Migne Reading Room

PG 31 · cols. 320–329 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:320Read from the page
δικαίῳ τὰ πάντα, καὶ τῆς ζωῆς εφόδιον ἡ πρὸς Θεὸν ἐλπίς. Ζῶν δὲ οὕτω, λιμῷ τὴν ζωὴν οὐκ ἀπήλλαξεν· ἀλλ' οἱ ἁρπακτικώτατοι καὶ μάλιστα γαστρίμαργοι τῶν ὀρνίθων, οὗτοι διεκόμιζον τὰ σιτία, καὶ τροφῆς ἐγίνοντο τῷ δικαίῳ διάκονοι, οἱ τὰς ἀλλοτρίας τροφὰς ἐκ συνηθείας ἁρπάζοντες· καὶ τῷ δεσποτικῷ προστάγματι τὴν φύσιν διήμειψαν, πιστοὶ φύλακες γενόμενοι τῶν ἄρτων καὶ τῶν κρεῶν. Ταῦτα δὲ τῷ ἀνδρὶ φέρειν τοὺς κόρακας παρὰ τῆς πνευματικῆς ἱστορίας ἐμάθομεν. Εἶχε δὲ καὶ ὁ Βαβυλώνιος λάκκος τὸν Ἰσραηλίτην νεανίσκον· αἰχμάλωτον μὲν τὴν συμφορὰν, ἐλεύθερον δὲ τὴν ψυχὴν καὶ τὸ φρόνημα. Καὶ τί τὰ παρ' ἐκείνων; Οἱ μὲν λέοντες παρὰ φύσιν ἐνήστευον· ὁ δὲ τούτου τροφεὺς Ἀμβακοὺμ ἐφέρετο δι' ἀέρος, κομίζοντος τοῦ ἀγγέλου μετὰ τῶν ὄψων τὸν ἄνθρωπον· καὶ ἵνα μὴ λιμῷ πιεσθῇ δίκαιος, τοσαύτης ὑπερηνέχθη γῆς καὶ θαλάσσης ὁ προφήτης ἐν μικρῷ μορίῳ καιροῦ, ὅσην ἐκ τῆς Ἰουδαίας μέχρι Βαβυλῶνος ἡπλῶσθαι.
righteous man everything, and hope towards God was the provision for his life. Living thus, he did not end his life by famine; rather, the most rapacious and exceedingly gluttonous of birds—these carried provisions to him, and became ministers of nourishment to the righteous man, they whose habit is to snatch the food of others; and at the Master's command they changed their nature, becoming faithful guardians of the loaves and the flesh. That the ravens brought these things to the man we have learnt from the spiritual history. The Babylonian pit likewise held the Israelite youth—a captive in calamity, yet free in soul and spirit. And what happened on their side? The lions fasted contrary to nature; while his feeder Habakkuk was borne through the air, the angel carrying the man together with the cooked food; and lest a righteous man should be crushed by famine, the prophet was borne aloft over as great an expanse of land and sea in a brief fraction of time as is spread out from Judaea as far as Babylon.
6. Τί δὲ πάλιν ὁ τῆς ἐρήμου λαὸς, οὗ Μωϋσῆς ἐπετρόπευσε; πῶς ᾠκονομήθη τὸν βίον ἐν ἔτεσι τεσσαράκοντα; Οὐκ ἦν ἐκεῖ σπείρων ἀνὴρ, οὐ βοῦς ἕλκων ἄροτρον, οὐχ ἅλως, οὐ ληνὸς, οὐ ταμιεῖον· καὶ τὴν τροφὴν εἶχον ἄσπορον καὶ ἀνήροτον, καὶ τὰς πηγὰς ἐχορήγει πέτρα, οὐ πρότερον οὔσας, ἀλλ' ἐκραγείσας ἐπὶ τῆς χρείας. Ἀφίημι τὰ καθ' ἕκαστον ἀπαριθμεῖσθαι τῆς τοῦ Θεοῦ προνοίας, ἃ πολλάκις ἐπὶ τῶν ἀνθρώπων πατρικῶς ἐνεδείξατο. Σὺ δὲ καρτέρησον ὀλίγον ἐπὶ τῆς συμφορᾶς, ὡς ὁ γενναῖος Ἰὼβ, καὶ μὴ περιτραπῇς ἐκ τοῦ κλύδωνος, μηδὲν ἀποβάλῃς ὧν φέρεις ἀγωγίμων τῆς ἀρετῆς. Ὡς βαρύτιμον ἐνθήκην τὴν εὐχαριστίαν διάσωσον ἐπὶ τῆς ψυχῆς, καὶ λήψῃ καὶ σὺ τῆς εὐχαριστίας τὰ διπλασίονα τῆς τρυφῆς. Μνημόνευε τῆς ἀποστολικῆς ῥήσεως· Ἐν παντὶ εὐχαριστεῖτε. Πένης εἶ; Ἄλλον ἔχεις πάντως πενέστερον. Σοὶ δέκα ἡμερῶν τὰ σιτία, ἐκείνῳ μιᾶς. Ὡς καλὸς καὶ εὐγνώμων τὸ σὸν περιττὸν ἐπανίσωσον πρὸς τὸν ἐνδεῆ. Μὴ ὀκνήσῃς ἐκ τοῦ ὀλίγου δοῦναι· μὴ προτιμήσῃς τὸ σὸν συμφέρον ἐκ τοῦ κοινοῦ κινδύνου. Κἂν εἰς ἕνα ἄρτον περιστῇ ἡ τροφὴ, ἐπιστῇ δὲ ταῖς θύραις ὁ ζητῶν, προκόμισον ἐκ τοῦ ταμιείου τὸν ἕνα, καὶ ἐπιθεὶς ταῖς χερσὶ πρὸς οὐρανὸν ἀνατείνας, εἰπὲ λόγον ἐλεεινὸν ὁμοῦ καὶ εὐγνώμονα· Εἷς ἄρτος, ὃν ὁρᾷς, Κύριε, καὶ ὁ κίνδυνος προφανὴς, ἀλλ' ἐγὼ τὴν σὴν ἐντολὴν ἐμοῦ προτίθημι, καὶ ἐκ τοῦ ὀλίγου δίδωμι τῷ λιμώττοντι ἀδελφῷ· δὸς δὴ καὶ σὺ τῷ κινδυνεύοντι δούλῳ. Οἶδά σου τὴν ἀγαθότητα, θαῤῥῶ καὶ τῇ δυνάμει· οὐχ ὑπερτίθεσαι εἰς χρόνον τὰς χάριτας, ἀλλὰ σκεδαννύεις, ὅταν ἐθέλῃς, τὰς δωρεάς. Κἂν οὕτως εἴπῃς καὶ πράξῃς, ὃν δίδως ἐκ τῆς στενώσεως ἄρτον, σπέρμα γίνεται γεωργίας, πολύχουν ἀπογεννᾷ τὸν καρπὸν, ἀῤῥαβὼν τῆς τροφῆς, ἐλέου πρόξενος. Εἰπὲ κλὶ
6. And what again of the people of the wilderness, over whom Moses had charge? how was their life provided for during forty years? There was no man there sowing, no ox drawing a plough, no threshing-floor, no winepress, no storehouse; yet they had nourishment unsown and unploughed, and a rock supplied fountains that had not existed before, but burst forth at their need. I forbear to recount one by one the works of God's providence, which He has often displayed in a fatherly way towards men. Do you, however, endure a little in calamity, like the noble Job, and do not be capsized by the surge, nor cast overboard any of the cargo of virtue that you carry. Preserve thanksgiving in your soul like a precious freight, and you too shall receive for your thanksgiving double the delight. Remember the apostolic saying: In everything give thanks. Are you poor? You certainly have someone else poorer still. You have provisions for ten days; he, for one. As a good and considerate man, equalize your surplus towards the destitute. Do not hesitate to give out of your little; do not set your own advantage above the common danger. Even if your food be reduced to a single loaf, and a beggar stand at your doors, bring out that one loaf from your storechamber, and laying it upon your hands and lifting them up towards heaven, utter a plea at once pitiable and grateful: There is one loaf, which Thou seest, O Lord, and the danger is manifest, yet I set Thy commandment before myself, and out of my little I give to my starving brother; give Thou also to Thy servant in peril. I know Thy goodness, I trust also in Thy power; Thou dost not defer Thy favours for a long time, but scatterest Thy gifts whenever Thou wilt. And if you speak and act thus, the bread that you give out of your straits becomes seed for husbandry, brings forth manifold fruit, a pledge of nourishment, a procurer of mercy. Speak also
Notes, col. 320

On the reading

Printed εφόδιον, for ἐφόδιον.

Printed κλὶ, for καὶ.

PG 31:321Read from the page
σὺ τῆς χήρας τῆς Σιδωνίας ῥῆμα ἐν τοῖς ὁμοίοις, εὐκαίρως τῆς ἱστορίας μνημόνευσον· Ζῇ Κύριος, ὅτι τοῦτον ἔχω ἐν τῇ οἰκίᾳ μου μόνον εἰς διατροφὴν ἐμοὶ καὶ τοῖς παιδίοις. Κἂν δῷς ἐκ τοῦ λείποντος, ἕξεις καὶ σὺ τὸν καμψάκην τοῦ ἐλαίου τῇ χάριτι βρύοντα· τὴν ὑδρίαν τῶν ἀλεύρων ἀκένωτον. Ἐπὶ γὰρ τῶν πιστῶν φιλότιμος ἡ τοῦ Θεοῦ χάρις μιμεῖται τὰ φρέατα, τὰ ἀεὶ κενούμενα, καὶ μὴ ἐξαντλούμενα, τὸ διπλοῦν ἀντεισάγουσα. Δάνεισον, ὁ ἄπορος, τῷ πλουσίῳ Θεῷ. Πίστευσον τῷ ἀεὶ εἰς πρόσωπον ἴδιον ὑπὲρ τοῦ θλιβομένου λαμβάνοντι, καὶ οἴκοθεν ἀποδιδόντι τὴν χάριν. Ἀξιόπιστος ἐγγυητὴς, πανταχοῦ γῆς καὶ θαλάττης ἡπλωμένους ἔχων τοὺς θησαυρούς. Καὶ πλέων ἐὰν ἀπαιτήσῃς τὸ δάνεισμα, λήψῃ ἐπὶ μέσου πελάγους σὺν τόκοις τὸ κεφάλαιον. Φιλοτιμεῖται γὰρ ἐν ταῖς προσθήκαις.
yourself the word of the Sidonian widow in like circumstances, seasonably call the story to mind: As the Lord lives, I have only this in my house for sustenance for me and my children. And if you give out of what is lacking, you too shall have the cruse of oil brimming over by grace, the jar of meal unemptied. For among the faithful the munificent grace of God imitates wells, which though ever emptied are never exhausted, bringing back double in return. Lend, O destitute man, to the rich God. Trust Him Who ever receives in His own person on behalf of the afflicted, and repays the favour from His own store. He is a trustworthy guarantor, having His treasures spread out everywhere over land and sea. Even while sailing, if you demand back the loan, you shall receive upon the open sea your principal with interest. For He is munificent in His additions.
7. Τὸ τοῦ λιμώττοντος νόσημα, λιμὸς, οἰκτρὸν πάθος ἐστί. Λιμὸς ἀνθρωπίνων συμφορῶν ὑπάρχει τὸ κεφάλαιον, πάντων θανάτων μοχθηρότερον τέλος οὗτος. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων κινδύνων, ἢ ξίφους ἀκμὴ τὴν τελευτὴν ὀξέως ἐφίστησιν, ἢ πυρὸς ὁρμὴ συντόμως τὸ ζῇν ἀποσβέννυσιν, ἢ θηρία, τοῖς ὀδοῦσι διασπαράξαντα ὅσα καίρια τῶν μελῶν, οὐ συγχωρεῖ τῇ παρολκῇ τῆς ὀδύνης τιμωρηθῆναι. Λιμὸς δὲ ἀργὸν ἔχει τὸ κακὸν, παρέλκουσαν τὴν ἀλγηδόνα, ἐγκαθημένην τὴν νόσον καὶ ἐμφωλεύουσαν, θάνατον ἀεὶ παρέντα, καὶ ἀεὶ βραδύνοντα. Τὸ γὰρ κατὰ φύσιν ὑγρὸν ἐκδαπανᾷ· τὸ θερμὸν καταψύχει· τὸν ὄγκον συστέλλει· τὴν δύναμιν κατ' ὀλίγον ἀπομαραίνει. Ἡ σὰρξ ὡς ἀράχνιον τοῖς ὀστέοις περίκειται. Ὁ χροῦς ἄνθος οὐκ ἔχει. Τὸ μὲν γὰρ ἐρυθρὸν φεύγει, ἐκτηκομένου τοῦ αἵματος· τὸ λευκὸν οὐκ ἔστι, τῇ ἰσχνότητι τῆς ἐπιφανείας μελαινομένης· πελιδνὸν δὲ τὸ σῶμα, ὠχρότητι καὶ τῷ μέλανι ἐλεεινῶς ἐκ τοῦ πάθους κιρνώμενον· γόνατα οὐ βαστάζοντα, ἀλλὰ πρὸς βίαν ἑλκόμενα. Φωνὴ λεπτὴ καὶ ἀδρανής· ὀφθαλμοὶ ἐνασθενοῦντες ταῖς κοιλότησιν, εἰκῆ ταῖς θήκαις ἐναποκείμενοι, ὡς τὰ τοῖς ἐλύτροις ἐμψυγέντα τῶν ἀκροδρύων. Γαστὴρ κενὴ καὶ συμπεπτωκυῖα, καὶ ἄμορφος, οὐκ ὄγκον, οὐ φυσικὴν τῶν σπλάγχνων ἐπίτασιν ἔχουσα, τοῖς ὀστέοις δὲ τοῦ νώτου προσπεπλασμένη. Ὁ οὖν τοιοῦτον σῶμα παρατρέχων πόσων κολάσεων ἄξιος; τίνα δὲ ὠμότητος ὑπερβολὴν καταλείψει; πῶς δὲ οὐκ ἄξιος τοῖς ἀνημέροις τῶν θηρίων συναριθμεῖσθαι, ὁρᾶσθαι δὲ ἐναγὴς καὶ ἀνδροφόνος; Ὁ γὰρ ἔχων ἐν ἐξουσίᾳ τὴν τοῦ κακοῦ θεραπείαν, ἑκὼν δὲ καὶ πρὸς πλεονεξίαν ὑπερτιθέμενος, εἰκότως ἂν ἐν τῷ ἴσῳ τῶν αὐτοχείρων καταδικάζοιτο. Τὸ τοῦ λιμοῦ πάθος κατηνάγκασε πολλοὺς πολλάκις καὶ τοὺς
7. The malady of the starving man, famine, is a piteous suffering. Famine is the summit of human calamities, an end more grievous than all other deaths. For in other dangers, either the edge of a sword brings on the end swiftly, or the rush of fire quenches life in short order, or wild beasts, tearing apart with their teeth the vital parts of the limbs, do not suffer one to be tortured by the prolongation of pain. Famine, however, holds a sluggish evil, a lingering agony, a sickness sitting fast and lurking within, a death ever present and ever tarrying. For it consumes the natural moisture; it chills the warmth; it shrinks the bulk; little by little it wastes away the strength. The flesh lies round the bones like a cobweb. The skin has no bloom. For the ruddy hue flees as the blood wastes away; whiteness is gone as the surface darkens through emaciation; and livid is the body, pitiably blended of pallor and blackness from the affliction; knees unable to bear weight, dragged along only by force. The voice is thin and feeble; eyes grown weak in their sockets, lying idly in their cases like nuts shrivelled up inside their shells. The belly is empty and sunken and shapeless, having neither bulk nor the natural tension of the inward parts, but plastered fast to the bones of the back. Of how many punishments, then, is he worthy who passes by such a body? what excess of cruelty will he leave behind? how is he not worthy to be numbered among savage beasts, and to be looked upon as accursed and a manslayer? For whoever has the remedy for the evil in his power, yet willingly puts it off out of covetousness, would justly be condemned on the same footing as murderers. The suffering of famine has often compelled many, even the
Notes, col. 321

On the reading

Printed παρέντα, for παρόντα.

PG 31:324Read from the page
ὅρους κινῆσαι τῆς φύσεως· ἅψασθαι μὲν ἄνθρωπον τῶν ὁμοφύλων σωμάτων, μητέρα δὲ παῖδα, ὃν ἐκ τῆς γαστρὸς προήγαγε, πάλιν τῇ γαστρὶ κακῶς ὑποδέξασθαι. Καὶ τοῦτο τὸ δρᾶμα Ἰουδαϊκὴ ἐτραγῴδησεν ἱστορία, ἣν Ἰώσηπος ἡμῖν ὁ σπουδαῖος συνεγράψατο, ὅτε τὰ δεινὰ πάθη τοὺς Ἱεροσολυμίτας κατέλαβε, τῆς εἰς τὸν Κύριον δυσσεβείας ἐνδίκους τιμωρίας τιννύντας. Ὁρᾷς καὶ αὐτὸν τὸν ἡμέτερον Θεὸν τὰ μὲν ἄλλα τῶν παθῶν πολλάκις παρατρέχοντα, ἐπὶ δὲ τοῖς πεινῶσι συμπαθῶς σπλαγχνιζόμενον· Σπλαγχνίζομαι γὰρ, φησὶν, ἐπὶ τὸν ὄχλον. Διὸ καὶ ἐν τῇ τελευταίᾳ κρίσει, ἔνθα προσκαλεῖται τοὺς δικαίους ὁ Κύριος, τὴν πρώτην τάξιν ὁ μεταδοτικὸς ἐπέχει· ὁ τροφεὺς πρωτοστάτης τῶν τιμωμένων· ὁ τὸν ἄρτον χορηγήσας πρὸ πάντων καλεῖται· ὁ χρηστὸς καὶ εὐμετάδοτος πρὸ τῶν ἄλλων δικαίων τῇ ζωῇ παραπέμπεται. Ὁ ἀκοινώνητος καὶ φειδωλὸς πρὸ πάντων ἁμαρτωλῶν τῷ πυρὶ παραδίδοται. Ἐπὶ τὴν μητέρα σε τῶν ἐντολῶν ὁ καιρὸς καλεῖ· καὶ σφόδρα μερίμνησον, ἵνα σε μὴ παρέλθῃ ὁ τῆς πανηγύρεως καὶ τῶν συναλλαγμάτων καιρός. Ῥεῖ γὰρ ὁ χρόνος, καὶ οὐκ ἐκδέχεται τὸν βραδύνοντα· ἐπείγονται αἱ ἡμέραι, τὸν ὀκνηρὸν παρατρέχουσιν. Καὶ ὡς οὐκ ἔστι ῥεῦμα ποταμοῦ στῆσαι, εἰ μή τις, κατὰ τὴν πρώτην ἔντευξιν καὶ προσβολὴν ἀνελόμενος, εἰς δέον τῷ ὕδατι χρήσαιτο· οὕτως οὐδὲ τὸν χρόνον ταῖς ἀναγκαστικαῖς περιόδοις ἐλαυνόμενον ἐπισχεῖν, οὐδὲ παρελθόντα ἀναλῦσαι εἰς τὸ κατόπιν, εἰ μή τις προσάγοντος λάβοιτο. Καὶ διὰ τοῦτο τὴν ἐντολὴν ὡς φεύγουσαν κάτασχε καὶ ἐπιτέλεσον, καὶ λαβόμενος πανταχόθεν ἐν ταῖς ἀγκάλαις περίδραξαι. Δὸς ὀλίγα, καὶ πολλὰ κτῆσαι· λῦσον τὴν πρωτότυπον ἁμαρτίαν τῇ τῆς τροφῆς μεταδόσει. Ὡς γὰρ Ἀδὰμ, κακῶς φαγὼν, τὴν ἁμαρτίαν παρέπεμψεν, οὕτως ἐξαλείφομεν ἡμεῖς τὴν ἐπίβουλον βρῶσιν, ἐὰν χρείαν ἀδελφοῦ καὶ λιμὸν θεραπεύσωμεν.
to dislodge the bounds of nature: for a man to lay hold of bodies of his own kind, and for a mother wickedly to receive back again into her womb the child whom she brought forth out of her womb. And Jewish history set forth this tragedy, which the earnest Josephus composed for us, when dreadful sufferings overtook the inhabitants of Jerusalem, as they paid the just penalties of their impiety towards the Lord. You see even our God Himself often passing over other sufferings, yet moved with sympathetic compassion over those who hunger: "For I have compassion," He says, "upon the multitude." Wherefore also in the last judgement, where the Lord summons the righteous, the generous man holds the first rank; the feeder stands first among those who are honoured; he who supplied bread is called before all; the kind and liberal man is escorted into life before the rest of the righteous. The unsharing and niggardly man is handed over to the fire before all sinners. The season calls you to the mother of the commandments; and take great care lest the season of the festival and of the dealings pass you by. For time flows on, and does not await him who delays; the days press onward, they run past the sluggish man. And just as it is impossible to stay the stream of a river, unless someone, drawing from it at its first meeting and approach, should make due use of the water, so neither is it possible to hold back time as it is driven on by its compulsory circuits, nor to unwind it backwards once it has passed, unless someone lay hold of it as it approaches. And on this account lay fast hold of the commandment as though it were fleeing and fulfil it, and seizing it on every side clasp it tightly in your arms. Give little, and gain much; undo the primal sin by the sharing of food. For just as Adam, by eating wickedly, transmitted sin, so we wipe away the treacherous eating, if we heal a brother's need and hunger.
8. Λαοὶ, ἀκούσατε· Χριστιανοὶ, ἐνωτίσασθε· ὅτι τάδε λέγει Κύριος, οὐ δημηγορῶν αὐτοφώνως,
8. Peoples, hear; Christians, give ear; for thus says the Lord, not addressing the assembly in His own voice,
PG 31:325Read from the page
τοῖς δὲ τῶν δούλων στόμασιν ἐνηχῶν ὡς ὀργάνοις. Μὴ φανῶμεν οἱ λογικοὶ τῶν ἀλόγων ὠμότεροι. Ἐκεῖνα γὰρ τοῖς ἐκ τῆς γῆς φυομένοις παρὰ τῆς φύσεως ὡς κοινῇ κέχρηνται. Καὶ προβάτων ἀγέλαι ἓν καὶ τὸ αὐτὸ καταβόσκονται ὄρος· ἵπποι δὲ παμπληθεῖς μίαν καὶ τὴν αὐτὴν κατανέμονται πεδιάδα· καὶ πάντα τὰ καθ' ἕκαστον οὕτως ἀλλήλοις ἀντιπαραχωρεῖ τῆς ἀναγκαίας τῶν χρειῶν ἀπολαύσεως· ἡμεῖς δὲ, ἐγκολπιζόμεθα τὰ κοινὰ, τὰ τῶν πολλῶν μόνοι ἔχομεν. Αἰδεσθῶμεν Ἑλλήνων φιλάνθρωπα διηγήματα. Παρά τισιν ἐκείνων νόμος φιλάνθρωπος μίαν τράπεζαν, καὶ κοινὰ τὰ σιτία, μίαν ἑστίαν σχεδὸν τὸν πολυάνθρωπον δῆμον ἀπεργάζεται. Καταλείψωμεν τοὺς ἔξωθεν, καὶ ἐπέλθωμεν τὸ τῶν τρισχιλίων ὑπόδειγμα· τὸ πρῶτον τῶν Χριστιανῶν ζηλώσωμεν σύνταγμα· ὅπως ἦν αὐτοῖς ἅπαντα κοινὰ, ὁ βίος, ἡ ψυχὴ, ἡ συμφωνία, ἡ τράπεζα κοινὴ, ἀδιαίρετος ἀδελφότης, ἀγάπη ἀνυπόκριτος, τὰ πολλὰ σώματα ἓν ἐργαζομένη· τὰς διαφόρους ψυχὰς εἰς μίαν ὁμόνοιαν ἁρμόζουσα. Πολλὰ τῆς φιλαδελφίας ἔχεις ἐκ Παλαιᾶς Διαθήκης καὶ ἐκ τῆς Νέας τὰ ὑποδείγματα. Πρεσβύτην ἐὰν ἴδῃς λιμώττοντα, μετάστειλαι καὶ θρέψον, ὡς Ἰωσὴφ τὸν Ἰακώβ. Ἐχθρὸν ἐὰν εὕρῃς στενούμενον, μὴ ἐπιβάλῃς τῇ ὀργῇ τῇ κατεχούσῃ τὴν ἄμυναν· ἀλλὰ θρέψον ὡς ἐκεῖνος τοὺς ἀδελφοὺς τοὺς πωλήσαντας. Ἐὰν ἐντύχῃς νεωτέρῳ καταπονουμένῳ, οὕτω δάκρυσον, ὡς ἐκεῖνος τὸν Βενιαμὶν τὸν τοῦ γήρως υἱόν. Πειράζει καὶ σὲ τυχὸν ἡ πλεονεξία, ὡς τὸν Ἰωσὴφ ἡ δέσποινα· ἕλκει σε τῶν ἱματίων, ἵνα τῆς ἐντολῆς καταφρονήσῃς, καὶ φιλήσῃς μᾶλλον ἐκείνην τὴν φιλόχρυσον καὶ φιλόκοσμον παρὰ τὸ τοῦ Δεσπότου πρόσταγμα. Ὅταν δὴ ἔλθῃ λογισμὸς τῇ ἐντολῇ ἐκείνῃ πολεμῶν, καὶ τὸν σώφρονα νοῦν εἰς τὴν φιλαργυρίαν ἐπισπώμενος, τῆς φιλαδελφίας καταναγκάζων ἀμελεῖν, καὶ κατέχων πρὸς αὐτὴν, πρόςριψον καὶ σὺ τὰ ἱμάτια, ὀργισθεὶς ἀναχώρησον· φύλαξον τῷ Κυρίῳ τὴν πίστιν, ὡς ἐκεῖνος τῷ Πεντεφρῇ· ἐν ἑνὶ ἐνιαυτῷ τὴν ἔνδειαν οἰκονόμησον, ὡς ἐκεῖνος ἐν τοῖς ἑπτά. Μὴ τὰ πάντα τῇ ἡδονῇ, δός τι καὶ τῇ ψυχῇ. Καὶ δύο σοι νόμισον εἶναι θυγατέρας· τὴν εὐπάθειαν τὴν ἐνθάδε, καὶ τὴν ζωὴν τὴν ἐν τοῖς οὐρανοῖς. Εἰ μὴ θελήσῃς τὰ πάντα δοῦναι τῇ κρείττονι, μέρισον γοῦν ἐξ ἴσης τῇ τε ἀκολάστῳ παιδὶ καὶ τῇ σώφρονι. Μὴ τὴν ἐνταῦθα διαγωγὴν ὑπέρπλουτον δείξῃς, γυμνὴν δὲ τὴν ἄλλην καὶ ῥακίοις ἠμφιεσμένην, ἡνίκα ἂν δέῃ σε τῷ Χριστῷ παραστῆναι, καὶ εἰς ὄψιν ἐλθεῖν τοῦ κριτοῦ, νύμφης ἔχουσαν σχῆμα, καὶ κλῆσιν τὴν κατ' ἀρετὴν ζωήν. Μὴ τοίνυν ἄμορφον καὶ ἄκοσμον παρα-
but sounding through the mouths of His servants as through instruments. Let us who are rational not show ourselves more savage than irrational beasts. For those make use of the things that spring forth from the earth by nature as in common. Both flocks of sheep graze upon one and the same mountain, and horses in great multitude pasture upon one and the same plain; and all creatures individually thus yield to one another the necessary enjoyment of their needs; whereas we clasp into our own bosom the things that are common, and possess alone the things that belong to many. Let us feel shame before the humane accounts of the Greeks. Among certain of them a humane law renders the populous commonwealth almost one table, with food in common, and one hearth. Let us leave outsiders aside, and come to the example of the three thousand; let us emulate the first company of the Christians: how they had all things in common, life, soul, concord, a common table, undivided brotherhood, unfeigned love, making the many bodies one, fitting the diverse souls into one harmony. Many examples of brotherly love you have from the Old Testament and from the New. If you see an old man starving, send for him and feed him, as Joseph did Jacob. If you find an enemy in distress, do not add vengeance to the anger that holds you; rather feed him, as that man fed the brothers who had sold him. If you meet a youth worn down by hardship, weep thus, as that man wept over Benjamin, the son of old age. Perhaps covetousness tempts you too, as his mistress tempted Joseph; she tugs you by your garments, that you may despise the commandment, and love rather that gold-loving and world-loving woman contrary to the Master's ordinance. When indeed a thought comes warring against that commandment, and dragging the sober mind towards love of money, compelling you to neglect brotherly love, and holding you fast to herself, fling your garments at her too, withdraw in anger; keep faith with the Lord, as that man did with Pentephres; manage the dearth in a single year, as that man did in the seven. Do not give everything to pleasure; give something to the soul as well. And reckon that you have two daughters: comfortable living here, and the life in the heavens. If you are unwilling to give everything to the better one, divide at least equally between the licentious child and the chaste one. Do not display your manner of life here as exceedingly wealthy, while showing the other naked and clad in rags, whenever you must stand before Christ and come into the sight of the Judge, whereas the life according to virtue has the form and calling of a bride. Do not therefore, unshapely and unadorned, before
PG 31:328Read from the page
στήσῃς τῷ νυμφίῳ τὴν νύμφην, ἵνα μὴ θεασάμενος ἀποκλίνῃ τὸ πρόσωπον, καὶ ἰδὼν μισήσῃ, καὶ τὴν συνάφειαν ἀπαρνήσηται. Ἀλλὰ στείλας αὐτὴν τῷ προσήκοντι κόσμῳ, τήρησον εὔμορφον τῇ προθεσμίᾳ τῶν γάμων· ἵνα καὶ αὐτὴ μετὰ τῶν φρονίμων παρθένων ἀνάψῃ τὴν λαμπάδα, ἔχουσα τὸ πῦρ τῆς γνώσεως ἄσβεστον, καὶ μὴ λείπουσα τῶν κατορθωμάτων τὸ ἔλαιον· ἵν' ἔργοις ἡ θεοφορουμένη προφητεία βεβαιωθῇ, ἐφαρμόσῃ δὲ καὶ τῇ σῇ ψυχῇ τὸ λεχθέν· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ταῦτα γὰρ γενικῶς προανεφώνησεν ὁ Ψαλμῳδὸς, τοῦ γενικοῦ σώματος προκηρύσσων τὴν ὥραν· ἐφαρμόσει δὲ κυρίως καὶ τῇ ἑκάστου ψυχῇ, εἴπερ ἐκ τῶν καθ' ἕκαστον ἔχει ἡ Ἐκκλησία τὸ σύστημα.
the Bridegroom place the bride, lest upon beholding her He turn His face away, and seeing her hate her, and refuse the union. Rather, arraying her in fitting adornment, keep her comely for the appointed day of the marriage feast; that she too with the wise virgins may kindle her lamp, having the fire of knowledge unquenchable, and not lacking the oil of right actions; so that by deeds the God-inspired prophecy may be confirmed, and that which was spoken may fit your soul as well: "The queen stood at Thy right hand, clothed in vesture wrought with gold, arrayed in varied colours. Hear, O daughter, and see, and incline your ear, and the King shall desire your beauty." For the Psalmist proclaimed these things beforehand in a general way, heralding beforehand the beauty of the general body; yet it will properly fit the soul of each person too, seeing that the Church has its constitution out of individuals.
9. Προνόησόν μοι λογικῶς τὸ παρὸν καὶ τὸ μέλλον, ὃ μὴ διὰ κέρδος αἰσχρὸν προδῷς. Καταλείψει σε σῶμα, τὸ σὸν γνώρισμα τῷ βίῳ. Εἰς δὴ τὴν ἐπιφάνειαν τοῦ προσδοκωμένου κριτοῦ, καὶ ἀναμφιβόλως ἥξοντος, ἀποκλείσεις μὲν σεαυτῷ τὴν τῶν τιμῶν δόσιν καὶ τὴν ἐπουράνιον δόξαν, ἀνοίξεις δὲ πῦρ ἄσβεστον, καὶ γέενναν, καὶ κολαστήρια, καὶ πικροὺς ἐν ὀδύναις αἰῶνας, ἀντὶ μακρᾶς καὶ μακαρίας ζωῆς. Μή με νομίσῃς, ὥσπερ μητέρα τινὰ ἢ τροφὸν, ψευδῆ σοι μορμολύκεια ἐπισείειν, ὥσπερ ἐκεῖναι ποιεῖν περὶ τοὺς νηπίους τῶν παίδων εἰώθασιν· ὅταν θρηνῶσιν ἄτακτα καὶ ἀπέραντα, δι' ἐπιπλάστων διηγημάτων κατασιγάζουσιν. Ταῦτα δὲ οὐ μῦθος, ἀλλὰ λόγος ἀψευδεῖ προκεκηρυγμένος φωνῇ. Καὶ ἴσθι γε ἀκριβῶς κατὰ τὴν εὐαγγελικὴν πρόῤῥησιν, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ. Ἀλλὰ καὶ σῶμα τὸ ἐν θήκαις ἀφανισθὲν ἀναστήσεται, καὶ ψυχὴ ἡ αὐτὴ ἡ τῷ θανάτῳ ἀποκλεισθεῖσα, πάλιν ἐνοικήσει τῷ σώματι. Καὶ τῶν βεβιωμένων ἔλεγχος ἀκριβὴς παραστήσεται, οὐκ ἄλλων μαρτυρούντων, ἀλλ' αὐτῆς μαρτυρούσης τῆς συνειδήσεως. Ἑκάστῳ δὲ τὰ πρὸς ἀξίαν παρὰ τοῦ δικαίου κριτοῦ ἀντιμετρηθήσεται. Αὐτῷ πρέπει δόξα, κράτος καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
9. Take rational forethought, I pray you, for the present and the future, which do not betray for shameful gain. The body, your mark of recognition in life, will leave you. At the appearing, then, of the Judge Who is awaited and Who will undoubtedly come, you will shut off from yourself the bestowal of honours and heavenly glory, and you will open up unquenchable fire, and Gehenna, and places of torment, and bitter ages in anguish, instead of a long and blessed life. Do not suppose that I, like some mother or nurse, am brandishing false bugbears at you, just as those women are accustomed to do with infant children: when they wail in disorderly and endless fashion, they hush them to silence through fabricated tales. Yet these things are no myth, but a word proclaimed beforehand by an unlying voice. And know with certainty that according to the evangelical prediction, not one iota or one stroke shall pass away. Rather, both the body that wasted away in tombs shall rise again, and the very same soul that was shut out by death shall dwell once more in the body. And an exact scrutiny of the deeds done in life shall be set before us, with no others bearing witness, but conscience itself bearing witness. And to each person what accords with his desert shall be measured out in return from the righteous Judge. To Him belong glory, might, and worship, unto the ages of ages. Amen.
PG 31:329Read from the page
ΟΜΙΛΙΑ ΟΤΙ ΟΥΚ ΕΣΤΙΝ ΑΙΤΙΟΣ ΤΩΝ ΚΑΚΩΝ Ο ΘΕΟΣ.
Homily That God Is Not the Cause of Evils.
1. Πολλοὶ τῆς διδασκαλίας οἱ τρόποι, οἱ διὰ ἱεροψάλτου Δαβὶδ παρὰ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ Πνεύματος ὑποδειχθέντες ἡμῖν. Ποτὲ μὲν γὰρ, τὰ οἰκεῖα πάθη διηγούμενος ἡμῖν ὁ προφήτης, καὶ ὅπως ἤνεγκε τὰ συμπίπτοντα γενναίως, διὰ τοῦ καθ' ἑαυτὸν ὑποδείγματος διδασκαλίαν ἡμῖν ἐναργεστάτην τῆς ὑπομονῆς καταλιμπάνει, ὡς ὅταν λέγῃ· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ποτὲ δὲ τὴν ἀγαθότητα συνίστησι τοῦ Θεοῦ, καὶ τὸ τάχος αὐτοῦ τῆς ἀντιλήψεως, ἣν παρέχεται τοῖς ἀληθινῶς ἐκζητοῦσιν αὐτὸν, λέγων· Ἐν τῷ ἐπικαλεῖσθαί με εισήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἰσοδυναμοῦντα τῷ προφήτῃ φθεγγόμενος τῷ εἰπόντι· Ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Τουτέστιν· Οὐκ ἔφθην ἐπικαλεσάμενος, καὶ προέλαβε τὸ τέλος τῆς ἐπικλήσεως ἡ ἀκοὴ τοῦ Θεοῦ. Πάλιν ἱκετηρίας προσφέρων τῷ Θεῷ καὶ δεήσεις, ἐκδιδάσκει ἡμᾶς τίνα τρόπον προσῆκε τοὺς ἐν ἁμαρτίαις ὄντας ἐξιλεοῦσθαι τὸν Θεόν· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐν δὲ τῷ δωδεκάτῳ ψαλμῷ παράτασίν τινα πειρασμοῦ ἐνδειξάμενος ἐν τῷ λέγειν· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ δι' ὅλου τοῦ ψαλμοῦ διδάξας ἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ' ἀναμένειν τὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ εἰδέναι, ὅτι οἰκονομίᾳ τινὶ παραδίδωσιν ἡμᾶς ταῖς θλίψεσι, κατὰ τὴν ἀναλογίαν τῆς ἐνυπαρχούσης ἑκάστῳ πίστεως τὸ μέτρον ἐπάγων τῶν βασανιστηρίων. Ἐπεὶ οὖν εἴρηται τὸ, Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὸ, Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; εὐθὺς μεταβαίνει ἐπὶ τὸ τῶν ἀθέων κακόν· οἳ, ὅταν μικρὸν αὐτοῖς τι τῶν κατὰ τὸν βίον προσκρούσῃ, μὴ φέροντες τὰς δυσκολωτέρας τῶν πραγμάτων περιστάσεις, εὐθὺς ἀμφίβολοι γίνονται ταῖς διανοίαις, εἰ ἔστι Θεὸς ἐπιμελούμενος τῶν τῇδε, εἰ ἐφορᾷ τὰ καθ' ἕκαστον, εἰ διανέμει ἑκάστῳ τὰ πρὸς ἀξίαν. Εἶτα, ὅταν ἐπὶ πλεῖον ἴδωσιν ἑαυτοὺς παρατεινομένους ἐν τοῖς ἀβουλήτοις, βεβαιοῦσιν ἐν ἑαυτοῖς τὸ πονηρὸν δόγμα, καὶ ἀποφαίνονται ἐν ταῖς καρδίαις αὐτῶν, ὅτι Οὐκ ἔστι Θεός. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Καὶ τοῦτο ἐμβαλλόμενος εἰς τὸν ἑαυτοῦ νοῦν, ἀφειδῶς λοιπὸν διὰ πάσης ἁμαρτίας χωρεῖ. Εἰ γὰρ οὐκ ἔστιν ὁ ἐπισκοπῶν, εἰ οὐκ ἔστιν ὁ ἀντιδιδοὺς ἑκάστῳ κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων, τί κωλύει καταδυναστεύειν τὸν πένητα, ὀρφανοὺς φονεύειν, χήραν καὶ προσήλυτον ἀποκτείνειν, πάσης ἀνοσίας πράξεως κατατολμᾷν, ἀκαθάρτοις καὶ βδελυκτοῖς πάθεσι καὶ
1. Many are the modes of teaching shown forth to us through the sacred psalmist David from the Spirit working within him. For at one time, recounting to us his own sufferings and how nobly he bore what befell him, the prophet leaves behind for us through his own example a most vivid teaching of endurance, as when he says: "Lord, why have those who afflict me been multiplied?" At another time he commends the goodness of God, and the swiftness of His succour, which He grants to those who truly seek Him out, saying: "When I called upon Him, the God of my righteousness heard me"; uttering words equivalent in force to the prophet who said: "While you are still speaking, He will say: Behold, here I am." That is to say: No sooner had I called upon Him than the hearing of God anticipated the end of my invocation. Again, in offering supplications and petitions to God, he thoroughly teaches us in what manner it behoved those who are in sins to propitiate God: "Lord, rebuke me not in Thy wrath, nor chasten me in Thine anger." And in the twelfth psalm, having indicated a certain prolongation of trial in saying, "How long, O Lord, wilt Thou forget me unto the end?" and having taught us throughout the whole psalm not to lose heart in afflictions, but to await the goodness of God, and to know that by a certain dispensation He hands us over to afflictions, bringing on the measure of testing in proportion to the faith present in each person: since, then, there has been spoken the saying, "How long, O Lord, wilt Thou forget me unto the end?" and the saying, "How long dost Thou turn Thy face away from me?" he straightway passes over to the evil of the godless, who, whenever some small matter among the affairs of life goes amiss for them, not bearing the more difficult circumstances of events, straightway become doubtful in their minds whether there is a God Who cares for things here below, whether He oversees particulars, whether He distributes to each according to desert. Then, when they see themselves stretched out at greater length in unwelcome misfortunes, they confirm within themselves the wicked dogma, and declare in their hearts that "There is no God." "The fool said in his heart: There is no God." And putting this into his own mind, thenceforth he advances unsparingly through every sin. For if there is none Who watches over us, if there is none Who repays each according to the desert of the deeds done in life, what hinders oppressing the poor man, murdering orphans, slaying widow and sojourner, venturing brazenly upon every unholy deed, and with unclean and abominable passions and
Notes, col. 329

On the reading

Printed εισήκουσέ, for εἰσήκουσέ.