Migne Reading Room

PG 31 · cols. 404–413 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:404Read from the page
σύνη, ἡ μέν τις ἐν ἡμῖν στρεφομένη, ἡ τοῦ ἴσου διανομή. Ἐὰν γὰρ καὶ μὴ τυγχάνωμεν αὐτοῦ κατὰ ἀκρίβειαν, ἀλλὰ γνώμῃ τῇ δικαιοτάτῃ ποιοῦντες, οὐκ ἀποπίπτομεν τοῦ σκοποῦ. Ἡ δέ τις οὐρανόθεν ἐπαγομένη παρὰ τοῦ δικαίου κριτοῦ, ἥ τε ἐπανορθωτικὴ καὶ ἡ ἀνταποδοτικὴ, ἧς πολὺ τὸ δυσθεώρητον διὰ τὸ ὕψος τῶν ἐναποκειμένων αὐτῇ δογμάτων. Τοῦτο γὰρ οἶμαι λέγειν τὸν Ψαλμῳδόν· Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Ἐπαγγέλλεται οὖν ταύτην τὴν ὄντως ἀληθὴ καὶ θείαν δικαιοσύνην φανερὰν καταστήσειν τοῖς ἐγγεγυμνασμένοις τῇ παροιμιώδει διδασκαλίᾳ.
is, on the one hand, a certain kind conversant among us, the distribution of what is equal. For even if we do not attain it with exactness, yet by acting with most just intent we do not fall short of the mark. And there is, on the other hand, a certain kind brought in from heaven from the righteous Judge, both corrective and retributive, which is very hard to contemplate because of the sublimity of the doctrines laid up within it. For this, I think, is what the Psalmist says: Thy righteousness is like the mountains of God. It promises, therefore, to make manifest this truly genuine and divine righteousness to those who have been trained in the proverbial teaching.
9. Πάλιν ἐπειδὴ τῶν ἁμαρτανομένων τὰ μὲν ἀκούσιά ἐστι, τὰ δὲ ἀπὸ γνώμης πονηρᾶς ἁμαρτάνεται, καὶ ὁ τοῦ δικαίου ὅρος οὐχ ὁ αὐτὸς ἐπὶ τούτοις. Ὑποθώμεθα γὰρ πορνείαν εἶναι τὸ κρινόμενον, καὶ πόρνας δύο. Ἀλλ' ἡ μὲν, πορνοβοσκῷ πραθεῖσα, πρὸς ἀνάγκην ἐστὶν ἐν τῷ κακῷ, τὴν ἐκ τοῦ σώματος ἐργασίαν τῷ πονηρῷ δεσπότῃ παρεχομένη· ἡ δὲ διὰ τὴν ἡδονὴν ἑκουσίως ἑαυτὴν ἐπιδοῦσα τῇ ἁμαρτίᾳ. Ἄλλως οὖν τὰ ἀκούσια τυγχάνει συγγνώμης, καὶ ἄλλως τὰ ἐκ μοχθηρᾶς προαιρέσεως κατακρίνεται. Πάλιν ὁ μέν τις ἥμαρτε, πονηρῶς τὸ ἐξ ἀρχῆς τεθραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀδίκων εἰς τὸν βίον παρήχθη, καὶ συνετράφη καὶ ῥήμασι καὶ πράξεσι παρανόμοις· ἄλλος δὲ πολλὰ ἔχων τὰ προκαλούμενα αὐτὸν εἰς ἀρετήν· ἀνατροφὴν σεμνοτάτην, νουθέτησιν γονέων, διδασκάλων ἀκρίβειαν, ἀκρόασιν λόγων θειοτέρων, δίαιταν κατεσταλμένην, τὰ ἄλλα οἷς ψυχὴ παιδαγωγεῖται πρὸς ἀρετήν· εἶτα καὶ αὐτὸς εἰς τὴν ὁμοίαν ἁμαρτίαν ὑπώλισθε· πῶς οὐχὶ βαρυτέρας δικαίως ὁ τοιοῦτος τῆς τιμωρίας ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐπὶ μόναις ταῖς κατεσπαρμέναις ἐν ταῖς ἐννοίαις ἡμῶν σωτηρίοις ἀφορμαῖς ἐγκληθήσεται, ὡς οὐ χρησάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ, καὶ ὡς προδεδωκὼς πᾶσαν τὴν δεδομένην αὐτῷ συνέργειαν, καὶ δι' ἀπροσεξίαν εἰς τὸν πονηρὸν βίον κατασυρείς. Τὸ οὖν νοῆσαι τὴν ἀληθῆ δικαιοσύνην μεγάλης ὄντως διανοίας καὶ φρενὸς τελειοτάτης. Μήποτε δὲ καὶ ἐπαγγελίαν ἔχει, τὸν τὰ παροιμιακὰ παιδευθέντα δυνήσεσθαι λοιπὸν ἐπιβαλεῖν τῇ ἀκριβείᾳ τῆς θεολογίας. Ἡ γὰρ ἀληθὴς δικαιοσύνη ἐστὶν ὁ Χριστὸς, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Συνέζευκται τῷ γνῶναι δικαιοσύνην ἀληθῆ τὸ κρῖμα κατευθῦναι. Ἀμήχανον γὰρ τὸν μὴ προπαιδευθέντα περὶ τοῦ δικαίου δύνασθαι τὰς ἀμφισβητήσεις ὀρθῶς διακρῖναι. Οὐδὲ γὰρ αὐτὸς Σολομὼν, εἰ μὴ εἶχε τοὺς περὶ τοῦ δικαίου λόγους ἀκριβεῖς ἐν ἑαυτῷ, ἠδύνατο τὴν πολυθρύλλητον ἐκείνην κρίσιν οὕτως ὀρθῶς καὶ εὐθυβόλως ἐξενεγκεῖν, ἣν ἔκρινε ταῖς πόρναις περὶ τοῦ παιδίου. Ἐπειδὴ γὰρ ἀμάρτυρα ἦν τὰ παρ' ἑκατέρας λεγόμενα, ἐπὶ τὴν φύσιν ἐχώρησε, καὶ δι' αὐτῆς εὗρε τὰ ἀγνοούμενα· τῆς μὲν ἀλλοτρίας
9. Again, since of sins committed some are involuntary, while others are sinned from a wicked intent, the standard of what is just is not the same in these cases either. For let us suppose that fornication is what is under judgement, and two harlots. Yet the one, having been sold to a brothel-keeper, is in the evil by compulsion, furnishing the earnings from her body to a wicked master; whereas the other because of pleasure voluntarily gave herself over to the sin. In one way, therefore, involuntary acts obtain pardon, and in another way acts proceeding from a depraved choice are condemned. Again, one man sinned, having been wickedly brought up from the beginning; for indeed he was both brought into life by unjust parents, and reared amidst lawless words and deeds; while another, having many things calling him forth to virtue: a most honourable upbringing, admonition of parents, exactness of teachers, hearing of more divine words, a disciplined manner of life, the other things whereby a soul is guided towards virtue; then he too slipped into the like sin: how shall such a man not justly be deemed worthy of heavier punishment? For the former will be arraigned solely over the saving starting-points sown in our conceptions, as not having used them soundly; whereas the latter, in addition to this, also as having betrayed all the assistance given to him, and through carelessness having been dragged down into a wicked life. To understand true righteousness, therefore, belongs to a truly great mind and a most perfect understanding. And perhaps it also holds a promise that he who has been educated in the teachings of Proverbs will henceforth be able to apply himself to the exactness of theology. For true righteousness is Christ, Who became for us wisdom from God, both righteousness and sanctification, and redemption. Joined with knowing true righteousness is directing judgement aright. For it is impossible that one who has not been previously instructed concerning what is just should be able to decide disputes rightly. For not even Solomon himself, unless he had possessed within himself exact principles concerning what is just, could have delivered so rightly and straight to the mark that celebrated judgement which he judged for the harlots concerning the child. For since the things said by either woman were unattested, he had recourse to nature, and through it found out what was unknown; the stranger
Notes, col. 404

On the reading

Printed ἀληθὴ, for ἀληθῆ.

PG 31:405Read from the page
ἀπαθῶς καταδεξαμένης τοῦ παιδίου τὴν ἀναίρεσιν, τῆς δὲ ἀληθοῦς μητρὸς διὰ τὴν φυσικὴν φιλοστοργίαν οὐδὲ τὴν ἀκοὴν ἀνασχομένης τοῦ πάθους. Ὁ οὖν εἰδὼς τὴν ἀληθῆ δικαιοσύνην, καὶ δι' αὐτῆς διδαχθεὶς τὸ οἰκεῖον ἀπονέμειν ἑκάστῳ, οὗτος δύναται κατευθύνειν τὸ κρῖμα. Ὥσπερ γὰρ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἀπευθύνει τὸ βέλος, οὔτε ὑπερβολαῖς, οὔτε ἐλλείψεσιν, οὔτε ταῖς ἐφ' ἑκάτερα παρατροπαῖς ἀποπλανῶν τὴν τοξείαν· οὕτως ὁ κριτὴς τοῦ δικαίου καταστοχάζεται, οὔτε πρόσωπα λαμβάνων (γνωρίζειν γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν), οὔτε ποιῶν κατὰ πρόσκλισιν, ἀλλ' εὐθείας καὶ ἀδιαστρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο κρινομένων παρ' αὐτῷ, τοῦ τε πλεονεκτοῦντος καὶ τοῦ τὸ ἔλαττον ἔχοντος, ἕστηκεν ὁ κριτὴς ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττούμενον εὑρίσκει τὸν ἀδικούμενον. Ὁ δὲ τὴν ἀληθῆ δικαιοσύνην μὴ ἔχων προεναποκειμένην αὐτοῦ τῇ ψυχῇ, ἀλλ' ἢ χρήμασι διεφθαρμένος, ἢ φιλίᾳ χαριζόμενος, ἢ ἔχθραν ἀμυνόμενος, ἢ δυναστείαν δυσωπούμενος, τὸ κρῖμα κατευθύνειν οὐ δύναται. Πρὸς ὃν ἐρεῖ ὁ ψαλμὸς τό· Ει ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υιοὶ τῶν φνθρώπων. Ἔλεγχος γὰρ τῆς τοῦ δικαίου διαθέσεως ἡ περὶ τὸ κρίνειν ὀρθότης. Ὅθεν καὶ αὐτὸς προϊὼν ἀπαγορεύει λέγων· Στάθμιον μέγα καὶ μικρὸν, βδελυκτὰ παρὰ Κυρίῳ, τὸ περὶ τὴν κρίσιν ἄνισον τῇ τῶν σταθμίων προσηγορίᾳ παροιμιακῶς αἰνισσόμενος. Οὐ μόναν δὲ τοῖς δικάζουσι τοῦτο χρήσιμον, ἀλλὰ καὶ ταῖς περὶ ἑκάστου τῶν κατὰ τὸν βίον ἐκλογαῖς. Ἐπειδή τι ἔχομεν παρ' ἑαυτοῖς κριτήριον φυσικὸν, δι' οὗ τὰ καλὰ τῶν πονηρῶν διακρίνομεν, ἀναγκαῖον ἡμῖν ἐν τῇ ἐκλογῇ τῶν πρακτέων ὀρθὰς ποιεῖσθαι τῶν πραγμάτων τὰς διακρίσεις· καὶ, οἷόν τινα δικαστὴν ἴσῃ καὶ δικαιοτάτῃ γνώμῃ τοῖς ἐναντίοις βραβεύοντα, πείθεσθαι μὲν τῇ ἀρετῇ, καταδικάζειν δὲ τὴν κακίαν. Οἷον πορνεία καὶ σωφροσύνη παρὰ σοὶ κρίνεται, καὶ ὑψηλὸς προκαθέζεταί σου ὁ νοῦς πεπιστευμένος τὸ δικαστήριον· καὶ ἡ μὲν ἡδονὴ συνηγορεῖ τῇ πορνείᾳ, ὁ δὲ φόβος τοῦ Θεοῦ τῇ σωφροσύνῃ συνίσταται. Ἐὰν μὲν οὖν καταδικάσῃς τὴν ἁμαρτίαν, δῷς δὲ νικῆσαι τὴν σωφροσύνην, εὐθεῖαν ἐποιήσω τὴν κρίσιν τοῦ πράγματος· ἐὰν δὲ, τῇ ἡδονῇ δοὺς τὴν ῥοπὴν, προτιμοτέραν ἀποφήνῃς τὴν ἁμαρτίαν, σκολιὸν ἐποιήσω τὸ κρῖμα, ὑπόδικος γενόμενος τῇ ἀρᾷ τοῦ ειπόντος· Οὐαὶ οι λέγοντὲς
accepting without feeling the slaying of the child, whereas the true mother, through natural affection, could not bear even to hear of the suffering. He, therefore, who knows true righteousness, and has been taught through it to assign to each what is due, is able to direct judgement aright. For just as the archer directs his shaft towards the mark, leading his shooting astray neither by excesses, nor by deficiencies, nor by deviations to either side; so does the judge aim at what is just, neither respecting persons (for to recognize a person in judgement is not good), nor acting out of partiality, but bringing forth straight and unperverted judgements. And when two men are judged before him, both he who has more than his share and he who has less, the judge stands equalizing them one with another, and taking away so much from him who exceeds as he finds the wronged man falling short. Whereas he who does not have true righteousness laid up beforehand in his soul, but either is corrupted by money, or grants favour to friendship, or avenges enmity, or is overawed by power, cannot direct judgement aright. To whom the psalm will say: If truly indeed you speak righteousness, judge uprightly, O sons of men. For the proof of a disposition towards what is just is rectitude in judging. Whence he himself also, going forward, forbids [the contrary], saying: A weight great and small are abominable before the Lord, hinting proverbially at inequality in judgement under the name of weights. And not only to those who sit in judgement is this useful, but also for the choices concerning each of the matters of life. Since we possess within ourselves a certain natural tribunal whereby we discern good things from evil, it is necessary for us in the choice of actions to be done to make our distinctions of things upright; and, like some judge arbitrating between opposites with equal and most just intent, to obey virtue on the one hand, and condemn vice on the other. For instance, fornication and temperance are on trial before you, and your mind sits aloft presiding, entrusted with the court of justice; and pleasure pleads on behalf of fornication, while the fear of God stands by temperance. If, then, you condemn the sin, and grant temperance to prevail, you have made your judgement of the matter straight; whereas if, giving the inclination of the scale to pleasure, you pronounce the sin preferable, you have made your judgement crooked, becoming liable to the curse of him who said: Woe to those who call
Notes, col. 405

On the reading

Printed Ει, for Εἰ.

Printed υιοὶ, for υἱοὶ.

Printed φνθρώπων, for ἀνθρώπων.

Printed μόναν, for μόνον.

Printed ειπόντος, for εἰπόντος.

Printed οι, for οἱ.

Printed λέγοντὲς, for λέγοντες.

PG 31:408Read from the page
τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οι λέγοντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς.
bitter sweet, and sweet bitter; who call light darkness, and darkness light.
10. Ἐπεὶ οὖν, κατ' αὐτὸν τὸν Σολομῶντα, Λογισμοὶ δικαίων κρίματα, ἔνδον ἐν τῷ κεκρυμμένῳ τῶν λογισμῶν κριτηρίῳ σπουδάζειν χρὴ τὰς περὶ τοῦ πράγματος κρίσεις ἀπαρατρέπτους ποιεῖσθαι, καὶ τὸν νοῦν τρυτάνῃ ἔχειν προσεοικότα, ἀκλινῶς ἕκαστον τῶν πρακτέων ζυγοστατοῦντα. Ὅταν ἑκάστη ἐντολὴ παρὰ σοὶ πρὸς τὴν ἀντικειμένην αὐτῇ κακίαν διαδικάζηται, δὸς τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τῆς ἁμαρτίας τὰ νικητήρια. Πλεονασμὸς καὶ ἰσότης κρίνονται; ἀπόφηνε κατὰ τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας, δὸς τὴν βελτίονα ψῆφον τῇ ἀρετῇ. Λοιδορία καὶ μακροθυμία ἀλλήλαις ἀντικαθίστανται; καταίσχυνον τὴν λοιδορίαν, καὶ προτίμησον τὸ μακρόθυμον. Ἔχθρα καὶ ἀγάπη; τὴν μὲν ἄτιμον ποιήσας, ὑπερόρισον ὡς ποῤῥωτάτω· τὴν δὲ ἀγάπην σεμνύνας, οἰκείαν ποίησον σεαυτῷ. Ὑπόκρισις καὶ ἁπλότης, ἀνδρία καὶ δειλία, φρόνησις καὶ ἀφροσύνη, δικαιοσύνη καὶ ἀδικία, σωφροσύνη καὶ ἀκολασία, καὶ συνελόντι φῆσαι, πᾶσα ἀρετὴ πρὸς πᾶσαν κακίαν διαδικάζεται; Τότε δὴ οὖν ἐπίδειξαι τὴν εὐθύτητα τῶν κριμάτων, ἐν τῷ κρυπτῷ σου τῆς ψυχῆς κριτηρίῳ, καὶ οἱονεὶ πάρεδρον σεαυτῷ τὴν ἐντολὴν ποιησάμενος, δεῖξον τὸ μισοπόνηρον· ἀποστρεφόμενος μὲν τὰς ἁμαρτίας, ὑπερτιμῶν δὲ τὰς ἀρετάς. Ἐὰν γὰρ ἐφ' ἑκάστης πράξεως νικᾷν ποιήσῃς παρὰ σοὶ τὰ βελτίονα, μακάριος ἔσῃ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιον ἡμῶν, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, οὐκ ἀπέρχῃ καταδεδικασμένος διὰ τὴν πρὸς τὰ φαῦλα ῥοπὴν, ἀλλὰ τοῖς τῆς δικαιοσύνης τιμηθήσῃ στεφάνοις, οἷς παρὰ πάντα σου τὸν βίον τὴν ἀρετὴν ἐστεφάνωσας. Πηλίκων σοι πρόξενος ἀγαθῶν γενήσεται ἡ βίβλος τῶν Παροιμιῶν, διδάσκουσα τήν τε ἀληθῆ δικαιοσύνην καὶ κρῖμα κατευθύνειν;
10. Since, therefore, according to Solomon himself, The thoughts of the righteous are judgements, within in the hidden tribunal of our thoughts we ought to strive to make our judgements concerning the matter undeviating, and to keep the mind like a balance, weighing each of the actions to be done without inclination. Whenever each commandment contends in judgement before you against the vice opposed to it, award to the law of God the prize of victory against sin. Are graspingness and equality on trial? Pronounce against the desire for what belongs to others, give the better vote to virtue. Do reviling and long-suffering stand opposed to one another? Put reviling to shame, and prefer long-suffering. Enmity and love? Having dishonoured the former, banish it as far away as possible; and having revered love, make it your own. Do hypocrisy and simplicity, courage and cowardice, prudence and folly, righteousness and injustice, temperance and licentiousness, and to speak concisely, every virtue contend in judgement against every vice? Then indeed display the rectitude of your judgements in the secret tribunal of your soul, and making the commandment as it were an assessor to yourself, show hatred of evil; turning away from sins on the one hand, and holding virtues in supreme honour on the other. For if in every action you cause the better things to prevail with you, blessed will you be In that day, when God shall judge the secret things of men according to our Gospel, and while their thoughts between one another accuse or else defend [them], you do not depart condemned because of an inclination towards base things, but will be honoured with the crowns of righteousness wherewith throughout all your life you crowned virtue. Of how great goods will the book of Proverbs become the procurer for you, teaching both true righteousness and how to direct judgement aright?
11. Τί οὖν πρὸς τούτοις ἔτι; Ἵνα δῷ, φησὶν, ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. Διττῶς νοοῦμεν τὴν ἀκακίαν. Ἢ γὰρ τὴν ἀπὸ τῆς ἁμαρτίας ἀλλοτρίωσιν λογισμῷ κατορθουμένην, καὶ διὰ μακρᾶς προσοχῆς καὶ μελέτης τῶν ἀγαθῶν οἷόν τινα ῥίζαν τῆς κακίας ἐκτεμόντες. κατὰ στέρησιν αὐτῆς παντελῆ τὴν τοῦ ἀκάκου προσηγορίαν δεχόμεθα· ἢ ἀκακία ἐστὶν ἡ μήπω τοῦ κακοῦ ἐμπειρία, διὰ νεότητα πολλάκις ἢ βίου τινὸς ἐπιτήδευσιν ἀπείρως τινῶν πρός τινας κακίας διακειμένων. Οἷον ὁ παῖς οὐκ οἶδεν ὑπερηφανίαν, οὐκ οἶδε δόλον καὶ ῥᾳδιουργίαν. Πάλιν εἰσί τινες τῶν τὴν ἀγροικίαν οἰκούντων, οὐκ εἰδότες τὰς ἐμπορικὰς κακουργίας, οὐδὲ τὰς ἐν δικαστηρίῳ διαπλοκάς. Τοὺς τοιούτους ἀκάκους λέγομεν, οὐχ ὡς ἐκ προαιρέσεως
11. What, then, besides these things still? That it may give, he says, shrewdness to the guileless, and to a young child both perception and thought. In two ways do we understand guilelessness. For either, [understanding it as] estrangement from sin achieved by reason, and through long attention and meditation on good things having cut out as it were a root of vice, by the complete privation of it we receive the appellation of guileless; or guilelessness is the not yet having experience of evil, as some, often through youth or the pursuit of a certain manner of life, are inexperiencedly disposed towards certain vices. For instance, the child does not know pride, does not know deceit and knavery. Again, there are some of those who dwell in the countryside who do not know mercantile malpractices, nor the intrigues of a court of law. Such men we call guileless, not as by deliberate choice
Notes, col. 408

On the reading

Printed οι, for οἱ.

PG 31:409Read from the page
τῆς κακίας κεχωρισμένους, ἀλλ' ὡς μήπω εἰς πεῖραν τῆς πονηρᾶς ἕξεως ἀφιγμένους. Ἄκακος δὲ κυρίως, ὁποῖος ἦν Δαβὶδ, λέγων· Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· ὁ πᾶσαν πονηρίαν διὰ τῆς κατ' ἀρετὴν ἀσκήσεως τῆς ἑαυτοῦ ψυχῆς ἀποστήσας, ὃς καὶ τῆς κληρονομίας τῶν ἀγαθῶν ἀξιοῦται. Διότι Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ. Ὁ τοιοῦτος πεποιθὼς ἐρεῖ· Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην· καὶ πάλιν· Κρῖνόν με κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί. Χαρακτηρίζει δὲ τὸν ἄκακον ἡ ἁπλότης τοῦ ἤθους, τὸ γενναῖον, τὸ ἀκατάσκευον. Ὁποῖος ἦν Ἰακώβ· Ἄπλαστος, φησὶν, οἰκῶν οἰκίαν· τουτέστι, τῇ ἐκ τῆς φύσεως ἁπλότητι κεχρημένος, οὐδὲν ἐκ τέχνης ἐπίπλαστον σχῆμα, οἷον προσωπεῖον, ἑαυτῷ πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην περιτιθείς. Ἐνταῦθα μέντοι ἄκακον ἔοικε λέγειν τὸν ἀπειρόκακον, ὃν καὶ χρείαν ἔχειν φησὶ τῆς ἐπαινετῆς πανουργίας, ἵνα πρὸς τῇ ἐκ φύσεως ἀκεραιότητι καὶ τὸ ἐξ ἐμπειρίας συνετὸν ἐπικτήσηται, καὶ οἷον ὅπλῳ τινὶ τῇ καλῇ πανουργίᾳ πεφραγμένος, δυσάλωτος ᾖ ταῖς ἐπιβουλαῖς τῶν ὑπεναντίων. Δεῖ γὰρ, οἶμαι, τὸν τέλειον φρόνιμον μὲν εἶναι πρὸς τὸ ἀγαθὸν, ἀκέραιον δὲ πρὸς τὸ κακόν. Ἐντεῦθεν ὥσπερ ἐκ πηγῆς τινος ἀρυέσθωσαν οἱ ἄκακοι τὴν σώζουσαν πανουργίαν. Ἀνὴρ γὰρ πανοῦργος θρόνος αισθήσεως· καὶ, Πανοῦργος δὲ, κακῶν ἐπερχομένων, ἀπεκρύβη· καὶ, Ὁ δὲ φυλάσσων ἐλέγχους, πανουργότερος. Ἔστιν οὖν ἡ πανουργία ἐνέργεια πάντων κατ' ἐπιτήδευσιν τεχνικήν· ὥσπερ ἡ κακουργία ἡ μόνου ἐστὶ τοῦ κακοῦ ἐργασία, Ἐπεὶ οὖν πᾶσαν ἐργασίαν παραδέχεται ὁ πανοῦργος, ἐν τοῖς πᾶσι δὲ καὶ τὰ φαῦλά ἐστι, δύο σημαίνει ἡ τοῦ πανούργου προσηγορία. Καὶ ὁ μὲν ἐπὶ βλάβῃ ἑτέρων τῇ ἐπινοίᾳ χρώμενος τῶν ἔργων, πονηρός· ὁ δὲ ἐπαινετὸς πανοῦργος ὁ ὀξέως καὶ συνετῶς τὸ οἰκεῖον ἀγαθὸν ἐξευρίσκων, καὶ τὰς δολίως καὶ ἐπιβούλως παρ' ἑτέρων αὐτῷ βλάβας σκευωρουμένας ἀποδιδράσκων. Πρόσεχε οὖν ἀκριβῶς τῷ τῆς πανουργίας ὀνόματι· καὶ γίνωσκε, ὅτι μέση τις ἕξις ἐστὶ, καθ' ἣν ὁ μὲν ἐκ προθέσεως ὑγιοῦς ἐπ' ὠφελείᾳ ἑαυτοῦ καὶ τῶν πλησίον αὐτῇ κεχρημένος ἀποδεκτὸς, ὁ δὲ ἐπὶ βλάβῃ τῶν πέλας μεταχειριζόμενος αὐτὴν κατεγνωσμένος, ἀφορμῇ πρὸς ἀπώλειαν τῷ ἐπιτηδεύματι χρώμενος.
having been separated from vice, but as not yet having come into experience of the wicked habit. Yet guileless in the strict sense, such as David was when he said: But I have walked in my guilelessness, is he who through ascetical practice according to virtue has removed all wickedness from his own soul, who also is counted worthy of the inheritance of good things. Because the Lord will not deprive of good things those who walk in guilelessness. Such a man will say with confidence: Judge me, O Lord, because I have walked in my guilelessness; and again: Judge me according to my righteousness and according to my guilelessness upon me. Simplicity of character, nobility, and lack of artifice characterize the guileless man. Such was Jacob: Unfeigned, it says, dwelling in a house; that is, employing the simplicity that comes from nature, putting around himself no feigned outward guise from art, like a mask, for the deception of those whom he met. Here, however, he seems to call guileless him who is inexperienced in evil, who he says also has need of praiseworthy shrewdness, so that in addition to the integrity that comes from nature he may acquire besides the intelligence that comes from experience, and fenced as with some weapon by noble shrewdness, may be hard to capture by the plots of adversaries. For the perfect man, I think, ought to be prudent towards what is good, and uncorrupted towards what is evil. Hence, as from some fountain, let the guileless draw saving shrewdness. For a shrewd man is a throne of perception; and, A shrewd man, when evils come upon [him], hides himself; and, He who keeps reproofs becomes shrewder. Shrewdness, therefore, is an activity of all things according to technical pursuit; just as evil-doing is the working of evil alone. Since, therefore, the shrewd man admits every working, and among all things base things also exist, the appellation of shrewd signifies two things. And he who uses contrivance in works to the harm of others is wicked; whereas the praiseworthy shrewd man is he who keenly and intelligently finds out his own good, and escapes the harms craftily and treacherously contrived against him by others. Attend exactingly, therefore, to the name of shrewdness; and know that it is a certain intermediate habit, whereby on the one hand he who from a sound purpose uses it for the benefit of himself and his neighbours is acceptable, while on the other hand he who handles it to the harm of his neighbours is condemned, using the pursuit as an occasion towards ruin.
12. Πλήρης δὲ ἡ ἱστορία τῆς ἐφ' ἑκάτερα χρήσεως
12. Now history is full of the use on either side
Notes, col. 409

On the reading

Printed αισθήσεως, for αἰσθήσεως.

PG 31:412Read from the page
τοῦ ἐπιτηδεύματος. Καλὴ πανουργία τῶν Ἑβραίων κατασοφισαμένων τοὺς Αἰγυπτίους, καὶ τόν τε μισθὸν τῆς ἐργασίας τῶν πόλεων ἀπολαβόντων, καὶ ὕλας ἑαυτοῖς πρὸς τὴν σκηνὴν συμπορισαμένων. Ἐπαινετῶς ἐπανουργεύσαντο αἱ μαῖαι περιποιούμεναι τὰ ἄῤῥενα τῶν Ἑβραίων. Καλὴ πανουργία Ῥεβέκκας τὴν μεγάλην εὐλογίαν τῷ υἱῷ προξενούσης. Καλῶς ἐπανουργεύσατο Ῥαάβ· καλῶς Ῥαχήλ· ἡ μὲν τοὺς κατασκόπους περισωσαμένη, ἡ δὲ τὸν πατέρα κατασοφισαμένη, καὶ τῆς εἰδωλολατρείας ἐλευθερώσασα. Πονηρῶς κατεπανουργεύσαντο τοὺς Ἰσραηλίτας οἱ Γαβαωνῖται. Πονηρὰ πανουργία τοῦ Ἀβεσσαλὼμ ἐν σχήματι ἐπιεικείας ὑπαγομένου τοὺς ὑπηκόους, καὶ πλῆθος ἀποστατῶν συναθροίσαντος εἰς ἐπιβουλὴν τοῦ πατρός. Ἐγκαλοῦνται δέ τινες, ὡς καὶ ἐπὶ τὸν λαὸν τοῦ Θεοῦ καταπανουργευσάμενοι γνώμην. Ἐνταῦθα μέντοι τὴν ἐπ' ὠφελείᾳ παραλαμβανομένην πανουργίαν ὁ λόγος ἐγκρίνει, οἱονεὶ ὅπλον οὖσαν πρὸς τὰ τοῦ βίου πράγματα, καὶ ὀχυροῦσαν δι' ἑαυτῆς τὰς ψυχὰς τῶν ἁπλουστέρων. Εἰ γὰρ εἶχε τὴν πανουργίαν ταύτην ἡ Εὔα, οὐκ ἂν εὐάλωτος ἐγεγόνει ταῖς ἀπάταις τοῦ ὄφεως. Τὸν οὖν ἄκακον, τὸν διὰ τὸ πιστεύειν παντὶ λόγῳ εὔκολον εἰς τὸ φθαρῆναι τὰ νοήματα, ὀχυροῖ ἡ προκειμένη διδασκαλία, οἷον συμμαχίαν αὐτῷ πρὸς τὰ τοῦ βίου πράγματα τὴν ἐκ τῆς πανουργίας ὠφέλειαν παρεχομένη.
of the pursuit. Noble was the shrewdness of the Hebrews when they outwitted the Egyptians, and both received back the wages of their labour on the cities, and procured for themselves materials towards the tabernacle. Praiseworthily did the midwives act shrewdly when they preserved the male children of the Hebrews. Noble was the shrewdness of Rebecca when she procured the great blessing for her son. Nobly did Rahab act shrewdly; nobly Rachel: the one having saved the spies alive, and the other having outwitted her father, and freed him from idolatry. Wickedly did the Gibeonites deal shrewdly against the Israelites. Wicked was the shrewdness of Absalom, when under a guise of equity he drew away the subjects under him, and gathered together a multitude of rebels for a plot against his father. And certain men are accused as having devised shrewd counsel even against the people of God. Here, however, the word approves the shrewdness adopted for benefit, as being so to speak a weapon towards the affairs of life, and fortifying through itself the souls of the simpler. For if Eve had possessed this shrewdness, she would not have proved easy to capture by the deceits of the serpent. The guileless man, therefore, who through believing every word is easy to have his thoughts corrupted, the present teaching fortifies, affording him, like an alliance towards the affairs of life, the benefit that comes from shrewdness.
13. Ἑξῆς ἐστιν ἐπισκέψασθαι, πῶς παιδὶ νέῳ δίδωσιν αἴσθησιν καὶ ἔννοιαν. Ἐπειδὴ διπλοῦς ὁ ἄνθρωπος, ὥς φησιν ὁ Ἀπόστολος· ὁ μέν τις ἔξωθεν ὤν, ὁ δὲ ἔνδοθεν, κατά τε τὸν ὁρώμενον, καὶ κατὰ τὸν ἐν τῷ κρυπτῷ νοούμενον, ἀνάγκη ἡμᾶς καὶ τὰ τῆς ἡλικίας ἐφ' ἑκατέρων παραπλησίως λαμβάνειν. Τὸ μὲν οὖν λέγειν τὸν ἀρτιγενῆ παῖδα αἴσθησιν λαμβάνειν σωματικὴν οὐ πόῤῥω ἐστὶ τοῦ γελοίου. Ποίαν γὰρ τῶν αἰσθήσεων ἡ βίβλος χαρίσασθαι δύναται, καὶ ὄψεως, καὶ ἀκοῆς, καὶ ὀσφρήσεως, καὶ γεύσεως, καὶ ἁφῆς εὐθὺς συναπογεννωμένων ἡμῖν, καὶ οὐκ ἐκ διδασκαλίας προσγινομένων, ἀλλὰ τῆς φύσεως διὰ τούτων ἀπαρτιζούσης τὸ ζῶον; Οὔτε οὖν παῖδα σωματικῶς νοητέον, οὔτε αἴσθησιν μίαν τούτων τῶν ἀπηριθμημένων, ἀλλ' ἐπὶ τὸν ἔσω ἄνθρωπον τὰς ἡλικίας μεταληπτέον. Ἐδιδάχθημεν γὰρ πολλαχοῦ τῆς Γραφῆς καὶ παιδικὴν κατάστασιν τῆς ψυχῆς· καὶ ἄλλην ἀκμαστικήν· καὶ ἄλλην ἤδη πρεσβύτου. Οἷον, ὡς παρὰ Παύλου μεμαθήκαμεν, οἱ ἐν Κορίνθῳ νήπιοι ἦσαν· διόπερ καὶ γάλακτος ἔτι ἐδέοντο, τῆς εἰσαγωγικῆς καὶ ἁπλουστέρας τοῦ Εὐαγγελίου διδασκαλίας, μήπω δυνάμενοι περικρατεῖν στερεᾶς τροφῆς τῆς ἐν δόγμασι. Νεανίσκος δὲ κατὰ ψυχὴν ἐστιν ὁ πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς κατηρτισμένος
13. Next it remains to examine how it gives to a young child perception and understanding. Since man is twofold, as the Apostle says—one being outward, and the other inward, both according to him who is seen, and according to him who is apprehended in secret—it is necessary that we also take the matters of age similarly in respect of both. To say, then, that the newborn child receives bodily perception is not far from ridiculous. For which of the senses can the book bestow, when sight, and hearing, and smell, and taste, and touch are straightway born along with us, and do not accrue from teaching, whereas nature through these completes the living creature? Neither, therefore, must a child be understood bodily, nor perception as any one of those enumerated, but the ages must be transferred to the inner man. For we have been taught in many places of Scripture a childlike condition of the soul, and another in its prime, and another already that of an elder. For instance, as we have learned from Paul, those in Corinth were infants; wherefore they also still had need of milk, the introductory and simpler teaching of the Gospel, not yet being able to master solid food, namely that in doctrines. And a young man in soul is he who in all the parts of virtue is equipped
Notes, col. 412

On the reading

Printed ψυχὴν ἐστιν, for ψυχήν ἐστιν.

PG 31:413Read from the page
πρὸς τὸ τέλειον, ὁ τῷ πνεύματι ζέων, ὁ σφριγῶν πρὸς τὰς πράξεις τῆς εὐσεβείας, καὶ ἀκμάζων πρὸς πᾶσαν εὐτονίαν ἀγαθῶν ἔργων· ὃν καὶ βιαστὴν τὸ Εὐαγγέλιον λέγει, δυνάμενον διαρπάσαι τὴν βασιλείαν τῶν οὐρανῶν· ὃν καὶ εἰς τοὺς ὕμνους, ὡς ἐπιτήδειον, τὸ ἅγιον Πνεῦμα παραλαμβάνει· Νεανίσκοι γὰρ, φησὶ, καὶ παρθένοι αινεσάτωσαν τὸ ὄνομα Κυρίου. Καὶ ἐν τῷ Ἰωὴλ ἐπαγγελίας ἔχουσι οἱ νεανίσκοι ὁράσεις ὄψεσθαι. Πρεσβύτερος δὲ κατὰ ψυχὴν ὁ τετελειωμένος κατὰ τὴν φρόνησιν· ὁποῖος ἦν Δανιὴλ, ἐν νεαρῷ τῷ σώματι τὸ ἐκ τῆς συνέσεως σεμνὸν πολιᾶς πάσης αἰδεσιμώτερον ὑποφαίνων. Διό φασι πρὸς αὐτὸν ἐκεῖνοι οἱ πλήρεις ἡμερῶν πονηρῶν· Δεῦρο, κάθισον ἐν μέσῳ ἡμῶν, καὶ ἀπάγγειλον ἡμῖν, ὅτι σοι ἔδωκεν ὁ Θεὸς τὸ πρεσβυτέριον. Οὐκοῦν καὶ ἐνταῦθα παῖδα νέον φησὶ τὸν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἀναγεννηθέντα, καὶ τραφέντα, καὶ γενόμενον ὡς παιδίον, καὶ διὰ τῆς τοιαύτης καταστάσεως εὔθετον ὄντα τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τῷ δὴ οὕτως ἀρτιγενεῖ βρέφει, τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσαντι, δίδωσιν ἡ βίβλος τῶν Παροιμιῶν δι' αὐτῆς γεγυμνασμένῳ αἴσθησιν καὶ ἔννοιαν· αἴσθησιν μὲν τῶν παρόντων, ἔννοιαν δὲ τῶν μελλόντων. Παιδεύει μὲν γὰρ τὰ ἀνθρώπινα, καὶ αἰσθητικοὺς ποιεῖ τῶν πραγμάτων, ὡς μήτε ἀτόποις ἡδοναῖς δουλεύειν, μήτε περὶ τὰς ματαίας τοῦ κόσμου τούτου δόξας διεπτοῆσθαι. Ἐμποιεῖ δὲ καὶ τοῦ μέλλοντος αἰῶνος ἔννοιαν, καὶ προσβιβάζει δι' ὧν λέγει τῇ πίστει τῶν ἐπηγγελμένων.
towards perfection, he who is fervent in spirit, vigorous towards the deeds of piety, and in his prime towards every strenuousness of good works; whom the Gospel also calls a forceful man, able to seize the kingdom of heaven; whom the Holy Spirit also takes up, as fit, for hymns: For let young men, He says, and virgins praise the name of the Lord. And in Joel the young men have promises that they shall see visions. And an elder in soul is he who has been perfected in prudence; such as Daniel was, displaying in a youthful body the dignity that comes from understanding, more venerable than any grey hair. Wherefore those men full of evil days say to him: Come, sit in our midst, and declare to us, because God has given you the eldership. Accordingly here too it calls a young child him who has been reborn through the washing of regeneration, and nourished, and has become like a little child, and through such a condition is fit for the kingdom of heaven. To the infant thus newly born, longing for rational and pure milk, the book of Proverbs gives, when he has been trained through it, perception and understanding: perception of things present, and understanding of things to come. For it instructs in human affairs, and makes men perceptive of realities, so as neither to be enslaved to base pleasures, nor to be fluttered with excitement over the vain glories of this world. And it also implants understanding of the age to come, and leads men on through what it says to faith in the things promised.
14. Ἐπειδὴ δὲ τὰς τῶν ἡλικιῶν διαφορὰς ἐπὶ τὸν ἔσω ἄνθρωπον μετελάβομεν, ἀκόλουθόν ἐστι καὶ τὰ τῶν αἰσθήσεων ὀνόματα ἐπὶ τὰς δυνάμεις τῆς ψυχῆς μεταφέρειν. Ὥστε ὅταν λέγῃ, ὅτι Ἐμοῖς λόγοις παράβαλε σὸν οὖς, εἰδέναι ἡμᾶς χρὴ, ὅτι τὸ εὐήκοον τῆς ψυχῆς ἐπιζητεῖ, ὡς ὁ Κύριος· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω· καὶ τὸ, Λόγος σοφὸς εἰς οὖς εὐήκοον. Διὰ τούτων οὖν καὶ τῶν τοιούτων δίδωσι τῷ νέῳ παιδὶ τὴν τῆς ἀκοῆς αἴσθησιν ὑγιαίνουσαν. Ὅταν δὲ λέγῃ, Μὴ πρόσεχε φαύλῃ γυναικί· καὶ πάλιν, Μὴ ἐρείσης σὸν ὄμμα πρὸς αὐτήν· καὶ, Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· δῆλός ἐστι τὴν οἱονεὶ ὅρασιν τῆς ψυχῆς τῷ παιδὶ χαριζόμενος. Καὶ ὅταν παραινῇ, ὅτι Φάγε μέλι, υἱὲ, ἵνα γλυκανθῇ ὁ φάρυγξ σου (μέλι τροπικῶς ὀνομάζων τὴν θείαν διδασκαλίαν· Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου)· διὰ τῆς παραινέσεως ταύτης τὴν πνευματικὴν νεῦσιν τῆς ψυχῆς καταρτίζει, περὶ ἧς εἴρηται·
14. And since we have transferred the differences of the ages to the inner man, it follows that we should also carry over the names of the senses to the faculties of the soul. So that when it says, Incline your ear to my words, we ought to know that it seeks the ready obedience of the soul, as the Lord says: He who has ears to hear, let him hear; and that saying, A wise word into an obedient ear. Through these and suchlike sayings, therefore, it gives to the young child the faculty of hearing in sound health. And when it says, Give no heed to a worthless woman; and again, Fix not your eye towards her; and, Let your eyes look straight ahead; it plainly bestows upon the child the sight, so to speak, of the soul. And when it exhorts, Eat honey, my son, that your throat may be sweetened (figuratively naming divine teaching honey: For how sweet, it says, to my throat are Thy words, beyond honey to my mouth), through this exhortation it fashions the spiritual taste of the soul, concerning which it has been said:
Notes, col. 413

On the reading

Printed αινεσάτωσαν, for αἰνεσάτωσαν.

Printed ἐρείσης, for ἐρείσῃς.

Printed νεῦσιν, for γεῦσιν.