Migne Reading Room

PG 31 · cols. 344–353 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:344Read from the page
ζόμενον, πῶς ἂν τὰ νοητὰ, τοσοῦτον καθαρότητι καὶ ἁγιασμῷ διαφέροντα, κοινὴν ἂν ἔσχε πρὸς τὸ κακὸν τὴν ὑπόστασιν; Ἀλλὰ μὴν ἔστι τὸ κακὸν, καὶ ἡ ἐνέργεια δείκνυσι πολὺ κατὰ τοῦ βίου παντὸς κεχυμένον. Πόθεν οὖν αὐτῷ τὸ εἶναι, εἰ μήτε ἄναρχόν ἐστι, φησὶ, μήτε πεποίηται;
together with them, how could intelligible things, excelling so greatly in purity and sanctification, have had a subsistence in common with evil? Yet surely evil exists, and experience shows much of it poured out over the whole of life. Whence then does it have its being, someone says, if it is neither without beginning nor has been made?
6. Ἀντερωτάσθωσαν οἱ τὰ τοιαῦτα ἐπιζητοῦντες· Πόθεν νόσοι; πόθεν αἱ πηρώσεις τοῦ σώματος; Οὔτε γὰρ ἀγέννητος ἡ νόσος, οὔτε μὴν δημιούργημα τοῦ Θεοῦ. Ἀλλ' ἐκτίσθη μὲν τὰ ζῶα μετὰ τῆς πρεπούσης αὐτοῖς κατασκευῆς κατὰ φύσιν, καὶ παρήχθη πρὸς τὴν ζωὴν ἀπηρτισμένα τοῖς μέλεσιν, ἐνόσησε δὲ τοῦ κατὰ φύσιν παρατραπέντα. Ἐξίσταται γὰρ τῆς ὑγιείας ἢ διὰ πονηρὰν δίαιταν ἢ δι' ἡσδηποτοῦν νοσοποιοῦ αἰτίας. Οὐκοῦν σῶμα μὲν ἔκτισεν ὁ Θεὸς, οὐχὶ νόσον· καὶ ψυχὴν τοίνυν ἐποίησεν ὁ Θεὸς, οὐχὶ δὲ ἁμαρτίαν· ἐκακώθη δὲ ἡ ψυχὴ, παρατραπεῖσα τοῦ κατὰ φύσιν. Τί δὲ ἦν αὐτῇ τὸ προηγούμενον ἀγαθόν; Ἡ προσεδρεία τοῦ Θεοῦ, καὶ ἡ διὰ τῆς ἀγάπης συνάφεια· ἧς ἐκπεσοῦσα, τοῖς ποικίλοις καὶ πολυτρόποις ἀῤῥωστήμασιν ἐκακώθη. Διὰ τί δὲ ὅλως δεκτικὴ τοῦ κακοῦ; Διὰ τὴν αὐτεξούσιον ὁρμὴν, μάλιστα πρέπουσαν λογικῇ φύσει. Λελυμένη γὰρ πάσης ἀνάγκης, καὶ αὐθαίρετον ζωὴν λαβοῦσα παρὰ τοῦ κτίσαντος, διὰ τὸ κατ' εἰκόνα γεγενῆσθαι Θεοῦ, νοεῖ μὲν τὸ ἀγαθὸν, καὶ οἶδεν αὐτοῦ τὴν ἀπόλαυσιν, καὶ ἔχει ἐξουσίαν καὶ δύναμιν, ἐπιμένουσα τῇ τοῦ καλοῦ θεωρίᾳ καὶ τῇ ἀπολαύσει τῶν νοητῶν, διαφυλάσσειν αὐτῆς τὴν κατὰ φύσιν ζωήν· ἔχει δὲ ἐξουσίαν καὶ ἀπονεῦσαί ποτε τοῦ καλοῦ. Τοῦτο δὲ συμβαίνει αὐτῇ, ὅταν, κόρον λαβοῦσα τῆς μακαρίας τέρψεως, καὶ οἷον νυσταγμῷ τινι βαρυνθεῖσα καὶ ἀποῤῥυεῖσα τῶν ἄνωθεν, τῇ σαρκὶ διὰ τὰς αἰσχρὰς τῶν ἡδονῶν ἀπολαύσεις ἀναμιχθῇ.
6. Let those who inquire into such matters be asked in turn: Whence come diseases? whence the maimings of the body? For neither is disease unbegotten, nor yet is it a handiwork of God. Rather, living creatures were created with the constitution fitting for them according to nature, and were brought forward into life complete in their limbs, yet they fell sick when turned aside from what is according to nature. For they depart from health either through a bad regimen or through whatever disease-producing cause it may be. God, therefore, created the body, not disease; and likewise God made the soul, and not sin; yet the soul was harmed when turned aside from what is according to nature. And what was its primary good? Attendance upon God, and union through love; falling away from which, it was harmed by varied and manifold infirmities. And why is it receptive of evil at all? Because of its self-determining impulse, which is above all fitting for a rational nature. For being freed from all necessity, and having received a voluntary life from Him Who created it, because it came into being according to the image of God, it apprehends the good and knows the enjoyment of it, and has authority and power, by abiding in the contemplation of the noble and in the enjoyment of intelligible things, to preserve its life according to nature; yet it also has authority at some time to incline away from the noble. And this happens to it whenever, having grown sated with the blessed delight, and being weighed down as though by some drowsiness and slipping away from the things above, it mingles with the flesh for the base enjoyments of pleasures.
7. Ἦν ποτε ὁ Ἀδὰμ ἄνω, οὐ τόπῳ, ἀλλὰ τῇ προαιρέσει, ὅτε, ἄρτι ψυχωθεὶς καὶ ἀναβλέψας πρὸς οὐρανὸν, περιχαρὴς τοῖς ὁρωμένοις γενόμενος, ὑπεραγαπῶν τὸν εὐεργέτην, ζωῆς μὲν αἰωνίου ἀπόλαυσιν χαρισάμενον, τρυφαῖς δὲ παραδείσου ἐναναπαύσαντα, ἀρχὴν δὲ δόντα κατὰ τὴν τῶν ἀγγέλων, καὶ ἀρχαγγέλοις αὐτὸν ποιήσαντα ὁμοδίαιτον, καὶ φωνῆς θείας ἀκροατήν· ἐπὶ πᾶσι τούτοις ὑπερασπιζόμενος παρὰ Θεοῦ, καὶ ἀπολαύων τῶν αὐτοῦ ἀγαθῶν, ταχὺ πάντων ἀναπλησθεὶς, καὶ οἷον ἐξυβρίσας τῷ κόρῳ, τὸ τοῖς σαρκίνοις ὀφθαλμοῖς φανὲν τερπνὸν τοῦ νοητοῦ προετίμησε κάλλους, καὶ τὴν πλησμονὴν τῆς γαστρὸς τῶν πνευματικῶν ἀπολαύσεων τιμιωτέραν ἔθετο.
7. Once Adam was on high, not in place, but in deliberate choice, when, newly endowed with a soul and looking up towards heaven, rejoicing greatly in the things seen, loving above measure his Benefactor, Who had bestowed the enjoyment of eternal life, given him rest amid the delights of paradise, granted him a sovereignty like that of the angels, and made him a sharer in the way of life of archangels and a hearer of the divine voice; protected beyond all these things by God, and enjoying His good things, he quickly became sated with them all, and growing insolent, as it were, through satiety, preferred what appeared pleasant to fleshly eyes above intelligible beauty, and accounted the filling of the belly more precious than spiritual enjoyments.
PG 31:345Read from the page
Ἔξω μὲν εὔθὺς ἦν τοῦ παραδείσου, ἔξω δὲ τῆς μακαρίας ἐκείνης διαγωγῆς, οὐκ ἐξ ἀνάγκης κακὸς, ἀλλ' ἐξ ἀβουλίας, γενόμενος. Διὰ τοῦτο καὶ ἥμαρτε μὲν διὰ μοχθηρὰν προαίρεσιν, ἀπέθανε δὲ διὰ τὴν ἁμαρτίαν· Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος. Ὅσον γὰρ ἀφίστατο τῆς ζωῆς, τοσοῦτον προσήγγιζε τῷ θανάτῳ. Ζωὴ γὰρ ὁ Θεός· στέρησις δὲ τῆς ζωῆς θάνατος. Ὥστε ἑαυτῷ τὸν θάνατον ὁ Ἀδὰμ διὰ τῆς ἀναχωρήσεως τοῦ Θεοῦ κατεσκεύασε, κατὰ τὸ γεγραμμένον, ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Οὕτως οὐχὶ Θεὸς ἔκτισε θάνατον, ἀλλ' ἡμεῖς ἑαυτοῖς ἐκ πονηρᾶς γνώμης ἐπεσπασάμεθα. Οὐ μὴν οὐδὲ ἐκώλυσε τὴν διάλυσιν διὰ τὰς προειρημένας αἰτίας, ἵνα μὴ ἀθάνατον ἡμῖν τὴν ἀῤῥωστίαν διατηρήσῃ. Ὥσπερ ἂν εἴ τις σκεῦος πήλινον διαῤῥυὲν μὴ καταδέχοιτο παραδοῦναι πυρὶ, ἕως ἂν τὸ ἐνυπάρχον αὐτῷ πάθος διὰ τῆς ἀναπλάσεως ἐξιάσαιτο. Ἀλλὰ διὰ τί οὐκ ἐν τῇ κατασκευῇ τὸ ἀναμάρτητον ἔσχομεν, φησὶν, ὥστε μηδὲ βουλομένοις ἡμῖν ὑπάρχειν τὸ ἁμαρτάνειν; Ὅτι καὶ σὺ τοὺς οἰκέτας, οὐχ ὅταν δεσμίους ἔχῃς, εὔνους ὑπολαμβάνεις, ἀλλ' ὅταν ἑκουσίως ἴδῃς ἀποπληροῦντάς σοι τὰ καθήκοντα. Καὶ Θεῷ τοίνυν οὐ τὸ ἠναγκασμένον φίλον, ἀλλὰ τὸ ἐξ ἀρετῆς κατορθούμενον. Ἀρετὴ δὲ ἐκ προαιρέσεως, καὶ οὐκ ἐξ ἀνάγκης γίνεται. Προαίρεσις δὲ τῶν ἐφ' ἡμῖν ἤρτηται. Τὸ δὲ ἐφ' ἡμῖν ἐστι τὸ αὐτεξούσιον. Ὁ τοίνυν μεμφόμενος τὸν ποιητὴν ὡς μὴ φυσικῶς κατασκευάσαντα ἡμᾶς ἀναμαρτήτους, οὐδὲν ἕτερον ἢ τὴν ἄλογον φύσιν τῆς λογικῆς προτιμᾷ, καὶ τὴν ἀκίνητον καὶ ἀνόρμητον τῆς προαιρετικῆς καὶ ἐμπράκτου. Ταῦτα εἰ καὶ παρεκβατικῶς, ἀλλ' ἀναγκαίως εἴρηται, ἵνα μὴ, εἰς βυθὸν διαλογισμῶν ἐμπεσὼν, πρὸς τῇ στερήσει τῶν περισπουδάστων, ἔτι καὶ Θεοῦ στέρησιν ὑπομείνῃς. Παυσώμεθα οὖν ἐπανορθούμενοι τὸν σοφόν. Παυσώμεθα τὸ βέλτιον τῶν παρ' αὐτοῦ γινομένων ἐπιζητοῦντες. Εἰ γὰρ καὶ τῶν κατὰ μέρος οἰκονομουμένων διαφεύγουσιν ἡμᾶς οἱ λόγοι, ἀλλ' ἕν γε ἐκεῖνο δόγμα ταῖς ψυχαῖς ἡμῶν ἐνυπαρχέτω, τὸ, μηδὲν κακὸν παρὰ τοῦ ἀγαθοῦ γίνεσθαι.
Immediately he was outside paradise, and outside that blessed way of life, having become evil not from necessity, but from want of counsel. On this account also he sinned through a wicked choice, and died through sin: For the wages of sin is death. For inasmuch as he withdrew from life, by so much did he draw near to death. For God is life, and the privation of life is death. Consequently Adam brought about death for himself through his withdrawal from God, according to what is written, Behold, those who remove themselves far from Thee shall perish. Thus God did not create death, but we drew it upon ourselves out of a wicked mindset. Nor yet did He prevent the dissolution, for the reasons aforesaid, lest He should preserve the infirmity in us immortal; just as if someone would not consent to commit a leaking earthen vessel to the fire until he had healed the defect inherent in it by reshaping it. But why, someone says, did we not have sinlessness in our very constitution, so that even if we wished, it would not be possible for us to sin? Because you too do not consider household servants well-disposed when you keep them bound in chains, but when you see them voluntarily fulfilling their duties towards you. To God as well, therefore, not what is coerced is dear, but what is rightly accomplished out of virtue. Now virtue comes from deliberate choice, and not from necessity; and deliberate choice depends upon the things that are in our power; and what is in our power is free will. He therefore who blames the Maker for not having naturally constituted us sinless does nothing other than prefer the irrational nature to the rational, and that which is motionless and devoid of impulse to that which is capable of choice and action. Although these things have been said by way of digression, yet they have been said necessarily, lest, falling into an abyss of reasonings, in addition to the privation of what you hold dear, you should endure the privation of God as well. Let us cease, then, correcting the Wise One. Let us cease seeking something better than the things brought to pass by Him. For even if the reasons for His particular dispensations escape us, yet let this one teaching at least abide within our souls: that nothing evil comes from the Good.
8. Ἐπεισέρχεται δὲ τούτῳ, κατὰ τὸ ἀκόλουθον τῆς ἐννοίας, καὶ τὸ περὶ τοῦ διαβόλου ζήτημα. Πόθεν ὁ διάβολος, εἰ μὴ παρὰ Θεοῦ τὰ κακά; Τί οὖν φαμεν; Ὅτι ὁ αὐτὸς ἡμῖν ἀρκέσει καὶ περὶ τοῦ ζητήματος τούτου λόγος, ὁ καὶ περὶ τῆς ἐν ἀνθρώποις πονηρίας ἀποδοθείς. Πόθεν γὰρ πονηρὸς ὁ ἄνθρωπος; Ἐκ τῆς οἰκείας αὐτοῦ προαιρέσεως. Πόθεν κακὸς ὁ διάβολος; Ἐκ τῆς αὐτῆς αἰτίας, αὐθαίρετον ἔχων καὶ αὐτὸς τὴν ζωὴν, καὶ ἐπ' αὐτῷ κειμένην τὴν ἐξουσίαν, ἢ παραμένειν τῷ Θεῷ, ἢ ἀλλοτριωθῆναι τοῦ ἀγαθοῦ. Γαβριὴλ ἄγγελος, καὶ παρέστηκε τῷ Θεῷ διηνεκῶς. Ὁ Σατανᾶς ἄγγελος, καὶ ἐξέπεσε τῆς οἰκείας τάξεως παντελῶς. Κἀκεῖνον ἡ προαίρεσις δι-
8. Following upon this, in the sequence of thought, there enters also the question concerning the devil. Whence comes the devil, if evils are not from God? What then do we say? That the same account will suffice for us concerning this question too as was given concerning wickedness among men. For whence is man wicked? From his own deliberate choice. Whence is the devil evil? From the same cause, since he himself also had a voluntary life, and the authority lay with him either to abide with God or to become alienated from the good. Gabriel is an angel, and stands continually beside God. Satan was an angel, and fell away from his own rank altogether. And deliberate choice
Notes, col. 345

On the reading

Printed εὔθὺς, for εὐθὺς.

PG 31:348Read from the page
εφύλαξεν ἐν τοῖς ἄνω, καὶ τοῦτον κατέῤῥιψε τῆς γνώμης τὸ αὐτεξούσιον. Ἐδύνατο γὰρ κἀκεῖνος ἀποστατῆσαι, καὶ οὗτος μὴ ἐκπεσεῖν. Ἀλλὰ τὸν μὲν διεσώσατο τῆς ἀγάπης τοῦ Θεοῦ τὸ ἀκόρεστον· τὸν δὲ ἀπόβλητον ἔδειξεν ἡ ἐκ Θεοῦ ἀναχώρησις. Τοῦτό ἐστι τὸ κακὸν, ἡ τοῦ Θεοῦ ἀλλοτρίωσις. Μικρὰ περιστροφὴ ὀφθαλμοῦ ἢ μετὰ ἡλίου ἡμᾶς εἶναι ποιεῖ, ἢ μετὰ τῆς σκιᾶς τοῦ σώματος ἡμῶν. Κἀκεῖ μὲν ἀναβλέψαντι ἕτοιμον τὸ φωτισθῆναι, ἀπονεύσαντι δὲ πρὸς τὴν σκιὰν ἀναγκαία ἡ σκότωσις. Οὕτω πονηρὸς ὁ διάβολος, ἐκ προαιρέσεως ἔχων τὴν πονηρίαν, οὐ φύσις ἀντικειμένη τῷ ἀγαθῷ. Πόθεν οὖν αὐτῷ ὁ πρὸς ἡμᾶς πόλεμος; Ὅτι, δοχεῖον ὢν πάσης κακίας, ἐδέξατο καὶ τοῦ φθόνου τὴν νόσον, καὶ ἐβάσκηνεν ἡμῖν τῆς τιμῆς. Οὐ γὰρ ἤνεγκεν ἡμῶν τὴν ἄλυπον ζωὴν τὴν ἐν τῷ παραδείσῳ· δόλοις δὲ καὶ μηχαναῖς ἐξαπατήσας τὸν ἄνθρωπον, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ, ἣν ἔσχε πρὸς τὸ ὁμοιωθῆναι τῷ Θεῷ, ταύτῃ πρὸς τὴν ἀπάτην ἀποχρησάμενος, ἔδειξε τὸ ξύλον, καὶ ἐπηγγείλατο διὰ τῆς βρώσεως αὐτοῦ ὅμοιον τῷ Θεῷ καταστήσειν. Ἐὰν γὰρ φάγητε, φησὶν, ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Οὐκ ἐχθρὸς τοίνυν ἡμῖν κατεσκευάσθη, ἀλλ' ἐκ ζηλοτυπίας ἡμῖν εἰς ἔχθραν ἀντικατέστη. Ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέλων καταῤῥιφέντα, οὐκ ἔφερε βλέπειν τὸν γήϊνον ἐπὶ τὴν ἀξίαν τῶν ἀγγέλων διὰ προκοπῆς ἀνυψούμενον.
preserved the former among the things above, and freedom of mindset cast the latter down. For the former too was able to revolt, and the latter not to fall away. Yet insatiable love for God saved the one, whereas withdrawal from God rendered the other a castaway. This is evil: alienation from God. A slight turn of the eye makes us to be either with the sun or with the shadow of our body. And there, for one who looks up, illumination is at hand, whereas for one who turns away towards the shadow, darkening is inevitable. Thus is the devil wicked, having his wickedness from deliberate choice, not being a nature opposed to the good. Whence then comes his war against us? Because, being a receptacle of every vice, he admitted also the disease of envy, and begrudged us our honour. For he could not bear our painless life in paradise; and deceiving man by guiles and contrivances, and misusing for deceit his desire which he had to be made like unto God, he showed the tree, and promised through the eating of it to render him like unto God. For if you eat, he says, you shall be as gods, knowing good and evil. He was not, therefore, constituted an enemy to us, but out of jealousy stood opposed to us in enmity. For seeing himself cast down from among the angels, he could not bear to behold the earthly one being raised up through progress to the dignity of the angels.
9. Ἐπειδὴ οὖν γέγονεν ἐχθρὸς, ἐφύλαξεν ἡμῖν ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἐναντίωσιν, δι' ὧν τῷ ὑπηρετησαμένῳ αὐτῷ θηρίῳ διελέγετο, πρὸς αὐτὸν ἀναφέρων τὴν ἀπειλήν· ὅτι Ἔχθραν θήσω ἀναμέσον σοῦ καὶ ἀναμέσον τοῦ σπέρματος αὐτῆς. Τῷ ὄντι γὰρ βλαβεραὶ αἱ πρὸς τὴν κακίαν καταλλαγαί· ἐπειδὴ νόμος οὗτος φιλίας δι' ὁμοιότητος πέφυκε τοῖς συναπτομένοις ἐγγίνεσθαι. Ὅθεν ὀρθῶς ἔχει τὸ, Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ὡς γὰρ ἐν τοῖς νόσοποιοῖς χωρίοις ὁ κατὰ μέρος ἀναπνεόμενος ἀὴρ λανθάνουσαν νόσον τοῖς ἐνδιαιτωμένοις ἐναποτίθεται· οὕτως ἡ πρὸς τὰ φαῦλα συνήθεια μεγάλα κακὰ ταῖς ψυχαῖς ἐναφίησι, κἂν τὴν παραυτίκα αἴσθησιν τὸ βλαβερὸν διαφεύγῃ. Διὰ τοῦτο ἀδιάλλακτος ἡ πρὸς τὸν ὄφιν ἔχθρα. Εἰ δὲ τὸ ὄργανον τοσούτου μίσους ἄξιον, πόσον ἐχθραίνειν ἡμᾶς τῷ ἐνεργήσαντι προσῆκεν; Ἀλλὰ καὶ διὰ τί ἦν τὸ ξύλον, φησὶν, ἐν τῷ παραδείσῳ, δι' οὗ τῷ διαβόλῳ ἔμελλε προχωρήσειν ἡ καθ' ἡμῶν ἐπιχείρησις; Εἰ γὰρ μὴ εἶχε τῆς ἀπάτης τὸ δέλεαρ, πῶς ἂν ἡμᾶς διὰ τῆς παρακοῆς εἰς τὸν θάνατον ὑπηγάγετο; Ὅτι ἔδει εἶναι ἐντολὴν τὴν δοκιμάζουσαν ἡμῶν τὸ ὑπήκοον. Διὰ τοῦτο ἦν φυτὸν ὡραίων καρπῶν εὔφορον, ἵνα ἐν τῇ ἀποχῇ τοῦ ἡδέος, τὸ τῆς ἐγκρατείας καλὸν ἐπιδειξάμενοι, τῶν τῆς ὑπομονῆς στεφάνων δικαίως ἀξιωθῶμεν. Ἐπηκολούθησε δὲ τῇ βρώσει οὐ παρακοὴ μόνον τῆς ἐντολῆς, ἀλλὰ καὶ ἡ ἐπίγνωσις τῆς γυμνότητος. Ἔφαγον γὰρ, φησὶ, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλ-
9. Since, therefore, he became an enemy, God preserved in us opposition towards him through the words which He spoke to the beast that had ministered to him, referring the threat to him: I will put enmity between you and the seed of her. For truly reconciliations with vice are harmful, since this law of friendship naturally arises through likeness in those who are joined together. Whence it is rightly said, Evil company corrupts good habits. For just as in disease-breeding places the air breathed in little by little deposits a hidden disease in those who dwell there, so familiarity with base things implants great evils in souls, even though the harm escapes immediate perception. On this account enmity towards the serpent is irreconcilable. And if the instrument deserves so great a hatred, what enmity ought we to bear towards him who worked through it? Yet why too, someone says, was the tree in paradise, through which the devil's assault against us was going to succeed? For if he had not had the bait of deceit, how would he have led us down to death through disobedience? Because there had to be a commandment testing our obedience. On this account there was a plant fruitful with fair fruits, so that in abstaining from what was pleasant, having displayed the beauty of self-control, we might justly be deemed worthy of the crowns of endurance. And there followed upon the eating not only transgression of the commandment, but also the recognition of nakedness. For they ate, it says, and opened were their
Notes, col. 348

On the reading

Printed νόσοποιοῖς, for νοσοποιοῖς.

PG 31:349Read from the page
μοὶ, καὶ ἔγνωσαν, ὅτι γυμνοί εἰσιν. Ἔδει δὲ μὴ γινώσκειν τὴν γύμνωσιν, ἵνα μὴ ὁ νοῦς τοῦ ἀνθρώπου περιεσπᾶτο πρὸς τὴν τοῦ λείποντος ἀναπλήρωσιν, ἀμφιέσματα ἑαυτῷ καὶ τῆς γυμνότητος παραμυθίαν ἐπινοῶν, καὶ ὅλως τῇ τῆς σαρκὸς ἐπιμελείᾳ τῆς πρὸς Θεὸν ἐνατενίσεως ἀφελκόμενος. Διὰ τί δὲ οὐκ εὐθὺς αὐτῷ συγκατεσκευάσθη καὶ τὰ ἐνδύματα; Ὅτι οὔτε φυσικὰ ἔπρεπεν εἶναι ταῦτα, οὔτε ἐκ τέχνης. Τὰ μὲν γὰρ φυσικὰ ἴδια τῶν ἀλόγων ἐστίν· οἷον πτερὰ, καὶ τρίχες, καὶ δερμάτων παχύτητες, στέγειν μὲν χειμῶνας, φέρειν δὲ καύσωνας δυναμένων. Ἐν οἷς οὐδὲν τὸ ἕτερον τοῦ ἑτέρου διενήνοχεν, ὁμοτίμου πᾶσι τῆς φύσεως ὑπαρχούσης· ἀνθρώπῳ δὲ ἔπρεπε, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἀγάπης, παρηλλαγμένας τῶν ἀγαθῶν τὰς ἀντιδόσεις ὑπάρχειν. Αἱ δὲ ἐκ τέχνης ἐπιτηδεύσεις ἀσχολίας ἂν ἐγένοντο πρόξενοι· ὃ μάλιστα φευκτὸν ἦν ὡς βλαβερὸν τῷ ἀνθρώπῳ. Διὸ καὶ ὁ Κύριος, εἰς τὴν ἐν τῷ παραδείσῳ ζωὴν ἡμᾶς ἀνακαλούμενος, ἐκβάλλει τὴν μέριμναν τῶν ψυχῶν, λέγων· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε· μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὔτε οὖν ἐκ φύσεως ἔπρεπεν αὐτῷ ἔχειν τὰ σκεπάσματα, οὔτε ἐκ τέχνης· ἀλλ' ἕτερα ἦν ηὐτρεπισμένα, ἐπιδειξαμένῳ τὴν ἀρετὴν, τὰ ἐκ τῆς τοῦ Θεοῦ χάριτος ἐπανθεῖν τῷ ἀνθρώπῳ, καὶ περιαστράπτειν μέλλοντα φωτειναῖς τισι περιβολαῖς, ὁποῖαι αἱ τῶν ἀγγέλων, ὑπὲρ τὴν τῶν ἀνθέων ποικιλίαν, ὑπὲρ τὴν τῶν ἀστέρων φαιδρότητα καὶ στιλβότητα. Διὰ τοῦτο οὖν οὐκ εὐθὺς αὐτῷ τὰ ἐνδύματα, ἐπειδὴ ἆθλα ἦν ἀρετῆς ἀποκείμενα τῷ ἀνθρώπῳ, εἰς ἃ φθάσαι ὑπὸ τῆς ἐπηρείας τοῦ διαβόλου οὐκ ἐπετράπη. Ἀγωνιστὴς τοίνυν ἔστηκεν ἡμῖν ὁ διάβολος διὰ τὸ ἐξ ἐπηρείας πάλαι γενόμενον ἡμῖν πτῶμα, τοῦ Κυρίου οἰκονυμήσαντος ἡμῖν τὴν πρὸς αὐτὸν πάλην, ὥστε διὰ τῆς ὑπακοῆς ἀναπαλαῖσαι ἡμᾶς, καὶ καταστεφανωθῆναι τοῦ ἀντιδίκου. Εἴθε μὲν γὰρ μὴ ἐγεγόνει διάβολος, ἀλλ' ἔμεινεν ἐν τῇ τάξει, ἐν ᾗ ἐξ ἀρχῆς ἐτάχθη παρὰ τοῦ ταξιάρχου! ἐπειδὴ δὲ γέγονεν ἀποστάτης, ἐχθρὸς μὲν Θεοῦ, ἐχθρὸς δὲ ἀνθρώπων τῶν κατ' εἰκόνα Θεοῦ γεγενημένων (διὰ τοῦτο γάρ ἐστι μισάνθρωπος, διότι καὶ θεομάχος· καὶ μισεῖ μὲν ἡμᾶς ὡς κτήματα τοῦ Δεσπότου, μισεῖ δὲ ὡς ὁμοιώματα τοῦ Θεοῦ)· συνεχρήσατο οὖν αὐτοῦ τῇ πονηρίᾳ εἰς γυμνάσιον τῶν ἡμετέρων ψυχῶν ὁ σοφῶς καὶ προνοητικῶς οἰκονομῶν τὰ ἀνθρώπινα, ὥσπερ ἰατρὸς τῷ τῆς ἐχίδνης ἰῷ εἰς σωτηρίων φαρμάκων κατασκευὴν ἀποχρώμενος. Τίς οὖν ἦν ὁ διάβολος; καὶ τίς ἡ τάξις; καὶ τί τὸ ἀξίωμα; καὶ πόθεν ὅλως Σατανᾶς προσηγόρευται; Σατανᾶς μὲν οὖν, διὰ τὸ ἀντικεῖσθαι τῷ ἀγαθῷ· οὕτω γὰρ σημαίνει ἡ φωνὴ τῶν Ἑβραίων, ὡς ἐν ταῖς Βασι-
eyes, and they knew that they were naked. Now man ought not to have known his nakedness, lest his mind should be distracted towards supplying what was lacking, devising garments for himself and a solace for his nakedness, and altogether through care for the flesh being drawn away from his intent gaze towards God. And why were garments not also fashioned together with him immediately? Because it was fitting for these to be neither natural nor from art. For natural coverings belong properly to irrational creatures—such as feathers, and hair, and thick hides, capable of keeping out winters and enduring scorching heat—wherein one differs in no respect from another, since nature is of equal honour for all; whereas for man it was fitting, in proportion to his love towards God, that there should be varied recompenses of good things. Pursuits arising from art, on the other hand, would have become occasions of preoccupation, which above all was to be shunned as harmful to man. Wherefore the Lord also, calling us back to the life in paradise, casts out anxiety from souls, saying: Be not anxious for your soul, what you shall eat; nor for your body, what you shall put on. Neither from nature, therefore, nor from art was it fitting for him to have coverings; rather, other garments had been made ready for him once he had displayed virtue, which by the grace of God were going to bloom forth upon man and flash round about him with certain luminous robes, such as those of the angels, surpassing the varied hues of flowers, surpassing the brightness and lustre of the stars. On this account, therefore, garments were not given to him immediately, since they were prizes of virtue laid up for man, which through the malice of the devil he was not permitted to attain. As an antagonist against us, therefore, stands the devil because of the fall that befell us of old through his malice, the Lord having arranged for us the wrestling-match against him, so that through obedience we might wrestle back and win the crown against the adversary. For would that he had not become the devil, but had remained in the rank in which he was stationed from the beginning by the Commander of the hosts! Yet since he became an apostate, an enemy of God and an enemy of men who came into being according to the image of God (for on this account is he a hater of mankind, because he is also a fighter against God; and he hates us on the one hand as possessions of the Master, and hates us on the other as likenesses of God), He Who wisely and providentially orders human affairs made use of his wickedness for the training of our souls, just as a physician makes use of the venom of the viper for the preparation of saving medicines. Who then was the devil? and what was his rank? and what his dignity? and whence was he called Satan at all? Satan, then, because of his opposing the good; for so the language of the Hebrews signifies, as in the Books of
Notes, col. 349

On the reading

Printed ἔστηκεν, for ἕστηκεν.

Printed οἰκονυμήσαντος, for οἰκονομήσαντος.

PG 31:351Read from the page
λείαις μεμαθήκαμεν· Ἐξήγειρε γὰρ, φησὶ, Κύριος τῷ Σολομῶντι Σατᾶν, Ἄδερ τὸν βασιλέα τῶν Σύρων· διάβολος δὲ, ἐπειδὴ ὁ αὐτὸς καὶ συνεργὸς τῆς ἁμαρτίας ἡμῶν καὶ κατήγορος γίνεται· χαίρων μὲν ἡμῶν ἀπωλείᾳ, παραδειγματίζων δὲ ἡμᾶς ἐπὶ τοῖς πεπραγμένοις. Φύσις δὲ αὐτοῦ ἀσώματος, κατὰ τὸν Ἀπόστολον, τὸν εἰπόντα· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Ἀξίωμα δὲ ἀρχικόν· Πρὸς γὰρ τὰς ἀρχὰς, φησὶ, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. Τόπος δὲ τῆς ἀρχῆς ὁ ἐναέριος, ὥς φησιν ὁ αὐτός· Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Διὰ τοῦτο καὶ κόσμου ἄρχων λέγεται, ἐπειδὴ περίγειος αὐτοῦ ἐστιν ἡ ἀρχή. Καὶ οὕτως φησὶν ὁ Κύριος· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Καὶ πάλιν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.
of the Kings we have learned: For the Lord raised up, it says, a Satan against Solomon, Ader the king of the Syrians (3 Kgs. 11:14); and devil, because the same one becomes both a collaborator in our sin and an accuser, rejoicing in our destruction, and exposing us to shame for the things we have done. And his nature is incorporeal, according to the Apostle who said: Our wrestling is not against blood and flesh, but against the spiritual powers of wickedness (Eph. 6:12). And his rank is that of a ruler: For it is against the principalities, he says, and the authorities, and the world-rulers of this darkness (Eph. 6:12). And the place of his rule is in the air, as the same one says: According to the ruler of the authority of the air, of the spirit that now works in the sons of disobedience (Eph. 2:2). On this account he is also called ruler of the world, because his rule is around the earth. And thus speaks the Lord: Now is the judgement of this world; now shall the ruler of this world be cast out (John 12:31). And again: The ruler of this world comes, and in Me he shall find nothing (John 14:30).
10. Ἐπειδὴ δὲ εἴρηται περὶ τῆς στρατιᾶς τοῦ διαβόλου, ὅτι Πνευματικά ἐστι τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, εἰδέναι χρὴ, ὅτι οὐρανὸν συνήθως ἡ Γραφὴ τὸν ἀέρα λέγει, ὡς τὸ, Τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ τὸ, Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν· τουτέστιν, ἐπὶ πολὺ τοῦ ἀέρος ὑψοῦνται. Διὰ τοῦτο καὶ ὁ Κύριος Εἶδε τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα· τουτέστι, τῆς οἰκείας ἀρχῆς ἐκπεσόντα, καὶ κάτω γενόμενον, ἵνα πατῆται ὑπὸ τῶν εἰς Χριστὸν ἠλπικότων. Ἔδωκε γὰρ δύναμιν τοῖς ἑαυτοῦ μαθηταῖς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἐπεὶ οὖν ἐξεβλήθη ἡ πονηρὰ αὐτοῦ τυραννὶς, καὶ ἐκαθάρθη ὁ περίγειος τόπος διὰ τοῦ σωτηρίου πάθους, τοῦ εἰρηνεύσαντος τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς, κηρύσσεται ἡμῖν λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν· Ἰωάννου μὲν λέγοντος· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν· τοῦ Κυρίου δὲ πανταχοῦ τὸ Εὐαγγέλιον τῆς βασιλείας κηρύσσοντος· καὶ ἔτι πρότερον τῶν ἀγγέλων βοώντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· καὶ τῶν ἀγαλλιωμένων ἐπὶ τῇ εἰς Ἱερουσαλὴμ εἰσόδῳ τοῦ Κυρίου ἡμῶν, καὶ κραζόντων· Εἰρήνη ἐν οὐρανοῖς, καὶ δόξα ἐν ὑψίστοις. Καὶ ὅλως, μυρίαι εἰσὶ τῶν ἐπινικίων αἱ φωναὶ, τὴν εἰς τέλος καθαίρεσιν τοῦ ἐχθροῦ παριστῶσαι, ὡς οὐδεμιᾶς πάλης, οὐδὲ ἀγῶνος ἐν τοῖς ἄνω ὑπολειπομένου ἡμῖν, οὐδέ τινος ἀνθισταμένου καὶ παρατρέποντος ἡμᾶς τῆς μακαρίας ζωῆς, ἀλλ',
10. And since it has been said concerning the army of the devil that they are spiritual powers of wickedness in the heavenlies (Eph. 6:12), one must know that Scripture customarily calls the air heaven, as in: The birds of the heaven (Matt. 6:26); and: They mount up even to the heavens (Ps. 106:26); that is, they are lifted high up into the air. On this account also the Lord saw Satan as lightning fallen from the heaven (Luke 10:18); that is, fallen from his own rule, and brought down below, so that he may be trodden under foot by those who have hoped in Christ. For He gave power to His disciples to tread upon serpents and scorpions, and upon all the power of the enemy (Luke 10:19). Since, therefore, his wicked tyranny has been cast out, and the region around the earth has been cleansed through the saving Passion of Him Who made peace for the things on the earth and the things in the heavens (Col. 1:20), the kingdom of the heavens is henceforth proclaimed to us: John saying, The kingdom of the heavens has drawn near (Matt. 3:2); and the Lord everywhere proclaiming the Gospel of the kingdom; and even earlier the angels crying aloud, Glory to God in the highest, and on earth peace (Luke 2:14); and those exulting at the entry of our Lord into Jerusalem, and crying out, Peace in the heavens, and glory in the highest (Luke 19:38). And in general, ten thousand are the cries of victory presenting the final overthrow of the enemy, seeing that no wrestling nor contest remains for us in the regions above, nor anyone resisting and turning us aside from the blessed life, but,
PG 31:353Read from the page
ἄλυπον ἡμῶν τὴν διαδοχὴν ἐχόντων πρὸς τὸ ἐξῆς, καὶ ἀπολαυόντων ἡμῶν τοῦ ξύλου τῆς ζωῆς εἰς τὸ διηνεκὲς, οὗ μετασχεῖν ἐξ ἀρχῆς διὰ τὴν τοῦ ὄφεως ἐπιβουλὴν ἐκωλύθημεν. Ἔταξε γὰρ ὁ Θεὸς τὴν φλογίνην ῥομφαίαν φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου ζωῆς· ἣν παρελθόντες ἀκωλύτως, εἴσω γενοίμεθα τῆς ἀπολαύσεως τῶν καλῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
having our succession painless hereafter, and enjoying the tree of life continually, of which we were prevented from partaking in the beginning through the plot of the serpent. For God stationed the flaming sword to guard the way of the tree of life; passing beyond which unhindered, may we come within the enjoyment of good things in Christ Jesus our Lord, to Whom be glory and dominion unto the ages. Amen.
ΟΜΙΛΙΑ Ιʹ.
Homily X.
Κατὰ ὀργιζομένων.
Against those who are angry.
1. Ὥσπερ ἐπὶ τῶν ἰατρικῶν παραγγελμάτων, ὅταν εὐστόχως καὶ κατὰ τὸν λόγον τῆς τέχνης γίγνηται, μετὰ τὴν πεῖραν μάλιστα τὸ ἀπ' αὐτῶν ὠφέλιμον διαδείκνυται· οὕτως ἐπὶ τῶν πνευματικῶν παραινέσεων, ἐπειδὰν μάλιστα τὴν ἔκβασιν μαρτυροῦσαν λάβῃ τὰ παραγγέλματα, τότε τὸ σοφὸν αὐτῶν καὶ ὠφέλιμον πρὸς τὴν ἐπανόρθωσιν τοῦ βίου καὶ τὴν τῶν πειθομένων τελείωσιν ἀναφαίνεται. Ἀκούοντες μὲν γὰρ τῶν Παροιμιῶν διαῤῥήδην ἀποφαινομένων, ὅτι Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους· ἀκούοντες δὲ καὶ ἀποστολικῶν παραινέσεων· Πᾶσα ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ· καὶ τοῦ Κυρίου λέγοντος τὸν ὀργιζόμενον εἰκῆ τῷ ἀδελφῷ αὐτοῦ ἔνοχον εἶναι τῇ κρίσει· νῦν ὅτε εἰς πεῖραν ἤλθομεν τοῦ πάθους, οὐκ ἐν ἡμῖν γενομένου, ἀλλ' ἔξωθεν ἡμῖν προσπεσόντος ὥσπερ καταιγίδος τινὸς ἀδοκήτου, τότε μάλιστα τὸ θαυμαστὸν τῶν θείων παραγγελμάτων ἐπέγνωμεν. Δόντες μὲν αὐτοὶ τῇ ὀργῇ τόπον, ὥσπερ ῥεύματι βιαίῳ διέξοδον, καταμανθάνοντες δὲ ἐν ἡσυχίᾳ τὴν ἀσχήμονα ταραχὴν τῶν ὑπὸ τοῦ πάθους κατεχομένων, ἐπέγνωμεν ἐπὶ τῶν ἔργων τὴν εὐστοχίαν τοῦ ῥήματος· ὅτι Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ἐπειδὰν γὰρ ἅπαξ παρωσάμενον τοὺς λογισμοὺς τὸ πάθος αὐτὸ τὴν δυναστείαν τὴν ψυχῆς παραλάβῃ, ἀποθηριοῖ παντελῶς τὸν ἄνθρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ, οὐκέτι ἔχοντα τὴν ἐκ τοῦ λόγου βοήθειαν. Ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ὁ ἰὸς, τοῦτο τοῖς παροξυνθεῖσιν ὁ θυμὸς γίνεται. Λυσσῶσιν ὥσπερ οἱ κύνες, ᾄττουσιν ὥσπερ οἱ σκορπίοι, δάκνουσιν ὥσπερ οἱ ὄφεις. Οἶδε καὶ ἡ Γραφὴ τοὺς ὑπὸ τοῦ πάθους κεκρατημένους ταῖς τῶν θηρίων προσηγορίαις ἀποκαλεῖν, οἷς ἑαυτοὺς διὰ τῆς πονηρίας ᾠκείωσαν. Κύνας γὰρ ἐννεοὺς, καὶ ὄφεις, γεννήματα ἐχιδνῶν, καὶ τὰ τοιαῦτα προσαγορεύει. Οἱ γὰρ ἕτοιμοι πρὸς τὴν κατ' ἀλλήλων φθορὰν, καὶ τὴν κατὰ τῶν
1. Just as with medical precepts, when they are framed aptly and according to the principle of the art, their usefulness is shown forth above all after experience, so too with spiritual exhortations, whenever above all the precepts receive the outcome as their witness, then their wisdom and usefulness towards the amendment of life and the perfection of those who obey become manifest. For although we heard Proverbs expressly declaring that Anger destroys even the prudent; and heard also the apostolic exhortations, Let all anger and wrath and clamour be put away from you, with all malice; and the Lord saying that he who is angry with his brother without cause is liable to the judgement; now, when we have come into experience of the passion—not arising within ourselves, but falling upon us from outside like some unexpected squall—then above all have we recognized the marvellousness of the divine precepts. Giving place ourselves to anger, like an outlet to a violent stream, and observing in quietness the unseemly disorder of those held fast by the passion, we have recognized in deeds the aptness of the saying, A wrathful man is not seemly. For once the passion itself, thrusting aside reasonings, takes over the dominion of the soul, it turns the man utterly into a wild beast, and does not even allow him to be a man, since he no longer has the aid that comes from reason. For what venom is to venomous creatures, this wrath becomes to the exasperated. They rave like dogs, dart like scorpions, bite like serpents. Scripture too knows how to call those mastered by the passion by the names of wild beasts, to which through wickedness they have allied themselves; for it calls them dumb dogs, and serpents, brood of vipers, and the like. For those who are ready for mutual destruction, and for the
Notes, col. 353

On the reading

Printed τὴν ψυχῆς, for τῆς ψυχῆς.