Migne Reading Room

PG 31 · cols. 380–389 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:380Read from the page
χρὴ, καθ' ὅσον οἷόν τε, τῆς τῶν βασκάνων ὁμιλίας τὰς φιλίας ἀπάγειν, ἔξω τῶν τοῦ φθόνου βελῶν ἑαυτοὺς ποιοῦντας. Οὐδὲ γὰρ ἄλλως δυνατὸν συμπλακῆναι τῷ φθόνῳ, μὴ δι' οἰκειότητος αὐτῷ προσεγγίσαντα. Ἐπείπερ κατὰ τὸν Σολομῶντος λόγον, Τῷ ἀνδρὶ ὁ ζῆλος παρὰ τοῦ ἑταίρου αὐτοῦ. Καὶ γὰρ οὕτως ἔχει. Οὐχὶ τῷ Αἰγυπτίῳ βασκαίνει ὁ Σκύθης, ἀλλὰ τῷ ὁμοεθνεῖ ἕκαστος· καὶ ἐν τῷ ὁμοεθνεῖ μέντοι οὐ τοῖς ἀγνοουμένοις φθονεῖ, ἀλλὰ τοῖς συνηθεστάτοις· καὶ τῶν συνήθων τοῖς γείτοσι καὶ ὁμοτέχνοις, καὶ τοῖς ἄλλοις οἰκείοις· κἀν τούτοις πάλιν, ἡλικιώταις καὶ συγγενέσι καὶ ἀδελφοῖς. Καὶ ὅλως, ὥσπερ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα, οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα. Ἐκεῖνό γε μὴν κἂν ἐπαινέσειέ τις τοῦ κακοῦ, ὅτι ὅσῳπερ ἂν σφοδρότερος κινηθῇ, τοσούτῳ χαλεπώτερός ἐστι τῷ κεκτημένῳ. Ὥσπερ γὰρ τῶν βελῶν τὰ βιαίως φερόμενα, ἐπειδὰν καρτερῷ τινι καὶ ἀντιτύπῳ προσπέσῃ, ἐπὶ τὸν προέμενον ἐπανέρχεται· οὕτω καὶ τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινόμενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου. Τίς γὰρ λυπούμενος ἠλάττωσέ ποτε τὰ τοῦ πλησίον καλά; Ἑαυτὸν μέντοι προσανάλωσε ταῖς λύπαις κατατηκόμενος. Ἤδη δὲ καὶ τῶν ἰοβόλων αὐτῶν ὀλεθριώτεροι εἶναι οἱ νοσοῦντες τὴν βασκανίαν ὑπονενόηνται· εἴπερ τὰ μὲν διὰ πληγῆς ἐνίησι τὸν ἰὸν, καὶ κατὰ μικρὸν σηπεδόσι τὸ δηχθὲν ἐπινέμεται· τοὺς δὲ φθονερούς τινες οἴονται καὶ δι' ὀφθαλμῶν μόνων τὴν βλάβην ἐπιβάλλειν· ὥστε τὰ εὐεκτικὰ σώματα, καὶ ἐκ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς εἰς τὴν ἄκραν ὥραν ὑπερανθήσαντα, τήκεσθαι παρ' αὐτῶν καταβασκαινόμενα, καὶ ὅλον ἀθρόως συναναιρεῖσθαι τὸν ὄγκον, οἷον ῥεύματός τινος ὀλεθρίου ἐκ τῶν φθονερῶν ὀφθαλμῶν ἀποῤῥέοντος, καὶ λυμαινομένου καὶ διαφθείροντος. Ἐγὼ δὲ τοῦτον μὲν τὸν λόγον ἀποπέμπομαι, ὡς δημώδη καὶ τῇ γυναικωνίτιδι παρεισαχθέντα ὑπὸ γραϊδίων· ἐκεῖνο δέ φημι, ὅτι οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας ἑαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως αὐταῖς πρὸς τὸ ἴδιον ἀποκέχρηνται βούλημα· ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων εἰς ὑπηρεσίαν χρῆσθαι τοῦ ἰδίου θελήματος. Εἶτα οὐ φρίσσεις ὑπηρέτην σεαυτὸν ποιῶν δαίμονος ὀλεθρίου, ἀλλ' ὑποδέχῃ κακὸν, δι' οὗ ἐχθρὸς μὲν γενήσῃ τῶν μηδὲν ἀδικούντων, ἐχθρὸς δὲ Θεοῦ τοῦ ἀγαθοῦ καὶ ἀφθόνου;
must we, so far as is possible, withdraw our friendships from the company of envious men, placing ourselves outside the shafts of envy. For neither is it otherwise possible to become entangled with envy, unless one has drawn near to it through familiarity. Since indeed, according to the saying of Solomon, A man's jealousy is from his comrade. And in fact so it is. The Scythian does not begrudge the Egyptian, but each man one of his own nation; and within his own nation, moreover, he envies not those unknown to him, but those most familiar; and among those familiar, his neighbours and fellow craftsmen, and others close to him; and among these again, his peers in age and kinsfolk and brothers. And in general, just as blight is a disease proper to grain, so envy is an infirmity of friendship. Yet one might almost praise this feature of the evil, that the more violently it is stirred up, the harsher it is to him who possesses it. For just as shafts sped with force, whenever they strike something firm and resistant, rebound upon him who shot them; so too the movements of envy, harming in no way him who is envied, become wounds of the envious man himself. For who by grieving has ever diminished his neighbour's good things? Rather, he has consumed himself besides, wasting away in his griefs. Indeed those who suffer from the sickness of envy have even been supposed to be more destructive than venomous creatures themselves; since those inject their venom through a wound, and little by little the bitten part is fed upon by putrefactions; whereas envious men some suppose to inflict harm even through the eyes alone; so that bodies in good condition, having blossomed exceedingly out of the prime of youth into the height of beauty, waste away when bewitched by their envy, and their whole frame is all at once destroyed together, as though some destructive stream were flowing forth out of the envious eyes, and ravaging and corrupting. Now I for my part dismiss this account, as vulgar and brought covertly into the women's quarters by old crones; yet this I say, that the demons who hate the good, whenever they find dispositions akin to themselves, make full use of them in every way for their own purpose; so as to use even the eyes of envious men for the service of their own will. Do you not shudder, then, at making yourself a servant of a destructive demon, receiving instead an evil through which you will become an enemy of those who do no wrong, and an enemy of God Who is good and free from envy?
5. Φύγωμεν κακὸν ἀφόρητον. Ὄφεώς ἐστι δίδαγμα, δαιμόνων εὕρημα, ἐχθροῦ ἐπισπορὰ, ἀῤῥαβὼν κολάσεως, ἐμπόδιον εὐσεβείας, ὁδὸς ἐπὶ γέενναν, στέρησις βασιλείας. Δῆλοι δέ πως καὶ αὐτῷ τῷ προσώπῳ τυγχάνουσιν οἱ φθονοῦντες. Ὄμμα τούτοις ξηρὸν καὶ ἀλαμπὲς, παρειὰ κατηφὴς, ὀφρὺς συμπε-
5. Let us flee an unbearable evil. It is a teaching of the serpent, a contrivance of demons, an oversowing of the enemy, an earnest of punishment, a hindrance to godliness, a road unto Gehenna, a deprivation of the kingdom. Moreover, those who envy are somehow manifest even by their very countenance. Their eye is dry and lustreless, their cheek downcast, their brow con-
PG 31:381Read from the page
πτωκυῖα, ἡ ψυχὴ τῷ πάθει συγκεχυμένη, τὸ τῆς ἀληθείας κριτήριον ἐπὶ τῶν πραγμάτων οὐχ ἔχουσα. Οὐ πρᾶξις κατ' ἀρετὴν ἐπαινετὴ παρ' ἐκείνοις, οὐ λόγου δύναμις σεμνότητι κεκοσμημένη καὶ χάρισιν, οὐκ ἄλλο τι τῶν ζηλωτῶν καὶ περιβλέπτων οὐδέν. Ὥσπερ δὲ οἱ γῦπες πρὸς τὰ δυσώδη φέρονται, πολλοὺς μὲν λειμῶνας, πολλοὺς δὲ ἡδεῖς καὶ εὐώδεις τόπους ὑπεριπτάμενοι· καὶ αἱ μυῖαι τὸ μὲν ὑγιαῖνον παρατρέχουσι, πρὸς δὲ τὸ ἕλκος ἐπείγονται· οὕτως οἱ βάσκανοι τὰς μὲν τοῦ βίου λαμπρότητας καὶ τὰ μεγέθη τῶν κατορθουμένων οὐδὲ προσβλέπουσι, τοῖς δὲ σαθροῖς ἐπιτίθενται· κἄν τι προσπταῖσαι συμβῇ, οἷα πολλὰ τὰ ἀνθρώπινα, τοῦτο δημοσιεύουσι, καὶ ἀπὸ τούτων τοὺς ἄνδρας γνωρίζειν βούλονται· ὥσπερ οἱ πονηροὶ τῶν ζωγράφων ἀπὸ τῆς ἐνδιαστρόφου ῥινὸς, ἢ ἀπό τινος οὐλῆς ἢ κολοβώματος, ἐκ φύσεως ἢ ἐκ πάθους ἐπισυμβάντος, τὰς μορφὰς τῶν γραφομένων ἀποσημαίνοντες. Δεινοὶ δὲ ταῖς εἰς τὸ χεῖρον παρατροπαῖς τὸ ἐπαινετὸν διαπτύσαι, καὶ ἐκ τῆς γείτονος κακίας τὴν ἀρετὴν διαβαλεῖν. Θρασὺν μὲν γὰρ λέγουσι τὸν ἀνδρεῖον, ἀνάλγητον δὲ τὸν σώφρονα· τὸν δίκαιον ἀπηνῆ· κακοῦργον τὸν φρόνιμον. Καὶ τὸν μεγαλοπρεπῆ μὲν ὡς βάναυσον διαβάλλουσι, τὸν ἐλευθέριον δὲ ὡς ἄσωτον· πάλιν τὸν οἰκονομικὸν φειδωλόν. Καὶ ὅλως, πάντα τὰ τῆς ἀρετῆς εἴδη οὐκ ἀπορεῖ παρ' αὐτοῖς ὀνόματος ἐκ τῆς ἀντικειμένης κακίας μετενεχθέντος. Τί οὖν; ἐν τῇ κατηγορίᾳ τοῦ κακοῦ τὸν λόγον στήσομεν; Ἀλλὰ τοῦτο ὥσπερ ἥμισύ τί ἐστι τῆς ἰατρείας. Τὸ μὲν γὰρ δεῖξαι τῷ κάμνοντι τῆς νόσου τὸ μέγεθος, ὥστε ἀξίαν ἐμποιῆσαι αὐτῷ τοῦ κακοῦ τὴν φροντίδα, οὐκ ἄχρηστον· τὸ δὲ ἄχρι τούτου καταλιπεῖν, μὴ πρὸς τὴν ὑγίειαν χειραγωγήσαντα, οὐδὲν ἕτερόν ἐστιν ἢ ἔκδοτον ἀφεῖναι τῇ ἀῤῥωστίᾳ τὸν κάμνοντα. Τί οὖν; πῶς ἂν μὴ πάθοιμεν ἐξ ἀρχῆς τὴν νόσον, ἢ ὑπαχθέντες ἐκφύγοιμεν; Εἰ πρῶτον μὲν μηδὲν μέγα, μηδὲ ὑπερφυὲς τῶν ἀνθρωπίνων κρίνοιμεν· μὴ εὐπορίαν τὴν ἐν ἀνθρώποις· μὴ δόξαν τὴν ἀπανθοῦσαν· μὴ σώματος εὐεξίαν. Οὐ γὰρ ἐν τοῖς παρερχομένοις ὁριζόμεθα εἶναι τὸ ἀγαθὸν, ἀλλ' ἐπὶ αἰωνίων ἀγαθῶν καὶ ἀληθινῶν μετουσίαν κεκλήμεθα. Ὥστε ὁ πλουτῶν οὔπω ζηλωτός ἐστι διὰ τὸν πλοῦτον· οὐχ ὁ δυνάστης διὰ τὸν ὄγκον τοῦ ἀξιώματος, οὐχ ὁ ἰσχυρὸς διὰ τὴν ῥώμην τοῦ σώματος, οὐχ ὁ σοφὸς διὰ τὴν τοῦ λόγου περιουσίαν. Ὄργανα γάρ ἐστι ταῦτα τῆς ἀρετῆς τοῖς καλῶς κεχρημένοις, οὐκ αὐτὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ μακάριον. Ὁ μὲν οὖν κακῶς αὐτοῖς κεχρημένος, ἐλεεινὸς, ὡς ὁ τῷ ξίφει, ὃ ἔλαβε πρὸς τὴν τῶν πολεμίων ἄμυναν, τούτῳ ἑκουσίως ἑαυτὸν κατατιτρώσκων· εἰ
tracted, their soul confounded by the passion, possessing no criterion of truth in affairs. No virtuous action is praiseworthy among them, no power of speech adorned with gravity and graces, nor anything else at all of things enviable and admired. And just as vultures are borne towards foul-smelling things, flying past many meadows and many pleasant and fragrant places; and flies pass by what is sound, and hasten towards the sore; so envious men do not even look upon the splendours of life and the greatness of right achievements, but set upon what is unsound; and even if someone happens to stumble, as happens much in human affairs, they publish this abroad, and wish men to be known from these things; just like base painters who depict the forms of their subjects from a crooked nose, or from some scar or mutilation that has occurred by nature or from an affliction. And they are clever at spurning what is praiseworthy by perverting it for the worse, and at slandering virtue from its neighbouring vice. For they call the courageous man rash, and the temperate man insensible; the just man harsh; the prudent man an evildoer. And they slander the munificent man as vulgar, and the generous man as prodigal; again, the thrifty man as stingy. And in general, no form of virtue lacks among them a name transferred from the opposite vice. What then? Shall we halt our discourse at the accusation of the evil? Yet this is, as it were, some half of the cure. For to show the sick man the magnitude of the disease, so as to instil in him due concern regarding the evil, is not useless; yet to leave off at this point, without leading him by the hand towards health, is nothing other than to abandon the sick man given over to his infirmity. What then? How might we avoid suffering the disease from the outset, or, once brought under it, escape? If first of all we judge nothing among human things to be great or extraordinary: not wealth among men; not glory that fades away; not good bodily condition. For we do not define the good as lying in things that pass away, but we have been called unto participation in eternal and true goods. Consequently, the rich man is not yet enviable on account of wealth; nor the ruler on account of the grandeur of his rank, nor the strong man on account of the strength of his body, nor the wise man on account of the abundance of his eloquence. For these things are instruments of virtue for those who use them well, not containing blessedness in themselves. He therefore who uses them ill is pitiable, like him who with the sword which he received for defence against enemies willingly wounds himself therewith; whereas if
Notes, col. 381

On the reading

Printed οὐχ ἔχουσα, for οὐκ ἔχουσα.

PG 31:384Read from the page
δὲ καλῶς καὶ κατὰ τὸν ὀρθὸν λόγον τὰ παρόντα μεταχειρίζεται, καὶ οἰκονόμος ἐστὶ τῶν παρὰ Θεοῦ, οὐχὶ δὲ πρὸς ἰδίαν ἀπόλαυσιν θησαυρίζει, ἐπαινεῖσθαι καὶ ἀγαπᾶσθαι δίκαιός ἐστι διὰ τὸ φιλάδελφον καὶ κοινωνικὸν τοῦ τρόπου. Πάλιν φρονήσει τις διαφέρει, καὶ λόγῳ Θεοῦ τετίμηται, καὶ ἐξηγητής ἐστιν ἱερῶν λογίων· μὴ φθονήσῃς τῷ τοιούτῳ, μηδὲ βουληθῇς ποτε σιωπῆσαι τὸν τῶν ἱερῶν ὑποφήτην, εἰ τῇ τοῦ Πνεύματος χάριτι ἀποδοχή τις καὶ ἔπαινος ἐκ τῶν ἀκουόντων ἀκολουθεῖ. Σὸν γάρ ἐστι τὸ ἀγαθὸν, καί σοι ἐπέμφθη διὰ τοῦ ἀδελφοῦ τῆς διδασκαλίας τὸ δῶρον, ἐὰν ὑποδέξασθαι θέλῃς. Εἶτα, πηγὴν μὲν βρύουσαν οὐδεὶς ἐμφράσσει· καὶ ἡλίου λάμποντος οὐδεὶς τὰς ὄψεις ἐπικαλύπτει, οὐδὲ βασκαίνει ἐκείνοις, ἀλλ' ἑαυτῷ συνεύχεται τὴν ἀπόλαυσιν· λόγου δὲ πνευματικοῦ ἐν Ἐκκλησίᾳ βρύοντος, καὶ καρδίας εὐσεβοῦς ἐκ τῶν χαρισμάτων τοῦ Πνεύματος πηγαζούσης, οὐχ ὑπέχεις τὰς ἀκοὰς μετ' εὐφροσύνης; οὐκ εὐχαρίστως ὑποδέχῃ τὴν ὠφέλειαν; Ἀλλὰ δάκνει σε ὁ κρότος τῶν ἀκουόντων, καὶ ἐβουλήθης ἂν μήτε τὸν ὠφελούμενον εἶναι, μήτε τὸν ἐπαινοῦντα. Τίνα ταῦτα ἀπολογίαν ἕξει ἐπὶ τοῦ κριτοῦ τῶν καρδιῶν ἡμῶν; Φύσει μὲν οὖν εἶναι καλὸν ἡγεῖσθαι χρὴ τὸ τῆς ψυχῆς ἀγαθόν· τὸν δὲ ὑπερανθοῦντα τῷ πλούτῳ, καὶ δυναστείᾳ μέγα φρονοῦντα, καὶ εὐεξίᾳ σώματος, καὶ καλῶς μὲν κεχρημένον οἷς ἔχει, ἀγαπᾶν καὶ περιέπειν, ὡς κοινὰ τὰ τοῦ βίου ὄργανα κεκτημένον, εἴπερ δὴ ταῦτα κατὰ τὸν ὀρθὸν λόγον μεταχειρίζοιτο· ὡς τῇ μὲν τῶν χρημάτων χορηγίᾳ ἄφθονος εἶναι τοῖς δεομένοις, τῷ σώματι δὲ ὑπηρεσίαν παρέχειν τοῖς ἀσθενοῦσι· πᾶσαν δὲ τὴν λοιπὴν περιουσίαν οὐ μᾶλλον ἑαυτοῦ νομίζειν, ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιδεομένων· τὸν δὲ μὴ οὕτω πρὸς ταῦτα διακείμενον ἄθλιον τίθεσθαι μᾶλλον ἢ ἐπίφθονον, εἰ μείζονας ἔχει πρὸς τὸ κακὸς εἶναι τὰς ἀφορμάς. Τοῦτο γάρ ἐστιν ἐκ πλείονος τῆς παρασκευῆς καὶ πραγματείας ἀπόλλυσθαι. Εἰ μὲν γὰρ ἐφόδιον πρὸς ἀδικίαν ὁ πλοῦτος, ἐλεεινὸς ὁ πλουτῶν· εἰ δὲ ὑπηρεσία πρὸς ἀρετὴν, οὐκ ἔχει χώραν ἡ βασκανία, κοινῆς τῆς ἀπ' αὐτῶν ὠφελείας ἅπασι προκειμένης· πλὴν εἰ μή τις ἄρα τῇ περιουσίᾳ τῆς πονηρίας καὶ ἑαυτῷ βασκαίνοι τῶν ἀγαθῶν. Ὅλως δὲ, ὑπερκύψας τῷ λογισμῷ τὰ ἀνθρώπινα, καὶ πρὸς τὸ ὄντως καλὸν καὶ ἐπαινετὸν ἀπιδὼν, πολλοῦ ἄν τι δέοις τῶν φθαρτῶν καὶ γηῖνων μακαριστὸν κρῖναι καὶ ζηλωτόν. Οὕτω δὲ ἔχοντι, καὶ μὴ ὡς ἐπὶ μεγάλοις ἐκπεπληγμένῳ τοῖς κοσμικοῖς, ἀμήχανόν ποτε παραγενέσθαι τὸν φθόνον. Εἰ δὲ πάντως δόξης ἐπιθυμεῖς, καὶ βούλει τῶν πολλῶν ὑπερφαίνεσθαι, καὶ διὰ τοῦτο οὐκ ἀνέχῃ δεύτερος
he handles things present well and according to right reason, and is a steward of the things from God, and does not lay up treasure for his own enjoyment, he deserves to be praised and loved on account of his brotherly and generous disposition. Again, someone excels in prudence, and has been honoured with the word of God, and is an expounder of sacred oracles: do not envy such a man, nor ever wish the interpreter of sacred things to fall silent, if by the grace of the Spirit some acceptance and praise follow from the hearers. For the good is yours, and to you was sent through your brother the gift of teaching, if you are willing to welcome it. Furthermore, no one stops up a gushing spring; and when the sun shines no one covers his eyes, or envies those who behold it, but prays to share the enjoyment for himself; yet when spiritual discourse gushes forth in the Church, and a devout heart wells up from the gifts of the Spirit, do you not lend your ears with gladness? Do you not thankfully welcome the benefit? Instead, the applause of the hearers stings you, and you would wish that there were neither anyone profited nor anyone praising. What defence will these things have before the Judge of our hearts? By nature, then, one must account the good of the soul to be noble; and him who flourishes exceedingly in wealth, and thinks greatly in power and good bodily condition, and makes good use of what he has, we ought to love and cherish, as possessing in common the instruments of life, if indeed he handles these according to right reason: so as to be ungrudging to the needy in the supply of money, and with his body to render service to the weak; and to consider all the rest of his abundance no more his own than belonging to any one whatsoever of those in need; whereas him who is not thus disposed towards these things we ought to reckon wretched rather than enviable, seeing that he possesses greater occasions for being wicked. For this is to perish with greater equipment and trouble. For if wealth is a provision for unrighteousness, pitiable is the rich man; whereas if it is a service unto virtue, envy has no place, since the common benefit therefrom lies open to all; unless indeed someone out of an excess of wickedness should begrudge even himself good things. And in general, rising above human affairs in thought, and looking away towards what is truly noble and praiseworthy, you would be far from judging anything corruptible and earthly to be blessed and enviable. And to one so disposed, and not dazzled by worldly things as though they were great, it is impossible that envy should ever come near. Yet if by all means you desire glory, and wish to outshine the multitude, and on this account cannot bear to be second
Notes, col. 384

On the reading

Printed γηῖνων, for γηΐνων.

PG 31:385Read from the page
εἶναι (ἔστι γὰρ οὖν δὴ καὶ τοῦτο πρὸς τὸ φθονεῖν ἀφορμή), σὺ δὲ ἐπὶ τὴν κτῆσιν τῆς ἀρετῆς, ὥσπερ τι ῥεῦμα, μετάθες σεαυτοῦ τὸ φιλότιμον. Μὴ γὰρ πάντως πλουτεῖν ἐκ παντὸς τρόπου βούλου, μηδὲ εὐδόκιμος εἶναι ἐκ τῶν τοῦ κόσμου πραγμάτων. Οὐ γὰρ ἐπὶ σοὶ ταῦτα· ἀλλὰ δίκαιος ἔσο, καὶ σώφρων, καὶ φρόνιμος, καὶ ἀνδρεῖος, καὶ ὑπομονητικὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας παθήμασιν. Οὕτω γὰρ καὶ σεαυτὸν σώσεις, καὶ ἐπὶ μείζοσιν ἀγαθοῖς μείζονα ἕξεις τὴν περιφάνειαν. Ἡ μὲν γὰρ ἀρετὴ ἐφ' ἡμῖν, καὶ δυνατὴ κτηθῆναι τῷ φιλοπόνῳ· ἡ δὲ τῶν χρημάτων περιβολὴ, καὶ ὥρα σώματος, καὶ ὄγκος ἀξιωμάτων, οὐκ ἐφ' ἡμῖν. Εἰ τοίνυν καὶ μεῖζον ἀγαθὸν ἡ ἀρετὴ καὶ διαρκέστερον, καὶ ὁμολογουμένην παρὰ πάντων ἔχουσα τὴν προτίμησιν, ταύτην ἡμῖν διωκτέον· ἣν ἐγγενέσθαι τῇ ψυχῇ, ἀπό τε τῶν ἄλλων παθῶν καὶ μάλιστα δὴ πάντων ἀπὸ τῆς βασκανίας μὴ καθαρευούσῃ, ἀμήχανον.
(for this too indeed is an occasion for envying), divert your ambition, like some stream, unto the acquisition of virtue. Do not wish at all costs to grow rich by every means, nor to win repute from the affairs of the world. For these things are not in your power; rather, be just, and temperate, and prudent, and courageous, and patient in sufferings on behalf of godliness. For thus you will both save yourself, and obtain greater renown upon greater goods. For virtue is in our power, and able to be acquired by the industrious man; whereas the compassing of wealth, and beauty of body, and grandeur of dignities, are not in our power. If therefore virtue is both a greater good and more enduring, and holds a pre-eminence acknowledged by all, this we must pursue; yet for it to arise in a soul not cleansed both from the other passions and most of all from envy is impossible.
6. Οὐχ ὁρᾷς ἡλίκον κακὸν ἡ ὑπόκρισις; Καὶ αὕτη καρπός ἐστι τοῦ φθόνου. Τὸ γὰρ διπλοῦν τοῦ ἤθους ἐκ φθόνου μάλιστα τοῖς ἀνθρώποις ἐγγίνεται, ὅταν, τὸ μῖσος ἐν τῷ βάθει κατέχοντες, ἀγάπῃ δεικνύωσι κατακεχρωσμένην τὴν ἐπιφάνειαν· κατὰ τὰς ὑφάλους πέτρας, αἳ, βραχεῖ ὕδατι καλυπτόμεναι, κακὸν ἀπροόρατον τοῖς ἀφυλάκτοις γίνονται. Εἰ τοίνυν καὶ θάνατος ἡμῖν ἐκεῖθεν ὥσπερ ἐκ πηγῆς ἐπεῤῥύη, ἀγαθῶν ἔκπτωσις, Θεοῦ ἀλλοτρίωσις, θεσμῶν σύγχυσις, καὶ ἀνατροπὴ πάντων ὁμοῦ τῶν κατὰ τὸν βίον καλῶν· πεισθῶμεν τῷ Ἀποστόλῳ, καὶ Μὴ γενώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες· ἀλλὰ μᾶλλον χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, ὡς καὶ ὁ Θεὸς ἐχαρίσατο ἡμῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ ἡ δόξα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
6. Do you not see how great an evil hypocrisy is? This too is a fruit of envy. For duplicity of character arises in men above all from envy, whenever, holding hatred fast in the depth, they display the surface coloured over with love; like sunken reefs which, covered by shallow water, become an unforeseen evil to the unwary. If therefore death also flowed in upon us from thence as from a spring, loss of good things, estrangement from God, confusion of ordinances, and the overthrow of all noble things in life together; let us obey the Apostle, and Let us not become vainglorious, provoking one another, envying one another; but rather kind, tender-hearted, forgiving one another, even as God also forgave us, in Christ Jesus our Lord, with Whom be glory to the Father together with the Holy Spirit unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΙΒʹ.
Homily XII.
Εἰς τὴν ἀρχὴν τῶν Παροιμιῶν.
On the Beginning of Proverbs.
1. Ἀγαθὸς ὁ τῆς εὐπειθείας μισθός. Ὑπακούσωμεν τοίνυν χρηστῷ Πατρὶ, προβάλλοντι ἡμῖν ἀγωνίσματα ἐκ τῶν λογίων τοῦ Πνεύματος· ὃς κατὰ τοὺς ἐμπείρους τῶν θηρευτῶν ἐν δυσβάτοις χωρίοις, οἷον σκύλακός τινος, τὴν πεῖραν τοῦ δρόμου λαμβάνειν βούλεται. Προέβαλε δὲ ἡμῖν εἰς ἐξήγησιν τὸ προοίμιον τῶν Παροιμιῶν. Ὅπως δὲ δυσθήρατος τῆς λέ-
1. Good is the reward of obedience. Let us obey, therefore, a kind Father, who sets before us contests from the oracles of the Spirit; who, like experienced huntsmen in rough terrain, wishes to make trial of our running, as of some young hound. And he has set before us for exposition the proem of Proverbs. Now how hard to hunt down is the sense of this dic-
PG 31:388Read from the page
ξεως ταύτης ὁ νοῦς, παντὶ γνώριμον τῷ καὶ μικρὸν ἐπιστήσαντι. Πλὴν οὐκ ἀποκνητέον πρὸς τὴν ἐγχείρησιν, τὴν ἐλπίδα θεμένους ἐπὶ τὸν Κύριον, ὃς, διὰ τῶν προσευχῶν τοῦ ποιμένος, δώσει λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Τρεῖς τὰς πάσας ἔγνωμεν πραγματείας τοῦ σοφωτάτου Σολομῶντος· τήν τε τῶν Παροιμιῶν τούτων, καὶ τὴν τοῦ Εκκλησιαστοῦ, καὶ τὴν τοῦ ᾌσματος τῶν ᾀσμάτων· ἑκάστην πρὸς ἴδιον σκοπὸν συντεταγμένην· πᾶσαι μέντοι ἐπ' ὠφελείᾳ τῶν ἀνθρώπων ἐγράφησαν. Ἡ μὲν γὰρ Παροιμία παίδευσίς ἐστιν ἠθῶν, καὶ παθῶν ἐπανόρθωσις, καὶ ὅλως διδασκαλία βίου, πυκνὰς τὰς ὑποθήκας περιέχουσα τῶν πρακτέων· ὁ δὲ Ἐκκλησιαστὴς φυσιολογίας ἅπτεται, καὶ ἀποκαλύπτει ἡμῖν τῶν ἐν τῷ κόσμῳ τούτῳ τὴν ματαιότητα· ὥστε μὴ ἡγεῖσθαι περισπούδαστα εἶναι τὰ παρερχόμενα, μηδὲ τοῖς ματαίοις προσαναλίσκειν τῆς ψυχῆς τὰς φροντίδας. Τὸ δὲ ᾌσμα τῶν ᾀσμάτων τὸν τρόπον ὑποδείκνυσι τῆς τελειώσεως τῶν ψυχῶν. Περιέχει γὰρ συμφωνίαν νύμφης καὶ νυμφίου· τουτέστι, ψυχῆς οἰκείωσιν πρὸς τὸν Θεὸν Λόγον. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
tion is known to everyone who has paid even slight attention. Nevertheless, we must not shrink from the undertaking, having placed our hope upon the Lord, Who, through the prayers of our shepherd, will give utterance to us in the opening of our mouth. We know three treatises in all of the most wise Solomon: that of these Proverbs, and that of Ecclesiastes, and that of the Song of Songs; each composed towards its own aim, yet all written for the benefit of mankind. For Proverbs is an education of character, and a correction of passions, and in general a teaching of life, containing frequent precepts regarding things to be done; Ecclesiastes touches upon the study of nature, and reveals to us the vanity of the things in this world, so that we may not account passing things worthy of eager pursuit, nor expend the cares of our soul upon vain things. And the Song of Songs points out the manner of the perfection of souls. For it contains the harmony of bride and bridegroom: that is, the kinship of the soul with God the Word. But let us return to the subject set before us.
2. Παροιμίαι Σολομῶντος υἱοῦ Δαβὶδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ. Τὸ τῶν παροιμιῶν ὄνομα ἐπὶ τῶν δημωδεστέρων λόγων παρὰ τοῖς ἔξωθεν τέτακται, καὶ ἐπὶ τῶν ἐν ταῖς ὁδοῖς λαλουμένων, ὡς τὰ πολλά· οἶμος γὰρ παρ' αὐτοῖς ἡ ὁδὸς ὀνομάζεται, ὅθεν καὶ τὴν παροιμίαν ὡρίζοντο, ῥῆμα παρόδιον τετριμμένον ἐν τῇ χρήσει τῶν πολλῶν, καὶ ἀπὸ ὀλίγων ἐπὶ πλείονα ὅμοια μεταληφθῆναι δυνάμενον. Παρὰ δὲ ἡμῖν παροιμία ἐστὶ λόγος ὠφέλιμος, μετ' ἐπικρύψεως μετρίας ἐκδεδομένος, πολὺ μὲν τὸ αὐτόθεν χρήσιμον περιέχων, πολλὴν δὲ καὶ ἐν τῷ βάθει τὴν διάνοιαν συγκαλύπτων. Ὅθεν καὶ ὁ Κύριος, Ταῦτα, φησὶν, ἐν παροιμίαις ὑμῖν λελάληκα. Ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις, ἀλλὰ παῤῥησίᾳ λαλήσω ὑμῖν· ὡς τοῦ παροιμιακοῦ λόγου τὸ πεπαῤῥησιασμένον καὶ δεδημοσιευμένον τῆς διανοίας μὴ ἔχοντος, ἀλλὰ πλαγίως ἑαυτοῦ τὸ βούλημα τοῖς ἐντρεχεστέροις παραδηλοῦντος. Παροιμίαι τοίνυν Σολομῶντος· τουτέστι, λόγοι προτρεπτικοὶ, παρὰ πᾶσαν του βίου τὴν ὁδὸν χρησιμεύοντες. Προσέθηκε δὲ τὸ ὄνομα τοῦ συγγραφέως, ἵνα τῇ τοῦ προσώπου περιφανείᾳ τὸν ἀκροατὴν ἐφελκύσηται. Ἀξιοπιστία γὰρ τοῦ διδάσκοντος εὐπαράδεκτον μὲν τὸν λόγον καθίστησι, προσεχεστέρους δὲ τοὺς διδασκομένους παρασκευάζει. Παροιμίαι οὖν Σολομῶντος, Σολομῶντος ἐκείνου πρὸς ὃν εἶπεν ὁ Κύριος· Ἰδοὺ δέδωκά σοι καρ-
2. The Proverbs of Solomon the son of David, who reigned in Israel. Among outsiders the name of proverbs has been assigned to more popular sayings, and to things spoken for the most part along the roads; for among them a road is called oimos, whence too they defined a proverb as a wayside saying worn smooth in the usage of the multitude, and capable of being transferred from a few cases to many similar ones. Among us, however, a proverb is a beneficial saying, put forth with moderate concealment, containing much that is immediately useful, while veiling much meaning in its depth as well. Wherefore the Lord also says, These things have I spoken to you in proverbs. The hour is coming when I shall no longer speak to you in proverbs, but with openness of speech shall tell you; inasmuch as proverbial speech does not possess open and public disclosure of its thought, but obliquely intimates its intent to the more discerning. The Proverbs of Solomon, therefore: that is, hortatory discourses, serviceable along the whole road of life. And he prefixed the name of the author, so that by the renown of his person he might draw the hearer. For the trustworthiness of him who teaches renders the discourse readily acceptable, and makes those who are taught more attentive. The Proverbs of Solomon, then, of that Solomon unto whom the Lord said: Behold, I have given you a hear-
Notes, col. 388

On the reading

Printed Εκκλησιαστοῦ, for Ἐκκλησιαστοῦ.

Printed του, for τοῦ.

PG 31:389Read from the page
δίαν φρονίμην καὶ σοφήν· ὡς σὺ, οὐ γέγονεν ἔμπροσθέν σου· καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι· καὶ πάλιν· Ἔδωκεν ὁ Κύριος σοφίαν καὶ φρόνησιν τῷ Σαλωμὼν πολλὴν σφόδρα, καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. Καὶ ἐπληθύνθη ἡ σοφία Σαλωμὼν ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. Οὕτως ἀναγκαία ἡ τοῦ ὀνόματος προσθήκη· Παροιμίαι Σολομῶντος υἱοῦ Δαβίδ. Πρόσκειται καὶ ὁ πατὴρ, ὥστε σε γνῶναι, ὅτι σοφὸς ἦν ὁ Σολομὼν ἐκ σοφοῦ καὶ προφήτου πατρὸς, ἐκ βρέφους τὰ ἱερὰ γράμματα πεπαιδευμένος, καὶ οὐχὶ κλήρῳ τὴν ἀρχὴν λαχὼν, οὐδ' εἰς οὐδὲν αὐτῷ προσήκουσαν τὴν βασιλείαν εἰσβιασάμενος, ἀλλὰ κρίσει δικαίᾳ πατρὸς, καὶ ψήφῳ Θεοῦ τὰ πατρῷα σκῆπτρα παραλαβών. Οὗτος βασιλεὺς ἐγένετο τῆς Ἱερουσαλήμ. Οὐδὲ τοῦτο ἀργόν· μάλιστα μὲν πρὸς τὴν τῶν ὁμωνυμιῶν διάκρισιν, ἔπειτα δὲ καὶ διὰ τὴν κατασκευὴν τοῦ πολυθρυλλήτου ναοῦ· ἵνα γνωρίσῃς αὐτοῦ τὸν δημιουργὸν, καὶ πάσης τῆς κατὰ τὴν πόλιν οἰκονομίας καὶ τῶν θεσμῶν καὶ τῆς εὐταξίας τὸν αἴτιον. Μέγα δὲ συμβάλλεται πρὸς τὴν τῶν παραινέσεων παραδοχὴν καὶ τὸ βασιλέα εἶναι τὸν συγγραφέα τοῦ λόγου. Εἰ γὰρ βασιλεία ἐστὶν ἔννομος ἐπιστασία, δῆλον, ὅτι αἱ παρὰ βασιλέως διδόμεναι ὑποθῆκαι, τοῦ γε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξίου, πολὺ τὸ νόμιμον ἔχουσι, τὸ κοινῇ πᾶσι λυσιτελὲς σκοποῦσαι, καὶ οὐχὶ πρὸς τὸν σκοπὸν τῆς ἰδίας ὠφελείας συντεταγμέναι. Τοῦτο γὰρ διαφέρει τύραννος βασιλέως, ὅτι ὁ μὲν τὸ ἑαυτοῦ πανταχόθεν σκοπεῖ, ὁ δὲ τὸ τοῖς ἀρχομένοις ὠφέλιμον ἐκπορίζει. Ἀπαριθμεῖται δὲ καὶ τὰ ἐκ τῆς βίβλου χρήσιμα, τίνα καὶ πόσα τοῖς διδασκομένοις προσγίνεται.
an understanding and wise heart; like you there has been none before you, and after you there shall not arise one like you (3 Kgs. 3:12); and again: The Lord gave wisdom and understanding to Solomon exceedingly much, and largeness of heart as the sand that is by the seashore. And the wisdom of Solomon abounded above the understanding of all ancient men, and above all the wise men of Egypt (3 Kgs. 4:29-30). Thus the addition of the name is necessary: Proverbs of Solomon the son of David (Prov. 1:1). The father also is added, so that you may know that Solomon was wise from a wise and prophetic father, instructed from infancy in the sacred Scriptures, neither having obtained his rule by lot, nor having forced his way into the kingdom when it nowise belonged to him, but having received his ancestral sceptre by the righteous judgement of his father and by the suffrage of God. He became king of Jerusalem. Not even this is idle: first of all for the distinction of those bearing the same name, and next also because of the construction of the famed temple; so that you may recognize its builder, and the author of all the administration in the city and of its ordinances and good order. Moreover, the fact that the writer of the discourse is a king also contributes greatly towards the acceptance of the exhortations. For if kingship is lawful governance, it is plain that the counsels given by a king, at least by one truly worthy of this appellation, possess much lawfulness, aiming at what is profitably shared by all in common, and not composed with a view to private advantage. For in this a tyrant differs from a king, that the former looks on every side to his own interest, whereas the latter procures what is beneficial for those who are ruled. And he also enumerates the useful things from the book, what and how great they are that accrue to those who are taught.
3. Καὶ πρῶτον ἐκ τῶν Παροιμιῶν ἐστι γνῶναι σοφίαν καὶ παιδείαν. Ἔστι δὲ σοφία ἐπιστήμη θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτοις αἰτιῶν. Ὁ οὖν ἐπιτετευγμένως θεολογῶν ἔγνω σοφίαν, ὡς καὶ ὁ μακάριος Παῦλος λέγει· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων. Καὶ ὁ ἐκ τῆς τοῦ κόσμου δὲ κατασκευῆς τὸν δημιουργὸν ἐννοῶν,
3. And first from the Proverbs it is possible to know wisdom and instruction (Prov. 1:2). Now wisdom is the knowledge of things both divine and human, and of their causes. He therefore who successfully studies theology has known wisdom, even as the blessed Paul says: Yet we speak wisdom among the perfect; but a wisdom not of this age, nor of the rulers of this age who are being brought to naught; but we speak God's wisdom in a mystery, the hidden wisdom, which God foreordained before the ages (1 Cor. 2:6-7). And he also who from the constitution of the world conceives its Maker,