Migne Reading Room

PG 31 · cols. 524–533 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:524Read from the page
ρῃς ὑπὲρ σοῦ δυσωποῦντα τὸν Κυριον; Τεσσαράκοντά εἰσι, σύμφωνον ἀναπέμποντες προσευχήν. Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν. Ὅπου δὲ τεσσαράκοντα, τίς ἀμφιβάλλει Θεοῦ παρουσίαν; Ὁ θλιβόμενος ἐπὶ τοὺς τεσσαράκοντα καταφεύγει, ὁ εὐφραινόμενος ἐπ' αὐτοὺς ἀποτρέχει· ὁ μὲν, ἵνα λύσιν εὕρῃ τῶν δυσχερῶν· ὁ δὲ, ἵνα φυλαχθῇ αὐτῷ τὰ χρηστότερα. Ἐνταῦθα γυνὴ εὐσεβὴς ὑπὲρ τέκνων εὐχομένη καταλαμβάνεται, ἀποδημοῦντι ἀνδρὶ τὴν ἐπάνοδον αἰτουμένη, ἀῤῥωστοῦντι τὴν σωτηρίαν. Μετὰ μαρτύρων γενέσθω τὰ αἰτήματα ὑμῶν. Οἱ νεανίσκοι τοὺς ἡλικιώτας μιμείσθωσαν· οἱ πατέρες, τοιούτων εἶναι παίδων πατέρες εὐχέσθωσαν· αἱ μητέρες, καλῆς μητρὸς διήγημα διδαχθήτωσαν. Μήτηρ ἑνὸς τῶν μακαρίων ἐκείνων, θεασαμένη τοὺς ἄλλους ἤδη τῷ κρύει τελειωθέντας, τὸν δὲ ἑαυτῆς υἱὸν ἔτι ἐμπνέοντα ὑπό τε ῥώμης καὶ τῆς πρὸς τὰ δεινὰ καρτερίας, καταλιμπανόντων αὐτὸν τῶν δημίων ὡς δυνάμενόν γε μεταβουλεύσασθαι, αὐτὴ ταῖς οἰκείαις χερσὶν ἀραμένη, ἐπέθηκε τῇ ἁμάξῃ, ἐφ' ἧς οἱ λοιποὶ συγκείμενοι πρὸς τὴν πυρὰν ἤγοντο, μάρτυρος ὄντως μήτηρ. Οὐ γὰρ δάκρυον ἀφῆκεν ἀγεννές· οὐδ' ἐφθέγξατο ταπεινόν τι καὶ ἀνάξιον τοῦ καιροῦ· ἀλλ', Ἄπιθι, φησὶν, ὦ παῖ, τὴν ἀγαθὴν πορείαν μετὰ τῶν ἡλικιωτῶν, μετὰ τῶν συσκήνων· μὴ ἀπολειφθῇς τῆς χορείας· μὴ δεύτερος τῶν ἄλλων ἐμφανισθῇς τῷ Δεσπότη. Ὄντως ἀγαθῆς ῥίζης ἀγαθὸν βλάστημα. Ἔδειξεν ἡ γενναία μήτηρ, ὅτι δόγμασιν εὐσεβείας ἐξέθρεψεν αὐτὸν μᾶλλον ἢ γάλακτι. Καὶ ὁ μὲν οὕτω τραφεὶς οὕτω προεπέμφθη παρὰ μητρὸς εὐσεβοῦς· ὁ δὲ διάβολος ἀπῆλθε κατῃσχυμμένος. Ἅπασαν γὰρ ἐπ' αὐτοὺς κινήσας τὴν κτίσιν, πάντα εὗρεν ἡττώμενα τῆς τῶν ἀνδρῶν ἀρετῆς, νύκτα δυσήνεμον, πατρίδα χειμέριον, τὴν ὥραν τοῦ ἔτους, τῶν σωμάτων τὴν γύμνωσιν. Ὢ χορὸς ἅγιος! ὢ σύνταγμα ἱερόν! ὢ συνασπισμὸς ἀῤῥαγής! ὢ κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώπων! ἀγαθοὶ κοινωνοὶ φροντίδων, δεήσεως συνεργοὶ, πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμένης, ἄνθη τῶν Ἐκκλησιῶν. Ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο· ἠνοίγησαν ὑμῖν παραδείσου πύλαι. Ἄξιον θέαμα τῇ στρατιᾷ τῶν ἀγγέλων, ἄξιον πατριάρχαις, προφήταις, δικαίοις, ἄνδρες ἐν αὐτῷ τῷ ἄνθει τῆς νεότητος, τοῦ βίου καταφρονήσαντες, ὑπὲρ γονεῖς, ὑπὲρ τέκνα τὸν Κύριον ἀγαπήσαντες. Αὐτὸ τῆς ἡλικίας ἄγοντες τὸ
somewhere a single one entreating the Lord on your behalf? Here are forty, sending up a harmonious prayer. Where two or three are gathered together in the name of the Lord, there is He in the midst of them. And where forty are, who doubts the presence of God? One who is afflicted flees for refuge to the forty, one who rejoices runs off to them—the former, that he may find deliverance from his hardships; the latter, that his happier circumstances may be preserved for him. Here a pious woman is found praying on behalf of her children, asking return for a husband away from home, health for him when sick. Let your petitions be made together with the martyrs. Let young men imitate their peers in age; let fathers pray to be fathers of such sons; let mothers be taught the story of a noble mother. The mother of one of those blessed men, seeing the others already perfected by the cold, while her own son was still breathing both through strength and through endurance in the face of the terrors, when the executioners were leaving him behind on the ground that he might yet change his mind, lifted him up with her own hands and placed him upon the wagon on which the rest lay together as they were being taken to the pyre—truly the mother of a martyr. For she shed no ignoble tear, nor uttered anything mean and unworthy of the occasion; but said, Go, my child, on the good journey with your peers in age, with your comrades; do not be left behind from the choir; do not appear before the Master second to the others. Truly a good offshoot of a good root. The noble mother showed that she had nourished him with doctrines of piety rather than with milk. And he, thus reared, was thus escorted forth by a pious mother; while the devil departed put to shame. For having stirred up the whole creation against them, he found all things vanquished by the valour of the men: a tempestuous night, a wintry homeland, the season of the year, the nakedness of their bodies. O holy choir! O sacred band! O unbreakable phalanx! O common guardians of the human race! Good sharers in cares, fellow-workers in petition, most powerful ambassadors, stars of the inhabited world, flowers of the Churches. Not the earth hid you, but heaven welcomed you; the gates of paradise were opened to you. A spectacle worthy of the host of angels, worthy of patriarchs, prophets, and the righteous: men in the very flower of youth despising life, loving the Lord above parents, above children. Passing the very prime of their
Notes, col. 524

On the reading

Printed Κυριον, for Κύριον.

Printed Δεσπότη, for Δεσπότῃ.

PG 31:525Read from the page
βιώσιμον, ὑπερεῖδον τῆς προσκαίρου ζωῆς, ἵνα δοξάσωσι τὸν Θεὸν ἐν τοῖς μέλεσιν ἑαυτῶν· θέατρον γενόμενοι τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις, τοὺς πεπτωκότας ἤγειραν, τοὺς ἀμφιβόλους ἐβεβαιώσαντο, τοῖς εὐσεβέσι τὴν ἐπιθυμίαν ἐδιπλασίασαν. Ἓν ὑπὲρ τῆς εὐσεβείας ἅπαντες ἀναστήσαντες τρόπαιον, ἑνὶ καὶ τῷ στεφάνῳ τῆς δικαιοσύνης κατεκοσμήθησαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
worth living, they disdained the temporal life, that they might glorify God in their own members; having become a spectacle to the world, both to angels and to men, they raised up the fallen, they confirmed the wavering, they doubled the desire for the pious. Having all set up one trophy on behalf of piety, they were adorned also with one crown of righteousness, in Christ Jesus our Lord, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ Κʹ.
Homily 20.
Περὶ ταπεινοφροσύνης.
On Humility.
1. Ὤφειλεν ἄνθρωπος ἐν τῇ παρὰ Θεῷ δόξῃ μεμενηκέναι, καὶ εἶχεν ἂν ὕψος οὐκ ἐπίπλαστον, ἀλλ' ἀληθινὸν, δυνάμει Θεοῦ μεγαλυνόμενος, σοφίᾳ θείᾳ φαιδρυνόμενος, αἰωνίᾳ ζωῇ καὶ τοῖς ἀγαθοῖς εὐφραινόμενος. Ἐπειδὴ δὲ τὴν τῆς θείας δόξης ἐπιθυμίαν μετέθηκε, καὶ μείζονα προσδοκήσας, καὶ σπεύσας ὅπερ οὐκ ἐδύνατο λαβεῖν, ἀπώλεσεν ὅπερ ἔχειν ἐδύνατο· μεγίστη σωτηρία αὐτῷ, καὶ τῆς νόσου θεραπεία, καὶ πρὸς τὸ ἐξ ἀρχῆς ἐπάνοδος, ἀτυφία, καὶ τὸ μὴ φαντάζεσθαι δόξης τινὸς περιβολὴν δι' ἑαυτοῦ, ἀλλὰ ζητεῖν παρὰ Θεοῦ. Οὕτω γὰρ διορθώσει τὸ πταῖσμα, οὕτως ἰάσεται τὸ νόσημα· οὕτως ἀναδραμεῖται πρὸς τὴν ἱερὰν, ἣν κατέλιπεν, ἐντολήν. Ἀλλ' ὁ καταβαλὼν ἐλπίδι δόξης ψευδοῦς τὸν ἄνθρωπον διάβολος οὐ παύεται τοῖς αὐτοῖς ἐρεθίσμασιν ἐκκαλούμενος, καὶ μυρία μηχανήματα πρὸς τοῦτο ἐξευρίσκων· μέγα μὲν ἐπιδεικνὺς αὐτῷ, χρημάτων περιβολὴν, ἵνα ἐπὶ τούτῳ μεγαλύνηται καὶ περὶ τοῦτο σπουδάζῃ· ὅπερ ἐστὶν οὐδὲν μὲν εἰς δόξαν, μέγα δὲ εἰς κίνδυνον. Χρημάτων γὰρ πορισμὸς πλεονεξίας μὲν ὑπόθεσις· κτῆσις δὲ οὐδὲν εἰς εὐδοξίαν· ἀλλὰ μάτην τυφλοῖ, διακενῆς ἐπαίρει, φλεγμονῇ τινι παραπλήσιον πάθος ἐργάζεται περὶ τὴν ψυχήν. Οὐ γὰρ ὑγιὴς ὄγκος οὐδὲ ὠφέλιμος ὁ τῶν φλεγμαινόντων σωμάτων, ἀλλὰ νοσώδης, ἐπιβλαβὴς, ἀρχὴ κινδύνου, καὶ πρόφασις ἀπωλείας. Τοιοῦτο καὶ περὶ ψυχὴν ὑπερηφανία. Καὶ γὰρ οὐ μόνον ἐπὶ χρήμασιν ἔπαρσις γίνεται, οὐδὲ μόνον ταῖς ἀπὸ τῶν χρημάτων κομπώδεσι διαίταις τε καὶ περιβολαῖς ἐπαίρονται ἄνθρωποι, πολυτελεῖς ὑπὲρ τὴν χρείαν παρατιθέμενοι τραπέζας τρυφηλὰς, οὐκ ἀναγκαίας περιβαλλόμενοι τὰς ἐσθῆτας, οἴκων μεγέθη κατασκευάζοντες καὶ κάλλει ποικίλλοντες, οἰκετῶν ἀκολούθων πλήθη καὶ κολάκων ἀναριθμήτων ἐξηρτημένοι συστήματα· ἀλλὰ καὶ χειροτονητοῖς ἀξιώμασιν ὑπὲρ φύσιν ὑψοῦνται. Εἰ δῆμος ἀξίωμα δῷ· εἴ τινος προεδρίας ἀξιώσειε, καὶ τὸ τῆς ὑπεροχῆς ἀξίωμα ψηφίσαιτο αὐτῷ· καὶ ἐνταῦθα δὴ, καθάπερ ὑπερβάλλοντες τὴν ἀνθρώπειον φύσιν, μόνον τὴν οὐκ ἐπὶ νεφελῶν ἱδρῦσθαι νο-
1. Man ought to have remained in the glory which he had with God, and he would have had an elevation not fictitious, but true, being magnified by the power of God, brightened by divine wisdom, rejoicing in eternal life and its good things. But since he shifted the desire for divine glory, both hoping for greater things and hastening after that which he was not able to take, he lost that which he was able to have: the greatest salvation for him, and the healing of his sickness, and the return unto that which was from the beginning, is freedom from pride, and not imagining the investiture of any glory through oneself, but seeking it from God. For thus he will correct the stumble, thus he will heal the malady; thus he will run back towards the sacred commandment which he left behind. Yet the devil, who cast man down by the hope of false glory, does not cease provoking him with the same incitements, and inventing ten thousand contrivances towards this end: showing him as something great the acquisition of wealth, so that he may magnify himself over this and be eager concerning this; which is nothing indeed towards glory, but great towards danger. For the procuring of wealth is the groundwork of covetousness; and its possession is nothing towards good repute; rather, it blinds in vain, it puffs up emptily, it works a passion resembling a certain inflammation around the soul. For the swelling of inflamed bodies is neither healthy nor profitable, but morbid, harmful, a beginning of danger, and an occasion of destruction. Such a thing around a soul also is pride. For not only does elation arise over wealth, nor only are men lifted up by the boastful modes of living and garments that come from wealth, setting before themselves sumptuous and luxurious tables beyond their need, putting around themselves unnecessary garments, constructing houses of great size and adorning them with varied beauty, having attached to themselves multitudes of attendant servants and bands of innumerable flatterers; but they are also exalted beyond nature by elected dignities. If a people should grant a dignity, if it should deem him worthy of some presidency, and vote for him the dignity of pre-eminence, here too indeed, as though surpassing human nature, they suppose that they are all but seated upon the clouds
PG 31:528Read from the page
μίζουσι, πάτημα τοὺς ὑποκειμένους ἀνθρωπους ἡγούμενοι, καὶ κατὰ τῶν τὴν ἀξίαν δεδωκότων αὐτοῖς ἐπαιρόμενοι, καὶ δι' ὧν εἶναι δοκοῦσί τινες, κατὰ τούτων ἀλαζονευόμενοι· πρᾶγμα πλῆρες ἀνοίας ὑπομένοντες, ὀνείρου σαθροτέραν ἔχοντες δόξαν, καὶ ματαιοτέραν φασμάτων νυκτερινῶν περιβεβλημένοι λαμπρότητα, νεύματι δήμου συνισταμένην, καὶ νεύματι διαλυομένην. Οἷος ἦν ὁ παράφρων ἐκεῖνος, ὁ τοῦ Σολομῶντος υἱὸς, ὁ νέος τὴν ἡλικίαν, καὶ τὰς φρένας νεώτερος, ὁ τῷ δήμῳ ζητοῦντι πραοτέραν ἡγεμονίαν ἀπειλήσας χαλεπωτέραν, καὶ διὰ τῆς ἀπειλῆς ἀπολέσας τὴν βασιλείαν, δι' ἧς προσεδόκησε βασιλικώτερος ὀφθήσεσθαι, διὰ ταύτης καθαιρεθεὶς ἧς εἶχεν ἀξίας. Θρασύνει δὲ ἄνθρωπον καὶ χειρῶν δύναμις, καὶ τάχος ποδῶν, καὶ σώματος εὐμορφία· νόσων παραναλώματα, καὶ χρόνου δαπανήματα· καὶ οὐκ αἰσθάνεται, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Τοιαῦται γιγάντων ἐπὶ δυνάμει ἀλαζονεῖαι, καὶ Γολιὰθ ἀνοήτου φρόνημα θεομάχον, καὶ ὁ κάλλει μέγα φρονῶν Ἀδωνίας, καὶ μεγέθει κόμης ἐπαιρόμενος Ἀβεσσαλώμ.
suppose, counting the men subject to them as a footstool, and exalting themselves against those who gave them their rank, and boasting insolently against the very ones through whom they seem to be somebody—undergoing a thing full of folly, possessing a glory more unsound than a dream, and clothed in a splendour vainer than nocturnal phantoms, put together at a nod of the populace and dissolved at a nod. Such was that senseless man, the son of Solomon, young in age and younger still in mind, who, when the people asked for a gentler rule, threatened a harsher one, and through the threat lost the kingdom; through that whereby he expected to appear more kingly, through that very thing deposed from the dignity which he held. Strength of hands too emboldens a man, and swiftness of feet, and comeliness of body—the fuel of diseases and the expenditures of time; and he does not perceive that All flesh is grass, and all the glory of man as the flower of grass. The grass withered, and the flower fell away. Such were the boastings of the giants over their strength, and the God-fighting pride of senseless Goliath, and Adonijah priding himself greatly on his beauty, and Absalom lifted up over the abundance of his hair.
2. Ὃ δὲ δοκεῖ τῶν ἄλλων τῶν ὑπαρχόντων ἀνθρώποις καλῶν μέγιστον εἶναι καὶ βεβαιότερον, ἡ σοφία καὶ ἡ φρόνησις, καὶ τοῦτο ματαῖον ἔχει τὴν ἔπαρσιν, καὶ ὕψος οὐκ ἀληθὲς παρασκευάζει· τῆς παρὰ Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν τούτων λογιζομένων. Διαπίπτει μὲν γὰρ αὐτῷ τῷ διαβόλῳ τὸ κατὰ τοῦ ἀνθρώπου σόφισμα, καὶ καθ' ἑαυτοῦ τεχνάσας ἔλαθεν ὃ κατὰ τοῦ ἀνθρώπου μεμηχάνηται, οὐδὲν τοσοῦτον ἐκεῖνον ζημιώσας, ὃν ἤλπισεν ἀπαλλοτριώσειν Θεοῦ καὶ ζωῆς αἰωνίου, ὅσον ἑαυτὸν προδοὺς, ἀποστάτης Θεοῦ γεγονὼς, καὶ θανάτῳ καταδικασθεὶς αἰωνίῳ. Καὶ τὴν κατὰ τοῦ Κυρίου στήσας παγίδα, διὰ ταύτης ἑάλω, σταυρωθεὶς ἐν ᾧ σταυρώσειν προσεδόκησε, καὶ ἀποθανὼν ἐν ᾧ τὸν Κύριον ἤλπισεν ἀναιρήσειν θανάτῳ. Εἰ δὲ ὁ τοῦ κόσμου ἄρχων, ὁ πρῶτος καὶ μέγιστος καὶ ἀόρατος τῆς κοσμικῆς σοφίας σοφιστὴς, ἁλίσκεται τοῖς ἑαυτοῦ σοφίσμασιν, εἰς τὴν ἐσχάτην περιιστάμενος ἀφροσύνην, πολλῷ μᾶλλον οἱ ἐκείνου μαθηταὶ καὶ ζηλωταὶ, κἂν μυρία σοφίσωνται, Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Κατασοφίζεται Φαραὼ ἐπ' ὀλέθρῳ Ἰσραήλ· ἀλλ' ἔλαθεν ὁ κατασοφισμὸς αὐτῷ διαλυθεὶς, ὅθεν οὐ προσεδόκησε. Καὶ βρέφος ἐκτεθὲν διὰ τὸ πρόσταγμα αὐτοῦ εἰς θάνατον λανθάνει τρεφόμενον ἐπὶ τῆς οἰκίας τῆς βασιλικῆς, καὶ καθαιροῦν τὴν ἐκείνου δύναμιν καὶ τὴν τοῦ παντὸς ἔθνους, καὶ τὸν Ἰσραὴλ ἐξάγον εἰς
2. And what seems to be the greatest and surest of the other good things belonging to men, wisdom and prudence—this too holds a vain elation, and produces a height that is untrue, since when the wisdom from God is absent, these things are reckoned as nothing. For the devil's own clever device against man miscarries for him, and unawares he contrived against himself what he had devised against man, harming him whom he hoped to alienate from God and eternal life far less than he betrayed himself, having become an apostate from God and been condemned to eternal death. And having set the snare against the Lord, through this very snare he was caught, crucified on that whereupon he expected to crucify, and dying by the death whereby he hoped to destroy the Lord. Now if the ruler of the world, the first and greatest and unseen sophist of worldly wisdom, is caught in his own sophistries, brought round into extreme folly, how much more were his disciples and emulators, though they devise ten thousand subtleties, Professing themselves to be wise, made fools. Pharaoh deals subtilly for the destruction of Israel; yet unawares his subtle scheme was undone for him from a quarter whence he did not expect it. And an infant exposed to death by reason of his command is secretly reared in the royal household, overthrowing both his power and that of the whole nation, and leading Israel out into
Notes, col. 528

On the reading

Printed ἀνθρωπους, for ἀνθρώπους.

Printed ματαῖον, for ματαίαν.

PG 31:529Read from the page
σωτηρίαν. Ὁ δὲ ἀνδροφόνος Ἀβιμέλεχ, ὁ τοῦ Γεδεὼν νόθος υἱὸς, ὁ τοὺς ἑβδομήκοντα παῖδας τοὺς γνησίους ἀποκτείνας, καὶ σοφὸν τοῦτο νομίσας ἐξευρηκέναι πρὸς τὸ βεβαίως τὴν βασιλείαν κατασχεῖν, συντρίβει μὲν τοὺς συνεργοὺς αὐτῷ τοῦ φόνου γενομένους, συντρίβεται δὲ ὑπ' αὐτῶν· καὶ τέλος ἀπόλλυται χειρὶ γυναικὸς καὶ λίθου βολῇ. Καὶ ἐσοφίσαντο πάντες Ἰουδαῖοι κατὰ τοῦ Κυρίου βούλευμα ὀλέθριον, ἑαυτοῖς λέγοντες· Ἐὰν ἀφῶμεν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος. Ἐκ τούτου τοῦ βουλεύματος ἐπὶ τὴν Χριστοκτονίαν ἐλθόντες, ὡς τὸ ἔθνος αὐτοὶ καὶ τὴν χώραν διασώσοντες, ἀπολώλασι δι' ὧν ἐβουλεύσαντο, καὶ ἐκ τῆς χώρας ἀνάστατοι, καὶ τῶν νόμων ἀλλότριοι καὶ τῆς λατρείας γεγενημένοι. Καὶ ὅλως ἐν μυρίοις ἄν τις καταμάθοι παραδείγμασι σαθρὸν τὸ τῆς ἀνθρωπίνης σοφίας πλεονέκτημα, μικρόν τε καὶ ταπεινὸν μᾶλλον ἢ μέγα καὶ ὑψηλόν.
deliverance. And the murderer Abimelech, the bastard son of Gideon, who slew the seventy legitimate sons and supposed that he had found this wise measure for securely holding fast the kingdom, crushes those who had become his accomplices in the murder, and is crushed by them; and in the end perishes by a woman's hand and the cast of a stone. And all the Jews devised a destructive counsel against the Lord, saying to themselves: If we let things go on thus, all men will believe in Him; and the Romans will come and take away both our place and our nation. Having come from this counsel to the slaying of Christ, as though they themselves would preserve the nation and the land, they perished through the very things they counselled, driven out from their land and made strangers both to the laws and to the worship. And in general, by ten thousand examples one might learn how unsound is the advantage of human wisdom, small and lowly rather than great and lofty.
3. Ὥστε οὐδεὶς εὖ φρονῶν, οὔτε ἐπὶ τῇ σοφίᾳ τῇ ἑαυτοῦ μέγα φρονήσει, οὔτε ἐπὶ τοῖς ἄλλοις τοῖς προειρημένοις, ἀλλὰ πεισθήσεται τῇ καλλίστῃ παραινέσει τῆς μακαρίας Ἄννης καὶ τοῦ προφήτου Ἱερεμίου· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ. Ἀλλὰ τί τὸ καύχημα τὸ ἀληθές; καὶ ἐν τίνι μέγας ὁ ἄνθρωπος; Ἐν τούτῳ, φησὶ, καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν, ὅτι ἐγὼ Κύριος. Τοῦτο ὕψος ἀνθρώπου, τοῦτο δόξα καὶ μεγαλειότης, ἀληθῶς γνῶναι τὸ μέγα, καὶ τούτῳ προσφύεσθαι, καὶ δόξαν τὴν παρὰ τοῦ Κυρίου τῆς δόξης ἐπιζητεῖν. Λέγει δὲ ὁ Ἀπόστολος· Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω, λέγων ὅτι Χριστὸς ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· ἵνα καθὼς γέγραπται, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Αὕτη γὰρ δὴ ἡ τελεία καὶ ὁλόκληρος καύχησις ἐν Θεῷ, ὅτε μήτε ἐπὶ δικαιοσύνῃ τις ἐπαίρεται τῇ ἑαυτοῦ, ἀλλ' ἔγνω μὲν ἐνδεῆ ὄντα ἑαυτὸν δικαιοσύνης ἀληθοῦς, πίστει δὲ μόνῃ τῇ εἰς Χριστὸν δεδικαιωμένον. Καὶ καυχᾶται Παῦλος ἐπὶ τῷ καταφρονῆσαι τῆς ἑαυτοῦ δικαιοσύνης, ζητεῖν δὲ τὴν διὰ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσει εἰς τὴν ἐξανάστασιν
3. Consequently no one of sound mind will pride himself greatly either on his own wisdom or on the other things spoken of before, but will obey the most noble exhortation of blessed Hannah and of the prophet Jeremiah: Let not the wise man boast in his wisdom, and let not the strong man boast in his strength, and let not the rich man boast in his wealth. But what is true boasting? And wherein is man great? In this, it says, let him who boasts boast: in understanding and knowing that I am the Lord. This is the height of man, this is glory and majesty: truly to know what is great, and to cleave to this, and to seek after the glory that comes from the Lord of glory. And the Apostle says: He who boasts, let him boast in the Lord, saying that Christ became for us wisdom from God, both righteousness and sanctification and redemption; so that, as it is written, He who boasts, let him boast in the Lord. For this indeed is perfect and complete boasting in God, when one neither exalts himself over his own righteousness, but recognizes himself to be lacking true righteousness and justified by faith alone in Christ. And Paul boasts in despising his own righteousness, and seeking that which is through Christ, the righteousness from God upon faith, to know Him and the power of His resurrection, and the fellowship of His sufferings, being conformed to His death, if somehow he may attain to the resurrection
PG 31:531Read from the page
τὴν ἐκ νεκρῶν. Ἐνταῦθα πέπτωκε πᾶν ὕψος ὑπερηφανίας. Οὐδὲν ὑπολέλειπταί σοι πρὸς ἀλαζονείαν, ὦ ἄνθρωπε, ᾧ τὸ καύχημα καὶ ἡ ἐλπὶς ἐν τῷ νεκρῶσαι μὲν πάντα τὰ σεαυτοῦ, ζητῆσαι δὲ τὴν ἐν Χριστῷ ζωὴν τὴν μέλλουσαν· ἧς ἀπαρχὰς ἔχοντες, ἤδη ἐν τούτοις ἐσμὲν, τὸ ὅλον ἐν χάριτι ζῶντες καὶ δωρεᾷ Θεοῦ. Καὶ Θεὸς μέν ἐστιν, Ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας· Θεὸς δὲ τὴν ἑαυτοῦ σοφίαν τὴν προωρισμένην εἰς δόξαν ἡμῶν ἀποκαλύπτει διὰ τοῦ ἰδίου Πνεύματος. Θεὸς δὲ τὴν ἐν πόνοις δίδωσι δύναμιν. Περισσότερον πάντων ἐκοπίασα, φησὶ Παῦλος· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Θεὸς δὲ ἐξαιρεῖται κινδύνων παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα. Αὐτοὶ, φησὶν, ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν, ὅτι καὶ ἔτι ῥύσεται.
that is from the dead. Here has fallen every height of pride. Nothing has been left behind for you towards boastfulness, O man, whose boasting and hope lie in putting to death indeed all the things that are your own, and seeking the future life that is in Christ; having the first-fruits of which, we are already in these things, living wholly in the grace and gift of God. And it is God Who works in us both to will and to work for His good pleasure (Phil. 2:13); and God reveals His own wisdom, which was foreordained unto our glory, through His own Spirit (1 Cor. 2:7, 10). And God gives strength in labours. I laboured more abundantly than they all, says Paul; yet not I, but the grace of God which is with me (1 Cor. 15:10). And God rescues from dangers beyond all human hope. We ourselves, says he, have had the sentence of death in ourselves, that we should not be trusting in ourselves, but in God Who raises the dead: Who delivered us out of so great a death, and does deliver; in Whom we have hoped that He will also still deliver (2 Cor. 1:9-10).
4. Τί οὖν ἐπαίρεις, εἰπέ μοι, σαυτὸν ὡς ἐπὶ καλοῖς ἰδίοις, ἀντὶ τοῦ χάριν ἐπὶ τοῖς δώροις ὁμολογεῖν τῷ δεδωκότι; Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Οὐ σὺ Θεὸν ἔγνως διὰ δικαιοσύνης, ἀλλὰ Θεός σε διὰ χρηστότητα ἔγνω. Γνόντες, φησὶ, Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ. Οὐ σὺ Χριστὸν κατείληφας διὰ τῆς ἀρετῆς, ἀλλὰ Χριστός σε διὰ τῆς παρουσίας κατείληφε. Διώκω, φησὶν, εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ. Οὐχ ὑμεῖς με ἐξελέξασθε, φησὶν ὁ Κύριος, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Ἀλλ' ὅτι τετίμησαι, μέγα φρονεῖς, καὶ τὸν ἔλεον πρόφασιν ὑπερηφανίας λαμβάνεις; Καὶ τότε γνώσῃ σεαυτὸν ὅστις εἶ, ὡς Ἀδὰμ ἐκβληθεὶς ἐκ τοῦ παραδείσου, ὡς Σαοὺλ καταλειφθεὶς ὑπὸ Πνεύματος Θεοῦ, ὡς Ἰσραὴλ τῆς ἁγίας ῥίζης ἀποτμηθείς. Τῇ πίστει, φησὶν, ἕστηκας· μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Κρίσις ἕπεται χάριτι, καὶ ὅπως ἐχρήσω τοῖς χαρισθεῖσιν, ὁ κριτὴς ἐξετάσει. Εἰ δὲ μηδὲ τοῦτο αὐτὸ συνίης, ὅτι χάριτος τετύχηκας, ἀλλ' ἴδιον ποιῇ κατόρθωμα τὴν χάριν ὑπερβολῇ τῆς ἀναισθησίας, οὐκ εἶ τοῦ μακαρίου τιμιώτερος ἀποστόλου Πέτρου. Οὐδὲ γὰρ ἀγάπῃ τῇ πρὸς τὸν Κύριον ὑπερβαλέσθαι δυνήσῃ τὸν οὕτω σφοδρῶς ἀγαπῶντα, ὡς καὶ ὑπεραποθνήσκειν ἐθέλειν. Ἀλλ' ὅτι μεγαλοφρονέστερον ἐφθέγξατο, λέγων, Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ' ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι, παρεδόθη τῇ ἀνθρωπίνῃ δειλίᾳ, καὶ πέπτωκεν εἰς ἄρνησιν, σωφρονιζόμενος τῷ σφάλματι πρὸς εὐλάβειαν, καὶ διδασκόμενος φείδεσθαι τῶν ἀσθενούν-
4. Why then, tell me, do you lift yourself up as over good things of your own, instead of acknowledging thanks for the gifts to Him Who gave them? For what do you have that you did not receive? And if also you did receive it, why do you boast as though you had not received it (1 Cor. 4:7)? Not you knew God through righteousness, but God knew you through goodness. Having known God, says he, or rather having been known by God (Gal. 4:9). Not you have apprehended Christ through virtue, but Christ has apprehended you through His coming. I press on, says he, if also I may apprehend that for which also I was apprehended by Christ (Phil. 3:12). You did not choose Me, says the Lord, but I chose you (John 15:16). Yet because you have been honoured, are you high-minded, and do you take mercy as an occasion of pride? Even then you shall know yourself who you are, cast out from paradise like Adam (Gen. 3:24), forsaken by the Spirit of God like Saul (1 Kings 16:14), cut off from the holy root like Israel. By faith, says he, you stand; be not high-minded, but fear (Rom. 11:20). Judgement follows grace, and how you have used the things granted by grace, the Judge will examine. And if you do not even understand this very thing, that you have obtained grace, but make the grace your own achievement through an excess of insensibility, you are not more honourable than the blessed Apostle Peter. For neither in love towards the Lord will you be able to surpass him who loved so vehemently as even to be willing to die for Him. Yet because he uttered words somewhat too high-minded, saying, Even if all shall be offended in Thee, yet I will never be offended (Matt. 26:33), he was delivered over to human cowardice, and fell into denial, being chastened by his lapse unto reverence, and taught to spare those who are weak
PG 31:533Read from the page
των, τῷ καὶ τὴν ἑαυτοῦ καταμαθεῖν ἀσθένειαν, καὶ γνῶναι σαφῶς, ὅτι καθάπερ ἐν τῷ πελάγει καταποντιζόμενος, ἐκουφίσθη τῇ τοῦ Χριστοῦ δεξιᾷ, οὕτως ἐν τῷ κλύδωνι τοῦ σκανδαλισμοῦ κινδυνεύσας ἀπολέσθαι δι' ἀπιστίας, ἐφυλάχθη δυνάμει Χριστοῦ, ὃς καὶ προεῖπεν αὐτῷ τὸ συμβησόμενον, λέγων· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο τοῦ σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον. Κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου, καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. Καὶ Πέτρος μὲν οὕτως ἐλεγχθεὶς, δικαίως ἐβοηθεῖτο, πρὸς ἀπόθεσιν ἀλαζονείας καὶ φειδὼ τῶν ἀσθενούντων ἐκπαιδευόμενος· ὁ δὲ Φαρισαῖος ἐκεῖνος, ὁ βαρὺς καὶ καθ' ὑπερβολὴν ὑπερήφανος, ὁ μὴ μόνον ἐφ' ἑαυτῷ θρασυνόμενος, ἀλλὰ καὶ τὸν τελώνην ἐπὶ Θεοῦ διασύρων, ἀπώλεσε τῆς δικαιοσύνης τὸ καύχημα διὰ τὸ τῆς ὑπερηφανίας ἔγκλημα. Καὶ κατῆλθεν ὁ τελώνης δεδικαιωμένος ὑπὲρ αὐτὸν, ὅτι τὸν ἅγιον ἐδόξαζε Θεὸν, καὶ οὐδὲ ἀναβλέπειν ἐτόλμα, ἀλλ' ἱλασμὸν ἐζήτει μόνον, κατήγορος ὢν ἑαυτοῦ καὶ τῷ σχήματι καὶ τῇ κατὰ στήθους πληγῇ, καὶ τῷ ζητεῖν οὐδὲν ἄλλο πλὴν ἱλασμόν. Ὅρα δὴ οὖν καὶ φυλάττου τὸ παράδειγμα τῆς χαλεπῆς δι' ὑπερηφανίαν ζημίας. Ἐζημιώθη τὴν δικαιοσύνην ὑπερηφανευσάμενος, ἀπώλεσε τὸν μισθὸν θρασυνόμενος· ἠλαττώθη τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ, μεγαλύνας ἑαυτὸν ὑπὲρ ἐκεῖνον, καὶ οὐκ ἀναμείνας τὴν παρὰ Θεοῦ κρίσιν, ἀλλὰ τὴν παρὰ αὐτοῦ ἐξενεγκών. Σὺ δὲ κατ' οὐδενὸς ἐπαρθήσῃ ποτὲ, οὐδὲ κατὰ τῶν ἄγαν ἁμαρτωλῶν. Ῥύεται πολλάκις ἡ ταπεινοφροσύνη τὸν ἡμαρτηκότα πολλὰ καὶ μεγάλα. Μὴ οὖν σεαυτὸν δικαιώσῃς ὑπὲρ ἕτερον, μήποτε, δικαιωθεὶς τῇ σεαυτοῦ ψήφῳ, τῇ τοῦ Θεοῦ κατακριθῇς. Οὐκ ἀνακρίνω, φησὶν, ἐμαυτὸν, ὁ Παῦλος. Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν.
ones, by both learning thoroughly his own weakness, and knowing clearly that just as when sinking in the open sea he was buoyed up by the right hand of Christ, so when in the surge of offence he was in danger of perishing through unbelief, he was preserved by the power of Christ, Who also foretold to him what would come to pass, saying: "Simon, Simon, behold, Satan has demanded to sift you all like wheat. Yet I prayed concerning you, that your faith may not fail; and when once you have turned back, strengthen your brothers." And Peter indeed, having been thus reproved, was justly helped, being trained thoroughly towards the putting off of boastfulness and the sparing of those who are weak; whereas that Pharisee, grievous and exceedingly arrogant, who not only was overbold in himself, but also disparaged the tax-collector before God, lost the boast of righteousness because of the charge of arrogance. And the tax-collector went down justified rather than he, because he glorified the holy God, and did not even dare to look up, but sought propitiation alone, being an accuser of himself both by his posture and by the blow upon his breast, and by seeking nothing else save propitiation. See then indeed and guard against the example of the grievous loss incurred through arrogance. Having behaved arrogantly, he forfeited his righteousness; being overbold, he lost his reward; he was set lower than the lowly man and sinner, because he magnified himself above that man, and did not await the judgement from God, but pronounced that which came from himself. Yet you shall never exalt yourself against anyone, not even against those who are exceedingly sinful. Lowliness of mind often rescues the one who has sinned many and great sins. Do not therefore justify yourself above another, lest, having been justified by your own vote, you be condemned by that of God. "I do not examine myself," says Paul. "For I am conscious of nothing against myself; yet I am not justified in this. Now He Who examines me is the Lord."
5. Οἴει κατορθοῦν ἀγαθόν; Εὐχαρίστει τῷ Θεῷ, μὴ κατὰ τοῦ πλησίον ἐπαίρου. Τὸ ἔργον ἑαυτοῦ, φησὶ, δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Τί γὰρ ὤνησας τὸν πλησίον, ὅτι πίστιν ὡμολόγησας, ἢ φυγὴν ὑπέμεινας διὰ ὄνομα Χριστοῦ, ἢ τοῖς νηστείας ἐνεκαρτέρησας πόνοις; Οὐχ ἑτέρου τὸ κέρδος, ἀλλὰ σόν. Φοβήθητι τῆς τοῦ διαβόλου πτώσεως τὴν ὁμοίωσιν· ὃς, ἐπαρθεὶς κατὰ τοῦ ἀνθρώπου, πέπτωκεν ὑπ' ἀνθρώπου, καὶ παραδέδοται πάτημα τῷ πεπατημένῳ. Τοιαύτη καὶ τῶν Ἰσραηλιτῶν ἡ πτῶσις. Ἐπαιρόμενοι γὰρ κατὰ τῶν ἐθνῶν, ὡς ἀκαθάρτων, ἀκάθαρτοι γεγόνασιν ἀληθῶς· τὰ δὲ ἔθνη
5. Do you think that you accomplish something good? Give thanks to God; do not exalt yourself against your neighbour. "Let each one," he says, "test his own work, and then he will have his boast in himself alone, and not in the other." For in what did you benefit your neighbour because you confessed the faith, or endured exile on account of the name of Christ, or persevered in the toils of fasting? The gain is not another's, but yours. Fear the likeness of the devil's fall: who, having exalted himself against man, has fallen under man, and has been delivered up as a thing trodden underfoot to the one who had been trodden down. Such also was the fall of the Israelites. For exalting themselves against the Gentiles as unclean, they became truly unclean; whereas the Gentiles