Migne Reading Room

PG 31 · cols. 392–401 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:392Read from the page
ἔγνω καὶ αὐτὸς διὰ τῆς τοῦ κόσμου σοφίας τὸν Θεόν. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Προσβιβάζει δὲ ἡμᾶς τῇ περὶ Θεοῦ ἐννοίᾳ, δι' ὧν φησιν· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· καὶ τὸ, Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ· καὶ τὸ, Ἤμην παρ' αὐτῷ ἁρμόζουσα· κἀγὼ ἤμην, ᾗ προσέχαιρε. Ταῦτα γὰρ πάντα, προσωποποιήσας ἡμῖν τὴν σοφίαν, ὑπὲρ τοῦ ἐναργῶς αὐτῆς παραστῆσαι τὴν γνῶσιν, ἀπ' αὐτῆς διαλέγεται. Καὶ ὅλως τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, περὶ τῆς ἐμφαινομένης σοφίας τῷ κόσμῳ φησὶ, μονονουχὶ φωνὴν ἀφιείσης διὰ τῶν ὁρωμένων, ὅτι παρὰ Θεοῦ γέγονε, καὶ οὐκ αὐτομάτως ἡ τοσαύτη σοφία τοῖς ἀποτελεσθεῖσιν ἐμπρέπει. Ὡς γὰρ Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ποίησιν τῶν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα (διηγοῦνται δὲ ἄνευ φωνῆς)· οὐ γάρ εἰσι λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· οὕτως εἰσί τινες καὶ σοφίας λόγοι τῆς ἀρχεγόνου, τῆς πρὸ τῶν ἄλλων ἐν τῇ δημιουργίᾳ συγκαταβληθείσης τῇ κτίσει. Αὕτη σιωπῶσα βοᾷ τὸν ἑαυτῆς κτίστην καὶ Κύριον, ἵνα δι' αὐτῆς ἀναδράμῃς ἐπὶ τὴν ἔννοιαν τοῦ μόνου σοφοῦ.
knew God himself also through the wisdom of the world. For the invisible things of Him from the creation of the world are clearly seen, being understood by the things that are made. And he leads us on to the conception of God through what he says: God by wisdom founded the earth; and the saying, When He prepared the heaven, I was present with Him; and the saying, I was beside Him fitting things together; and I was she in whom He rejoiced. For having personified wisdom for us in order to set forth the knowledge of her distinctly, he speaks all these things from her person. And in general, the saying, The Lord created me as the beginning of His ways, he utters concerning the wisdom manifested in the world, which all but sends forth a voice through the things that are seen, that it came into being from God, and not of its own accord does so great a wisdom shine forth in the things brought to completion. For just as The heavens declare the glory of God, and the firmament proclaims the work of His hands (yet they declare without voice); for there are no speeches, nor words, whose voices are not heard; so too there are certain words of the primordial wisdom, which before other things in the work of creation was laid down as a foundation together with creation. Keeping silent, she cries aloud her Creator and Lord, so that through her you may ascend unto the conception of Him Who alone is wise.
4. Ἔστι δέ τις καὶ ἀνθρωπίνη σοφία· ἡ ἐμπειρία τῶν κατὰ τὸν βίον πραγμάτων, καθ' ἣν σοφοὺς λέγομεν τοὺς καθ' ἑκάστην τῶν ὠφελίμων τεχνῶν ἐπιστήμονας. Διόπερ καὶ τὸ πολὺ τῆς βίβλου ἐν τῇ περὶ τῆς σοφίας προτροπῇ τῷ συγγραφεῖ κατανάλωται. Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει· ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται. Ὁρῶν γὰρ τὸ φιλότιμον τῶν ἀνθρώπων, καὶ ὅτι πάντες φυσικῶς τὸ περιφανὲς αὐτῆς ἀσπαζόμεθα, διὰ τῶν ἐπαίνων τῆς σοφίας ἐπεγείρει τὰς ψυχὰς πρὸς τὸ μὴ νωθρῶς μηδὲ παρέργως αὐτῆς ἀντιποιεῖσθαι. Πανταχοῦ αὐτῆς πολὺν εἶναι τὸν λόγον φησὶν, ἐν ὁδοῖς, ἐν ἀγοραῖς, ἐν τοῖς ὀχυρώμασι τῆς πόλεως. Διὰ τοῦτο πύλας λέγει καὶ πλατείας καὶ τείχη, διὰ μὲν τῶν ἐξόδων καὶ τῶν πλατειῶν τὸ περιφανὲς αὐτῆς ὑποφαίνων, διὰ δὲ τῶν τειχῶν τὸ ἀπ' αὐτῆς ὠφέλιμον, καὶ πρὸς πᾶσαν ἀσφάλειαν τοῦ βίου αὔταρκες. Καὶ βουλόμενος ἡμᾶς αὐτῇ προσοικειῶσαι· Εἶπον, φησὶ, τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι· καὶ πάλιν· Ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε. Εἶτα τὸ κοινωφελὲς αὐτῆς ἐνδεικνύμενος, καὶ ὅτι πᾶσιν ὁμοίως ἀνεῖται τὸ ἀπ' αὐτῆς ὠφέλιμον· Ἔσφαξε, φησὶ, τὰ
4. Now there is also a certain human wisdom: experience in the affairs of life, according to which we call wise those skilled in each of the useful arts. Wherefore also the greater part of the book has been spent by the author in exhortation concerning wisdom. Wisdom is praised in the thoroughfares, and in the broad streets she conducts herself with boldness; and on the tops of the walls she is proclaimed. For seeing the ambition of men, and that by nature we all welcome her renown, through the praises of wisdom he rouses souls not to lay hold of her sluggishly or casually. Everywhere, he says, there is much account of her: on the roads, in the market-places, in the strongholds of the city. On this account he speaks of gates and broad streets and walls, indicating through the thoroughfares and the broad streets her renown, and through the walls the benefit derived from her, and her self-sufficiency for every security of life. And wishing to make us intimate with her: Say, says he, that wisdom is your sister; and again: Love her, and she will keep you. Next, pointing out her common usefulness, and that the benefit derived from her lies open to all alike: She has slaughtered, says he, her
PG 31:393Read from the page
ἑαυτῆς θύματα· τουτέστι, στερεὰν τροφὴν ἡτοίμασε τοῖς διὰ τὴν ἕξιν γεγυμνασμένοις τὰ αισθητήρια τῆς ψυχῆς. Ἐκέρασεν εις κρατῆρα τὸν ἑαυτῆς οἶνον, τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου. Κρατῆρα δὲ λέγει την κοινὴν καὶ πάνδημον τῶν ἀγαθῶν μετουσίαν· ὅθεν ὁμοτίμως πᾶσιν ἔξεστι τὸ ἑκάστῳ δυνατὸν καὶ σύμμετρον ἀπαρύεσθαι. Καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Πάντα δι' ἐμφάσεως λέγει, διὰ τῶν σωματικῶν τὰ πνευματικὰ ἡμῖν παραδεικνύς. Τὴν γὰρ λογικὴν τροφὴν τῆς ψυχῆς τράπεζαν ὀνομάζει, πρὸς ἣν συγκαλεῖ μετὰ ὑψηλοῦ κηρύγματος, τουτέστι, μετὰ δογμάτων οὐδὲν ταπεινὸν οὐδὲ καταβεβλημένον ἐχόντων. Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ. Ὡς γὰρ οἱ ἀσθενοῦντες χρήζουσιν ἰατρικῆς, οὕτω σοφίας οἱ ἄφρονες ἐπιδέονται. Καὶ τό· Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς· καὶ τό· Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι· καὶ τό· Υἱὲ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου· καὶ τό· Υἱῷ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις. Καὶ ὅλως ἔξεστί σοι γνῶναι τοῦ λόγου τὴν ἀλήθειαν, ἀναλεξαμένῳ κατὰ σχολὴν τὰ περὶ τῆς σοφίας εἰρημένα τῷ Σολομῶντι. Ἐπειδὴ δὲ εἰς κακότεχνον ψυχὴν οὐκ εισελεύσεται σοφία, καθαίρει πρότερον διὰ τοῦ θείου φόβου τὰς ψυχὰς τῶν μελλόντων τῇ σοφίᾳ προσομιλεῖν. Τὸ γὰρ εἰς τοὺς τυχόντας ῥίπτειν τὰ τῆς σωτηρίας μυστήρια, καὶ πάντας ὁμοίως παραδέχεσθαι, τοὺς μήτε βίῳ καθαρῷ, μήτε λόγῳ ἐξητασμένῳ καὶ ἀκριβεῖ κεχρημένους, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἰ καὶ ἐν ἀγγείῳ τις ῥυπαρῷ τὸ πολυτίμητον μύρον ἐμβάλλοι. Διὰ τοῦτο, Ἀρχὴ σοφίας, φόβος Κυρίου. Φόβος δὲ καθάρσιον ψυχῆς κατὰ τὴν εὐχὴν τοῦ προφήτου λέγοντος· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ὡς ὅπου φόβος ἐνοικεῖ, ἐκεῖ ψυχῆς ἅπασα καθαρότης ἐνίδρυται, πάσης πονηρίας καὶ ἀνοσίου πράξεως ὑποφευγούσης, τῶν τοῦ σώματος μελῶν κινηθῆναι πρὸς ἀτόπους ἐνεργείας, διὰ τὸ τῷ φόβῳ καθηλῶσθαι, μὴ δυναμένων. Ὥσπερ γὰρ ὁ ἐμπεπηγότας ἔχων ἐν ἑαυτῷ τοὺς σωματικοὺς ἥλους ἀνενέργητός ἐστιν ὑπὸ τῶν ὀδυνῶν κατεχόμενος· οὕτως ὁ τῷ φόβῳ τοῦ Θεοῦ κατειλημμένος, οὐκ ὀφθαλμῷ χρήσασθαι πρὸς ἃ μὴ δεῖ, οὐ χεῖρας κινῆσαι πρὸς ἀπηγορευμένας πράξεις, οὐχ ὅλως μικρὸν ἢ μεῖζον ἐνεργῆσαι παρὰ τὸ καθῆκον δύναται, οἷον ὀδύνῃ τινὶ τῇ προσδοκίᾳ τῶν ἀπειληθέντων συμπεπαρμένος.
own sacrificial victims: that is, she has prepared solid food for those who through habit have their faculties of soul trained. She has mingled her own wine into a mixing-bowl, that which gladdens the heart of man. And by a mixing-bowl he means the common and universal participation in good things, whence it is permitted to all on equal terms to draw off what is possible and fitting for each. And she has prepared her own table. He speaks all things by way of vivid imagery, showing us spiritual things through bodily ones. For the rational nourishment of the soul he calls a table, unto which she summons with a lofty proclamation, that is, with doctrines holding nothing base or abject. Whoso is foolish, let him turn aside to me. For just as the sick stand in need of medicine, so do the foolish stand in need of wisdom. And the saying: For it is better to traffic in her than in treasures of gold and silver; and the saying: And she is more precious than costly stones; and nothing precious is worthy of her; and the saying: Son, if you become wise for yourself, you will be wise for your neighbours also; and the saying: And for a wise son deeds shall prosper. And in general you may learn the truth of the discourse by reading through at leisure the things spoken concerning wisdom by Solomon. Yet since into a malicious soul wisdom will not enter, he cleanses beforehand through divine fear the souls of those about to consort with wisdom. For to cast the mysteries of salvation unto chance comers, and to admit all men alike, who lead neither a pure life nor employ examined and exact speech, is just as if someone were to pour most precious ointment into a filthy vessel. On this account, The beginning of wisdom is the fear of the Lord. And fear is a purification of the soul according to the prayer of the prophet who says: Nail down my flesh out of the fear of Thee. Since wherever fear dwells, there all purity of soul is established, while all wickedness and unholy action slip away, as the members of the body are unable to be moved towards improper activities on account of being nailed down by fear. For just as he who has bodily nails driven into himself is inactive, held fast by pains; so he who is gripped by the fear of God cannot use his eye towards things he ought not, nor move his hands towards forbidden deeds, nor in general do anything small or great contrary to duty, pierced through, as it were by some pain, with the expectation of the things threatened.
5. Τοὺς δὲ βεβήλους καὶ συρφετώδεις ἀποπέμπεται τῶν θείων διδασκαλιῶν, λέγων· Ἄφοβοι δὲ ἐν πύλαις αὐλισθήσονται· καὶ τό· Ζητήσετε παρὰ κακοῖς σοφίαν, καὶ οὐχ εὑρήσετε· καὶ πάλιν·
5. But the profane and rabble-like he sends away from the divine teachings, saying: The fearless shall lodge at the gates; and the saying: You shall seek wisdom among evil men, and you shall not find her; and again:
Notes, col. 393

On the reading

Printed αισθητήρια, for αἰσθητήρια.

Printed εις, for εἰς.

Printed την, for τὴν.

Printed εισελεύσεται, for εἰσελεύσεται.

PG 31:396Read from the page
Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσι, διὰ τὸ μὴ ἐκκαθαρθῆναι τῷ θείῳ φόβῳ. Ὥστε, μέλλων προσιέναι τῇ ἀναλήψει τῆς σοφίας, τῷ σωτηρίῳ φόβῳ τὰ ἀπὸ κακίας αἴσχη καθηράμενος προσερχέσθω. Ἀνεφάνη οὖν ἡμῖν καὶ ἕτερον ἀγαθὸν ἐκ τῆς τῶν Παροιμιῶν διδασκαλίας, ἡ τοῦ φόβου ἀνάληψις, διὰ τῆς σοφίας ἡμῖν ἐπεισαχθεῖσα. Δεύτερον ἦν ἐν τοῖς ἐπαγγέλμασι, γνῶναι παιδείαν. Ἔστι δὲ ἡ παιδεία ἀγωγή τις ὠφέλιμος τῇ ψυχῇ, ἐπιπόνως πολλάκις τῶν ἀπὸ κακίας κηλίδων αὐτὴν ἐκκαθαίρουσα, ἥτις Πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν ειρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν εις σωτηρίαν. Ταύτην τοίνυν τὴν παιδείαν γνῶναι οὐ τῆς τυχούσης ἐστὶ διανοίας· διότι πολλοὶ, πρὸς τὸ τῶν γινομένων ἐπίπονον ἀπαγορεύοντες, τὸ τῆς ἐκβάσεως ὠφέλιμον ὑπὸ ἀμαθίας οὐκ ἀναμένουσιν, ἀλλὰ δυσανασχετοῦντες πρὸς τὸ τῆς ἐπιμελείας αὐστηρὸν, τοῖς τῆς ἀμαθίας ἀῤῥωστήμασιν ἐναπέμειναν. Διὰ τοῦτο θαύματος ἄξιαι τῶν δικαίων αἱ φωναὶ, τῶν λεγόντων· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Οὐ γὰρ τὴν παιδείαν παραιτοῦνται, ἀλλὰ τὴν ὀργήν. Τούτῳ παραπλήσιόν ἐστι καὶ τὸ, Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ· καὶ τό· Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Ὥσπερ γὰρ τῶν παίδων οἱ νήπιοι, κατολιγωροῦντες τῶν μαθημάτων, μετὰ τὰς μάστιγας ἃς οἱ διδάσκαλοι αὐτοῖς ἢ παιδαγωγοὶ προσάγουσι, προσεχέστεροι γενόμενοι, δέχονται τὰ διδάγματα, καὶ ὁ αὐτὸς λόγος πρὸ μὲν τῶν πληγῶν οὐκ ἠκούετο, μετὰ δὲ τὰς ἐκ τῶν μαστίγων ὀδύνας, ὡς ἄρτι τῶν ὤτων διανοιγέντων, καὶ παρεδέχθη τῇ ἀκοῇ, καὶ διεφυλάχθη τῇ μνήμῃ· οὕτω καὶ ἐπὶ τῶν παρακουόντων τῆς θείας διδασκαλίας καὶ καταφρονητικῶς πρὸς τὰς ἐντολὰς διακειμένων συμβαίνει. Ἐπειδὰν γὰρ ἐπαχθῇ αὐτοῖς παρὰ τοῦ Θεοῦ ἡ παιδεία, τότε δὴ μάλιστα τὰ ἀεὶ λαλούμενα καὶ ἀεὶ παρακουόμενα τῶν τοῦ Θεοῦ προσταγμάτων, ὡς πρῶτον ἐμπεσόντα αὐτῶν ταῖς ἀκοαῖς, παρεδέχθη. Διὰ τοῦτο, Ἡ παιδεία Κυρίου, φησὶν, ἀνοίγει μου τὰ ὦτα. Ἐπεὶ οὖν ἡ παιδεία νουθετεῖ τὸν ἄτακτον, ὡς ἐποίει ὁ Παῦλος παραδιδοὺς τῷ Σατανᾷ, οἷον δημίῳ τινὶ στρεβλοῦντι καὶ μαστίζοντι, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν· τὸν δὲ ἀφηνιαστὴν ἐπανάγει. ὡς περὶ οὗ εἴρηται, ὅτι Ὕστερον αιχμαλωσίας αὐτοῦ μετενόησεν· ἀναγκαῖον γνῶναι τῆς παιδείας τὴν δύναμιν πρὸς ὅσα ἐστὶ λυσιτελής. Εἰδὼς οὖν τὸ ἀπ' αὐτῆς ὠφέλιμον ὁ Σολομὼν, παραινεῖ· Μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι, ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐκ ἀποθανεῖται. Σὺ μὲν γὰρ ῥάβδῳ πατάξεις αὐτὸν, τὴν δὲ ψυχὴν αὐτοῦ ῥύσῃ ἐκ θανάτου. Τίς γὰρ υιὸς, ὃν οὐ παιδεύει πατήρ; Αὕτη ἡ παιδεία πολλῶν χρημάτων ἐστὶ τοῖς ὀρθῶς λογιζομένοις τιμιωτέρα. Διό φησιν ὁ Σολομών·
Evil men will seek me, and will not find [me], because they have not been cleansed by the divine fear. Wherefore, let him who is about to approach the acquisition of wisdom draw near after having purged away through saving fear the disgraces that come from vice. There has appeared to us, then, yet another good from the teaching of Proverbs, the acquisition of fear, introduced to us through wisdom. Second among the promises was to know discipline. Now discipline is a certain training beneficial to the soul, often painfully cleansing it of the stains that come from vice, which For the present indeed seems to be [a matter] not of joy, but of grief; yet afterwards it yields peaceful fruit unto salvation to those who have been trained through it. To know this discipline, therefore, does not belong to any ordinary mind; because many, giving up in the face of the painfulness of what takes place, out of ignorance do not await the benefit of the outcome, but chafing at the austerity of the treatment, have remained in the infirmities of ignorance. On this account worthy of admiration are the words of the righteous, who say: O Lord, rebuke me not in Thy wrath, nor chasten me in Thine anger. For they do not deprecate the discipline, but the anger. Akin to this also is the saying, Chasten us, O Lord, yet in judgement, and not in wrath; and the saying: The discipline of the Lord opens my ears. For just as young children, when they neglect their lessons, after the lashes which their teachers or tutors apply to them, becoming more attentive, take in the teachings, and the very same word before the blows was not heard, whereas after the pains from the lashes, as though their ears had just now been opened, was both received by their hearing and kept safe in their memory; so too does it happen in the case of those who turn a deaf ear to the divine teaching and are contemptuously disposed towards the commandments. For whenever discipline is brought upon them from God, then most of all those ordinances of God that were ever spoken and ever disregarded, as though falling upon their ears for the first time, are received. On this account, The discipline of the Lord, he says, opens my ears. Since, then, discipline admonishes the disorderly, as Paul used to do when handing [them] over to Satan, as to a kind of executioner racking and scourging [them], so that they might be taught through discipline not to blaspheme; and brings back the refractory, like him of whom it is said that After his captivity he repented; it is necessary to know the power of discipline, for how many things it is profitable. Knowing, therefore, the benefit that comes from it, Solomon exhorts: Do not refrain from chastening an infant, because, if you strike him with a rod, he will not die. For you indeed will strike him with a rod, but his soul you will deliver from death. For what son is there whom a father does not chasten? This discipline is more precious than much wealth to those who reckon rightly. Wherefore Solomon says:
Notes, col. 396

On the reading

Printed ειρηνικὸν, for εἰρηνικὸν.

Printed εις, for εἰς.

Printed αιχμαλωσίας, for αἰχμαλωσίας.

Printed υιὸς, for υἱὸς.

PG 31:397Read from the page
Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον· ἵνα ἐν καιρῷ περιστάσεων ἢ τοῦ σώματος κάμνοντος, ἢ τῶν κατὰ τὸν οἶκον πεπονηκότων, μή ποτε πονηρὰν ἔννοιαν λάβῃς περὶ Θεοῦ, ἀλλ' ἐν ὑπομονῇ πολλῇ δέχῃ αὐτοῦ τὰς πληγὰς, παιδευόμενος ἐφ' οἷς ἥμαρτες, καὶ λέγῃς καὶ σὺ, διὰ τὸ γνῶναι παιδείαν, τό· Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ· καὶ τό· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Οἷος ἦν ὁ Παῦλος λέγων· Παιδευόμενοι, καὶ μὴ θανατούμενοι· καὶ τό· Ἐλεγχόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
Receive discipline, and not silver; so that in a time of afflictions, either when the body is ailing or when household affairs are in distress, you may never conceive an evil thought concerning God, but in much endurance receive His blows, being disciplined for the things in which you sinned, and you too may say, through knowing discipline, the words: I will bear the indignation of the Lord, because I sinned against Him; and the words: It is good for me that Thou humbled me. Such was Paul when he said: Being disciplined, and not put to death; and the words: When we are reproved, we are disciplined by the Lord, so that we may not be condemned with the world.
6. Ἐπειδὴ δὲ καὶ ἡ τῶν μαθημάτων ἀνάληψις παιδεία λέγεται, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Μωϋσέως, ὅτι Ἐπαιδεύθη ἐν πάσῃ σοφίᾳ Αιγυπτίων, τὸ μὴ τοῖς τυχοῦσιν ἑαυτὸν μαθήμασιν ἐπιβάλλειν, ἀλλὰ γνῶναι τὴν χρησιμωτάτην παιδείαν, οὐ μικρὸν πρὸς σωτηρίαν. Ἤδη γάρ τινες, ἢ γεωμετρίᾳ σχολάζοντες, ἣν ἐξεῦρον Αἰγύπτιοι, ἢ ἀστρολογίᾳ τῇ παρὰ τῶν Χαλδαίων τετιμημένῃ, ἢ ὅλως περὶ σχήματα καὶ σκιὰς τὴν μετεωρολογίαν ἔχοντες, τῆς ἐκ τῶν θείων λογίων παιδεύσεως ὑπερεῖδον. Ἀλλὰ καὶ ποιητικὴ, καὶ ῥητορικὴ, καὶ ἡ τῶν σοφισμάτων εὕρεσις πολλοὺς ἀπησχόλησεν· ὧν ὕλη τὸ ψεῦδός ἐστιν. Οὔτε γὰρ ποιητικὴ συστῆναι δύναται ἄνευ τοῦ μύθου· οὔτε ῥητορικὴ ἄνευ τῆς ἐν τῷ λέγειν τέχνης· οὔτε σοφιστικὴ ἄνευ τῶν παραλογισμῶν. Ἐπεὶ οὖν πολλοὶ τῇ περὶ ταῦτα σπουδῇ τῆς περὶ Θεοῦ γνώσεως κατημέλησαν, ἐν τῇ τῶν ματαίων ἐρεύνῃ καταγηράσαντες, ἀναγκαία ἡ τῆς παιδείας ἐπίγνωσις, πρός τε τὴν αἵρεσιν τῆς ὠφελίμου παιδείας, καὶ πρὸς τὴν ἀποφυγὴν τῆς ἀνονήτου καὶ βλαβερᾶς. Ἔστι καὶ νοῆσαι λόγους φρονήσεως τῷ προσέχοντι ταῖς Παροιμίαις, καὶ τὸ ἀπ' αὐτῶν ὠφέλιμον μὴ ἀργῶς δεχομένῳ. Τὴν φρόνησιν τοίνυν ἐπιστάμεθα οὖσαν μίαν τῶν γενικῶν ἀρετῶν, καθ' ἣν ἐπιστήμονες γινόμεθα ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων οἱ ἄνθρωποι. Ὁ δὲ φρόνιμος δηλονότι παρωνύμως ἐκ τῆς φρονήσεως προσηγόρευται. Πῶς οὖν φρονιμώτατος ὁ ὄφις πάντων τῶν θηρίων μεμαρτύρηται γεγενῆσθαι;
6. And since the acquisition of branches of learning is also called discipline, according to what is written concerning Moses, that He was instructed in all the wisdom of the Egyptians, not to apply oneself to just any chance studies, but to know the most useful discipline, is no small thing towards salvation. For already some, either devoting their leisure to geometry, which the Egyptians invented, or to astrology, which was held in honour among the Chaldaeans, or in general occupying their study of things on high with figures and shadows, have disdained the instruction that comes from the divine oracles. Moreover, poetry too, and rhetoric, and the invention of sophisms have occupied many; the matter of which things is falsehood. For neither can poetry subsist without myth; nor rhetoric without artifice in speaking; nor sophistry without fallacies. Since, therefore, many in their zeal concerning these things have neglected the knowledge concerning God, growing old in the investigation of vanities, the discernment of discipline is necessary, both for the choice of beneficial discipline and for the avoidance of that which is unprofitable and harmful. It is possible also to understand words of prudence for him who attends to the Proverbs and receives the benefit from them not idly. Prudence, accordingly, we know to be one of the general virtues, whereby we human beings become knowledgeable of things good and bad and indifferent. And the prudent man, plainly, has been named paronymously from prudence. How, then, has the serpent been testified to have been the most prudent of all the wild beasts?
Notes, col. 397

On the reading

Printed Αιγυπτίων, for Αἰγυπτίων.

PG 31:400Read from the page
Καὶ πάλιν ὁ Κύριος· Γίνεσθε φρονιμοι, ὡς οι ὄφεις. Καὶ φρόνιμος ὁ οἰκονόμος τῆς ἀδικίας. Ἦ δῆλον, ὅτι διπλοῦν ἐστι τὸ τῆς φρονήσεως ὄνομα; Ἡ μὲν γάρ τίς ἐστι φυλακὴ τοῦ οἰκείου συμφέροντος μετὰ τῆς τοῦ πλησίον ἐπιβουλῆς, οἵα ἡ τοῦ ὄφεως, τὴν κεφαλὴν ἑαυτοῦ συντηροῦντος. Ἥδε τις ἔοικεν εἶναι κακεντρέχεια τρόπων, ὀξέως τὸ ἴδιον λυσιτελὲς ἐξευρίσκουσα, καὶ συναρπάζουσα τοὺς ἀκεραιοτέρους· ὁποία ἡ τοῦ οἰκονόμου τῆς ἀδικίας. Ἡ δὲ ἀληθὴς φρόνησις διάγνωσίς ἐστι τῶν ποιητέων καὶ οὐ ποιητέων· ᾗ ὁ κατακολουθῶν οὐδέποτε μὲν τῶν τῆς ἀρετῆς ἔργων ἐκστήσεται, οὐδέποτε δὲ τῷ ὀλέθρῳ τῆς κακίας περιπαρήσεται. Ὁ τοίνυν νοῶν λόγους φρονήσεως οἶδε μὲν τίνες σοφισματώδεις καὶ ἀπατηλοὶ, τίνες δὲ οἱ περὶ τῶν κατὰ τὸν βίον πρακτέων τὰ βέλτιστα ἡμῖν ὑποτιθέμενοι· καὶ ὡς δόκιμος τραπεζίτης, τὸ μὲν δόκιμον καθέξει, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀφέξεται. Αὕτη ἡ φρόνησις χαρίζεται τῷ οἰκοδομοῦντι τὴν ἑαυτοῦ οἰκίαν, τὸν θεμέλιον αὐτοῦ τιθέναι ἐπὶ τὴν πέτραν, τουτέστι, τῇ πίστει τῇ εἰς Χριστὸν ἐπερείδεσθαι, ὥστε ασειστον διαμένειν ἐν βροχαῖς καὶ ἀνέμοις καὶ ποταμῶν προσβολαῖς. Τὸ γὰρ ἐν πειρασμοῖς ἀσάλευτον, τοῖς τε ἀνθρωπίνοις καὶ τοῖς ἄνωθεν ἡμῖν ἐπαγομένοις, διὰ τῶν τοιούτων τῆς παραβολῆς λόγων ὁ Κύριος ἡμῖν ἐνεδείξατο. Διδάσκει δὲ καὶ μὴ καταμελεῖν τῶν ἀναγκαίων, ἀλλὰ πρὸ καιροῦ παρεσκευασμένους τῆς ζωῆς τὰ ἐφόδια, ἐν τῇ ἑτοιμασίᾳ τῆς καρδίας ἀναμένειν τοῦ νυμφίου τὴν παρουσίαν. Αἱ φρόνιμοι γὰρ, φησὶ, παρθένοι, διὰ τὸ ἔχειν ἐν ταῖς λαμπάσι τὸ ἔλαιον, συνεισῆλθον τῷ νυμφίῳ· αἱ δὲ μωραὶ διὰ τὸ ἀνέτοιμον ἑαυτῶν, τῆς χαρᾶς τοῦ νυμφῶνος ἀπηλλοτριώθησαν.
And again the Lord [says]: Become prudent as serpents. And the steward of unrighteousness [is called] prudent. Is it not plain that the name of prudence is twofold? For one kind is a guarding of one's own advantage together with plotting against one's neighbour, such as that of the serpent, which preserves its own head. This seems to be a certain maliciousness of character, keenly finding out what is profitable for itself and carrying away the more guileless; such as was that of the steward of unrighteousness. True prudence, on the other hand, is the discernment of things to be done and not to be done; following which, a man will never depart from the works of virtue, and will never be pierced through by the ruin of vice. He, therefore, who understands words of prudence knows on the one hand which [words] are sophistical and deceitful, and on the other which are those that suggest to us what is best concerning the actions to be done in life; and like an approved money-changer, he will hold fast what is genuine, and abstain from every evil form. This prudence grants to him who builds his house to lay its foundation upon the rock, that is, to rest firmly upon faith in Christ, so as to remain unshaken in rains and winds and the onslaughts of rivers. For steadfastness in trials, both those that are human and those brought upon us from above, the Lord showed forth to us through such words of the parable. And He teaches us also not to neglect things that are necessary, but having prepared beforehand the provisions for life, in readiness of heart to await the coming of the bridegroom. For the prudent virgins, He says, because they had oil in their lamps, entered in together with the bridegroom; whereas the foolish ones, because of their unreadiness, were estranged from the joy of the bridal chamber.
7. Μετὰ τοῦτο, ἴδωμεν τί ἐστι δέξασθαι στροφὰς λόγων. Ὁ μὲν ἀληθὴς λόγος, καὶ ἀπὸ ὑγιοῦς διανοίας προϊὼν, ἁπλοῦς ἐστι καὶ μονότροπος, τὰ αὐτὰ λέγων πάντοτε περὶ τῶν αὐτῶν· ὁ δὲ ποικίλος καὶ ἔντεχνος πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία κατασχηματίζεται, καὶ στρέφεται στροφας ἀμυθήτους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορφούμενος. Πρὸς οὖν τὸ δύνασθαι ἡμᾶς ἰσχυρῶς ἀντέχειν τῇ ἀπὸ τῶν τεχνικῶν λόγων προσβολῇ μέγα όφελος αἱ Παροιμίαι χαρίζονται. Διότι ὁ προσέχων αὐταῖς, καὶ τὰς ἀπ' αὐτῶν παραινέσεις μὴ ἀργῶς προσιέμενος, οἱονεὶ καθωπλισμένος τῇ ἐμπειρίᾳ, δέχεται ἀβλαβῶς τὰς στροφὰς τῶν λόγων, μήτε περιτρεπό-
7. After this, let us see what it is to receive turns of words. True speech, proceeding from a sound mind, is simple and uniform, always saying the same things about the same matters; whereas subtle and artful speech, having much that is entangled and contrived, assumes myriad guises and twists itself through untold turns, transforming itself to suit the pleasure of those whom it meets. Towards enabling us, therefore, to withstand strongly the assault that comes from artful speeches, the Proverbs bestow great benefit. Because he who attends to them, and admits the exhortations from them not idly, being as it were armed with experience, receives without harm the turns of words, neither being overturned
Notes, col. 400

On the reading

Printed φρονιμοι, for φρόνιμοι.

Printed οι, for οἱ.

Printed ασειστον, for ἄσειστον.

Printed στροφας, for στροφὰς.

Printed όφελος, for ὄφελος.

PG 31:401Read from the page
μενος ὑπ' αὐτῶν, μήτε ἐξανιστάμενός που τῆς ἀληθείας. Ὅταν γὰρ ἄλλως μὲν φύσεως ἔχῃ τὰ πράγματα, ἄλλως δὲ οἱ λόγοι περὶ αὐτῶν ἀναπείθωσι, στροφή τίς ἐστι, μᾶλλον δὲ διαστροφὴ, ὑπὸ τοῦ λόγου περὶ τὴν ἀλήθειαν γινομένη. Καὶ ὁ ἄλλος μὲν φαινόμενος, ἄλλος δὲ ὢν κατὰ ἀλήθειαν, στροφαῖς κέχρηται λόγων, ἀπατῶν τοὺς συνόντας, ὥσπερ τοὺς κύνας λαγωοὶ καὶ ἀλώπεκες, ἑτέραν δεικνύντες, καὶ ἑτέραν τρεπόμενοι. Ἢ στροφαί τινές εἰσι λόγων αἱ ἐκ τῆς ψευδωνύμου γνώσεως ἀντιθέσεις. Οὐ καταδεχόμενοι γὰρ τὸ ἁπλοῦν τῆς πνευματικῆς διδασκαλίας, οἱ ἐκ τῆς διαλεκτικῆς πρὸς τὰς ἀντιλογίας ἠκονημένοι, περιτρέπουσι πολλάκις τὴν ἰσχὺν τῆς ἀληθείας τῇ πιθανολογίᾳ τῶν σοφισμάτων. Δέχεται οὖν ταύτας τὰς στροφὰς τῶν λόγων ὁ ταῖς Παροιμίαις ὠχυρωμένος. Κἂν εὕρῃ ποτὲ προβλήματα, ἰσοπαλεῖς τὰς ἐφ' ἑκάτερον ἐπιχειρήσεις ἔχοντα, ἐν οἷς δυσδιάκριτος τοῦ πιθανωτέρου ἡ εὕρεσις· ὅμως διὰ τὸ ἐγγεγυμνάσθαι ταῖς Παροιμίαις, οὐ συγχυθήσεται τὸν νοῦν, κἂν ὅτι μάλιστα δοκῶσιν οἱ προσδιαλεγόμενοι ἐξίσου τὰς ἐκ τῶν ἐπιχειρημάτων πληγὰς ἀλλήλοις ἀντεπιφέρειν.
by them, nor departing anywhere from the truth. For whenever matters stand one way by nature, and speeches persuade otherwise concerning them, there is a certain turning, or rather perversion, wrought by speech with respect to the truth. And he who appears to be one thing, while being another in truth, employs turns of words, deceiving his companions, just as hares and foxes [deceive] hounds, showing one way and turning another. Or certain turns of words are the antitheses that come from falsely-called knowledge. For not accepting the simplicity of spiritual teaching, those sharpened by dialectic for controversies often overturn the force of the truth by the plausible reasoning of sophisms. He, therefore, who is fortified by the Proverbs receives these turns of words. And even if he should ever find problems having arguments evenly matched on either side, in which the discovery of the more plausible [view] is hard to discern; nevertheless, through having been trained in the Proverbs, he will not be confounded in mind, even if the disputants seem ever so much to deal blows to one another equally from their arguments.
8. Χαρίζεται ἡ Παροιμία καὶ τὸ νοῆσαι δικαιοσύνην ἀληθῆ. Ἐπεὶ οὖν ἐστι δικαιοσύνη ἕξις ἀπονεμητικὴ τοῦ κατ' ἀξίαν· δυσθήρατον δὲ τοῦτο, τῶν μὲν διὰ τὸ περὶ τὴν φρόνησιν ἐλλειπὲς, οὐκ ἐξευρισκόντων ἑκάστῳ διανεῖμαι τὸ ἴσον, τῶν δὲ, διὰ τὸ προκατέχεσθαι ὑπὸ παθῶν ἀνθρωπίνων, ἀφανιζόντων τὸ δίκαιον, ὅταν πενήτων μὲν καταφρονῶσι, δυνάστας δὲ ἀδικοῦντας μὴ διελέγχωσι, δώσειν ὑπισχνεῖται τοῖς ἑαυτῆς μαθηταῖς ἡ βίβλος τῶν Παροιμιῶν τῆς ἀληθοῦς δικαιοσύνης τὴν γνῶσιν. Καὶ ἐπειδὴ πολλοὶ, τὸν παρὰ τῶν πολλῶν ἔπαινον θηρώμενοι, ἔργῳ μὲν τὴν ἀδικίαν καὶ τὸ πλεονεκτικὸν ὡς ὠφέλιμον πρότιμῶσι, σχήματι δὲ καὶ λόγῳ τὴν ἰσότητα καὶ τὴν δικαιοσύνην ὑπερθαυμάζουσιν· οὐδὲ τούτους ἀγνοήσει ὁ τὰς Παροιμίας πεπαιδευμένος, ἀλλὰ γνώσεται τίς ἡ κίβδηλος καὶ νενοθευμένη, καὶ τίς ἡ ἀληθινὴ καὶ ἄδολος δικαιοσύνη. Ἐπεὶ μέντοι πολλοὺς καὶ οἱ ἔξωθεν σοφοὶ κατεβάλοντο λόγους περὶ δικαιοσύνης, καὶ πιθανῶς παρακρούονται τοὺς μὴ δυναμένους τῷ ἀληθεῖ λόγῳ περὶ τοῦ σκέμματος τούτου ἐπακολουθῆσαι, ἐπαγγέλλεται γνωρίσειν ἡ βίβλος τὴν ἀληθῆ δικαιοσύνην, ὥστε τὸ ἐκ τῶν σοφισμάτων ἡμᾶς βλαβερὸν διαδρᾶναι. Ἤδη δὲ καὶ τὰ νόμιμα τῶν ἐθνῶν, πολλὴν πρὸς ἄλληλα ἔχοντα τὴν διαφορὰν, σύγχυσιν ἐμποιεῖ ταῖς διανοίαις τῶν μὴ τὸν ἀκριβῆ τῆς δικαιοσύνης λόγον κατειληφότων. Ἔνια μὲν γὰρ τῶν ἐθνῶν τὴν πατροφονίαν δικαίαν τίθενται· ἄλλα δὲ τῶν ἐθνῶν πάντα φόνον ὡς ἀνόσιον ἀποτρέπεται. Καὶ τὰ μὲν σωφροσύνην ὑπερτιμᾷ· τὰ δὲ μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς ἐπιμαίνεται. Καὶ ὅλως πολλοὶ, ἀρχαίῳ ἔθει κεκρατημένοι, τὸ μυσαρὸν τῶν γινομένων οὐ διακρίνουσιν. Ἡ δὲ βίβλος αὕτη, διδάσκουσα τὰ περὶ τῆς ἀληθοῦς δικαιοσύνης, ῥύεται τῶν ἐξ ἀλογίας παθῶν τοὺς ἀνθρώπους. Ἔστι δὲ δικαιο-
8. The Proverb grants also to understand true righteousness. Since, therefore, righteousness is a habit distributive of what is according to worth; and this is hard to capture, as some, through deficiency in prudence, do not find out how to distribute to each what is equal, while others, through being preoccupied by human passions, efface what is just, when they despise the poor and do not reprove rulers who do wrong, the book of Proverbs promises to give to its disciples the knowledge of true righteousness. And since many, hunting after praise from the multitude, in deed prefer injustice and covetousness as beneficial, while in outward show and speech they exceedingly admire equality and righteousness; neither will he who has been educated in the Proverbs be ignorant of these men, but he will know which is counterfeit and spurious righteousness, and which is genuine and unadulterated. Moreover, since the wise men outside [the Church] have also laid down many discourses concerning righteousness, and plausibly mislead those who are unable to follow true reason concerning this subject of inquiry, the book promises to make known true righteousness, so that we may escape the harm that comes from sophisms. Furthermore, the customs of the nations also, having great difference one from another, produce confusion in the minds of those who have not grasped the exact account of righteousness. For some of the nations count parricide just; whereas others of the nations shun every slaying as unholy. And some hold temperance in high honour; whereas others rave with lust after mothers and daughters and sisters. And in general many, mastered by ancient custom, do not discern the abomination of the things that are done. But this book, teaching the things concerning true righteousness, delivers human beings from passions arising out of unreason. Now righteousness
Notes, col. 401

On the reading

Printed πρότιμῶσι, for προτιμῶσι.