of this our city, and of those who dwell in it in the faith of God.
Μνήσθητι, Κύριε, τοῦ ἀέρος, καὶ τῶν καρπῶν τῆς γῆς.
Remember, O Lord, the air, and the fruits of the earth.
Μνήσθητι, Κύριε, τῶν ὑετῶν, καὶ τῶν σπορίμων τῆς γῆς.
Remember, O Lord, the rains, and the crops of the earth.
Μνήσθητι, Κύριε, τῆς συμμέτρου ἀναβάσεως τῶν τοταμίων ὑδάτων.
Remember, O Lord, the seasonable rising of the river waters.
Εὔφανον πάλιν καὶ ἀνακαίνισον τὸ πρόσωπον τῆς γῆς· τοὺς αὔλακας αὐτῆς μέθυσον· πλήθυνον τα
Gladden again and renew the face of the earth; drench its furrows; multiply the
Notes, col. 1640
On the reading
Printed ποιήση, for ποιήσῃ.
Printed Ὠ λαὸς, for Ὁ λαὸς.
Printed ελεησον, for ἐλέησον.
Printed τοταμίων, for ποταμίων.
Printed Εὔφανον, for Εὔφρανον.
PG 31:1641Read from the pageγεννήματα αὐτῆς. Παράστησον ἡμῖν αὐτὰ εἰς σπέρμα καὶ εἰς θερισμὸν, καὶ νῦν εὐλογῶν εὐλόγησον. Τὴν ζωὴν ἡμῶν οἰκονόμησον. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου διὰ τοὺς πτωχοὺς τοῦ λαοῦ σου, διὰ τὴν χήραν καὶ τὸν ὀρφανὸν, διὰ τὸν ξένον καὶ τὸν προσήλυτον, καὶ δι' ἡμᾶς πάντας τοὺς ἐλπίζοντας ἐπὶ σοὶ, καὶ ἐπικαλουμένους τὸ ὄνομά σου τὸ ἅγιον· οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἀγαθότητά σου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, ἵνα, ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, τὸ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον.
fruits thereof. Present them to us for seed and for harvest, and now blessing, bless [them]. Order our life. Bless the crown of the year of Thy kindness for the sake of the poor of Thy people, for the sake of the widow and the orphan, for the sake of the stranger and the proselyte, and for the sake of all of us who hope in Thee and call upon Thy holy name; for the eyes of all hope in Thee, and Thou givest their food in due season. Deal with us according to Thy goodness, Thou Who givest food to all flesh. Fill our hearts with joy and gladness, so that, always having all sufficiency in everything, we may abound unto every good work, to do Thy holy will.
Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον.
The people say: Lord, have mercy.
Ὁ ἱερεὺς λέγει· Μνήσθητι, Κύριε, τῶν τὰ τίμια δῶρά σοι ταῦτα προσφερόντων, καὶ ὑπὲρ ὧν, καὶ δι' ὧν, καὶ ἐφ' οἷς αὐτὰ προσεκόμισαν, καὶ μισθὸν οὐράνιον παράσχου πᾶσιν αὐτοῖς· ἐπειδὴ, Δέσποτα, πρόσταγμά ἐστι τοῦ μονογενοῦς σου Υἱοῦ τῆς μνήμης τῶν ἁγίων σοῦ κοινωνεῖν ἡμᾶς. Ἔτι μνησθῆναι καταξίωσον, Κύριε, καὶ τῶν ἀπ' αἰῶνος εὐαρεστησάντων σοι ἁγίων πατέρων, πατριαρχῶν, ἀποστόλων, προφητῶν, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει Χριστοῦ τετελειωμένου·
The priest says: Remember, O Lord, those who offer Thee these precious gifts, and those on whose behalf, and through whom, and for what intentions they brought them, and grant a heavenly reward to them all; since, O Master, it is a command of Thine only-begotten Son that we share in the remembrance of Thy saints. Further count [us] worthy to remember, O Lord, also the holy fathers, patriarchs, apostles, prophets, preachers, evangelists, martyrs, confessors who from of old have been well-pleasing to Thee, and every righteous spirit made perfect in the faith of Christ;
Ἐξαιρέτως τῆς παναγίας, ὑπερενδόξου, ἀχράντου, ὑπερευλογημένης, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας·
Especially our all-holy, supremely glorious, spotless, supremely blessed Lady, Mother of God and ever-virgin Mary;
Τοῦ ἁγίου ἐνδόξου προφήτου, προδρόμου, βαπτιστοῦ, καὶ μάρτυρος Ἰωάννου·
Saint John, the glorious prophet, forerunner, baptist, and martyr;
Τοῦ ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρωτομάρτυρος·
Saint Stephen, the first deacon and first martyr;
Καὶ τοῦ ἁγίου μακαρίου πατρὸς ἡμῶν Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ· καὶ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν θαυματουργοῦ Βασιλείου·
And our holy, blessed father Mark, the apostle and evangelist; and our father among the saints Basil the wonderworker;
Τοῦ ἁγίου Δ. οὗ καὶ τὴν μνήμην ἐν τῇ σήμερον ἡμέρᾳ ἐπιτελοῦμεν, καὶ παντὸς χοροῦ τῶν ἁγίων σου, ὧν ταῖς εὐχαῖς καὶ πρεσβείαις καὶ ἡμᾶς ἐλέησον, καὶ σῶσον διὰ τὸ ὄνομά σου τὸ ἅγιον τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς.
Saint N., whose memory also we celebrate on this present day, and all the choir of Thy saints, by whose prayers and intercessions have mercy on us also, and save [us] for the sake of Thy holy name which has been invoked upon us.
Ὁ διάκονος λέγει τὰ δίπτυχα.
The deacon recites the diptychs.
Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ· Ὁμοίως δὲ μνήσθητι, Κύριε, καὶ πάντων τῶν ἱερωσύνη προαναπαυσαμένων, καὶ τῶν λαϊκῶν ταγμάτων· πάντων τὰς ψυχὰς ἀναπαύσας καταξίωσον ἐν κόλποις τῶν ἁγίων πατέρων ἡμῶν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ. Ἔκτρεψον, σύναψον εἰς τόπον χλόης ἐπὶ ὕδατος ἀναπαύσεως ἐν παραδείσῳ τρυφῆς, ἔνθα ἀπέδρα ὀδύνη, καὶ λύπη καὶ στεναγμὸς, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου.
The priest says silently to himself: Likewise remember, O Lord, also all those in the priesthood who have fallen asleep beforehand, and those of the lay orders; having given rest to the souls of all, count [them] worthy [to dwell] in the bosoms of our holy fathers Abraham, and Isaac, and Jacob. Nourish, gather [them] into a place of verdure by the water of rest in the paradise of delight, whence pain, and sorrow, and sighing have fled away, in the splendour of Thy saints.
Καὶ μετὰ τὰ δίπτυχα ὁ ἱερεὺς λέγει· Ἐκείνους μὲν, Κύριε, τὰς ψυχὰς ἐκεῖ λαβὼν ἀνάπαυσον καὶ βασιλείας οὐρανῶν καταξίωσον· ἡμᾶς δὲ τοὺς ἐνταῦθα παροικοῦντας διατήρησον ἐν πίστει σου, καὶ ὁδήγησον ἡμᾶς ἐν τῇ βασιλείᾳ σου, χαριζόμενος ἡμῖν τὴν σὴν
And after the diptychs the priest says: Having received their souls there, O Lord, give rest to them and count [them] worthy of the kingdom of the heavens; and keep us who sojourn here in Thy faith, and guide us in Thy kingdom, graciously granting us Thy
Notes, col. 1641
On the reading
Printed ἱερωσύνη, for ἱερωσύνῃ.