Migne Reading Room

PG 31 · cols. 308–317 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:308Read from the page
γεῖσαι τὴν χρείαν τοῦ διψῶντος λαοῦ θεραπεύσωσι, νεφέλαι δὲ παράδοξοι τροφὴν ἀσυνήθη τὸ μάννα τοῖς ἀνθρώποις καταψεκάσωσιν. Εὐλαβηθῶμεν μὴ γενώμεθα τοῖς ὀψιγόνοις καινὸν ἐπὶ λιμοῦ καὶ τιμωρίας διήγημα. Εἶδον τὰς ἀρούρας, καὶ πολλὰ κατεδάκρυσα τῆς ἀκαρπίας αὐτῶν· καὶ ἐξέχεα θρῆνον, ἐπειδὴ μὴ ὑετὸς ἐφ' ἡμᾶς ἐξεχύθη. Τὰ μὲν τῶν σπερμάτων πρὸ τῆς ἐκβολῆς ἐξηράνθη, ταῖς βώλοις τοιαῦτα μείναντα οἷα τὸ ἄροτρον ἔκρυψε· τὰ δὲ μικρὸν προκύψαντα καὶ βλαστήσαντα ἐλεεινῶς ἀπεμαράνθη τῷ καύματι· ὡς νῦν εὐκαίρως τινὰ τὴν εὐαγγελικὴν ἀναστρέψαι φωνὴν, λέγοντα· Οἱ μὲν ἐργάται πολλοὶ, τὸ δὲ θέρος οὐδ' ὀλίγον. Οἱ γεωργοὶ δὲ, ταῖς ἀρούραις ἐπικαθήμενοι, καὶ τὰς χεῖρας κατὰ τῶν γονάτων συμπλέκοντες (τοῦτο δὴ τῶν πενθούντων τὸ σχῆμα), τοὺς ματαίους ἑαυτῶν πόνους δακρύουσι, πρὸς παῖδας νηπίους ἀφορῶντες, καὶ ὀδυρόμενοι· πρὸς γυναῖκας ἀτενίζοντες, καὶ θρηνοῦντες, ἐπαφώμενοι καὶ ψηλαφῶντες τοὺς ξηροὺς χόρτους τῶν γεννημάτων, ἀνοιμώζοντες δὲ μεγάλα, καθάπερ οἱ πατέρες οἱ τοὺς ἐν ἄνθει τῆς ἡλικίας υἱοὺς ἀπολέσαντες. Λεγέσθω τοίνυν καὶ πρὸς ἡμᾶς παρὰ τοῦ αὐτοῦ προφήτου, οὗ μικρὸν πρόσθεν ἐν προοιμίοις ἐμνημονεύσαμεν· Καὶ ἐγὼ, φησὶν, ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ· καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· καὶ μερὶς μία βραχήσεται, καὶ μερὶς, ἐφ' ἣν οὐ βρέξω, ξηρανθήσεται. Καὶ συναθροίσονται δύο ἢ τρεῖς πόλεις εἰς μίαν, πιεῖν ὕδωρ, καὶ οὐ μὴ ἐμπλησθῶσι· διότι οὐκ ἐπεστράφητε πρὸς μὲ, λέγει Κύριος. Μάθωμεν οὖν, ὅτι δι' ἀποστροφὴν καὶ ἀμέλειαν ταύτας ἡμῖν ὁ Θεὸς τὰς πληγὰς ἐνίησιν, οὐκ ἐκτρῖψαι ζητῶν, ἀλλ' ἐπανορθῶσαι σπουδάζων, κατὰ τοὺς χρηστοὺς τῶν πατέρων καὶ ἀμελεῖς τῶν τέκνων, οἳ θυμοῦνται κατὰ τῶν νέων, καὶ διανίστανται, οὐ κακόν τι δοῦναι σπουδάζοντες, ἀλλ' ἐκ τῆς νηπιώδους ὀλιγωρίας καὶ τῶν τῆς νεότητος ἁμαρτιῶν εἰς ἐπιμέλειαν ἄγοντες. Ὁρᾶτε τοίνυν, ὡς τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων και τὰς ὥρας τῶν ἰδίων ἐξήγαγε φύσεων, καὶ τῶν καιρῶν τὰς ἰδέας εἰς ἀλλοκότους κράσεις διήμειψεν. Ὁ χειμὼν οὐκ ἔσχε τὸ σύνηθες ὑγρὸν μετὰ τοῦ ξηροῦ, ἀλλὰ πᾶσαν ἰκμάδα τῷ κρυστάλλῳ κατέδησέ τε καὶ ἀπεξήρανεν, ἄμοιρος δὲ διετέλεσε καὶ νιφάδων καὶ ὑετῶν. Τὸ ἔαρ πάλιν τὸ μὲν ἕτερον μέρος τῶν ἰδιωμάτων ἔδειξε, τὴν θερμότητα λέγω· τοῦ δὲ ὑγροῦ τὴν μετουσίαν οὐκ ἔσχε. Καῦμα δὲ καὶ κρυμὸς, καινῶς ὑπερβάντα τοὺς ὅρους τῆς κτίσεως, καὶ κακῶς εἰς τὴν καθ' ἡμῶν συμφωνήσαντα βλάβην, τοῦ βίου
burst open may heal the need of the thirsty people, and strange clouds may drop down manna, an unwonted nourishment, for men. Let us beware lest we become to posterity a new tale of famine and chastisement. I saw the tilled fields, and wept much over their barrenness; and I poured forth a lamentation, because rain was not poured out upon us. Some of the seeds dried up before sprouting, remaining among the clods just as the plough hid them; while others, having peeped forth a little and sprouted, withered away pitiably in the scorching heat; so that someone might now seasonably invert the saying of the Gospel, declaring: The labourers indeed are many, but of harvest there is not even a little. And the husbandmen, sitting upon their fields, and clasping their hands over their knees (for this is the posture of mourners), weep over their own vain labours, looking towards their infant children, and wailing; gazing intently at their wives, and lamenting, feeling and groping over the dry blades of the crops, and uttering loud groans, just like fathers who have lost their sons in the flower of their age. Let there be spoken therefore to us also from the same prophet, whom we mentioned a little earlier in our opening words: And I, says He, withheld the rain from you three months before the vintage; and I will send rain upon one city, and upon another city I will not send rain; and one portion shall be watered, and the portion upon which I shall not send rain shall be dried up. And two or three cities shall gather together into one to drink water, and they shall by no means be satisfied; because you did not return to Me, says the Lord. Let us learn, therefore, that on account of our turning away and negligence God sends these plagues upon us, not seeking to wipe us out, but striving to set us right, after the manner of good fathers towards negligent children, who grow angry at the young, and rise up against them, not striving to inflict any harm, but leading them out of childish heedlessness and the sins of youth to diligence. See, then, how the multitude of our offences has both led the seasons out of their own natures, and changed the forms of the times into strange temperaments. Winter did not have its customary moisture together with dryness, but bound all dampness with frost and dried it up, and remained wholly without snowfalls and rains. Spring again showed only the one part of its properties, warmth I mean; while of moisture it had no share. And scorching heat and frost, having strangely transgressed the bounds of creation, and wickedly conspired together for our harm, from livelihood
Notes, col. 308

On the reading

Printed και, for καὶ.

PG 31:309Read from the page
καὶ τῆς ζωῆς τοὺς ἀνθρώπους ἐλαύνουσι. Τίς οὖν ἄρα τῆς ἀταξίας καὶ τῆς συγχύσεως ἡ αἰτία; τίς ὁ νεωτερισμὸς τῶν καιρῶν; Ἐρευνήσωμεν, ὡς νοῦν ἔχοντες· ὡς λογικοὶ, λογισώμεθα. Μὴ ὁ κυβερνῶν τὸ πᾶν οὐκ ἔστι; μὴ ὁ ἀριστοτέχνης Θεὸς ἐπελάθετο τῆς οἰκονομίας; μὴ ἀφῃρέθη τῆς ἐξουσίας καὶ τῆς δυνάμεως; ἢ τὴν ἰσχὺν μὲν τὴν αὐτὴν ἔχει, καὶ τοῦ κράτους οὐ παρελύθη· παρηνέχθη δὲ εἰς σκληρότητα, καὶ τὸ λίαν ἀγαθὸν, καὶ τὸ περὶ ἡμᾶς κηδεμονικὸν εἰς μισανθρωπίαν μετέβαλεν; Οὐκ ἂν εἴποι τις σωφρονῶν· ἀλλὰ φανερὰ καὶ δῆλα τὰ αἴτια δι' ἃ συνήθως οὐ διοικούμεθα. Λαμβάνοντες ἡμεῖς, ἄλλοις οὐ παρέχομεν· τὴν εὐεργεσίαν ἐπαινοῦμεν, καὶ ταύτης ἀποστεροῦμεν τοὺς δεομένους. Δοῦλοι ὄντες, ἐλευθερούμεθα, καὶ τοὺς ὁμοδούλους οὐκ οἰκτείρομεν· πεινῶντες τρεφόμεθα, καὶ τὸν ἐνδεῆ παρατρέχομεν. Ἀνενδεῆ χορηγὸν καὶ ταμίαν Θεὸν ἔχοντες, φειδωλοὶ ἐγενόμεθα καὶ ἀκοινώνητοι πρὸς τοὺς πένητας. Πολύτοκα ἡμῶν τὰ πρόβατα, καὶ οἱ γυμνοὶ τῶν προβάτων πλείους. Αἱ ἀποθῆκαι τῷ πλήθει τῶν ἀποκειμένων στενοῦνται, καὶ τὸν ἐστενωμένον οὐκ ἐλεοῦμεν. Διὰ τοῦτο ἡμῖν ἀπειλεῖ τὸ δίκαιον κριτήριον. Διὰ τοῦτο καὶ ὁ Θεὸς οὐκ ἀνοίγει τὴν χεῖρα, ἐπειδὴ τὴν φιλαδελφίαν ἡμεῖς ἀπεκλείσαμεν. Διὰ τοῦτο ξηραὶ αἱ ἄρουραι, ἐπειδὴ ἡ ἀγάπη ἐψύγη.
and from life drive men away. What then, pray, is the cause of this disorder and confusion? what is this innovation of the times? Let us search it out, as having intelligence; as rational beings, let us reckon it up. Is there none Who steers the universe? has God, the supreme Artificer, forgotten His stewardship? has He been stripped of His authority and power? or does He indeed keep the same strength, and has not been undone in His dominion, yet has been carried away into harshness, and changed His exceeding goodness and His provident care over us into hatred of mankind? No one of sound mind would say so; rather, manifest and plain are the causes on account of which we are not governed in the customary way. Receiving ourselves, we do not share with others; we praise beneficence, and deprive the needy of it. Being slaves, we are set free, and show no pity to our fellow-slaves; being hungry, we are fed, and pass by the destitute. Having God as an ungrudging provider and steward, we have become stingy and unsharing towards the poor. Prolific are our sheep, yet the naked outnumber the sheep. Our storehouses are cramped by the abundance of what is laid up, and we have no mercy on him who is in straits. For this reason the righteous judgement threatens us. For this reason God also does not open His hand, because we shut out brotherly love. For this reason the fields are dry, because love has grown cold.
3. Φωνὴ λιτανευόντων εἰκῆ βοᾷ, καὶ πρὸς τὸν ἀέρα διασκεδάννυται. Οὐδὲ γὰρ ἡμεῖς τῶν ἀξιούντων ἠκούσαμεν. Οἵα δὲ ἡμῶν ἡ προσευχὴ καὶ ἡ δέησις; Οἱ ἄνδρες, πλὴν ὀλίγων, ταῖς ἐμπορίαις σχολάζετε· αἱ γυναῖκες, ὑπηρετεῖτε τούτοις εἰς τὴν ἐργασίαν τοῦ μαμμωνᾶ. Ὀλίγοι λοιπὸν μετ' ἐμοῦ καὶ τῆς προσευχῆς, καὶ οὗτοι ἰλιγγιῶντες, χασμώμενοι, μεταστρεφόμενοι συνεχῶς, καὶ ἐπιτηροῦντες πότε τοὺς στίχους ὁ ψαλμῳδὸς συμπληρώσει, πότε, ὡς δεσμωτηρίου, τῆς ἐκκλησίας, καὶ τῆς ἀνάγκης τῆς προσευχῆς ἀφαιρεθήσονται. Οἱ δὲ δὴ παῖδες οἱ σμικρότατοι οὗτοι, οἱ τὰς δέλτους ἐν τοῖς διδασκαλείοις ἀποθέμενοι, καὶ συμβοῶντες ἡμῖν, ὡς ἄνεσιν μᾶλλον καὶ τέρψιν τὸ πρᾶγμα μετέρχονται, ἑορτὴν ποιούμενοι τὴν ἡμετέραν λύπην, ἐπειδὴ τῆς ἐπαχθείας τοῦ παιδευτοῦ, καὶ τῆς φροντίδος τῶν μαθημάτων πρὸς ὀλίγον ἐλευθεροῦνται. Τὸ δὲ τῶν τελείων ἀνδρῶν πλῆθος, καὶ ὁ ταῖς ἁμαρτίαις ἐνεχόμενος δῆμος ἄνετος, καὶ ἐλευθεριάζων, καὶ γεγανωμένος τὴν πόλιν διατρέχει· ὁ τῶν κακῶν τὴν αἰτίαν ἐν ταῖς ψυχαῖς περιφέρων· ὁ τὴν συμφορὰν κινήσας καὶ ἐργασάμενος. Ἀναίσθητα δὲ καὶ ἄμεμπτα βρέφη πρὸς τὴν ἐξομολόγησιν ἐπείγεται καὶ ἀθροίζεται, οὔτε τὴν ἀφορμὴν τῶν λυπούντων, οὔτε τοῦ συν-
3. The voice of suppliants cries out in vain, and is scattered into the air. For neither did we listen to those who petitioned us. And of what sort is our prayer and supplication? You men, except for a few, busy yourselves with commerce; you women assist them in the service of mammon. Few, then, remain with me and with prayer, and even these grow drowsy, yawn, turn themselves about continually, and watch closely when the psalm-singer will finish the verses, when, as from a prison, they will be delivered from the church and from the necessity of prayer. And these very small boys here, who have laid aside their writing-tablets in the schools and join their cries to ours, pursue the matter rather as relaxation and amusement, turning our grief into a holiday, because for a little while they are set free from the irksomeness of the schoolmaster and the care of their lessons. Meanwhile the multitude of grown men, and the populace entangled in sins, runs about the city carefree, and taking liberties, and cheerful—carrying about in their souls the cause of the evils, having stirred up and wrought the calamity. Yet insensible and blameless infants are hurried and gathered together for confession, neither of the occasion of what grieves us, nor of custom-
PG 31:312Read from the page
ήθως προσεύξασθαι γνῶσιν ἢ δύναμιν ἔχοντα. Σύ μοι πάρελθε εἰς μέσον, ὁ ταῖς ἁμαρτίαις πεφυρμένος· σὺ πρόσπεσον καὶ κλαῦσον καὶ στέναξον· ἄφες τὸ βρέφος ἐνεργεῖν τὰ ἴδια τῆς ἡλικίας ἀκόλουθα. Ἵνα τί κρύπτῃ κατηγορούμενος, καὶ τὸ ἀνεύθυνον εἰς ἀπολογίαν προϊστᾷς; Μὴ γὰρ παίζεται ὁ κριτὴς, ἵνα ὑποβολιμαῖον ἀντεισαγάγῃς πρόσωπον; Ἔδει δὲ παρεῖναι κἀκεῖνο μετὰ σοῦ πάντως, οὐ μόνον. Ὁρᾷς, ὡς καὶ Νινευῖται τῇ μεταμελείᾳ τὸν Θεὸν δυσωποῦντες, καὶ πενθοῦντες ἐπὶ τοῖς ἁμαρτήμασιν, ἃ μετὰ τὴν θάλασσαν καὶ τὸ κῆτος Ἰωνᾶς ἐξεβόησεν, οὐ τὰ βρέφη μόνον εἰς την μετάνοιαν προεστήσαντο, αὐτοὶ δὲ τρυφῶντες, αὐτοὶ εὐωχούμενοι διέζων τὸν βίον· ἀλλὰ πρώτους μὲν ἐδάμασε τοὺς πατέρας τοὺς ἡμαρτηκότας ἡ νηστεία, καὶ ἡ τιμωρία τοὺς πατέρας ἐκάκου, εἰς προσθήκης δὲ λόγον ἠναγκασμένως ἐθρήνει τὰ βρέφη, ἵνα διὰ πάσης ἡλικίας ἡ σκυθρωπότης κρατήσῃ, αἰσθανομένης τε καὶ ἀναισθήτου· τῆς μὲν κατὰ προαίρεσιν, τῆς δὲ κατ' ἀνάγκην. Καὶ οὕτως αὐτοὺς ἰδὼν ὁ Θεὸς ταπεινωθέντας, ὡς ἐπὶ ὑπερβαίνουσαν ἑαυτῶν ταλαιπωρίαν παγγενῆ κατακρίναντας, καὶ τὸ πάθος ἠλέησε, καὶ τῆς τιμωρίας ἀνῆκε, καὶ τὸ χαίρειν ἐδωρήσατο τοῖς εὐαισθήτως πενθήσασιν. Ὢ τῆς ἐμμελοῦς μετανοίας! ὢ τῆς σοφῆς καὶ πεπυκνωμένης θλίψεως! Οὐδὲ τὰ ἄλογα ἀσυντελῆ τῆς τιμωρίας ἀφῆκαν· ἀλλὰ καὶ αὐτὰ βοᾷν ἐξ ἀνάγκης ἐμηχανήσαντο. Ἐχωρίσθη γὰρ τῆς βοὸς ὁ μόσχος, ἀπηλάθη τῆς μητρῴας θηλῆς ὁ ἀρνειὸς, παιδίον ἐπιμάζιον οὐκ ἦν ἐν ταῖς τῆς τεκούσης ἀγκάλαις· ἐν ἰδίοις σηκοῖς αἱ μητέρες, ἐν ἰδίοις τὰ τέκνα· φωναὶ δὲ παρὰ πάντων οἰκτραὶ ἀλλήλαις ἀντιβοῶσαι, καὶ ἀντηχοῦσαι. Τὰ τέκνα λιμώττοντα τὰς πηγὰς ἐζήτει τοῦ γάλακτος· αἱ μητέρες, τῷ φυσικῷ πάθει διακοπτόμεναι, συμπαθέσι φωναῖς ἀνεκαλοῦντο τὰ ἔγγονα. Τὰ βρέφη, κατὰ τὸν ὅμοιον τρόπον λιμώττοντα, σφοδροτάτῳ κλαυθμῷ ἀνεῤῥήγνυντο καὶ ἀπέσπαιρον· αἱ τεκοῦσαι ταῖς φυσικαῖς ἀλγηδόσι κατεκεντοῦντο τὰ σπλάγχνα. Καὶ διὰ τοῦτο τὴν ἐκείνων μετάνοιαν εἰς κοινὸν τοῦ βίου διδασκάλιον ὁ θεόπνευστος λόγος ἔγγραφον διέσωσεν. Ὁ πρεσβύτης ἐπ' ἐκείνων ἐθρήνει, καὶ τὴν πολιὰν ἔτιλλε καὶ διεσπάραττεν. Ὁ νεανίσκος, καὶ ἀκμά-
arily praying having knowledge or power. Come forward into the midst for me, you who are defiled with sins; fall down yourself and weep and groan; let the infant do what belongs to and suits its own age. Why do you hide yourself when accused, and put forward the innocent one for your defence? For is the Judge mocked, that you should bring in a substitute person in your stead? That child ought indeed to have been present with you by all means, not alone. You see how the Ninevites also, entreating God by repentance, and mourning over the sins against which Jonah cried out after the sea and the sea-monster, did not put forward their infants alone for repentance while they themselves lived out their life revelling, themselves feasting; rather, fasting first tamed the fathers who had sinned, and chastisement afflicted the fathers, while by way of addition the infants mourned under compulsion, so that gloom might prevail through every age, both sentient and insensible—the one by choice, the other by necessity. And when God saw them thus humbled, as having condemned their whole race to an affliction surpassing themselves, He both pitied their suffering, and remitted the punishment, and granted gladness to those who had mourned with right feeling. O harmonious repentance! O wise and concentrated affliction! Not even the irrational beasts did they leave without a share in the punishment; nay, they contrived that even those should cry aloud out of necessity. For the calf was parted from the cow, the lamb was driven away from its mother's teat, the suckling child was not in the arms of her who bore it; in separate pens were the mothers, in separate pens the young; and piteous cries from all called back and echoed to one another. The starving young sought the fountains of milk; the mothers, torn by natural affection, called back their offspring with sympathetic cries. The infants, starving in like manner, burst out in most vehement wailing and convulsed; the mothers who bore them were pierced in their bowels with natural pangs. And for this reason the divinely inspired word preserved their repentance in writing as a common schoolmaster of life. Among them the old man lamented, and plucked and tore his grey hair. The young man, and he who was in the prime
Notes, col. 312

On the reading

Printed την, for τὴν.

PG 31:313Read from the page
ζων, σφοδρότερον ἀπωδύρετο· ὁ πένης ἐστέναζεν· ὁ πλούσιος, ἐπιλαθόμενος τῆς τρυφῆς, ἤσκει τὴν κακοπάθειαν ὡς σώφρονα. Ὁ βασιλεὺς αὐτῶν τὴν λαμπρότητα καὶ τὴν δόξαν εἰς αἰσχύνην μετέβαλεν. Ἀπέθετο τὸν στέφανον, καὶ κόνιν τῆς κεφαλῆς κατεχέετο· τὴν ἁλουργίδα ῥίψας, σάκκον μετημφιάσατο· τὸν θρόνον τὸν ὑψηλὸν ἀφεὶς καὶ μετέωρον, ἐλεεινὸς τῇ γῇ προσεσύρετο· τὴν ἰδιάζουσαν καὶ βασιλικὴν καταλιπὼν εὐπάθειαν, συνεθρήνει τῷ δήμῳ· εἷς ἐγένετο τῶν πολλῶν, ὅτε τὸν κοινὸν πάντων Δεσπότην ἔβλεπεν ὀργιζόμενον.
of life, bewailed the more vehemently; the poor man groaned; the rich man, forgetting his luxury, practised hardship as sober discipline. Their king changed his splendour and glory into shame. He laid aside his crown, and poured dust down over his head; casting off his purple robe, he clothed himself in sackcloth; leaving his lofty and exalted throne, pitiable he dragged himself along the ground; forsaking his special and royal comfort, he lamented together with the people; he became one of the many, when he saw the common Master of all growing wrathful.
4. Τοῦτο δούλων εὐαισθήτων φρόνημα. Τοιαύτη τῶν ἁμαρτίαις ἐνεχομένων ἡ μετάνοια. Ἡμεῖς δὲ τὴν μὲν ἁμαρτίαν ἐπιτελοῦμεν συντόνως, ὀλιγώρως δὲ καὶ ῥαθύμως ἀναλαμβάνομεν τὴν μετάνοιαν. Τίς εὐξάμενος ἀποῤῥεῖ δάκρυον, ἵν' ὄμβρον λάβῃ καὶ σταγόνας εὐκαίρους; Τίς ἐξαλείφων ἁμαρτίας, κατὰ μίμησιν τοῦ μακαρίου Δαβὶδ, θρήνοις τὴν κοίτην ἔβρεξε; Τίς πόδας ἀπέπλυνε ξένων, καὶ τὴν κόνιν τῆς ὁδοιπορίας ἀπέκλυσεν, ἵν' ἐν καιρῷ δυσωπήσῃ τὸν Θεὸν, αὐχμοῦ λύσιν ζητῶν; Τίς ἔθρεψε τὸ πατρὸς ἔρημον παιδίον, ἵνα νῦν ἡμῖν ὁ Θεὸς θρέψῃ τὰ σιτία, ὡς ὀρφανὸν τῇ τῶν ἀνέμων ἀκρασίᾳ κονδυλιζόμενον; Τίς ἐθεράπευσε χήραν κεκακωμένην ταῖς δυσκολίαις τοῦ βίου, ἵνα νῦν ἐπιμετρηθῇ τὴν ἀναγκαίαν τροφήν; Διάῤῥηξον γραμματεῖον ἄδικον, ἵν' οὕτως ἡ ἁμαρτία λυθῇ. Ἐξάλειψον βαρυτάτων τόκων ὁμολογίαν, ἵνα τέκῃ τὰ συνήθη ἡ γῆ. Χαλκοῦ γὰρ καὶ χρυσοῦ καὶ τῶν ἀγόνων παρὰ φύσιν γεννώντων, ἡ κατὰ φύσιν τίκτουσα γίνεται στείρα, καὶ πρὸς τιμωρίαν τῶν ἐποικούντων κατεδικάσθη τὴν ἀκαρπίαν. Δειξάτωσαν τοίνυν οἱ τὴν πλεονεξίαν τιμῶντες, οἱ τὸν πλοῦτον μεθ' ὑπερβολῆς συνάγοντες, τίς ἡ δύναμις τῶν θησαυρισθέντων, ἢ τί τὸ ὄφελος, ἂν ὀργισθεὶς ὁ Θεὸς ἐπὶ πλεῖον παρελκύσῃ τὴν τιμωρίαν. Ὠχρότεροι τάχα τοῦ χρυσοῦ γενήσονται οἱ τοῦτον σωρεύοντες, ἐὰν μὴ τὸν ἄρτον, μέχρι χθὲς καὶ πρώην καταφρονούμενον διὰ τὴν πρόχειρον ἐξουσίαν τῆς εὐθηνίας, σχῶσι. Δὸς δὴ μὴ εἶναι τὸν πιπράσκοντα, μηδὲ ὑπάρχειν σῖτον ἐν ἀποθήκαις· καὶ τίς ἡ χρῆσις τῶν βαρυτάτων βαλαντίων; εἰπέ μοι. Οὐ μετ' ἐκείνων χωσθήσῃ; Οὐ γῆ ὁ χρυσός; Οὐ πηλὸς ἀχρεῖος πηλῷ τῷ σώματι παρακείσεται; Πάντα ἐκτήσω, καὶ ἓν ἀναγκαῖον οὐκ ἔχεις, δύναμιν τοῦ τρέφειν σεαυτόν. Τῷ παντί σου πλούτῳ ἓν νέφος ἀπέργασαι· ὀλίγων ψεκάδων ἐπινόησον πόρον· ἔπειξον εἰς καρποφορίαν τὴν γῆν· λῦσον τῷ ὑπερηφάνῳ καὶ σοβοῦντι πλούτῳ τὴν συμφοράν. Τάχα τινὰ τῶν εὐλαβῶν παρακαλέσεις, ἵν' εὐχαῖς ὡς ὁ Θεσβίτης Ἠλίας ἄνεσίν σοι χαρίσηται τῶν δεινῶν, ἄνθρωπος ἀκτήμων, ὠχριῶν, ἀνυπόδετος, ἀοίκητος, ἀνέστιος, ἄπορος, ἑνὶ χιτῶνι σκεπόμενος, ὡς Ἠλίας
4. This is the mindset of right-feeling servants. Such is the repentance of men entangled in sins. We, however, commit sin earnestly, yet take up repentance heedlessly and sluggishly. Who in praying sheds a tear, that he may receive rain and seasonable drops? Who in blotting out sins, in imitation of the blessed David, has drenched his couch with lamentations? Who has washed the feet of strangers, and rinsed off the dust of the journey, that in due season he may prevail upon God, seeking deliverance from drought? Who has nourished the fatherless child, so that God may now nourish our corn for us, buffeted like an orphan by the intemperance of the winds? Who has cared for a widow afflicted by the hardships of life, that he may now have the necessary food measured out to him? Tear up the unjust bond, that thus your sin may be loosed. Wipe out the contract of most grievous usury, that the earth may bring forth her accustomed offspring. For while bronze and gold and barren things beget contrary to nature, she that brings forth according to nature becomes sterile, and for the punishment of her inhabitants has been condemned to barrenness. Let those therefore who honour covetousness, who gather wealth to excess, show what power lies in things treasured up, or what profit there is, if God in His wrath prolong the punishment further. Paler perhaps than gold will those become who heap it up, if they do not have bread, which until yesterday and the day before was despised because of the ready abundance of plenty. Grant now that there is no seller, and that no grain exists in storehouses; and what is the use of your heaviest purses? tell me. Will you not be buried together with them? Is not gold earth? Will not useless clay lie beside clay, your body? You have acquired all things, and the one thing needful you do not possess, the power to feed yourself. With all your wealth fashion a single cloud; devise a supply of a few drops; urge the earth to fruitfulness; undo the calamity with your haughty and strutting wealth. Perhaps you will call upon one of the devout, that by his prayers, like Elijah the Tishbite, he may grant you relief from these ills—a man without possessions, pale, barefoot, homeless, hearthless, destitute, covered with a single tunic, like Elijah
PG 31:316Read from the page
τῇ μηλωτῇ, τὴν εὐχὴν ἔχων σύντροφον, τὴν ἐγκράτειαν ὁμοδίαιτον. Κἂν ἐπιτύχῃς τῆς παρὰ τοῦ τοιούτου βοηθείας δεόμενος, οὐ μακρὰ καταγελάσεις τῶν πολυμερίμνων κτημάτων; οὐ προσπτύσεις τῷ χρυσῷ; οὐ διαῤῥίψεις ὡς κόπρον τὸν ἄργυρον, ὃν πρότερον πάντα δυνάμενον καὶ φίλτατον ὀνομάζων, ἀδρανῆ βοηθὸν ἐπὶ τῆς χρείας ἐγνώρισας; Διὰ σὲ καὶ τὴν συμφορὰν ταύτην κατεδίκασεν, ἐπειδὴ ἔχων οὐκ ἐδίδως· ἐπειδὴ παρέτρεχες τοὺς πεινῶντας· ἐπειδὴ πρὸς τοὺς ὀδυρομένους οὐκ ἐπεστρέφου· ἐπειδὴ προσκυνούμενος οὐκ ἠλέεις. Ἔρχεται καὶ δι' ὀλίγους ἐπὶ δῆμον κακὰ, καὶ μοχθηρίας τινὸς παραπήλαυσε δῆμος. Ἄχαρ ἱεροσύλησε, καὶ ὅλη ἡ παράταξις ἐμαστίζετο. Ὁ Ζαμβρὶ πάλιν εἰς τὰς Μαδιανίτιδας ἐξεπόρνευσε, καὶ ὁ Ἰσραὴλ ἔπιπτεν εἰς δίκην.
with his sheepskin, having prayer as his companion, self-control as his housemate. And if in your need you obtain help from such a man, will you not laugh long and loud at your care-laden possessions? will you not spit upon gold? will you not fling away like dung your silver, which formerly calling all-powerful and dearest, you have recognized in the hour of need to be a powerless helper? Because of you He condemned us to this calamity too, since though you had, you did not give; since you passed by the hungry; since you did not turn towards those who wailed; since when prostrated before in entreaty you showed no mercy. Evils come upon a people even because of a few, and a people suffers the consequences of someone's wickedness. Achar committed sacrilege, and the whole host was scourged. Zambri again committed fornication with the Midianite women, and Israel fell under punishment.
5 Πάντες τοίνυν καὶ ἰδίᾳ καὶ κοινῇ τοὺς βίους ἑαυτῶν ἐξετάσωμεν, ὡς παιδαγωγῷ πρόσχωμεν τῷ αὐχμῷ, ἕκαστον τῆς ἰδίας ἁμαρτίας ὑπομιμνήσκοντι. Εἴπωμεν καὶ ἡμεῖς τοῦ γενναίου Ἰὼβ τὴν φωνὴν εὐαισθήτως· Χεὶρ Κυρίου ἐστὶν, ἡ ἁψαμένη μου. Καὶ μάλιστα μὲν πρωτοτύπως τοῖς ἁμαρτήμασι τὴν συμφορὰν ἑαυτῶν λογισώμεθα. Εἰ δὲ δεῖ καὶ ἄλλο προσθεῖναι, ἔστιν ὅτε καὶ κατὰ πεῖραν ταῖς ψυχαῖς αἱ τοιαῦται τοῦ βίου δυσκληρίαι τοῖς ἀνθρώποις προσάγονται, ἵν' ἐπὶ τῆς δυσκολίας ἀπελεγχθῶσιν οἱ δόκιμοι, εἴτε πένητες εἴτε πλούσιοι· ἑκάτεροι γὰρ ἀκριβῶς διὰ τῆς ὑπομονῆς δοκιμάζονται. Κἀν τούτῳ μάλιστα τῷ καιρῷ διαδείκνυνται ὁ μὲν, εἰ κοινωνικὸς καὶ φιλάδελφος, ὁ δὲ, εἰ εὐχάριστος καὶ μὴ τοὐναντίον βλάσφημος, ταῖς τοῦ βίου περιφοραῖς ὀξέως συμμεταβάλλων τὸ φρόνημα. Οἶδα ἐγὼ πολλοὺς (οὐκ ἀκοῇ μαθὼν, ἀλλὰ τῇ πείρᾳ τοὺς ἀνθρώπους γνωρίσας), ἕως μέχρι μὲν ὁ βίος αὐτοῖς πρὸς εὐπορίαν διαμετρεῖται, καὶ ἐξ οὐρίας, τὸ λεγόμενον, χωρεῖ, μέσως γοῦν, εἰ καὶ μὴ τελείως, τῷ εὐεργέτῃ ὁμολογοῦντας τὴν χάριν· ει δέ που διὰ τὴν ἐναντίαν κατάστασιν περιτραπείη τὰ πράγματα, καὶ ὁ μὲν πλούσιος γένηται πένης, ἡ δὲ ῥώμη τοῦ σώματος νόσος, ἡ δὲ δόξα καὶ περιφάνεια αισχύνη καὶ ἀτιμία, ἀχαριστοῦντας, βλάσφημα φθεγγομένους, ὀκνοῦντας τὴν προσευχήν· ὡς πρὸς χρεώστην βραδύνοντα τὸν Θεὸν σχετλιάζοντας, οὐχ ὡς πρὸς Δεσπότην ἀγανακτοῦντα διακειμένους. Ἀλλ' ἄπαγε τῶν λογισμῶν τὴν τοιαύτην ἔννοιαν! Ὅταν δὲ ἴδῃς Θεὸν μὴ χαριζόμενον τὰ συνήθη, οὕτω λογίζου παρὰ σεαυτῷ· Μὴ ἀδύνατος ὁ Θεὸς χορηγεῖν τὴν τροφήν; Καὶ πῶς; ὅς γε Κύριός ἐστιν οὐρανοῦ καὶ πάσης διακοσμήσεως, ὡρῶν
5. Let us all therefore both privately and in common examine our own lives; let us attend to the drought as to a tutor, reminding each one of his own sin. Let us also utter with right feeling the voice of the noble Job: It is the hand of the Lord that has touched me. And above all, let us primarily impute our calamity to our sins. Yet if one must add something else as well, there are times when such hard lots of life are brought upon men as a trial for their souls, so that in the time of hardship the approved may be made manifest, whether poor or rich; for both are strictly tested through endurance. And at this season especially are they shown forth: the one, whether he is generous in sharing and a lover of the brethren, and the other, whether he is thankful and not, on the contrary, blasphemous, swiftly shifting his mindset with the turns of life. I myself know many (not having learnt by hearsay, but having come to know the men by experience) who, so long as life is measured out to them in prosperity and, as the saying goes, sails before a fair wind, moderately at least, even if not perfectly, acknowledge gratitude to their Benefactor; yet if perchance through an adverse turn of affairs matters should be overturned, and the rich man become poor, bodily strength become sickness, and glory and renown become shame and dishonour, they prove ungrateful, utter blasphemies, grow remiss in prayer—complaining bitterly against God as against a tardy debtor, not disposed towards Him as towards an indignant Master. Away with such a thought from your reasonings! Rather, whenever you see God not bestowing what is customary, reckon thus within yourself: Is God powerless to supply nourishment? And how could He be? Who indeed is Lord of heaven and of all the world's ordering, of seasons
Notes, col. 316

On the reading

Printed ει, for εἰ.

Printed αισχύνη, for αἰσχύνη.

PG 31:317Read from the page
καὶ καιρῶν σοφὸς οἰκονόμος, κυβερνήτης τῶν πάντων, ὥσπερ τινὰ χορὸν εὔτακτον τὰς ὥρας καὶ τὰς τροπὰς ἀλλήλαις ὑποχωρεῖν ὁρίσας, ἵνα τῇ ἑαυτῶν ποικιλίᾳ ταῖς διαφόροις ἡμῶν ἐπαρκέσωσι χρείαις· καὶ νῦν μὲν κατὰ καιρὸν τὸ ὑγρὸν προσγένηται, αὖθις δὲ λάβῃ τὸ θερμὸν, καὶ τὸ ψυχρὸν ἐγκραθῇ τῷ ἐνιαυτῷ, καὶ τοῦ ξηροῦ τὴν χρείαν μὴ ἀμοιρήσωμεν. Οὐκοῦν δυνατὸς ὁ Θεός· τοῦ δυνατοῦ δὲ προσόντος καὶ ὁμολογουμένου, μὴ ἆρα τὸ ἀγαθὸν ἐνέλειψεν; Οὐδὲ οὗτος ἐφεστὼς ὁ λόγος. Τίς γὰρ ἀνάγκη τὸν μὴ ἀγαθὸν ἔπεισεν ἐν ἀρχῇ δημιουργῆσαι τὸν ἄνθρωπον; Τίς δὲ ὁ κατεπείξας τὸν Κτίστην καὶ μὴ βουλόμενον χοῦν λαβεῖν, καὶ τοιοῦτον ἐκ πηλοῦ κάλλος εἰδοποιῆσαι; Τίς ὁ πρὸς ἀνάγκην πείσας κατ' εἰκόνα ἰδίαν τὸν λόγον τῷ ἀνθρώπῳ χαρίσασθαι, ἵν' ἐκεῖθεν ὁρμηθεὶς τεχνῶν μάθησιν δέξηται, καὶ μάθῃ περὶ τῶν ἀνωτάτω φιλοσοφεῖν, ὧν αἰσθητῶς οὐχ ἅπτεται; Κἂν, οὕτω λογιζόμενος, εὕρῃς τὴν ἀγαθότητα τῷ Θεῷ συνοῦσαν, καὶ μέχρι καὶ νῦν μὴ ἀπολιμπανομένην. Ἐπεὶ τί ἐκώλυεν, εἰπέ μοι, μὴ αὐχμὸν εἶναι τὸ ὁρώμενον, ἀλλὰ τελείαν ἐκπύρωσιν; καὶ μικρὸν ὑπαλλάξαντα τὸν ἥλιον τῆς συνήθους πορείας, πλησιάσαντα δὲ τοῖς περιγείοις σώμασιν, ἐν ἀκαρεῖ καταφλέξαι πᾶν τὸ ὁρώμενον; ἢ βρέξαι πῦρ ἐκ τοῦ οὐρανοῦ, καθ' ὁμοίωσιν τῶν ἤδη κολάσεων τῶν ἁμαρτωλῶν; Ἐπὶ σαυτοῦ καὶ τῶν σῶν λογισμῶν γενοῦ, ἄνθρωπε· μὴ ποίει τὰ τῶν ἀνοήτων παίδων, οἳ, παρὰ διδασκάλου ἐπιτιμηθέντες, τὰς δέλτους ἐκείνου καταῤῥηγνύουσι· πατρὸς δὲ, δι' ὠφέλειαν τὴν τροφὴν ὑπερθεμένου, τὴν ἐσθῆτα κατασπαράττουσιν, ἢ τὸ τῆς μητρὸς πρόσωπον τοῖς ὄνυξι καταξαίνουσι. Κυβερνήτην μὲν γὰρ ὁ χειμὼν, καὶ τὸν ἀθλητὴν τὸ στάδιον, τὸν στρατηγὸν ἡ παράταξις, τὸν μεγαλόψυχον ἡ συμφορὰ, τὸν Χριστιανὸν δὲ πειρασμὸς δοκιμάζει καὶ βασανίζει. Καὶ αἱ λύπαι τὴν ψυχὴν, ὡς τὸ πῦρ τὸν χρυσὸν, ἀπελέγχουσι. Πένης εἶ; Μὴ ἀθυμήσῃς. Ἡ γὰρ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία· τῆς μὲν λύπης βαπτιζούσης τὸν νοῦν, καὶ ἀμηχανίας ἐμποιούσης ἴλιγγον, τῆς δὲ ἀπορίας τῶν λογισμῶν τὴν ἀχαριστίαν ἀπογεννώσης. Ἀλλ' ἔχε τὴν ἐλπίδα πρὸς τὸν Θεόν. Μὴ γὰρ οὐκ ἐπιβλέπει τὴν στένωσιν; Ἔχει τὴν τροφὴν ἐν χερσὶ, καὶ παρέλκει τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον, ἵνα καταμάθῃ τὴν γνώμην, εἰ μὴ τῇ τῶν ἀκολάστων καὶ ἀγνωμόνων ἐστὶν ὁμοία. Καὶ γὰρ ἐκεῖνοι, μέχρι μὲν ἐν τῷ στόματι τὰ σιτία τυγχάνει, εὐφημοῦσι, κολακεύουσιν, ὑπερθαυμάζουσιν· ὀλίγον δὲ τῆς τραπέζης ὑπερτεθείσης, ὥσπερ τισὶ λίθοις ταῖς βλασφημίαις βάλλουσιν οὓς πρὸ βραχέως ἴσα Θεῷ διὰ τὴν ἡδονὴν προσεκύνουν. Ἔπελθε τὴν Παλαιὰν Διαθήκην, τὴν Νέαν, καὶ πολλοὺς εὑρήσεις ἐν ἑκάστῃ τοὺς διαφόρως τραφέντας. Ἠλίαν εἶχεν ὁ Κάρμηλος, ὄρος ὑψηλὸν καὶ ἀοίκητον, ἔρημος ἔρημον· ψυχὴ δὲ ἦν τῷ
and times the wise steward, pilot of all things, having ordained that the seasons and solstices should give way to one another like some well-ordered chorus, so that by their own variety they may suffice for our diverse needs; and now in due season moisture may be added, and again warmth may succeed, and cold be blended into the year, and we may not go without the needful dryness. God is therefore powerful; and since power is present and acknowledged, can it be that goodness has failed? Neither does this reasoning stand firm. For what necessity persuaded One Who was not good to fashion man in the beginning? And who compelled the Creator against His will to take dust, and out of clay to form such beauty? Who constrained Him by necessity to bestow reason upon man according to His own image, so that setting out from thence he might receive instruction in arts, and learn to philosophize about things most high, which he does not grasp by the senses? Assuredly, reckoning thus, you may find goodness abiding with God, and even until now not forsaking Him. Else what prevented what we see, tell me, from being not a drought, but a complete conflagration? and from His shifting the sun a little from its accustomed course, bringing it near to earthly bodies, and in an instant burning up everything visible? or raining down fire out of heaven, after the likeness of the punishments already inflicted upon sinners? Come back to yourself and your own wits, O man; do not act like foolish boys, who, when rebuked by a schoolmaster, smash his tablets; and when a father puts off their food for their own good, tear his garment to shreds, or scratch their mother's face with their nails. For the storm tests and proves the pilot, the stadium the athlete, the battle-line the general, calamity the great-souled man, and trial the Christian. And sorrows prove the soul, as fire proves gold. Are you poor? Do not lose heart. For excessive dejection becomes an occasion of sin—grief submerging the mind, helplessness producing dizziness, and perplexity of thoughts begetting ingratitude. Rather, keep your hope towards God. For does He not look upon your straits? He holds nourishment in His hands, and delays the gift, so that He may test your steadfastness, so that He may ascertain your disposition, whether it is not like that of the intemperate and ungrateful. For those men, so long as the food is in their mouth, speak fair words, flatter, admire beyond measure; yet when the table is delayed a little, as if with stones they pelt with blasphemies those whom shortly before they bowed down to on a par with God for the sake of pleasure. Go over the Old Testament, the New, and you will find many in each who were fed in diverse ways. Carmel held Elijah, a mountain lofty and uninhabited, a wilderness holding a solitary man; yet his soul was to the
Notes, col. 317

On the reading

Printed βραχέως, for βραχέος.