Migne Reading Room

PG 31 · cols. 260–269 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:260Read from the page
τὸν ἀδελφὸν ἀπωδύρατο. Τοιοῦτος ἦν ὁ λέγων· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ὑπὲρ ἁμαρτίας κλαῖε. Αὕτη ἀῤῥωστία ψυχῆς· αὕτη θάνατός ἐστι τῆς ἀθανάτου· αὕτη πένθους ἀξία καὶ ὀδυρμῶν ἀσιγήτων. Ἐπὶ ταύτῃ πᾶν δάκρυον ῥέοι, καὶ μὴ διαλείποι στεναγμὸς ἐκ βάθους καρδίας ἀναπεμπόμενος. Ἔκλαιε Παῦλος τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἱερεμίας ἔκλαιεν ἐπὶ τοῖς ἀπολλυμένοις τοῦ λαοῦ· ὅς γε, ἐπειδὴ οὐκ ἤρκει τὸ ἐκ φύσεως δάκρυον, πηγὴν ἐπεζήτει δακρύων καὶ σταθμὸν ἔσχατον. Καὶ καθήσομαι, φησὶ, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας πολλὰς, τοὺς ἀπολλυμένους. Τὸ τοιοῦτον δάκρυον καὶ τὸ τοιοῦτον πένθος ὁ λόγος μακαρίζει· οὐ τὸ πρὸς πᾶσαν λύπην εὐάγωγον, καὶ ἐκ πάσης προφάσεως εὐκατάφορον πρὸς τοὺς θρήνους. Ἤδη δέ τινας εἶδον τῶν φιληδόνων δι' ὑπερβολὴν ἡδυπαθείας ἐπὶ προφάσει τῆς λύπης πρὸς κραιπάλην καὶ μέθην ἐκτρεπομένους, καὶ τὸ ἀκρατὲς αὐτῶν ἐκ τῶν τοῦ Σολομῶντος λόγων παραμυθεῖσθαι πειρωμένους, λέγοντος· Δότε οἶνον τοῖς ἐν λύπαις. Ἔστι δὲ ὁ παροιμιακὸς λόγος οὐχὶ μέθης ἄδειαν παρεχόμενος, ἀλλὰ συνέχων τὴν ἀνθρωπίνην ζωήν. Ἵνα γὰρ τὸ αἰνιγματῶδες αὐτοῦ παραλείπω, οἶνον λέγοντος τὴν λογικὴν εὐφροσύνην, οὐδὲ ὁ πρόχειρος νοῦς μικρὰν ἔχει τὴν ἐπιμέλειαν, ἵνα μὴ τῷ σφοδρῷ τοῦ πένθους καταποθέντες, τῶν τροφῶν ἀμελῶσιν οἱ δυσπαρηγόρητοι καὶ βαρυπενθεῖς· ἀλλ' ἄρτῳ μὲν στηρίζηται ἡ καρδία τοῦ φιλολύπου, οἴνῳ δὲ τὸ συμπεπτωκὸς τῆς δυνάμεως ὑπερείδηται. Οἱ δὲ φίλοινοι καὶ οἰνόφλυγες, οὐ τὴν λύπην καταπραῧνοντες, ἀλλὰ κακὰ κακῶν διαμειβόμενοι, καὶ πονηροί τινες γινόμενοι συναλλάκται, νοσήματα, ψυχῶν διαμείβουσι νοσημάτων· οἳ τοὺς ἐπὶ τῆς τρυτάνης τὰς ῥοπὰς ἐπανισοῦντας μιμούμενοι, τοσοῦτον ὑφαιροῦσι τῆς λύπης, ὅσον αὔξουσι τὸ φιλήδονον. Ἀλλ' οἶμαι χρῆναι βοήθειαν τῇ φύσει παρέχειν τὸν οἶνον· καὶ μὴ τοσοῦτον ἐπιτρέπειν ἐγχεῖσθαι τὸν ἄκρατον, ὥστε σκότωσιν τοῖς λογισμοῖς ἐμποιεῖν. Οὔτε γὰρ συνεκρυήσεται τῷ οἴνῳ τὸ λυπηρόν· καὶ τὸ τῆς μέθης κακὸν τῇ ψυχῇ προσγενήσεται. Ει δὲ λύπης ἰατρός ἐστιν ὁ λογισμὸς, ἔσχατον ἂν εἴη τῶν κακῶν ἡ μέθη, τῇ ἰατρείᾳ τῆς ψυχῆς ἐμποδίζουσα. Ἀλλ' ἀνάλαβε τῷ λόγῳ τῶν εἰρημένων ἕκαστον, καὶ εὑρήσεις τό τε δυνατὸν τῆς ἀποστολικῆς νομοθεσίας καὶ τὸ ὠφέλιμον· πῶς μὲν πάντοτε χαρήσῃ τῷ ὀρθῷ λόγῳ ἑπόμενος· πῶς δὲ προσεύξη ἀδιαλείπτως, πῶς δὲ ἐν παντὶ εὐχαριστήσεις· τίνι δὲ τρόπῳ παρακαλέσεις τοὺς λυπουμένους, ἵνα ἐκ
he has lamented over his brother. Such was he who said: "Faintheartedness has seized me because of sinners who forsake Thy law." Weep over sin. This is the sickness of the soul; this is the death of that which is immortal; this is worthy of mourning and of unceasing lamentations. Over this let every tear flow, and let not a groan sent up from the depth of the heart ever cease. Paul wept over the enemies of the cross of Christ. Jeremiah wept over those of the people who were perishing; indeed, since natural tears did not suffice him, he sought after a fountain of tears and an uttermost lodging-place: "And I will sit down," he says, "and weep for this people many days, even for those who are perishing." Such tears and such mourning the word counts blessed, not that disposition which is easily led into every grief and on every pretext prone to dirges. Before now I have seen certain lovers of pleasure through excess of self-indulgence turning aside to carousing and drunkenness on the pretext of grief, and trying to excuse their intemperance from the words of Solomon, who says: "Give wine to those who are in sorrow." Yet the proverbial saying does not grant licence for drunkenness, but sustains human life. For to pass over its enigmatic meaning, whereby it calls rational gladness wine, not even the literal sense shows slight provident care, lest those who are hard to console and heavy with mourning, swallowed up by the vehemence of their grief, neglect nourishment, and so that with bread the heart of the man given over to sorrow may be strengthened, while with wine the collapsed state of his strength may be propped up. Lovers of wine and tipplers, however, not soothing their grief, but bartering ills for ills, and becoming evil brokers of a sort, exchange bodily diseases for diseases of souls; imitating those who equalize the weights upon the balance-scale, they take away just so much from grief as they add to love of pleasure. Yet I think that wine ought to furnish aid to nature, and that one must not allow unmixed wine to be poured in so copiously as to bring darkness upon the reasoning faculties. For neither will what is painful flow away together with the wine, and the evil of drunkenness will accrue besides to the soul. And if reason is the physician of grief, drunkenness would be the worst of evils, hindering the healing of the soul. But take up again in thought each of the things that have been said, and you will find both the practicability of the apostolic legislation and its usefulness: how on the one hand you will rejoice always when following right reason; how you will pray without ceasing, and how in everything you will give thanks; and in what manner you will comfort those who grieve, so that in
Notes, col. 260

On the reading

Printed Ει, for Εἰ.

Printed προσεύξη, for προσεύξῃ.

PG 31:261Read from the page
πάντων ἄρτιος ᾖς καὶ κατηρτισμένος, τῇ βοηθείᾳ τοῦ ἁγίου Πνεύματος, καὶ τῇ ἐπισκηνώσει τῆς χάριτος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
all things you may be complete and thoroughly equipped, by the help of the Holy Spirit, and by the indwelling of the grace of our Lord Jesus Christ, to Whom be the glory and the dominion unto the ages of ages. Amen.
ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ Εὐαγγελίου· «Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οικοδομήσω·» καὶ περὶ πλεονεξίας.
On the saying of the Gospel according to Luke: "I will pull down my barns, and build greater ones"; and concerning covetousness.
1. Διπλοῦν τὸ εἶδος τῶν πειρασμῶν. Ἢ γὰρ αἱ θλίψεις βασανίζουσι τὰς καρδίας, ὥσπερ χρυσὸν ἐν καμίνῳ, διὰ τῆς ὑπομονῆς τὸ δοκίμιον αὐτῶν ἀπελέγχουσαι· ἢ καὶ πολλάκις αὐταὶ αι εὐθηνίαι τοῦ βίου ἀντὶ πειρατηρίου γίνονται τοῖς πολλοῖς. Ὁμοίως γάρ ἐστι χαλεπὸν ἔν τε δυσκολίαις πραγμάτων ἀταπείνωτον τὴν ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς περιφανείαις μὴ ἐπαρθῆναι πρὸς ὕβριν. Παράδειγμα δὲ τοῦ μὲν προτέρου εἴδους τῶν πειρασμῶν ὁ μέγας Ἰὼβ, ὁ ἀκαταγώνιστος ἀθλητής· ὃς, πᾶσαν τοῦ διαβόλου τὴν βίαν, ὥσπερ χειμάῤῥου φορὰν, ἀσείστῳ καρδίᾳ καὶ λογισμοῖς ἀτρέπτοις ὑποδεξάμενος, τοσούτῳ μείζων τῶν πειρασμῶν ἀνεφάνη, ὅσῳ μεγάλα αὐτῷ καὶ δυσέκλυτα ἐδόκει παρὰ τοῦ ἐχθροῦ προβεβλῆσθαι τὰ παλαίσματα. Τῶν δὲ κατὰ τὴν εὐημερίαν τοῦ βίου πειρασμῶν ὑποδείγματα ἄλλα τε τινὰ, καὶ οὗτος ὁ νῦν ἡμῖν ἀναγνωσθεὶς πλούσιος· ὃς τὸν μὲν εἶχε πλοῦτον, τὸν δὲ ἤλπιζε· τοῦ φιλανθρώπου Θεοῦ ἐξ ἀρχῆς αὐτὸν ἐπὶ τῇ ἀγνωμοσύνῃ τῶν τρόπων μὴ κατακρίναντος, ἀλλ' ἀεὶ τῷ προϋπάρχοντι πλούτῳ πλοῦτον ἕτερον προστιθέντος, εἴ πως αὐτῷ κόρον ἐμποιήσας ποτὲ, πρὸς τὸ κοινωνικὸν καὶ ἥμερον τὴν ψυχὴν αὐτοῦ ἐκκαλέσαιτο· Ἀνθρώπου, γάρ φησι, πλουσίου ηὐφόρησεν ἡ χώρα, καὶ διελογίζετο καθ' ἑαυτόν· Τί ποιήσω; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οικοδομήσω. Διὰ τι οὖν ηὐφόρησεν ἡ χώρα ἀνθρώπου μηδὲν ἀγαθὸν ἐκ τῆς εὐφορίας ποιήσειν μέλλοντος; Ἵνα μᾶλλον ἡ τοῦ Θεοῦ μακροθυμία φανῇ, καὶ μέχρι τῶν τοιούτων ἐκτεινομένης αὐτοῦ τῆς χρηστότητος· Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἡ δὲ τοιαύτη τοῦ Θεοῦ ἀγαθότης μείζονα συνάγει τοῖς πονηρευομένοις τὴν κόλασιν. Ἤνεγκε τοὺς ὄμβρους ἐπὶ τὴν ὑπὴ τῶν πλεονεκτικῶν χειρῶν γεωργουμένην γῆν· ἔδωκε τὸν ἥλιον ἐκθάλπειν τὰ σπέρματα, καὶ πολυπλασιάζειν τοὺς καρποὺς διὰ τῆς εὐφορίας. Καὶ τὰ μὲν παρὰ Θεοῦ τοιαῦτα, γῆς ἐπιτηδειότης, ἀέρων
1. Twofold is the kind of temptations. For either afflictions test hearts like gold in a furnace, proving their genuineness through patience, or oftentimes the very abundances of life serve as a testing-place for most people. For it is equally hard both in difficulties of affairs to preserve one's soul unbowed, and in splendours of fortune not to be lifted up unto insolence. Now an example of the former kind of temptations is the great Job, that unconquered athlete, who, having received all the violence of the devil like the rush of a winter torrent with an unshaken heart and unwavering thoughts, proved himself all the greater than his temptations in proportion as the wrestling-bouts set before him by the enemy seemed great and hard to escape. And of the temptations that come in life's prosperity there are both sundry other examples and this rich man who has just now been read aloud to us, who possessed wealth already and was hoping for more besides, since God in His love for mankind did not condemn him from the outset for the ingratitude of his ways, but kept adding further wealth to the wealth he had before, if perhaps by producing satiety in him at last He might call forth his soul towards fellowship and gentleness: "The land of a rich man," it says, "brought forth plentifully; and he reasoned within himself: What shall I do? I will pull down my barns, and build greater ones." Why then did the land bring forth plentifully for a man who was going to do nothing good out of its plentifulness? So that the longsuffering of God might shine forth all the more, His kindness extending even unto such men: "For He rains upon the righteous and the unrighteous, and makes His sun rise upon the wicked and the good." Yet such goodness on God's part heaps up greater punishment for evildoers. He brought the showers upon the land tilled by covetous hands; He gave the sun to warm the seeds and to multiply the fruits through plentifulness. And such are the gifts from God: suitability of soil, of airs
Notes, col. 261

On the reading

Printed οικοδομήσω, for οἰκοδομήσω.

Printed αι, for αἱ.

Printed τι, for τί.

Printed ὑπὴ, for ὑπὸ.

PG 31:263Read from the page
εὔκρατοι καταστάσεις, σπερμάτων ἀφθονίαι, βοῶν συνεργίαι, τὰ ἄλλα, οἷς γεωργία πέφυκεν εὐθηνεῖσθαι· τὰ δὲ παρὰ τοῦ ἀνθρώπου οἷα; Τὸ πικρὸν τοῦ ἤθους, ἡ μισανθρωπία, τὸ δυσμετάδοτον. Ταῦτα τῷ εὐεργέτῃ ἀντεπεδείκνυτο. Οὐκ ἐμνήσθη τῆς κοινῆς φύσεως· οὐχ ἡγήσατο χρῆναι τὸ περιττεῦον τοῖς ἐνδεέσι καταμερίσαι· οὐκ ἔσχε τινὰ λόγον τῆς ἐντολῆς· Μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ· καὶ, Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε· καὶ, Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου. Καὶ πάντες προφῆται, καὶ πάντες διδάσκαλοι ἐμβοῶντες, οὐκ εἰσηκούοντο· ἀλλ' αἱ μὲν ἀποθῆκαι διερρήγνυντο τῷ πλήθει τῶν ἀποκειμένων στενοχωρούμεναι, ἡ δὲ φειδωλὸς καρδία οὐκ ἐνεπίμπλατο. Ἀεὶ γὰρ τὰ νέα τοῖς παλαιοῖς προστιθεὶς, καὶ ταῖς κατ' ἔτος προσθήκαις τὴν εὐπορίαν προσαύξων, εἰς τὴν ἀδιέξοδον ταύτην ἀμηχανίαν ἐνέπεσεν, ὑποχωρεῖν μὲν τοῖς παλαιοῖς διὰ τὴν πλεονεξίαν μὴ συγχωρῶν, ὑποδέχεσθαι δὲ τὰ νέα διὰ τὸ πλῆθος μὴ ἐξαρκῶν. Διὰ τοῦτο ἀνήνυτα μὲν αὐτῷ τὰ βουλεύματα, ἄποροι δὲ αἱ φροντίδες. Τί ποιήσω; Τίς οὐκ ἂν ἐλεήσειε τὸν οὕτω πολιορκούμενον; Δείλαιος τῆς εὐφορίας, ἐλεεινὸς τῶν παρόντων ἀγαθῶν, ἐλεεινότερος τῶν προσδοκωμένων. Μὴ γὰρ προσόδους αὐτῷ φέρει ἡ γῆ, στεναγμοὺς αὐτῷ φύει· μὴ γὰρ καρπῶν αὐτῷ εὐφορίαν συνάγει, φροντίδας καὶ λύπας καὶ ἀμηχανίαν δεινήν. Ὅμοια τοῖς πενομένοις ὀδύρεται. Ἢ οὐχὶ ταύτην ἀφήσει τὴν φωνὴν καὶ ὁ διὰ πτωχείαν στενοχωρούμενος; Τί ποιήσω; Πόθεν τροφαί; πόθεν ἐνδύματα; Ταῦτα καὶ ὁ πλούσιος φθέγγεται. Ὀδυνᾶται τὴν καρδίαν ὑπὸ τῆς μερίμνης διεσθιόμενος. Ὃ γὰρ τοὺς ἄλλους εὐφραίνει, τοῦτο τήκει τὸν πλεονέκτην. Οὐ γὰρ χαίρει πάντων αὐτῷ πεπληρωμένων τῶν ἔνδον, ἀλλὰ νύσσει τὴν ψυχὴν αὐτοῦ περιρρέων ὁ πλοῦτος, καὶ τῶν ταμιείων ὑπερχεόμενος, μή που, καὶ πρὸς τοὺς ἔξωθεν παρακύψας, ἀγαθοῦ τινος ἀφορμὴ τοῖς ἐνδεέσι γένηται.
temperate seasons, abundance of seeds, the cooperation of oxen, and the other things whereby husbandry naturally flourishes; yet what were the returns from the man? Bitterness of disposition, hatred of mankind, unwillingness to share. These things he displayed in return to his Benefactor. He did not remember the common nature; he did not think it necessary to distribute the surplus to the needy; he took no account of the commandment: Abstain not from doing good to the needy (Prov. 3:27); and: Let not alms and faithfulness forsake you (Prov. 3:3); and: Break your bread to the hungry (Isa. 58:7). And all the prophets and all the teachers crying aloud were not heard; but while the storehouses were bursting, cramped by the multitude of the things laid up, his grudging heart was not filled. For ever adding the new to the old, and increasing his abundance by the yearly additions, he fell into this inescapable perplexity, through covetousness not permitting the old stores to give way, and because of the multitude not sufficing to receive the new. Therefore his counsels are fruitless, and his cares without resource. What shall I do? Who would not pity a man thus besieged? Wretched in his fertility, pitiable for his present goods, more pitiable for those expected! For the earth brings him not revenues, it brings forth groans for him; it gathers not an abundance of fruits for him, but cares and griefs and dreadful perplexity. He laments like the destitute. Or will not he also who is straitened through poverty utter this voice: What shall I do? Whence shall come food? whence clothing? These things the rich man also utters. He is pained in heart, eaten up by anxiety. For what gladdens others melts the covetous man. For he does not rejoice when all things within are filled for him, but wealth streaming around pricks his soul, overflowing his store-chambers, lest perchance, peeping out towards those outside as well, it should become an occasion of some good to the needy.
2. Καί μοι δοκεῖ τὸ πάθος αὐτοῦ τῆς ψυχῆς τῷ τῶν γαστριμάργων προσεοικέναι· οἳ διαρραγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἢ τῶν λειψάνων μεταδοῦναι τοῖς ἐνδεέσι. Σύνες, ἄνθρωπε, τοῦ δεδωκότος. Μνήσθητι σεαυτοῦ, τίς εἶ, τί οἰκονομεῖς, παρὰ τίνος ἔλαβες, διὰ τί τῶν πολλῶν προεκρίθης. Ἀγαθοῦ Θεοῦ γέγονας ὑπηρέτης, οἰκονόμος τῶν ὁμοδούλων· μὴ πάντα οἴου τῇ γαστρὶ τῇ σῇ παρεσκευάσθαι. Ὡς περὶ ἀλλοτρίων βουλεύου τῶν ἐν χερσί· μικρὸν εὐφραίνει σε χρόνον, εἶτα διαρρυέντα
2. And to me the distemper of his soul seems to resemble that of gluttons, who choose rather to burst from voracity than to share their remnants with the needy. Understand, O man, Him Who has given. Remember yourself, who you are, what you steward, from Whom you received, why you were preferred above the many. You have become a minister of the good God, a steward for your fellow-servants; do not suppose that all things have been prepared for your belly. Deliberate about the things in your hands as belonging to others; they gladden you for a brief time, then slipping away
PG 31:265Read from the page
οἰχήσεται, τὸν δὲ ἐπ' αὐτοῖς λόγον ἀπαιτηθήσῃ μετὰ ἀκριβείας. Σὺ δὲ πάντα ὁμοῦ θύραις καὶ μοχλοῖς ἐναποκλείσας ἔχεις· καὶ καταδήσας σφραγῖσιν, ἐπαγρυπνεῖς ταῖς μερίμναις, καὶ βουλεύῃ κατὰ σαυτὸν, ἄφρονι συμβούλῳ σεαυτῷ κεχρημένος. Τί ποιήσω; Ἕτοιμον ἦν εἰπεῖν, ὅτι Ἐμπλήσω τὰς ψυχὰς τῶν πεινώντων, ἀνοίξω τὰς ἀποθήκας, καὶ πάντας καλέσω τοὺς ἐνδεεῖς. Μιμήσομαι τὸν Ἰωσὴφ τῷ τῆς φιλανθρωπίας κηρύγματι· φθέγξομαι φωνὴν μεγαλόψυχον· Ὅσοι ὑστερεῖσθε ἄρτων, ἔλθετε πρὸς μέ· τῆς παρὰ Θεοῦ δεδομένης χάριτος τὸ ἀρκοῦν ἕκαστος, οἷον ἐκ κοινῶν πηγῶν, συμμεθέξοντες. Ἀλλ' οὐ τοιοῦτος σύ· πόθεν; Ὅς γε βασκαίνεις μὲν τοῖς ἀνθρώποις τῆς ἀπολαύσεως, πονηρὸν δὲ βουλευτήριον ἐν τῇ ψυχῇ συγκροτήσας, φροντίζεις, οὐχ ὅπως διαδῷς ἑκάστῳ τὰ πρὸς τὴν χρείαν, ἀλλ' ὅπως, πάντα ὑποδεξάμενος, πάντας τῆς ἀπ' αὐτῶν ὠφελείας ἀποστερήσῃς. Παρέστησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρελαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαντάζετο. Συνεχωρήθη πάντα βουλεύσασθαι, καὶ φανερὰν ἑαυτοῦ ποιῆσαι τὴν γνώμην, ἵνα ἀξίαν τῆς προαιρέσεως δέξηται τὴν ἀπόφασιν.
will pass away, while the account for them will be demanded of you with strictness. Yet you hold all things locked away together behind doors and bars; and having bound them fast with seals, you lie awake over your anxieties, and take counsel with yourself, employing a foolish counsellor in yourself: "What shall I do?" It lay ready at hand to say: "I will fill the souls of the hungry, I will open my barns, and I will call in all the needy. I will imitate Joseph in the proclamation of humanity; I will utter a magnanimous voice: All you who lack bread, come to me, each to share what suffices of the grace given by God, as though from common springs." But you are not such a man; how should you be? You who begrudge men their enjoyment, and having convened a wicked council-chamber in your soul, take thought not how you may distribute to each what meets his need, but how, having taken everything into your own keeping, you may deprive everyone of the benefit thereof. Those demanding his soul stood beside him, and that man was conversing with his soul about meats. That very night he was being carried off, and he was imagining enjoyment for many years. He was permitted to deliberate everything through, and to make his mind plain, so that he might receive a sentence worthy of his deliberate choice.
3. Ὃ μὴ πάθῃς σύ. Διὰ τοῦτο γὰρ γέγραπται, ἵνα φύγωμεν τὴν ὁμοίωσιν. Μίμησαι τὴν γῆν, ἄνθρωπε· καρποφόρησον ὡς ἐκείνη, μὴ χείρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν οὖν τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ' εἰς τὴν σὴν ὑπηρεσίαν ἐξέθρεψε· σὺ δὲ ὃν ἂν ἐπιδείξη τῆς εὐποιίας καρπὸν, σεαυτῷ τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν μετὰ προσθήκης ἐπανελθόν. Ὥσπερ γὰρ ὁ σῖτος, εἰς τὴν γῆν πεσὼν, κέρδος τῷ προεμένῳ γίνεται· οὕτως ὁ ἄρτος, εἰς τὸν πεινῶντα καταβληθεὶς, πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδίδωσιν. Ἔστω οὖν σοι τὸ πέρας τῆς γεωργίας ἀρχὴ τῆς ἐπουρανίου σπορᾶς· Σπείρατε γὰρ, φησὶν, ἑαυτοῖς εἰς δικαιοσύνην. Τί οὖν ἀδημονεῖς, τί κόπτεις σεαυτὸν, πηλῷ καὶ πλίνθοις τὸν πλοῦτον ἐναποκλεῖσαι φιλονεικῶν; Κρεῖσσον ὄνομα καλὸν ὑπὲρ πλοῦτον πολύν. Ει δὲ θαυμάζεις τὰ χρήματα διᾶ τὴν ἀπ' αὐτῶν τιμὴν, σκόπει πόσῳ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων πατέρα προσαγορεύεσθαι, ἢ μυρίους ἔχειν στατῆρας ἐν βαλαντίῳ. Τὰ μέν γε χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος, ἐπὶ τοῦ κοινοῦ κριτοῦ περιστάντες σε, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀποκαλῶσιν ὀνόματα. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς θεάτροις, παγκρατιασταῖς, καὶ μίμοις, καὶ
3. May you not suffer this yourself! For to this end was it written, that we might flee the likeness. Imitate the earth, O man; bear fruit as she does, lest you prove worse than a lifeless thing. Now she nourished her fruits not for her own enjoyment, but for your service; whereas whatever fruit of beneficence you display, you gather it for yourself, because the graces of good works return upon the givers. You have given to the hungry man, and what was given becomes your own, returning with increase. For just as grain falling into the earth becomes gain to him who cast it forth, so bread cast into the hungry man yields manifold benefit hereafter. Let the end of your husbandry, therefore, be for you the beginning of the heavenly sowing: "For sow for yourselves," it says, "unto righteousness." Why then are you distressed, why do you wear yourself out, striving to lock up your wealth with clay and bricks? "A good name is better than much wealth." And if you admire riches for the honour that comes from them, consider how much more profitable towards glory it is to be called father of ten thousand children than to have ten thousand staters in a purse. Your riches at all events you will leave behind here, even against your will; whereas the honour won by good works you will carry away to the Master, when a whole people, standing round you before the common Judge, call you nourisher and benefactor and by all the names of humanity. Do you not see those in the theatres, upon pancratiasts, and mimes, and
Notes, col. 265

On the reading

Printed ἐπιδείξη, for ἐπιδείξῃ.

Printed Ει, for Εἰ.

Printed διᾶ, for διὰ.

PG 31:268Read from the page
θηριομάχοις τισὶν ἀνθρώποις, οὓς κἂν βδελύξαιτό τις προσιδεῖν, ὑπὲρ τῆς ἐν ὀλίγῳ τιμῆς, καὶ τῶν παρὰ τοῦ δήμου θορύβων καὶ κρότων τὸν πλοῦτον προεμένους; Καὶ σὺ μικροπρεπὴς εἶ περὶ τὰς δαπάνας, τηλικαύτης μέλλων ἐπιβήσεσθαι δόξης; Θεὸς ἔσται ὁ ἀποδεχόμενος· ἄγγελοι εὐφημοῦντες· οἱ ἀπὸ κτίσεως ἄνθρωποι μακαρίζοντες· δόξα αιώνιος, στέφανο⟨ς⟩ δικαιοσύνης, βασιλεία τῶν οὐρανῶν, ἆθλά σοι ἔσται τῆς τῶν φθαρτῶν τούτων οἰκονομίας· ὧν οὐδενὸς φροντίζεις, τῇ περὶ τὰ παρόντα σπουδῇ τῶν ἐλπιζομένων ὑπερορῶν. Δεῦρο δὴ οὖν ποικίλως διάθου τὸν πλοῦτον, φιλότιμος καὶ λαμπρὸς περὶ τὰς δαπάνας τῶν δεομένων γενόμενος. Λεγέσθω καὶ περὶ σοῦ· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εις τὸν αιῶνα. Μὴ βαρύτιμος ἔσο ταῖς χρείαις ἐπιτιθέμενος. Μὴ ἀνάμενε σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖα. Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος. Μὴ λιμὸν ἐκδέχου διὰ χρυσὸν, μὴ κοινὴν ἔνδειαν δι' εὐπορίαν ἰδίαν. Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρωπίνων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς περιουσίας χρημάτων. Μὴ ἐπιξάνῃς τραυματα κεκακωμένων ταῖς μάστιξι. Σὺ δὲ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφὸν οὐ προσβλέπεις· καὶ τοῦ μὲν νομίσματος ἐπιγινώσκεις τὸ χάραγμα, καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ ἀδελφὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς.
certain men who fight with wild beasts, whom one would even loathe to look upon, squandering their wealth for the sake of brief honour and the uproars and applause of the populace? And are you mean-spirited in your expenditures, when you are about to mount to glory so great? God will be the One Who welcomes you; angels will acclaim you; men since the creation will call you blessed; eternal glory, a crown of righteousness, the kingdom of the heavens will be your prizes for the stewardship of these perishable things; yet for none of these do you care, overlooking the things hoped for in your eagerness over things present. Come then, dispose of your wealth in manifold ways, becoming generous and splendid in your expenditures upon the needy. Let it be said concerning you also: "He has scattered abroad, he has given to the poor; his righteousness endures unto the age." Do not set exorbitant prices, preying upon men's needs. Do not wait for dearth of grain in order to open your granaries. "For he who drives up the price of grain is cursed by the people." Do not watch for famine on account of gold, nor public want for the sake of private affluence. Do not become a huckster of human misfortunes; do not make the wrath of God an occasion for amassing riches. Do not chafe open the wounds of men bruised by scourges. Yet you gaze upon gold, and do not look upon your brother; and you recognize the stamp of a coin, and distinguish the counterfeit from the genuine, whereas your brother in his time of need you altogether ignore.
4. Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπερήδει· ὅσος δέ σοι ἀκολουθεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμὸς, οὐ λογίζῃ. Πῶς σοι ὑπ' ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος; Ἐκεῖνος, περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν αὐτῷ οὔτε ἐστὶν, οὔτε γενήσεται πώποτε· σκεύη δὲ καὶ ἐσθὴς, τοιαῦτα, οἷα ἂν γένηται πτωχῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τί οὖν; Ἐπὶ τοὺς παῖδας λοιπὸν ἄγει τὸν ὀφθαλμὸν, ὥστε, αὐτοὺς ἀγαγὼν εἰς τὸ πρατήριον, ἐντεῦθεν εὑρέσθαι τοῦ θανάτου παραμυθίαν. Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ, καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέλνοις πείθουσα· καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπεὶς, τελευταῖον ἐκρατήθη, ὑπὸ τῆς ἀναγκαίας καὶ ἀπαραιτήτου χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται ὁ πατήρ; Τίνα πρῶτον ἀπεμπολήσω; Τίνα δὲ ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; Ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα. Ἀλλὰ τὸν νειώτατον; Ἀλλ' ἐλεῶ αὐτοῦ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν
4. And the fair hue of gold delights you exceedingly; yet how great a groaning of the needy man follows at your heels, you do not reckon. How may I bring before your sight the sufferings of the poor man? Surveying what is within his house, that man sees that gold neither belongs to him nor ever will belong to him, while vessels and clothing are such as poor men's possessions come to be, worth in all a few obols. What then? Upon his children at last he turns his eye, so that by bringing them to the sale-block he may find from this some respite from death. Consider here a battle between the necessity of famine and a father's affection. The one threatens the most pitiable death, while nature pulls back, persuading him to die together with his children; and having many times started forward and many times been checked, at last he is overcome, forced out by inevitable and inexorable need. And what counsels does the father revolve? "Whom shall I sell off first? And whom will the grain-dealer look upon with favour? Shall I come to the eldest? Yet I stand in awe of his rights as firstborn. Then the youngest? Yet I pity his age, which has as yet no sense of
Notes, col. 268

On the reading

Printed αιώνιος, for αἰώνιος.

Printed εις, for εἰς.

Printed αιῶνα, for αἰῶνα.

Printed τραυματα, for τραύματα.

Printed τέλνοις, for τέκνοις.

Printed νειώτατον, for νεώτατον.

PG 31:269Read from the page
συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μαθήματα. Φευ τῆς ἀμηχανίας! Τίς γένωμαι; Τίνι τούτων προσκρούσω; Ποίαν θηρίου ψυχὴν ἀναλάβω; Πῶς τῆς φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχωμαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει. Ἐὰν ἕνα προῶμαι, ποίοις ὀφθαλμοῖς τοὺς λειπομένους προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατασκευάσας τὴν ἀπαιδίαν; Πῶς ἐπὶ τὴν τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπολήσων ἔρχεται· σὲ δὲ οὐ κάμπτει τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ' ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ, καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων τὴν συμφοράν. Καὶ ὁ μὲν τὰ σπλάγχνα προτείνεται τιμὴν τῶν τροφῶν, σοῦ δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χεὶρ ἐκ τοιούτων συμφορῶν ὑποδεχομένη τιμήματα, ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος, καὶ ὅπως ἂν πολὺ λαβὼν ἔλαττον δῴης φιλονεικεῖς, πανταχόθεν βαρύνων τὴν συμφορὰν τῷ ἀθλίῳ. Οὐ δάκρυόν σοι ἐλεεινὸν, οὐ στεναγμὸς καρδίαν μαλάσσει· ἀλλ' ἄκαμπτος εἶ καὶ ἀμείλικτος. Πάντα χρυσὸν βλέπεις, χρυσὸν φαντάζῃ· τοῦτό σοι καὶ καθεύδοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύμιον. Ὥσπερ γὰρ οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται· οὕτω σοι ἡ ψυχὴ, τῇ φιλοχρηματίᾳ κατασχεθεῖσα, πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἂν ἴδοις τὸν χρυσὸν ἢ τὸν ἥλιον. Εὔχῃ τὰ πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μεταβληθῆναι, καὶ ἐπινοεῖς μέντοι καθ' ὅσον οἷόν τε.
misfortunes. This one preserves the distinct features of his parents; that one is well suited for studies. Alas for my helplessness! What am I to become? Against which of these shall I strike? What wild beast's soul shall I take up? How can I forget nature? If I hold fast to them all, I shall see them all wasted away by suffering. If I give up one, with what eyes shall I look upon those left behind, having already become suspected by them of faithlessness? How shall I dwell in my house, having brought childlessness upon myself? How shall I come to a table that has its plenty from such a cause?" And he, with ten thousand tears, comes to sell off the dearest of his children; yet his suffering does not bend you, nor do you take nature into account. Rather, famine holds the wretched man fast, while you put him off and feign indifference, making his misfortune more drawn out for him. And he holds forth his own bowels as the price of food, while your hand not only does not grow numb as it takes payments out of such misfortunes, but you even haggle fiercely for more, and strive how you may take much and give less, weighing down the misfortune upon the wretched man from every side. No piteous tear softens you, no groan softens your heart; rather, you are unbending and relentless. Everything you see as gold, gold you picture in fancy; this is your dream while asleep, and your thought while awake. For just as men deranged by madness do not see actual things, but picture fancies arising from their disorder, so your soul, held fast by love of money, sees everything as gold, everything as silver. More gladly would you behold gold than the sun. You pray that all things may be changed into the nature of gold, and indeed you contrive it so far as lies in your power.
5. Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖς; Ὁ σῖτος χρυσός σοι γίνεται, ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται, τὰ ἔριά σοι ἀποχρυσοῦται· πᾶσα ἐμπορία, πᾶσα ἐπίνοια χρυσόν σοι προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ πολυπλασιαζόμενος ἐν δανείσμασι· καὶ κόρος οὐκ ἔστι, καὶ τέλος τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται. Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις ἐνδίδομεν τῶν περισπουδάστων ὑπερεμπίμπλασθαι, ὥστε τῷ ὑπερβάλλοντι κόρῳ τὴν ἀποστροφὴν ἐμποιῆσαι· ὁ δὲ πλεονέκτης οὐχ οὕτως· ἀλλ' ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται. Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.
5. For what device do you not set in motion on account of gold? Your grain turns into gold for you, your wine congeals into gold, your wool is turned into gold for you; every trade, every contrivance brings gold in to you. Gold begets itself of itself as it is multiplied in loans; and there is no satiety, and no end of desire is found out. For to greedy children we often give way unsparingly, letting them stuff themselves overmuch with the dainties they crave, so as to produce loathing through excessive surfeit; with the covetous man, however, it is not so, but the more things he fills himself with, the more things he longs after. "If riches flow in, set not your heart upon them."
Notes, col. 269

On the reading

Printed Φευ, for Φεῦ.