Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Ἔστι δέ τις καὶ ἁφὴ τῆς ψυχῆς, καθ' ἣν ἐφάπτεται αὐτῆς ἡ σοφία, οἱονεὶ περιπτυσσομένη τὴν ἑαυτῆς ἀρετήν. Ἐράσθητι γὰρ, φησὶν, αὐτῆς, ἵνα σε περιλάβῃ· καὶ πάλιν ὁ Ἐκκλησιαστὴς, Καιρὸς τοῦ περιλαβεῖν, καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως. Σώματα μὲν γὰρ περιπλοκαῖς ἀκαθάρτοις καταμιαίνεται· ψυχὴ δὲ, τῇ τῆς σοφίας περιπλοκῇ ὅλη δι' ὅλης πρὸς αὐτὴν ἑνωθεῖσα, ἁγιασμοῦ πληροῦται καὶ καθαρότητος. Οὕτω μὲν οὖν αἴσθησιν παιδὶ χαρίζεται νέῳ. Ἔννοιαν δὲ πῶς ἐμποιεῖ; Ὅταν λέγῃ· Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ κακῇ. Ἐμβάλλει γὰρ ἐνθύμιον τῇ καρδίᾳ σου περὶ τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ σοι τὸ πλῆθος τῶν χρημάτων οὐκ ἐπαρκέσει, οὐδὲ ἐξαιρήσεταί σε τῆς αἰωνίου κολάσεως. Ἢ ὅταν λέγῃ· Ἄκακοι δὲ κληρονομήσουσι γῆν· γῆν ἐκείνην, ἧς καὶ οἱ πραεῖς εἰσι κληρονόμοι, κατά τε τὸν Ψαλμῳδὸν τὸν λέγοντα· Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν· καὶ κατὰ τὸν μακαρισμὸν τοῦ Κυρίου· Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· καὶ πάλιν· Δόξαν σοφοὶ κληρονομήσουσι. Πρὸς τὴν ἐπιθυμίαν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν τὴν ψυχὴν διανίστησι. Ταύτην δίδωσι τῷ παιδὶ τῷ νέῳ τὴν ἔννοιαν, φόβον μὲν τῶν τοῖς ἁμαρτωλοῖς ἀπειληθέντων, ἐπιθυμίαν δὲ τῶν τοῖς δικαίοις ἡτοιμασμένων. Τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται. Μεγάλην μαρτυρεῖ δύναμιν ταῖς Παροιμίαις ὁ λόγος, ὅτι ὑπερβαίνει τῶν σοφῶν τὴν σοφίαν, καὶ τῶν ἐναποκειμένων αὐτοῖς παιδευμάτων μείζονά ἐστι τὰ ἐκ τῆς βίβλου ταύτης παραδιδόμενα. Ὥστε τῶν μὲν ἄλλων διδασκάλων οἱ ἄπειροί εἰσι μαθηταί· τῆς δὲ βίβλου ταύτης ἀκροαταί εἰσιν οἱ σοφοί. Ἐπειδὴ δὲ ὁμώνυμόν ἐστι τὸ τῶν σοφῶν ὄνομα (σοφοὶ γὰρ καὶ οἱ τοῦ κόσμου τούτου λέγονται, σοφοὶ καὶ οἱ τὴν ἀληθινὴν σοφίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῆς εἰς αὐτὸν πίστεως ὑποδεξάμενοι), τοὺς ἔξωθεν ὄντας τοῦ καθ' ἡμᾶς λόγου, ἐπειδὰν προσέλθωσι τῇ ὑγιαινούσῃ τῶν Παροιμιῶν διδασκαλίᾳ, σοφωτέρους ἔσεσθαι ὁ λόγος κατεπαγγέλλεται· ἀτιμάζοντας μὲν τὴν τῶν ματαίων γνῶσιν, μετατιθέντας δὲ τὸ θαῦμα πρὸς τὴν ἀλήθειαν. Ἢ ἐπειδὴ πολλαχῶς λέγεται ὁ σοφὸς (ὅ τε γὰρ ἐπιθυμῶν σοφίας, καὶ ὁ ἐν προκοπῇ ἤδη ὢν τῶν τῆς σοφίας θεωρημάτων, καὶ ὁ τετελειωμένος κατὰ τὴν ἕξιν, ὁμοίως προσαγορεύονται), τούτων ἀκούσας ὁ σοφὸς, εἴτε ὁ ἐραστὴς τῆς σοφίας, εἴτε καὶ ὁ ἤδη διαβεβηκὼς ἐν αὐτῇ, σοφώτεροι ἔσονται, πολλὰ μὲν περὶ τῶν θείων παιδευθέντες δογμάτων, πολλὰ δὲ καὶ περὶ τῶν ἀνθρωπίνων ἐκδιδασκόμενοι, ποικίλως μὲν τὴν κακίαν ἐξαριζούσης τῆς βίβλου, πολυτρόπως δὲ
Taste and see that the Lord is good. And there is also a certain touch of the soul, whereby wisdom lays hold of it, as though embracing her own virtue. For love her, it says, that she may embrace you; and again Ecclesiastes, A time to embrace, and a time to refrain from embracing. For bodies indeed are defiled by impure embraces; whereas the soul, united wholly throughout to wisdom by her embrace, is filled with sanctification and purity. Thus, then, it bestows perception upon a young child. And how does it implant understanding? When it says: Possessions shall not profit in an evil day. For it casts into your heart a thought concerning that day, in which the multitude of your wealth will not suffice for you, nor rescue you from eternal punishment. Or when it says: But the guileless shall inherit the earth—that earth of which the meek also are heirs, both according to the Psalmist who says: But the meek shall inherit the earth; and according to the beatitude of the Lord: For blessed, He says, are the meek, because they shall inherit the earth; and again: The wise shall inherit glory. It rouses the soul towards desire for the good things contained in the promises. This understanding it gives to the young child: fear of the things threatened against sinners, and desire for the things prepared for the righteous. For having heard these things, a wise man will be wiser. The word bears witness to a great power in Proverbs, in that it surpasses the wisdom of the wise, and the lessons handed down from this book are greater than the teachings stored up in them. So that of other teachers the inexperienced are disciples; whereas of this book the hearers are the wise. And since the name of the wise is equivocal (for both those of this world are called wise, and those who out of faith in Him have received the true Wisdom, our Lord Jesus Christ, are called wise), the word promises that those who are outside our doctrine, whenever they draw near to the sound teaching of Proverbs, will become wiser, accounting dishonourable the knowledge of vain things, and transferring their wonder towards the truth. Or since the wise man is spoken of in many ways (for both he who desires wisdom, and he who is already making progress in the contemplations of wisdom, and he who has been perfected in habit, are likewise so styled), having heard these things the wise man—whether the lover of wisdom, or even he who has already advanced far in it—will become wiser, having been instructed in many things concerning divine doctrines, and thoroughly taught many things also concerning human affairs, while in manifold fashion the book uproots vice, and in many ways