Migne Reading Room

PG 31 · cols. 356–365 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:356Read from the page
ὁμοφύλων βλάβην, εἰκότως ἂν θηρίοις καὶ ἰοβόλοις συναριθμοῖντο, οἷς ἀδιάλλακτον ἐκ φύσεως ἐνυπάρχει πρὸς ἀνθρώπους τὸ μῖσος. Διὰ θυμὸν ἀχάλινοι γλῶσσαι, καὶ ἀπύλωτα στόματα· χεῖρες ἀκρατεῖς, ὕβρεις, ὀνείδη, κατηγορίαι, πληγαὶ, τὰ ἄλλα ὅσα οὐδ' ἂν ἐξαριθμήσαιτό τις, ὀργῆς καὶ θυμοῦ ἔκγονά ἐστι πάθη. Διὰ θυμὸν καὶ ξίφος ἀκονᾶται· θάνατος ἀνθρώπου ἐκ χειρὸς ἀνθρωπείας τολμᾶται. Διὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν, γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελάθοντο. Ἀγνοοῦσι μὲν γὰρ ἑαυτοὺς πρῶτον οἱ ὀργιζόμενοι, ἔπειτα καὶ πάντας ὁμοῦ τοὺς ἐπιτηδείους. Ὥσπερ γὰρ αἱ χαράδραι, πρὸς τὰ κοῖλα συῤῥέουσαι, τὸ προστυχὸν παρασύρουσιν· οὕτως αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οὐ πολιὰ τοῖς θυμουμένοις αἰδέσιμος, οὐκ ἀρετὴ βίου, οὐκ οἰκειότης γένους, οὐ προλαβοῦσαι χάριτες, οὐκ ἄλλο τι τῶν τιμίων. Μανία τίς ἐστιν ὀλιγοχρόνιος ὁ θυμός. Οἵ γε καὶ εἰς προὔπτον κακὸν ἑαυτοὺς πολλάκις ἐμβάλλουσι, τῇ πρὸς τὴν ἄμυναν σπουδῇ τοῦ καθ' ἑαυτοὺς ἀμελοῦντες. Οἱονεὶ γὰρ οἴστρῳ τῇ μνήμῃ τῶν λελυπηκότων περικεντούμενοι, σφαδάζοντος αὐτοῖς τοῦ θυμοῦ καὶ πηδῶντος, οὐ πρότερον ἀπολήγουσι, πρὶν ἢ κακόν τι δοῦναι τῷ παροξύναντι, ἤ πού τι καὶ προσλαβεῖν, ἐὰν τύχῃ· ὥσπερ που πολλάκις τὰ βιαίως καταῤῥηγνύμενα ἔπαθέ τι πλέον ἢ ἔδρασε τοῖς, ἀντιτύποις περιθραυσθέντα.
harm of their own kind, would reasonably be numbered among wild beasts and venomous creatures, in whom an irreconcilable hatred towards men is inherent by nature. Through wrath tongues are unbridled and mouths unguarded; unrestrained hands, insults, reproaches, accusations, blows, and whatever other passions one could not even recount are the offspring of anger and wrath. Through wrath even the sword is sharpened; the death of a man is dared by a human hand. Through this brothers have failed to know one another, and parents and children have forgotten nature. For the angry fail to know themselves first, and then all their close kin and friends together as well. For just as mountain torrents, rushing together into hollow places, sweep away whatever comes in their path, so the violent and uncheckable impulses of the angry pass through all alike. Grey hair is not venerable to the wrathful, nor virtue of life, nor kinship of race, nor prior favours, nor anything else held in honour. Wrath is a brief madness. Indeed, they oftentimes cast themselves even into manifest harm, neglecting their own interest in their eagerness for vengeance. For goaded round about, as though by a gadfly, by the memory of those who have grieved them, while wrath convulses and leaps within them, they do not cease before they either inflict some harm upon him who provoked them, or perhaps even receive some in addition, as it may chance; just as oftentimes things dashed down violently suffer somewhat more than they inflict, being shattered round about against resistant bodies.
2. Τίς ἂν ἐφίκοιτο τοῦ κακοῦ; ὅπως οἱ ὀξύῤῥοποι πρὸς θυμὸν ὑπὸ τῆς τυχούσης προφάσεως ἐξαπτόμενον, βοῶντες καὶ ἀγριαίνοντες, καὶ τίνος οὐχὶ ἰοβόλων ἀναιδέστερον ἐφορμῶντες, οὐ πρότερον ἵστανται πρὶν ἢ διὰ μεγάλου καὶ ἀνηκέστου κακοῦ, οἷον πομφόλυγος, αὐτοῖς τῆς ὀργῆς ἐκραγείσης, διαπνευσθῇ τὸ φλεγμαῖνον. Οὔτε γὰρ ξίφους ἀκμὴ, οὔτε πῦρ, οὔτε ἄλλο τι τῶν φοβερῶν, ἱκανὸν τὴν ὑπὸ τῆς ὀργῆς ἐκμανεῖσαν ψυχὴν ἐπισχεῖν· οὐ μᾶλλόν γε ἢ τοὺς ὑπὸ δαιμόνων κατασχεθέντας, ὧν οὐδὲν, οὔτε κατὰ τὸ σχῆμα, οὔτε κατὰ τὴν τῆς ψυχῆς διάθεσιν, οἱ ὀργιζόμενοι διαφέρουσιν. Ὀρεγομένοις γὰρ τῆς ἀντιλυπήσεως περιζεῖ μὲν τῇ καρδίᾳ τὸ αἷμα, ὥσπερ βίᾳ πυρὸς κυκώμενον καὶ παφλάζον· πρὸς δὲ τὴν ἐπιφάνειαν ἐξανθῆσαν, ἐν ἄλλῃ μορφῇ τὸν ὀργιζόμενον ἔδειξε, τὴν συνήθη πᾶσι καὶ γνωρίμην ὥσπερ τι προσωπεῖον ἐπὶ σκηνῆς ὑπαλλάξαν. Ὀφθαλμοὶ μὲν γὰρ ἐκείνοις οἱ οἰκεῖοί τε καὶ συνήθεις ἠγνόηνται· παράφορον δὲ τὸ ὄμμα, καὶ πῦρ ἤδη βλέπει. Καὶ παραθήγει τὸν ὀδόντα, κατὰ τῶν συῶν τοὺς ὁμόσε χωροῦντας. Πρόσωπον πελιδνὸν καὶ ὕφαιμον· ὄγκος τοῦ σώματος ἐξοιδαίνων· φλέβες διαῤῥηγνύμεναι, ὑπὸ τῆς ἔνδοθεν ζάλης κλονουμένου
2. Who could adequately describe the evil: how those prone to wrath kindled by any chance pretext, shouting and growing savage, and rushing on more shamelessly than what venomous creature not, do not stop before, through some great and irremediable evil, their anger bursting like a bubble, the inflammation is vented? For neither the edge of a sword, nor fire, nor anything else among fearful things is sufficient to check a soul driven mad by anger—no more indeed than those possessed by demons, from whom the angry differ in nothing, neither in outward bearing nor in the disposition of the soul. For in those craving retaliation the blood boils round the heart, as though churned and seething by the force of fire; and breaking out upon the surface, it displays the angry man in another form, changing the form familiar and known to all like some mask upon a stage. For in them their own familiar eyes are no longer recognizable; the gaze is deranged, and already looks fire. And he whets his tusk, after the manner of boars charging to close quarters. The face is livid and suffused with blood; the bulk of the body swells up; the veins burst, as by the tempest within is shaken
Notes, col. 356

On the reading

Printed τοῖς, ἀντιτύποις, for τοῖς ἀντιτύποις.

PG 31:357Read from the page
τοῦ πνεύματος. Φωνὴ τραχεῖα, καὶ ὑπερτεινομένη, καὶ ὁ λόγος ἄναρθρος καὶ εἰκῆ προεκπίπτων, οὐ κατὰ μέρος, οὐδὲ εὐτάκτως, οὐδὲ εὐσήμως προϊών. Ἐπειδὰν δὲ εἰς τὸ ἀνήκεστον, ὥσπερ φλὸξ ὕλης ἀφθονίᾳ, τοῖς παροξύνουσιν ἐξαφθῇ, τότε δὴ τότε τὰ οὔτε λόγῳ ῥητὰ οὔτε ἔργῳ φορητὰ ἐπιδεῖν ἐστι θεάματα· χεῖρας μὲν διηρμένας κατὰ τῶν ὁμοφύλων, καὶ πᾶσι μέρεσι τοῦ σώματος ἐπιφερομένας, πόδας δὲ ἀφειδῶς τοῖς καιριωτάτοις ἐναλλομένους, πᾶν δὲ τὸ φανὲν ὅπλον τῇ μανίᾳ γινόμενον. Ἐὰν δὲ καὶ ἐκ τοῦ ἐναντίου τὸ ἴσον κακὸν ἀντιστρατευόμενον εὕρωσιν, ὀργὴν ἄλλην καὶ μανίαν ὁμότιμον· οὕτω δὴ συμπεσόντες ἔδρασαν ἀλλήλους καὶ ἔπαθον, ὅσα εἰκὸς τοὺς ὑπὸ τοιούτῳ δαίμονι στρατηγουμένους παθεῖν. Πηρώσεις γὰρ μελῶν ἢ καὶ θανάτους πολλάκις ἆθλα τῆς ὀργῆς οἱ μαχόμενοι ἀπηνέγκαντο. Ἦρξε χειρῶν ἀδίκων, ὁ δὲ ἠμύνατο· ὁ δὲ ἀντεπήνεγκεν, ὁ δὲ οὐχ ὑφίεται. Καὶ τὸ μὲν σῶμα ταῖς πληγαῖς διακόπτεται, ὁ δὲ θυμὸς τοῦ ἀλγεινοῦ τὴν αἴσθησιν παραιρεῖται. Οὐ γὰρ ἄγουσι σχολὴν πρὸς τὴν ὧν πεπόνθασιν αἴσθησιν, ὅλης αὐτοῖς τῆς ψυχῆς πρὸς τὴν ἄμυναν τοῦ λελυπηκότος κεκινημένης.
the breath. The voice is harsh and strained beyond measure, and speech is inarticulate and tumbles out at random, proceeding neither part by part, nor in good order, nor distinctly. And whenever it is kindled to the point of the irremediable by the things that provoke it, like a flame by an abundance of fuel, then indeed may one behold spectacles neither utterable in word nor bearable in deed: hands raised up against those of their own kind and brought down upon all parts of the body, feet leaping unsparingly upon the most vital parts, and everything that comes into view becoming a weapon for their madness. And if on the opposite side as well they find an equal evil arrayed against them—another anger and a madness of like degree—clashing together in just this way they do to one another and suffer all that it is natural for men generalled by such a demon to suffer. For maimings of limbs, or oftentimes even deaths, the combatants carry off as prizes of their anger. One began with unjust blows, and the other defended himself; the first struck back in turn, and the other does not give way. And the body is cut to pieces by the blows, while wrath takes away the perception of pain; for they have no leisure for perceiving what they have suffered, since their whole soul is stirred up towards vengeance upon him who grieved them.
3. Μὴ δὴ κακῷ τὸ κακὸν ἰᾶσθε, μηδὲ ἐπιχειρεῖτε ἀλλήλους ὑπερβαίνειν ταῖς συμφοραῖς. Ἐν γὰρ ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλεῖον ἔχων τῆς ἁμαρτίας. Μὴ τοίνυν γένῃ κακοῦ πληρωτὴς ἐράνου, μηδὲ πονηροῦ δανείου πονηρότερος ἐκτιστής. Ὕβρισεν ὀργισθείς; στῆσον τῇ σιωπῇ τὸ κακόν. Σὺ δὲ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὀργὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ, διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ ἐνεχθέν. Μὴ διδασκάλῳ χρήσῃ τῷ ἐχθρῷ, μηδὲ ὃ μισεῖς, τοῦτο ζηλώσῃς. Μηδὲ γένῃ ὥσπερ κάτοπτρον τοῦ ὀργίλου, τὴν ἐκείνου μορφὴν ἐν σεαυτῷ δεικνύς. Ἐρυθρὸς ἐκεῖνος· σὺ δὲ οὐκ ἐφοινίχθης; Ὀφθαλμοὶ ὕφαιμοι· οἱ δὲ σοὶ, εἰπέ μοι, γαλήνην βλέπουσι; Φωνὴ τραχεῖα· ἡ δὲ σὴ ἠπία; Οὐδὲ ἡ ἐν ταῖς ἐρημίαις ἠχὼ οὕτως ἀνεκλάσθη ἀκεραία πρὸς τὸν φθεγξάμενον, ὡς ἐπὶ τὸν λοίδορον αἱ ὕβρεις ἐπαναστρέφουσι. Μᾶλλον δὲ ὁ μὲν ἦχος ὁ αὐτὸς ἀπεδόθη· ἡ δὲ λοιδορία μετὰ προσθήκης ἐπάνεισιν. Οἷα γὰρ ἀλλήλους ἐφυβρίζοντες ἀντιφθέγγονται; Ὁ μὲν εἶπεν ἀφανῆ, καὶ ἐξ ἀφανῶν· ὁ δὲ ἀπεκάλεσεν οἰκοτρίβων οἰκότριβα· οὗτος πένητα, ἐκεῖνος ἀλήτην· οὗτος ἀμαθῆ, ἐκεῖνος παραπλῆγα· ἕως ἂν αὐτοῖς αἱ ὕβρεις, ὥσπερ τοξεύματα, ἐπιλείπωσιν. Εἶτα, ἐπειδὰν πᾶσαν λοιδορίαν διὰ τῆς γλώττης ἐκσφενδονήσωσιν, οὕτω λοιπὸν πρὸς τὴν διὰ τῶν ἔργων χωροῦσιν ἄμυναν. Θυμὸς μὲν γὰρ ἐγείρει μάχην,
3. Do not, then, heal evil with evil, nor attempt to surpass one another in calamities. For in wicked contests the victor is more wretched, because he departs having the greater share of sin. Do not, therefore, become the payer of an evil contribution, nor a more wicked repayer of a wicked loan. Did he insult you in anger? Halt the evil by silence. Yet you, receiving his anger like a stream into your own heart, imitate the winds, which by blowing back return what was borne along. Do not use your enemy as a teacher, nor emulate what you hate. Nor become like a mirror of the irascible man, displaying his form in yourself. He is flushed; and have you not grown crimson? His eyes are suffused with blood; and do yours, tell me, look calm? His voice is harsh; and is yours gentle? Not even the echo in desert places is reflected back so intact to him who uttered the sound as insults return upon the reviler. Or rather, the sound is given back the same, whereas reviling comes back with an addition. For what sort of things do they utter back as they insult one another? One calls the other obscure and sprung from obscure folk; the other retorts by calling him a house-born slave of house-born slaves; this one says beggar, that one vagabond; this one ignorant, that one deranged—until insults fail them like arrows. Then, once they have slung forth every reviling with the tongue, in this way at last they proceed to vengeance through deeds. For wrath stirs up strife,
PG 31:360Read from the page
μάχη δὲ γεννᾷ λοιδορίας, αἱ δὲ λοιδορίαι πληγὰς, αἱ δὲ πληγαὶ τραύματα, ἐκ δὲ τραυμάτων πολλάκις θάνατοι. Ἀπὸ τῆς πρώτης ἀρχῆς τὸ κακὸν ἐπίσχωμεν, τὴν ὀργὴν πάσῃ μηχανῇ τῶν ψυχῶν ἐξελόντες. Οὕτω γὰρ ἂν δυνηθείημεν τὰ πλεῖστα τῶν κακῶν, ὥσπερ ῥίζῃ τινὶ καὶ ἀρχῇ, τῷ πάθει τούτῳ συνεκτεμεῖν. Ἐλοιδόρησε; σὺ δὲ εὐλόγησον. Ἐτύπτησε; σὺ δὲ ὑπόμεινον. Διαπτύει καὶ τὸ μηδὲν ἡγεῖταί σε; σὺ δὲ ἔννοιαν λάβε σεαυτοῦ, ὅτι ἐκ γῆς ὑφέστηκας, καὶ εἰς γῆν πάλιν ἀναλυθήσῃ. Ὁ γὰρ τούτοις τοῖς λόγοις ἑαυτὸν προκατασχὼν πᾶσαν ἀτιμίαν ἐλάττονα εὑρήσει τῆς ἀληθείας. Οὕτω γὰρ καὶ τῷ ἐχθρῷ ἀμήχανον κατασκευάσεις τὴν ἄμυναν, ἄτρωτον σεαυτὸν ταῖς λοιδορίαις δεικνύς· καὶ σεαυτῷ μέγαν τῆς ὑπομονῆς προξενήσεις τὸν στέφανον, τὴν ἑτέρου μανίαν ἀφορμὴν οἰκείας φιλοσοφίας ποιούμενος. Ὥστε, ἂν ἐμοὶ πείθῃ, καὶ ἐπιδαψιλεύσῃ τῶν ὕβρεων. Ἀφανῆ σε εἶπε, καὶ ἄδοξον, καὶ μηδένα μηδαμόθεν; σὺ δὲ γῆν εἰπὲ καὶ σποδὸν σεαυτόν. Οὐκ εἶ σεμνότερος τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ, ὃς ἑαυτὸν ταῦτα ἀπεκάλει. Ἀμαθῆ καὶ πτωχὸν καὶ τοῦ μηδενὸς ἄξιον; σὺ δὲ σκώληκα σεαυτὸν εἰπὲ, καὶ ἀπὸ κοπρίας ἔχειν τὴν γένεσιν, τὰ τοῦ Δαβὶδ λέγων ῥήματα. Τούτοις πρόσθες καὶ τὸ τοῦ Μωϋσέως καλόν. Ἐκεῖνος, ὑπὸ Ἀαρὼν καὶ Μαρίας λοιδορηθεὶς, οὐ κατενέτυχε τῷ Θεῷ, ἀλλὰ προσηύχετο ὑπὲρ αὐτῶν. Τίνων βούλει μαθητὴς εἶναι μᾶλλον, τῶν θεοφιλῶν καὶ μακαρίων ἀνδρῶν, ἢ τῶν ὑπὸ τοῦ πνεύματος τῆς πονηρίας πεπληρωμένων; Ὅταν σοι κινηθῇ τῆς λοιδορίας πειρασμὸς, νόμιζε κρίνεσθαι σεαυτὸν, πότερον διὰ τῆς μακροθυμίας προσχωρεῖς τῷ Θεῷ, ἢ διὰ τῆς ὀργῆς ἀποτρέχεις πρὸς τὸν ἀντίδικον. Δὸς καιρὸν τοῖς λογισμοῖς σεαυτοῦ τὴν ἀγαθὴν ἐκλέξασθαι μερίδα. Ἢ γὰρ ὠφέλησάς τι κἀκεῖνον τῷ ὑποδείγματι τῆς πραότητος, ἢ χαλεπώτερον ἠμύνω διὰ τῆς ὑπεροψίας. Τί γὰρ ἂν γένοιτο ὀδυνηρότερον τῷ ἐχθρῷ, ἢ τὸν ἐχθρὸν ἑαυτοῦ ὁρᾷν ὕβρεων ὑψηλότερον; Μὴ καταβάλῃς σεαυτοῦ τὴν γνώμην, μηδὲ ἀνάσχῃ γενέσθαι ἐφικτὸς τοῖς ὑβρίζουσιν. Ἔασον αὐτὸν ἄπρακτά σου καθυλακτεῖν· ἐφ' ἑαυτῷ διαῤῥηγνύσθω. Ὥσπερ γὰρ ὁ τύπτων τὸν μὴ ἀλγοῦντα ἑαυτὸν τιμωρεῖται (οὔτε γὰρ τὸν ἐχθρὸν ἠμύνατο, καὶ τὸν θυμὸν οὐκ ἀνέπαυσεν)· οὕτως ὁ τὸν ἀλοιδόρητον ὀνειδίζων παραμυθίαν εὑρεῖν τοῦ πάθους οὐ δύναται. Τούναντίον μὲν οὖν, ὅπερ ἔφην, καὶ διαπρίεται. Εὐθὺς γὰρ ἐκ τῶν παρόντων οἷα ἑκάτερος ὑμῶν προσαγορεύεται; Ὁ μὲν λοίδορος, σὺ δὲ μεγαλόψυχος· ὁ μὲν ὀργίλος καὶ χαλεπὸς, σὺ δὲ μακρόθυμος καὶ πρᾶος· ὁ μὲν μεταγνώσεται ἐφ' οἷς ἐφθέγξατο, σὺ δὲ οὐδέποτε μεταμελήσῃ τῆς ἀρετῆς.
and fighting begets revilings, and revilings blows, and blows wounds, and from wounds oftentimes deaths. Let us check the evil from its very first beginning, expelling anger from our souls by every contrivance. For thus we should be able to cut out the greatest part of evils together with this passion, as with a kind of root and beginning. Did he revile you? Do you bless. Did he strike you? Do you endure. Does he spit upon you and count you as nothing? Do you take thought of yourself, that you are framed out of earth, and into earth again you shall be dissolved. For he who has preoccupied himself with these reflections will find every dishonour to be less than the truth. For thus you will also render vengeance impossible for your enemy, by showing yourself invulnerable to revilings; and for yourself you will procure a great crown of endurance, making the other man's madness an occasion for your own philosophy. Wherefore, if you are persuaded by me, you will even add lavishly to the insults. Obscure did he call you, and inglorious, and a nobody from nowhere? Do you call yourself earth and ashes. You are not more august than our father Abraham, who called himself these things. Unlearned and poor and worth nothing? Do you call yourself a worm, and say that you have your origin from a dunghill, speaking the words of David. To these add also the noble deed of Moses. When he was reviled by Aaron and Miriam, he did not appeal to God against them, but prayed on their behalf. Whose disciple do you wish to be rather: of men loved by God and blessed, or of men filled by the spirit of wickedness? Whenever a temptation to reviling is stirred up for you, consider that you yourself are being judged, whether through long-suffering you draw near to God, or through anger you run off towards the adversary. Give time to your reflections to choose the good portion. For either you benefited him somewhat as well by the example of meekness, or more severely you avenged yourself through disdain. For what could become more painful to an enemy than to behold his own enemy higher than insults? Do not cast down your own mind, nor suffer yourself to become reachable by those who insult you. Let him bark against you ineffectually; let him burst asunder within himself. For just as he who strikes one who feels no pain punishes himself (for neither did he avenge himself on his enemy, nor did he appease his wrath), so he who reproaches one who cannot be provoked to reviling cannot find solace for his passion. On the contrary, indeed, as I said, he is even sawn through with rage. For straightway from those present by what names is each of you addressed? He as a railer, and you as great-souled; he as irascible and harsh, and you as long-suffering and meek; he will repent over the things he uttered, while you will never regret your virtue.
4. Τί δεῖ τὰ πολλὰ λέγειν; Τῷ μὲν ἀπέκλεισε τὴν τῶν οὐρανῶν βασιλείαν ἡ λοιδορία· Λοίδοροι γὰρ
4. What need is there to say much? Against him reviling has shut the kingdom of the heavens; for railers
Notes, col. 360

On the reading

Printed Τούναντίον, for Τοὐναντίον.

PG 31:361Read from the page
βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· σοὶ δὲ ἡτοίμασε τὴν βασιλείαν ἡ σιωπή. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ἀμυνόμενος δὲ καὶ εἰς ἴσον ἀντικαθιστάμενος τῷ λοιδόρῳ, τί καὶ ἀπολογήσῃ; Ὅτι παρώξυνε κατάρξας; Καὶ ποίας τοῦτο συγγνώμης ἄξιον; Οὐδὲ γὰρ ὁ πόρνος, ἐπὶ τὴν ἑταίραν τὴν αἰτίαν μετατιθεὶς ὡς πρὸς τὴν ἁμαρτίαν διερεθίσασαν, ἧττον τῆς κατακρίσεως ἀξιοῦται. Οὔτε στέφανοι χωρὶς ἀνταγωνιστῶν, οὔτε πτώματα χωρὶς ἀντιπάλων. Ἄκουε τοῦ Δαβὶδ λέγοντος· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, οὐχὶ παρωξύνθην, οὐδὲ ἠμυνάμην, ἀλλ' Ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Σὺ δὲ παροξύνῃ μὲν ὡς ἐπὶ φαύλῃ τῇ λοιδορίᾳ· μιμῇ δὲ πάλιν ὡς ἀγαθόν. Ἰδοὺ γὰρ ἔπαθες ἃ ἐγκαλεῖς. Ἢ τὸ μὲν ἀλλότριον κακὸν ἐπιμελῶς καταβλέπεις; τὸ δὲ σεαυτοῦ αἰσχρὸν οὐδαμοῦ τιθεῖς; Πονηρὸν ἡ ὕβρις; φεῦγε τὴν μίμησιν. Οὐ γὰρ δὴ τὸ ἕτερον κατάρξαι ἱκανὸν εἰς παραίτησιν. Δικαιότερον μὲν οὖν, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπιτεῖναι τὴν ἀγανάκτησιν, διότι ὁ μὲν οὐκ εἶχε τὸ σωφρονίζον ὑπόδειγμα· σὺ δὲ, βλέπων ἀσχημονοῦντα τὸν ὀργιζόμενον, οὐκ ἐφυλάξω αὐτοῦ τὴν ὁμοίωσιν, ἀλλ' ἀγανακτεῖς καὶ χαλεπαίνεις καὶ ἀντοργίζῃ· καὶ γίνεταί σου τὸ πάθος ἀπολογία τοῦ προλαβόντος. Αὐτοῖς γὰρ οἷς ποιεῖς, κἀκεῖνον αἰτίας ἀφίης, καὶ σεαυτὸν κατακρίνεις. Εἰ μὲν γὰρ πονηρὸν ὁ θυμὸς, τί οὐκ ἐξέκλινας τὸ κακόν; εἰ δὲ συγγνώμης ἄξιον, τί χαλεπαίνεις τῷ θυμουμένῳ; Ὥστε, εἰ δεύτερος ἦλθες πρὸς τὴν ἀντίδοσιν, οὐδέν σε τοῦτο ὀνήσει. Οὐδὲ γὰρ ἐν τοῖς στεφανίταις ἀγῶσιν ὁ κατάρξας τῶν παλαισμάτων, ἀλλ' ὁ ὑπερβαλλόμενος στεφανοῦται. Καὶ κατακρίνεται τοίνυν οὐχὶ μόνον ὁ καθηγησάμενος τοῦ δεινοῦ, ἀλλ' ὁ καὶ πονηρῷ ἡγεμόνι πρὸς τὴν ἁμαρτίαν ἐξακολουθήσας. Ἐὰν πένητά σε προσείπῃ, εἰ μὲν ἀληθῆ λέγει, κατάδεξαι τὴν ἀλήθειαν· εἰ δὲ ψεύδεται, τί πρὸς σὲ τὸ λεγόμενον; Μήτε πρὸς ἐπαίνους χαυνωθῇς τοὺς ὑπὲρ τὴν ἀλήθειαν· μήτε πρὸς ὕβρεις ἀγριανῇς τὰς οὐχ ἁπτομένας σου. Οὐχ ὁρᾷς τὰ τοξεύματα, πῶς τῶν μὲν στεῤῥῶν καὶ ἀντιτύπων πέφυκε διεκπίπτειν, ἐν δὲ τοῖς ἁπαλοῖς καὶ ὑπείκουσι τὴν ὁρμὴν ὑπεκλύειν; Τοιοῦτον δή τι νόμιζε εἶναι καὶ τὸ τῆς λοιδορίας. Ὁ μὲν ἀντιβαίνων εἰς ἑαυτὸν καταδέχεται· ὁ δὲ ἐνδιδοὺς καὶ ὑπείκων ἐν τῇ ἁπαλότητι τοῦ τρόπου τὴν ἐπ' αὐτὸν φερομένην πονηρίαν διέλυσε. Τί δέ σε ταράσσει ἡ προσηγορία τοῦ πένητος; Μνήσθητι τῆς φύσεως σεαυτοῦ· ὅτι γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, γυμνὸς καὶ ἀπελεύσῃ. Τί δὲ γυμνοῦ πενιχρότερον; Οὐδὲν ἤκουσας δεινὸν, ἐὰν μὴ σεαυτῷ οἰκειώσῃς
shall not inherit the kingdom of God; whereas for you silence has prepared the kingdom. For he who endures unto the end, this man shall be saved. Yet if you retaliate and set yourself on equal terms against the railer, what defence will you even make? That he provoked you by beginning first? And of what sort of pardon is this worthy? For neither is the fornicator, when he shifts the blame onto the courtesan as having incited him towards the sin, counted worthy of any less condemnation. There are neither crowns without antagonists, nor falls without opponents. Hear David saying: When the sinner stood up against me, I was not provoked, nor did I retaliate, but I became deaf and was humbled, and kept silence even from good words. Yet you are provoked indeed at the reviling as at a base thing, and again you imitate it as a good thing. For behold, you have suffered the very things you bring as charges. Or do you carefully eye another's evil, while you count your own disgrace as nothing at all? Is insult wicked? Flee the imitation of it. For surely the fact that the other man began first is not sufficient for an excuse. More justly indeed, as I persuade myself, does it even heighten the indignation against you, because he on the one hand did not have the chastening example; whereas you, seeing the angry man behaving unseemly, did not guard against likeness to him, but are indignant and harsh and angry in return; and your passion becomes a defence for the one who went before. For by the very things you do, you both release that man from blame and condemn yourself. For if on the one hand wrath is a wicked thing, why did you not turn aside from the evil? And if on the other hand it is worthy of pardon, why are you harsh towards the one who is angry? Wherefore, even if you came second to the retaliation, this will profit you nothing. For neither in the crown-bearing contests is the one who began the wrestling bouts crowned, but the one who surpasses the other. Accordingly there is condemned not only the one who led the way in the outrage, but also the one who followed behind a wicked leader towards sin. If someone addresses you as poor, if he speaks true things, accept the truth; and if he lies, what is what is said to you? Neither be puffed up at praises that are beyond the truth, nor grow savage at insults that do not touch you. Do you not behold arrows, how they naturally pierce right through hard and resistant things, whereas in soft and yielding things they slacken their force? Consider the matter of reviling also to be something of just this sort. He who resists receives it into himself; whereas he who gives way and yields dissolves in the gentleness of his manner the wickedness borne against him. And why does the appellation of poor man trouble you? Remember your own nature: that naked you entered into the world, and naked also you shall depart. And what is poorer than one who is naked? You have heard nothing dreadful, unless you appropriate to yourself
PG 31:364Read from the page
τὰ εἰρημένα. Τίς ποτε ἀπήχθη διὰ πενίαν εἰς δεσμωτήριον; Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγενῶς τὴν πενίαν. Μνήσθητι τοῦ Δεσπότου· ὅτι Πλούσιος ὢν, ἐπτώχευσε δι' ἡμᾶς. Ἐὰν ἄφρονά σε καὶ ἀμαθῆ προσαγορεύσῃ, ὑπομνήσθητι τῶν Ἰουδαϊκῶν ὕβρεων, αἷς τὴν ἀληθινὴν σοφίαν ἐλοιδορήσαντο· Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις. Ἐὰν μὲν οὖν ὀργισθῇς, ἐβεβαίωσας τὰ ὀνείδη· τί γὰρ ὀργῆς ἀφρονέστερον; ἐὰν δὲ μείνῃς ἀόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. Ἐῤῥαπίσθης; καὶ γὰρ καὶ ὁ Κύριος. Ἐνεπτύσθης; καὶ γὰρ ὁ Δεσπότης ἡμῶν. Οὐ γὰρ ἀπέστρεψε τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ἐσυκοφαντήθης; καὶ γὰρ καὶ ὁ κριτής. Περιέῤῥηξάν σου τὸν χιτωνίσκον; Ἀπέδυσάν μου καὶ τὸν Κύριον, καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς. Οὔπω κατεκρίθης, οὔπω ἐσταυρώθης. Πολλά σοι λείπει, ἵνα φθάσῃς αὐτοῦ πρὸς τὴν μίμησιν.
the things that were spoken. Who was ever led away because of poverty into prison? Being poor is not shameful, but failing to bear poverty nobly. Remember the Master: that though He was rich, He became poor for our sakes. If someone addresses you as foolish and unlearned, call to mind the Jewish insults with which they reviled the true Wisdom: You are a Samaritan, and have a demon. If therefore you grow angry, you have confirmed the reproaches; for what is more foolish than anger? Whereas if you remain free from anger, you have put the insulter to shame, displaying sobriety in deed. Were you slapped? For so too was the Lord. Were you spat upon? For so too was our Master. For He did not turn His face away from the shame of spittings. Were you falsely accused? For so too was the Judge. Did they tear off your tunic? They stripped my Lord also, and divided His garments among themselves. Not yet have you been condemned, not yet have you been crucified. Much is lacking to you, that you may attain to the imitation of Him.
5. Τούτων ἕκαστον ὑποτρεχέτω σου τὴν διάνοιαν, καὶ καταστελλέτω τὴν φλεγμονήν. Αἱ γὰρ τοιαῦται προπαρασκευαὶ καὶ διαθέσεις, οἷον πηδήματα τῆς καρδίας καὶ σφυγμοὺς ἀφαιροῦσαι, εἰς εὐστάθειαν καὶ γαλήνην τοὺς λογισμοὺς ἐπανάγουσι. Καὶ τοῦτό ἐστιν ἄρα τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· ὅτι Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Δεῖ τοίνυν τὸ μανικὸν καὶ ἔκπληκτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων ἀνδρῶν ὑποδειγμάτων· πῶς ὁ μέγας Δαβὶδ πράως ἠνείχετο τῆς παροινίας τοῦ Σεμεεί. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέρων τὴν ἔννοιαν· ὅτι Κύριος εἶπε, φησὶ, τῷ Σεμεεὶ καταρᾶσθαι τὸν Δαβίδ. Διόπερ ἀκούων αἱμάτων ἀνὴρ, καὶ ἀνὴρ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέπαινεν, ἀλλ' ἑαυτὸν ἐταπείνου, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ἀπαντώσης. Δύο δὴ ταῦτα περίελε σεαυτοῦ, μήτε σεαυτον μεγάλων ἄξιον κρίνῃς, μήτε ἀνθρώπων τινὰ παρὰ πολὺ ἐλαττοῦσθαί σου κατὰ τὴν ἀξίαν νομίσῃς. Οὕτω γὰρ οὐδέποτε ὁ θυμὸς ἐν ταῖς ἐπαγομέναις ἡμῖν ἀτιμίαις ἐπαναστήσεται. Δεινὸν μὲν τὸν εὐεργετηθέντα, καὶ ταῖς μεγίσταις ὑπόχρεων χάρισι, πρὸς τῷ ἀχαρίστῳ ἔτι καὶ ὕβρεως καὶ ἀτιμίας κατάρξαι. Δεινὸν μὲν, ἀλλὰ τῷ ποιοῦντι μεῖζόν ἐστι κακὸν ἢ τῷ πάσχοντι. Ἐκεῖνος ὑβριζέτω· σὺ δὲ μὴ ὑβρίζου. Γυμνάσιόν σοι πρὸς φιλοσοφίαν ἔστω τὰ
5. Let each of these things come into your mind, and let it quell the inflammation. For such prior preparations and dispositions, taking away as it were the leapings and throbbings of the heart, lead one's thoughts back into steadfastness and calm. And this then is what was spoken by David: I was prepared, and was not troubled. One must therefore quell the frantic and stunned movement of the soul by the remembrance of the examples of blessed men: how the great David meekly endured the drunken insolence of Semeei. For he did not give occasion for anger to be stirred, transferring his thought towards God: because the Lord told Semeei, he says, to curse David. Wherefore, on being called a man of blood, and a lawless man, he was not harsh towards that man, but humbled himself, as though the insult were meeting him according to his desert. Strip away from yourself, then, these two things: neither judge yourself worthy of great things, nor suppose any among men to be far inferior to you in worth. For thus wrath will never rise up in the dishonours brought against us. It is dreadful indeed for one who has received benefactions, and is indebted for the greatest favours, besides his ingratitude to initiate insult and dishonour as well. Dreadful indeed, yet it is a greater evil to the one who does it than to the one who suffers it. Let that man insult; but do you not be insulted. Let your training-ground towards philosophy be the
Notes, col. 364

On the reading

Printed σεαυτον, for σεαυτὸν.

PG 31:365Read from the page
ῥήματα. Ἐὰν μὴ δηχθῇς, ἄτρωτος εἶ. Ἐὰν δὲ καὶ πάθῃς τι τὴν ψυχὴν, ἐν σεαυτῷ κάτασχε τὸ λυπηρόν. Ἐν ἐμοὶ γὰρ, φησὶν, ἐταράχθη ἡ κάρδία μου· τουτέστιν, οὐ διεδόθη πρὸς τὸ ἔξω τὸ πάθος, ἀλλ' οἷόν τι κῦμα εἴσω τῶν αἰγιαλῶν κατακλασθὲν ἐστορέσθη. Καθησύχασόν μοι τὴν καρδίαν ὑλακτοῦσαν καὶ ἀγριαίνουσαν. Αἰδείσθω τὰ πάθη τοῦ ἐν σοὶ λόγου τὴν ἐπιφάνειαν, ὥσπερ τὸ ἐν παισὶν ἄτακτον ἀνδρὸς αἰδεσίμου παρουσίαν. Πῶς ἂν οὖν ἐκφύγοιμεν τὴν ἐκ τοῦ ὀργίζεσθαι βλάβην; Ἐὰν πείσωμεν τὸν θυμὸν μὴ προλαμβάνειν τοὺς λογισμοὺς, ἀλλὰ τούτου πρῶτον ἐπιμελώμεθα, ὡς μηδέποτε αὐτὸν προεκτρέχειν τῆς διανοίας· ἔχωμεν δὲ ὥσπερ ἵππον ὑπεζευγμένον ἡμῖν, καὶ οἷον χαλινῷ τινι τῷ λόγῳ καταπειθῆ, μηδαμοῦ τῆς τάξεως ἐκβαίνοντα τῆς οἰκείας, ἀγόμενον δὲ ὑπὸ τοῦ λόγου, ἐφ' ὅπερ ἂν καθηγῆται. Ἔτι γὰρ πρὸς πολλὰ τῶν τῆς ἀρετῆς ἔργων ἐπιτήδειον ἡμῶν τῆς ψυχῆς τὸ θυμοειδὲς, ὅταν, ὥσπερ τις στρατιώτης, παρὰ τῷ στρατηγῷ τὰ ὅπλα θέμενος, ἑτοίμως ἐπὶ τὰ παραγγελλόμενα τὰς βοηθείας παρέχηται, καὶ σύμμαχος ᾖ τῷ λόγῳ κατὰ τῆς ἁμαρτίας. Νεῦρον γάρ ἐστι τῆς ψυχῆς ὁ θυμὸς, τόνον αὐτῇ πρὸς τὴν τῶν καλῶν ἔνστασιν ἐμποιῶν. Εἰ γάρ ποτε λάβοι αὐτὴν ὑφ' ἡδονῆς ἐκλυθεῖσαν, οἱονεὶ βαφῇ σιδήρου στομώσας, αὐστηρὰν αὐτὴν καὶ ἀνδρείαν ἐκ μαλακῆς ἄγαν καὶ ἀνειμένης ἐποίησεν. Οὐ γὰρ, εἰ μὴ θυμωθείης κατὰ τοῦ πονηροῦ, δυνατόν σοι μισῆσαι αὐτὸν ὅσον ἄξιον. Δεῖ γὰρ, οἶμαι, τὴν ἴσην σπουδὴν ἔχειν περί τε τὴν ἀγάπην τῆς ἀρετῆς καὶ περὶ τὸ μῖσος τῆς ἁμαρτίας. Πρὸς ὅπερ μάλιστα χρήσιμος ὁ θυμός· ἐπειδὰν οἷον κύων ποιμένι, οὕτως ὁ θυμὸς τῷ λογισμῷ παρεπόμενος, πρᾶος μένῃ καὶ χειροήθης τοῖς ὠφελοῦσι, καὶ εὐανάκλητος τῷ λογισμῷ, πρὸς μὲν τὴν ἀλλοτρίαν καὶ φωνὴν καὶ ὄψιν ἐξαγριούμενος, κἂν θεραπείαν ἔχειν δοκῇ, τοῦ δὲ συνήθους αὐτῷ καὶ φίλου ἐμβοήσαντος, ὑποπτήσσων. Αὕτη ἀρίστή ἐστὶ καὶ ἔμμετρος τῷ φρονίμῳ τῆς ψυχῆς μέρει παρὰ τοῦ θυμοειδοῦς ἡ συνεργία. Ὁ γὰρ τοιοῦτος ἀδιάλλακτος ἔσται τοῖς ἐπιβούλοις καὶ ἄσπονδος· μηδέποτε τὴν πρὸς τὸ βλάπτον φιλίαν καταδεχόμενος, ἀλλὰ τὴν ἐπίβουλον ἡδονὴν ὥσπερ τινὰ λύκον ὑλακτῶν ἀεὶ καὶ σπαράσσων. Τοιοῦτον μὲν δὴ τὸ ἀπὸ θυμοῦ ὠφέλιμον τοῖς εἰδόσι μεταχειρίζεσθαι. Ἐπεὶ καὶ τῶν ἄλλων δυνάμεων ἑκάστη παρὰ τὸν τρόπον τῆς χρήσεως ἢ κακὸν ἢ ἀγαθὸν τῷ κεκτημένῳ γίνεται. Οἷον, τῷ ἐπιθυμητικῷ τῆς ψυχῆς ὁ μὲν εἰς ἀπόλαυσιν σαρκὸς καὶ τῶν ἀκαθάρτων ἡδονῶν ἀποχρησάμενος βδελυκτὸς καὶ ἀκόλαστος, ὁ δὲ ἐπὶ τὴν ἀγάπην τοῦ Θεοῦ τρέψας, καὶ τὴν ὄρεξιν τῶν
words. If you are not stung, you are unwounded. And even if you suffer something in your soul, hold down the distress within yourself. For within me, he says, my heart was troubled; that is, the passion did not spread outwards, but like some wave broken within the shores it was calmed. Quiet for me your heart when it barks and grows savage. Let the passions stand in awe of the appearance of the reason within you, just as unruliness among boys stands in awe of the presence of a venerable man. How then might we escape the harm that comes from growing angry? If we persuade wrath not to anticipate our reflections, but take care of this first, that it never run out ahead of our mind; and if we keep it like a horse yoked beneath us, and obedient to reason as to a kind of bridle, nowhere stepping outside its own proper rank, but led by reason wheresoever it may guide. For moreover the spirited part of our soul is serviceable towards many of the works of virtue, whenever, like a soldier who has grounded his arms beside his commander, it readily renders aid at what is commanded, and is an ally to reason against sin. For wrath is a sinew of the soul, imparting tension to it towards firmness in good things. For if ever it finds the soul slackened by pleasure, tempering it as though by a dipping of iron, it renders it austere and courageous instead of exceedingly soft and relaxed. For unless you are stirred to wrath against the evil one, it is impossible for you to hate him as much as he deserves. For one must, I think, have equal zeal both for the love of virtue and for the hatred of sin. Towards which wrath is above all useful: when just as a dog follows a shepherd, so wrath, attending upon reason, remains gentle and tame towards those who bring benefit, and readily recalled by reason, growing fierce indeed towards an alien voice and sight, even if it seems to offer flattery, yet crouching down when one familiar and friendly to it calls out. This is the best and well-proportioned cooperation rendered to the prudent part of the soul by the spirited part. For such a man will be irreconcilable and truceless towards plotters: never admitting friendship towards what harms, but ever barking at and tearing apart treacherous pleasure like some wolf. Such indeed is the benefit from wrath for those who know how to manage it. Since each of the other faculties also, according to the manner of its use, becomes either evil or good to its possessor. For instance, with the appetitive part of the soul, he on the one hand who abuses it for enjoyment of the flesh and of impure pleasures is abominable and licentious, whereas he on the other hand who turns it towards the love of God, and the desire for
Notes, col. 365

On the reading

Printed κάρδία, for καρδία.

Printed ἀρίστή, for ἀρίστη.