Migne Reading Room

PG 31 · cols. 248–257 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:248Read from the page
σοῦνται· ὁ ἥλιος σκοτισθήσεται· ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς, μέρος ὄντες τοῦ κόσμου, ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Πρὸς ταῦτα ἀποβλέπων, ὅταν καὶ ἐπὶ σὲ ἔλθῃ τῶν κοινῶν τὸ μέρος, ἔνεγκε μύσας, οὐκ ἀπαθῶς, οὐδὲ ἀναισθήτως (τίς γὰρ μισθὸς ἀναλγησίας;), ἀλλ' ἐπιπόνως μὲν καὶ σὺν ἀλγηδόσι μυρίαις. Πλὴν ὑπένεγκε, ὥσπερ τις γενναῖος ἀγωνιστὴς, τὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν οὐ μόνον ἐκ τοῦ τύπτειν τοὺς ἀντιπάλους, ἀλλὰ καὶ ἐκ τοῦ φέρειν στεῤῥῶς τὰς παρ' αὐτῶν πληγὰς ἐπιδεικνύμενος· καὶ ὥσπερ τις κυβερνήτης σοφὸς καὶ ἀτάραχος ὑπὸ τῆς ἄγαν περὶ τὸν πλοῦν ἐμπειρίας, ὀρθὴν καὶ ἀβάπτιστον, καὶ παντὸς χειμῶνος ὑψηλοτέραν τὴν ψυχὴν διασώζων. Παιδὸς ἀγαπητοῦ, ἢ γυναικὸς καταθυμίας, ἢ ἄλλου τινὸς τῶν φιλτάτων καὶ κατὰ πᾶσαν εὔνοιαν συνημμένων στέρησις, οὐδὲν δεινὸν τῷ προεσκεμμένῳ, καὶ τὸν ὀρθὸν λόγον ἡγεμόνα τῆς ζωῆς ἔχοντι, ἀλλὰ μὴ κατὰ συνήθειάν τινα πορευομένῳ. Ἔθους γὰρ χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα, τοῦ συννόμου αὐτῷ καὶ ὁμοζύγου τελευτήσαντος. Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα. Σὺ δὲ οὐχ οὕτως ἔμαθες, οὐδὲ ἐδιδάχθης. Ἀλλ' ἀρχὴν μὲν φιλίας λαμβάνειν ἐκ μακρᾶς ὁμιλίας καὶ χρονίου ἔθους οὐδὲν ἀπεικός· ὀδύρεσθαι δὲ τὸν χωρισμὸν διὰ τὴν ἐπὶ πλεῖστον ἡμῖν γενομένην διατριβὴν παντελῶς ἄλογον.
[shall fall]; the sun shall be darkened; the moon shall not give her light. What wonder is it, then, if we too, being a part of the world, experience the things that belong to the world? Looking unto these things, whenever your share of common lot comes upon you too, bear it with closed lips—not without feeling, nor insensibly (for what reward is there for insensibility?), but with toil indeed and with ten thousand pangs. Yet endure it, like some noble combatant who displays his strength and courage not only by striking his opponents, but also by steadfastly bearing the blows dealt by them; and like some wise helmsman, unruffled through his great experience in navigation, keeping his soul upright and unsinkable and higher than every storm. The loss of a beloved child, or of a wife after one's own heart, or of anyone else among those dearest and bound to us in all goodwill, is nothing dreadful to one who has reflected beforehand and holds right reason as the guide of life, rather than walking according to mere habit. For separation from what is customary is most hard to bear even for irrational creatures. Indeed I myself once saw an ox weeping at the manger when its fellow-grazer and yoke-mate had died. And one may see the rest of the irrational animals clinging vehemently to habit. You, however, did not so learn, nor were you so taught. Rather, to take a beginning of friendship from long companionship and longstanding custom is nothing unreasonable; but to bewail the separation on account of the very long time we have spent together is altogether irrational.
5. Οἷον, γυνὴ συνεκληρώθη σοι κατὰ τὴν κοινωνίαν τοῦ βίου, πᾶσαν ἡδονήν σοι κατὰ τὸν βίον παρεχομένη, εὐθυμίας δημιουργὸς, θυμηδιῶν πρόξενος, τὰ χρηστὰ συναύξουσα, ἐν ταῖς λύπαις τὸ πλεῖστον μέρος τῶν ἀνιαρῶν ἀφαιρουμένη αὕτη ἐξαίφνης ἀναρπασθεῖσα οἴχεται. Μὴ ἀγριάνῃς τῷ πάθει· μηδὲ αὐτόματόν τινα εἴπῃς εἶναι συντυχίαν τῶν γινομένων, ὡς μηδενὸς προστάτου τὸν κόσμον οἰκονομοῦντος· μηδὲ κακόν τινα δημιουργὸν ὑπόθῃς, ἐκ τῆς κατὰ τὴν λύπην ἀμετρίας πονηρὰ δόγματα ὑποτιθέμενος σεαυτῷ· ἀλλὰ μηδὲ ἐκπέσῃς τῶν ὅρων τῆς εὐσεβείας. Ἐπειδὴ γὰρ ὅλως ἐγένεσθε οἱ δύο εἰς σάρκα μίαν, πολλὴ συγγνώμη τῷ τὴν διχοτομίαν καὶ τὴν τῆς συναφείας διαίρεσιν μετὰ ἀλγημάτων δεχομένῳ· οὐ μὴν τούτου γε ἕνεκεν ἢ διανοεῖσθαί τι τῶν οὐ προσηκόντων, ἢ φθέγγεσθαί σοι λυσιτελές. Ἐννόησον γὰρ, ὅτι ὁ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν τοῦ βίου διαγωγὴν, καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξ-
5. Suppose, for instance, a wife was allotted to you in the partnership of life, affording you every delight in life, a maker of cheerfulness, a provider of joys, increasing good fortunes together with you, taking away the greatest part of distresses in times of grief—and suddenly she is snatched away and gone. Do not grow fierce in your passion; neither say that there is some spontaneous chance in events, as though no President were governing the world; nor suppose some evil creator, suggesting wicked doctrines to yourself out of the excess of your grief; nay, do not fall outside the bounds of godliness either. For since indeed the two of you became one flesh, great pardon is due to one who receives the severing in two and the division of that union with pangs of grief; yet not on this account is it profitable for you either to think anything unbecoming or to utter it. For consider that God, Who fashioned us and endowed us with souls, gave to each soul its own course of life, and fixed different bounds for different persons for their [departure]
PG 31:249Read from the page
όδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονόμησε· τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο, κατὰ τοὺς ἀῤῥήτους τῆς σοφίας ἑαυτοῦ καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ οὖν οἱ ταῖς εἱρκταῖς ἐμπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων ἐναποκλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τῆς κακοπαθείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ' ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου, σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος ἡμᾶς προβλεπομένου. Οὐκ ἀκούεις λέγοντος τοῦ Δαβὶδ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου; Οὐκ ἤκουσας περὶ τοῦ ἁγίου, ὅτι ἀπελύθη αὐτοῦ ἡ ψυχή; Τί δὲ Συμεὼν, ὅτε ἐνεγκαλίσατο τὸν Κύριον ἡμῶν; ποίαν φωνὴν ἀφῆκεν; Οὐχ ὅτι Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα; Τῷ γὰρ ἐπειγομένῳ πρὸς τὴν ἄνω διαγωγὴν βαρυτέρα πάσης κολάσεως καὶ δεσμωτηρίου παντὸς ἡ μετὰ τοῦ σώματός ἐστι διατριβή. Μὴ τοίνυν τῇ ἑαυτοῦ ἀπολαύσει ἐπιζήτει τὰς περὶ τῶν ψυχῶν διατάξεις ἀκολουθεῖν· ἀλλὰ λογίζου περί τῶν συναφθέντων κατὰ τὸν βίον, εἶτα θανάτῳ διισταμένων, ὅτι παραπλήσιοί εἰσιν ὁδοιπόροις μίαν ὁδὸν πορευομένοις, καὶ διὰ τὴν συνεχῆ μετ' ἀλλήλων διατριβὴν ἑνωθεῖσιν ὑπὸ τῆς συνηθείας. Οἳ ἐπειδὰν τὴν κοινὴν ὁδὸν διεξελθόντες καταλάβωσι, λοιπὸν σχιζομένην αὐτὴν, τῆς χρείας ἤδη ἀναγκαίως μεριζούσης ἑκάτερον, οὐ τῇ συνηθείᾳ προσκαθεζόμενοι ἀμελοῦσι τῶν προκειμένων, ἀλλὰ τῆς ἐξ ἀρχῆς κινησάσης αὐτοὺς αἰτίας ὑπομνησθέντες, πρὸς τὸ οἰκεῖον ἕκαστος ἀποτρέχουσι πέρας. Ὡς οὖν ἐκείνοις ἄλλος μὲν ἦν ὁ σκοπὸς τῆς ὁδοῦ, συνέβη δὲ αὐτοῖς ἡ κατὰ τὴν ὁδοιπορίαν ἐκ τῆς συνηθείας οἰκείωσις· οὕτω καὶ τοῖς ἐν γάμῳ ἢ ἄλλῃ τινὶ κοινωνίᾳ βίου συνημμένοις ἴδιον προέκειτο δηλονότι τῆς ζωῆς τὸ πέρας· συναφθέντας δὲ ἀλλήλοις ἀναγκαίως τὸ προδιατεταγμένον τῆς ζωῆς τέλος ἐχώρισε καὶ διέλυσεν.
[departure]. For He dispensed that one should remain longer in the presence of the flesh, while He ordained that another should be released more swiftly from the bonds of the body, according to the ineffable principles of His own wisdom and justice. Just as, therefore, among those who are cast into prisons, some are shut up for a longer time in the affliction of prison-houses, whereas others find a speedier release from their hardship; so too among souls, some are detained for a long while in this life, and others for a shorter while, according to the proportion of each one's desert, as He Who created us foresees the things concerning each one of us wisely and deeply, and in a manner that the mind of men could never attain. Do you not hear David saying, Bring my soul out of prison? Did you not hear concerning the holy man, that his soul was released? And what of Simeon, when he took our Lord into his arms? What utterance did he send forth? Was it not, Now Thou releasest Thy servant, O Master? For to one who hastens towards the life above, remaining with the body is heavier than every punishment and every prison. Do not seek, therefore, that the ordinances concerning souls should follow your own enjoyment; rather, reckon concerning those who have been joined together in life and afterwards parted by death that they resemble travellers walking along a single road, who through spending time continually with one another have become united by familiarity. When these, having traversed the common road, reach the point where at last it parts in two, since their business now of necessity divides each of them, they do not sit fast in their familiarity and neglect the goals set before them, but, calling to mind the cause that originally set them in motion, hasten off each to his own proper destination. Just as for them, then, the aim of the journey was another, while the intimacy arising from familiarity befell them along the way; so too for those united in marriage or in any other partnership of life, each plainly had his own end of life set before him, and though they had been joined to one another, the foreordained end of life necessarily parted and separated them.
6. Εὐγνώμονος οὖν διανοίας οὐκ ἐπὶ τῷ χωρισμῷ δυσφόρως ἔχειν, ἀλλ' ἐπὶ τῇ ἐξ ἀρχῆς συναφείᾳ χάριν ἔχειν τῷ συγκληρώσαντι. Σὺ δὲ καὶ ὅτε περιῆν σοι τὸ γύναιον, ἢ ὁ φίλος, ἢ τὸ παιδίον, ἢ ὅ τι οὖν ὧν ὀδύρῃ νῦν, οὐχὶ χάριν εἶχες τῶν παρόντων τῷ δεδωκότι, ἀλλ' ἐνεκάλεις ὑπὲρ τῶν ἐλλειφθέντων. Ει μὲν γυναικὶ μόνῃ συνῴκεις, ὅτι μὴ παῖδες ἦσαν οἵους ἐβούλου· εἰ δὲ καὶ παῖδες παρῆσαν, ὅτι μὴ ὑπερεπλούτεις, ἢ καὶ ὅτι τῶν ἐχθρῶν τινας εὐημεροῦντας ἑώρας. Ὅρα τοίνυν μή ποτε αὐτοὶ ἑαυτοῖς ἀναγκαίας τῶν φιλτάτων τὰς στερήσεις κατασκευά-
6. It belongs to a grateful mind, therefore, not to bear the separation ill, but to give thanks for the union from the beginning to Him Who allotted it. Yet even while your dear wife was still alive to you, or your friend, or your little child, or whichever it may be of those whom you now bewail, you were not grateful for what was present to Him Who gave them, but brought complaints over what was lacking: if you lived with a wife alone, because there were no children such as you wished; and if children too were present, because you were not exceedingly rich, or even because you saw certain of your enemies prospering. Take heed, therefore, lest perchance we ourselves [render] the privations of our dearest ones necessary for ourselves
Notes, col. 249

On the reading

Printed περί, for περὶ.

Printed Ει, for Εἰ.

PG 31:252Read from the page
ζωμεν, παρόντων μὲν οὐκ αἰσθανόμενοι, παρελθόντων δὲ περιεχόμενοι. Ἐπειδὴ γὰρ παρακειμένων τῶν ἐκ Θεοῦ ἀγαθῶν οὐκ εὐχαριστοῦμεν, ἀναγκαία ἡμῖν ἡ ἀφαίρεσις διὰ τὴν αἴσθησιν γίνεται. Ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ τὸ ἄγαν προσκείμενον οὐχ ὁρῶσιν, ἀλλὰ δέονται συμμέτρου τινὸς ἀποστάσεως· οὕτω καὶ αἱ ἀχάριστοι ψυχαὶ ἐοίκασιν ἐν τῇ ἀλλοτριώσει τῶν ἀγαθῶν τῆς παρελθούσης χάριτος ἐπαισθάνεσθαι. Ὅτε γὰρ ἀπέλαυον τῶν χρηστοτέρων, οὐδεμίαν χάριν τῷ δεδωκότι γινώσκοντες, μετὰ τὴν στέρησιν τὸ παρελθὸν μακαρίζουσιν. Ἀλλ' οὐδεὶς ἡμῶν ἀποκλείεται τοῦ εὐχαριστεῖν ὑπ' οὐδεμιᾶς περιστάσεως βίου, ἐὰν εὐγνωμόνως ἕκαστον ἐπιλογίζεσθαι θέλῃ. Πολλὰς γὰρ ἀναθεωρήσεις καὶ οὐκ ἀτερπεῖς ὁ ἑκάστου ἡμῶν βίος κέκτηται, ἐάνπερ ἄρα καταδεξώμεθα πρὸς τὸ ὑποβεβηκὸς ἀποβλέπειν, καὶ οὕτως ἐκ τῆς πρὸς τὸ χεῖρον συγκρίσεως τὸ ὑπάρχον ἡμῖν ἀγαθὸν, πόσου τινὸς ἄξιόν ἐστιν, ἐκμετρεῖν. Οἰκέτης εἶ; Ἔχεις τὸν σεαυτοῦ ταπεινότερον· εὐχαρίστει, ὅτι ἑνὸς ὑπερέχεις, ὅτι μὴ ἐν τῷ μυλῶνι καταδεδίκασαι, ὅτι μὴ πληγὰς λαμβάνεις. Οὐκ ἐπιλείψουσιν οὐδὲ τοῦτον αἱ τοῦ εὐχαριστεῖν ἀφορμαί. Οὐ γὰρ ἔχει πέδας, οὐ δέδεται ἐν ξύλῳ. Ὁ δεσμώτης ἔχει τὸ ζῇν ἀρκοῦσαν ἀφορμὴν εἰς εὐχαριστίαν· ἥλιον ὁρᾷ, ἀναπνεῖ τὸν ἀέρα, ἐπὶ τούτοις εὐχαριστεῖ. Ἀδίκως κολάζῃ; Τῇ τῶν μελλόντων ἐλπίδι χαῖρε. Δικαίως κατεδικάσθης; Καὶ οὕτως εὐχαρίστει, ἐνταῦθα τὴν δίκην τῶν τετολμημένων ἀποτιννὺς, ἀλλὰ μὴ ἐπ' ἀκεραίοις τοῖς ἁμαρτήμασι τῇ αἰωνίᾳ κολάσει ταμιευθείς. Κατὰ δὴ τὸν αὐτὸν λόγον ἐπὶ παντὸς βίου καὶ πάντων ἐπιτηδευμάτων ἔξεστι τῷ εὐγνώμονι μεγάλας τῶν παρόντων ἀποδιδόναι τῷ εὐεργέτῃ τὰς χάριτας. Νῦν δὲ τὸ τῶν δυσαρεστουμένων πεπόνθασιν οἱ πολλοί· τὸ μὲν παρὸν ἀτιμάζοντες, τῶν δὲ ἀπόντων ἐπιθυμοῦντες. Οὐ γὰρ τοὺς ὑποδεεστέρους αὐτῶν ἀπαριθμούμενοι, τὴν ὑπὲρ ὧν ἔχουσι χάριν ἀποπληροῦσι τῷ εὐεργέτῃ· ἀλλὰ τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει, ὅσον ἀπολείπονται λογιζόμενοι, ὡς οἰκείων στερούμενοι τῶν ἑτέροις προσόντων, οὕτως ἀνιῶνται καὶ καταμέμφονται. Ὁ δοῦλος, ὅτι μὴ ἐλεύθερός ἐστι, δυσχεραίνει· ὁ ἐν ἐλευθερίᾳ τραφεὶς, ὅτι μὴ εὐπατρίδης, μηδὲ τῶν περιβλέπτων ἐπ' εὐγενείᾳ, μηδ' ὅτι ἑπτὰ πάππους ἔχει ἀριθμεῖν εἰς τὸ ἄνω, ἱπποτρόφους λαμπροὺς, ἢ μονομάχοις τὸν πλοῦτον ἐξαναλώσαντας. Ὁ κατὰ γένος περιφανὴς σχετλιάζει, ὅτι μὴ ἐπὶ πλούτῳ κομᾷ· ὁ πλούσιος λυπεῖται κὰι ὀδύρεται, ὅτι μὴ πόλεων καὶ ἐθνῶν ἐστιν ἄρχων· ὁ στρατηγὸς, ὅτι μὴ βασιλεύει· ὁ βασιλεὺς, ὅτι μὴ πάσης ὁμοῦ τῆς ὑφ' ἡλίῳ κρατεῖ, ἀλλ' ἔστιν ἔθνη τοῖς αὐτοῦ σκήπτροις μὴ ὑποκύπτοντα. Ἐκ πάντων δὲ τούτων συνάγεται τὸ ἐπὶ μηδενὶ τὸν εὐεργέτην εὐχαριστεῖ-
we do, not perceiving things when they are present, yet clinging to them when they have passed away. For since we do not give thanks while the good things from God lie before us, their removal becomes necessary for us for the sake of perception. For just as the eyes do not see what lies too close against them, but require a certain proportionate distance, so too ungrateful souls seem in the forfeiture of good things to become sensible of the grace that has passed away. For whereas, while they enjoyed fairer fortunes, they acknowledged no gratitude towards Him Who gave them, after their deprivation they count what is past blessed. Yet none of us is shut out from giving thanks by any circumstance of life, if he is willing to reckon up each thing with a grateful mind. For the life of each of us possesses many and not unpleasing reflections, if indeed we consent to look towards what stands lower, and thus by comparison with what is worse to measure out how much the good that belongs to us is worth. Are you a household slave? You have one more lowly than yourself: give thanks that you surpass one man, that you have not been condemned to the mill, that you do not receive blows. Neither for that man will occasions for giving thanks be lacking; for he does not wear fetters, he is not bound in the stocks. The prisoner has life itself as a sufficient occasion for thanksgiving: he sees the sun, he breathes the air, for these things he gives thanks. Are you punished unjustly? Rejoice in the hope of the things to come. Were you justly condemned? Even so give thanks, since you pay here the penalty for what you dared to do, and are not kept in store with your sins intact for eternal punishment. By the very same reasoning, in every station of life and in all pursuits it is possible for the grateful man to render great thanks for things present to the Benefactor. As it is, however, most people suffer the affliction of the discontented, slighting what is present and longing for what is absent. For they do not, by numbering those who are worse off than themselves, discharge their gratitude to the Benefactor for what they possess; rather, by comparison with what surpasses them, reckoning how far they fall short, as though deprived of things of their own when these belong to others, they thus grieve and find fault. The slave chafes because he is not free; he who was reared in freedom, because he is not of patrician birth, nor among those conspicuous for nobility, nor able to count seven forefathers upwards, splendid breeders of horses, or men who spent their wealth on gladiators. The man illustrious by birth complains bitterly because he does not plume himself on wealth; the rich man grieves and laments because he is not ruler of cities and nations; the general, because he is not king; the king, because he does not hold sway over the whole earth beneath the sun at once, since there are nations that do not bow beneath his sceptres. From all these things it comes about that for nothing is the Benefactor given
Notes, col. 252

On the reading

Printed κὰι, for καὶ.

PG 31:253Read from the page
σθαι. Ἀλλ' ἡμεῖς, ἀφέντες τὰ ἐπὶ τοῖς ἀποῦσι λυπας, διδαχθῶμεν τὴν ἐπὶ τοῖς παροῦσιν εὐχαριστίαν ἀποδιδόναι. Εἴπωμεν ἐν μὲν ταῖς σκυθρωποτέραις περιστάσεσι τῶν πραγμάτων τῷ σοφῷ ἰατρῷ· Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Εἴπωμεν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Εἴπωμεν, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εις ἡμᾶς. Εἴπωμεν, ὅτι Ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Παρακαλέσωμεν τὸν Κύριον, ὅτι Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Ἐλεγχόμενοι γὰρ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐν δὲ τῇ φαιδροτέρᾳ τοῦ βίου διαγωγῇ ἐκείνην λέγωμεν τοῦ Δαβὶδ τὴν φωνήν· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε· λόγῳ ἐτίμησε· τέχνας ἡμῖν συνεργοὺς τῆς ζωῆς ἐχαρίσατο· τροφὰς ἐκ τῆς γῆς ἀνίησι· βοσκημάτων ἡμῖν ὑπηρεσίαν δέδωκε. Δι' ἡμᾶς ὄμβροι· δι' ἡμᾶς ἥλιος· ἡ ὀρεινὴ, ἡ πεδιάσιμος ἡμῶν ἕνεκεν διακεκόσμηται, ἀποφυγὰς ἡμῖν πρὸς τὰς ἐκ τῶν ὀρῶν ἀκρότητας εὐτρεπίζουσα. Δι' ἡμᾶς ποταμοὶ ῥέουσι· δι' ἡμᾶς βρύουσιν αἱ πηγαί· ἡ θάλασσα ἡμῖν ἀνεῖται πρὸς ἐμπορίαν· οἱ ἐκ μετάλλων πλοῦτοι, αἱ πανταχόθεν ἀπολαύσεις, πάσης τῆς κτίσεως δωροφορούσης ἡμῖν, διὰ τὴν πλουσίαν καὶ ἄφθονον εἰς ἡμᾶς χάριν τοῦ εὐεργέτου.
thanks. But let us, putting aside griefs over things that are absent, be taught to render thanksgiving for things that are present. Let us say, in the gloomier circumstances of affairs, to the wise Physician: "In small affliction is Thy chastening upon us." Let us say: "It is good for me that Thou hast humbled me." Let us say: "The sufferings of the present time are not worthy to be compared with the coming glory to be revealed to us." Let us say: "Scant in comparison with our sins have been our scourgings." Let us beseech the Lord: "Chasten us, O Lord, yet in judgement, and not in wrath. For when we are reproved, we are chastened by the Lord, so that we may not be condemned with the world." And in a brighter course of life let us utter that saying of David: "What shall I render to the Lord for all that He has rendered to me?" Out of non-being He brought us into being; He honoured us with reason; He bestowed upon us arts as helpers of life; He sends up nourishment out of the earth; He has given us the service of cattle. For our sake are the showers; for our sake is the sun; the hill country and the plain have been adorned for our sake, preparing refuges for us towards the summits of the mountains. For our sake rivers flow; for our sake springs gush forth; the sea is laid open to us for commerce; the riches from mines, the enjoyments from every quarter, all creation bringing gifts to us through the rich and unstinting grace of the Benefactor towards us.
7. Καὶ τί δεῖ τὰ μικρὰ λέγειν; Δι' ἡμᾶς Θεὸς ἐν ἀνθρώποις· διὰ τὴν καταφθαρεῖσαν σάρκα Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Μετὰ τῶν ἀχαρίστων ὁ εὐεργέτης· πρὸς τοὺς καθημένους ἐν σκότει ὁ ἥλιος τῆς δικαιοσύνης· ἐπὶ τὸν σταυρὸν ὁ ἀπαθής· ἐπὶ τὸν θάνατον ἡ ζωή· ἐπὶ τὸν ᾅδην τὸ φῶς· ἡ ἀνάστασις διὰ τοὺς πεσόντας· πνεῦμα υἱοθεσίας, χαρισμάτων διανομαὶ, στεφάνων ἐπαγγελίαι· τὰ ἄλλα, ὅσα οὐδὲ ἐξαριθμήσασθαι ῥᾴδιον, ἐφ' οἷς πᾶσι πρέπουσά ἐστιν ἡ φωνὴ τοῦ προφήτου· Τί ἀνταποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Καὶ γὰρ αὖ καὶ τοῦτο οὐκ εἴρηται δεδωκέναι, ἀλλ' ἀντιδεδωκέναι ὁ μεγαλόδωρος, ὡς οὐχὶ κατάρχων χάριτος, ἀλλ' ἀμειβόμενος τοὺς ὑπάρξαντας· τὸ γὰρ τῶν λαμβανόντων εὐχάριστον εἰς εὐεργεσίαν καταλογίζεται. Ὅς, καὶ χρήματα διδοὺς αἰτεῖ παρὰ σοῦ τὴν ἐλεημοσύνην διὰ τῆς χειρὸς τῶν πενήτων· κἂν λάβῃ τὰ ἑαυτοῦ, ἀκεραίαν σοι τὴν χάριν, ὡς ὑπὲρ οἰκείων, ἀποπληροῖ. Τί οὖν ἀνταποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν
7. And what need is there to speak of small things? For our sake God was among men; for the sake of corrupted flesh "The Word became flesh, and dwelt among us." With the ungrateful was the Benefactor; unto those sitting in darkness came the Sun of righteousness; upon the cross went the Impassible; unto death went the Life; unto Hades went the Light; the resurrection was for the fallen; the spirit of adoption, distributions of spiritual gifts, promises of crowns, and all the rest, which it is not even easy to number out, for all of which the voice of the Prophet is fitting: "What shall we render to the Lord for all that He has rendered to us?" For indeed even here the munificent Giver is not said to have given, but to have rendered in return, as though not initiating the favour, but requiting those who had begun first; for the thankfulness of those who receive is reckoned by Him as a benefaction. Who, even while giving wealth, asks alms from you through the hand of the poor; and even if He receives what is His own, He repays the favour to you intact, as though for what was yours. "What then shall we render to the Lord for all that He has rendered
Notes, col. 253

On the reading

Printed τὰ, for τὰς.

Printed λυπας, for λύπας.

Printed εις, for εἰς.

PG 31:256Read from the page
ἡμῖν; Οὐ γὰρ ἀφίεμαι τῆς φωνῆς τοῦ Προφήτου, καλῶς ἀποροῦντος, καὶ περισκοποῦντος ἑαυτοῦ τὴν πενίαν, ὅτι οὐδὲν ἔχει πρὸς ἀντίδοσιν ἄξιον. Ὅς ἐφ' οὕτω μεγάλαις καὶ λαμπραῖς εὐεργεσίαις, οὐμενοῦν ἐχούσαις ὑπερβολὴν, πολλαπλασίονα ἡμῖν τὰ εἰς ὕστερον ἐπαγγέλλεται· παραδείσου τρυφὴν, καὶ δόξαν ἐν βασιλείᾳ, καὶ ἰσαγγέλους τιμὰς, καὶ Θεοῦ κατανόησιν· ὅπερ τοῖς ἀξιωθεῖσι τῶν ἀγαθῶν ἐστι τὸ ἀκρότατον· οὗ πᾶσα ἐφίεται λογικὴ φύσις· οὗ καὶ ἡμεῖς ἐπιτύχοιμεν, ἐκ τῶν παθῶν τῆς σαρκὸς ἑαυτοὺς ἐκκαθάραντες. Πῶς οὖν, φησὶ, τὸ κοινωνικὸν καὶ φιλόστοργον (ὃ πρῶτόν ἐστι τῶν ἀγαθῶν καὶ τελειότατον, διότι πλήρωμα νόμου ἡ ἀγάπη)· πρὸς τοὺς πλησίον ἐπιδειξόμεθα; Ἐπειδὰν, πρός τινας ὑπὸ μεγάλων συμφορῶν κατεχομένους εἰσελθόντες, μὴ συγκλαίωμεν αὐτοῖς, μηδὲ συνδακρύωμεν, ἀλλ' εὐχαριστῶμεν ἐπὶ τοῖς γενομένοις. Οἰκεῖον μὲν γὰρ πάθος μετ' εὐχαριστίας ὑπενεγκεῖν ὑπομονῆς ἔχει καὶ καρτερίας ἀπόδειξιν· ἐπ' ἀλλοτρίαις δὲ συμφοραῖς εὐχαριστεῖν τῷ Θεῷ ἐπιχαίροντός ἐστι τοῖς κακοῖς καὶ παροξύνοντος τοὺς λυπουμένους· καὶ ταῦτα τοῦ Ἀποστόλου ἐπιτρέποντος ἡμῖν κλαίειν μετὰ κλαιόντων. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ἢ πάλιν ἀναγκαίως τῶν τοῦ Κυρίου λόγων ὑπομνήσομεν ὑμᾶς, ἐπὶ τίσι χαίρειν προσετάχθημεν, καὶ ἐπὶ τίσι πενθεῖν; Χαίρετε, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· καὶ πάλιν· Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ' ἐμὲ, ἀλλὰ κλαύσατε ἐπὶ τὰ τέκνα ὑμῶν. Οὐκοῦν δικαίοις μὲν συσκιρτᾷν καὶ συναγάλλεσθαι ὁ θεῖος λόγος ἡμῖν ἐπιτρέπει, τοῖς δὲ ἐκ μετανοίας ἀφιεῖσι δάκρυον συμπενθεῖν καὶ συνοδύρεσθαι, ἢ τοὺς ἀναλγήτως διακειμένους ἀποκλαίεσθαι, ὅτι οὐδὲ ἴσασι πῶς ἀπόλλυνται.
to us?" For I do not let go of the voice of the Prophet, who rightly stands at a loss and surveys his own poverty, seeing that he has nothing worthy to offer in return. Who, after benefactions so great and splendid, indeed admitting no surpassing, promises us manifold more things hereafter: the delight of paradise, and glory in the kingdom, and honours equal to the angels', and the contemplation of God, which for those counted worthy is the summit of good things, which every rational nature longs after, and which may we also attain, having cleansed ourselves thoroughly from the passions of the flesh. How then, someone says, shall we display fellowship and tender affection (which is the first and most perfect of good things, because love is the fulfilling of the law) towards our neighbours, whenever, going in to visit men held fast by great misfortunes, we neither weep with them nor shed tears together, but give thanks over what has happened? For to bear one's own suffering with thanksgiving affords proof of patience and steadfastness; whereas to give thanks to God over others' misfortunes belongs to one who gloats over ills and provokes those who grieve, and that too when the Apostle bids us weep with those who weep. What then shall we say to these things? Or must we again necessarily remind you of the words of the Lord, over what things we have been commanded to rejoice, and over what things to mourn? "Rejoice," He says, "and be glad, for your reward is great in the heavens"; and again: "Daughters of Jerusalem, weep not over Me, but weep over your children." Therefore the divine word bids us leap for joy and be glad together with the righteous, and mourn and lament together with those who shed a tear out of repentance, or bewail those who are in a state of insensibility, because they do not even know how they are perishing.
8. Οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα, καὶ συνεκβοήσαντα τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. Οὔτε γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ βοηθεῖν τοῖς κάμνουσιν, αὐτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον· οὔτε κυβερνήτην, ἀντὶ τοῦ κρατεῖν τῶν ἐμπλεόντων, καὶ τοῖς πνεύμασι μάχεσθαι, καὶ διαφεύγειν τὰ κύματα, καὶ παραμυθεῖσθαι τοὺς δειλοτέρους, ναυτιῶντα καὶ συναλύοντα τοῖς ἀπειροθαλάττοις. Τοιοῦτος γάρ ἐστιν ὁ πρὸς τοὺς πενθοῦντας εἰσιὼν, καὶ μὴ τῆς ἐκ τοῦ οἰκείου λόγου ὠφελείας μεταδιδοὺς, ἀλλὰ τῆς ἐκ τῶν ἀλλοτρίων παθῶν ἀσχημοσύνης μεταλαμβάνων. Ἐπιστυγνάζειν μὲν οὖν ταῖς συμφοραῖς τῶν πενθούντων, ἀκόλουθον. Οὕτω γὰρ ἑαυτὸν οἰκειώσῃ τοῖς
8. Yet one ought not to suppose that he who weeps bitterly over the death of men and cries aloud along with the mourners is a fulfiller of the commandment. For neither do I praise a physician who, instead of helping the sick, is himself infected with their diseases; nor a helmsman who, instead of keeping command over those on board, and fighting the winds, and escaping the waves, and encouraging the more fearful, grows seasick and loses his wits along with those unaccustomed to the sea. For of such a sort is he who goes in to visit mourners and does not impart the benefit of his own reason, but shares in the unseemliness arising from others' passions. To show a sombre countenance at the misfortunes of those who mourn is indeed fitting. For thus will you endear yourself to those who
PG 31:257Read from the page
πάσχουσι, μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγήμασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρηνεῖν τῷ πεπονθότι, ἢ ἐν τοῖς ἄλλοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους· οἷον συγκαθειργνύναι ἑαυτὸν, καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι, καὶ κουρᾶς ἀμελεῖν. Ἐκ τούτων γάρ ἐστι μᾶλλον ἐπιτείνειν τὴν συμφορὰν, ἢ καταπραΰνειν. Οὐχ ὁρᾷς, ὅτι βουβῶνες μὲν καὶ σπλῆνες, οἱ μὲν τραύμασιν, οἱ δὲ πυρετοῖς ἐπιτιθέμενοι, τὰς ὀδύνας συνεπιτείνουσι; χεῖρες δὲ τὸ ἀλγοῦν τῇ πραείᾳ ἑαυτῶν ἐπαφῇ καταστέλλουσι; Καὶ αὐτὸς δὴ οὖν μὴ ἐξαγριάνης τὸ πάθος τῇ παρουσίᾳ, μηδὲ συγκαταπέσῃς τῷ πεπτωκότι. Ὁ γὰρ τὸν κείμενον ἀνιστῶν ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει· ὁ δὲ ἐξ ἴσου καταπεσὼν ἑτέρου καὶ αὐτὸς τοῦ ἀναστήσοντος ἐπιδεῖται. Ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσῆκεν, ἐν συννοίᾳ προσώπου, καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα· φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιπηδᾷν ταῖς ἐπιτιμήσεσι προσῆκεν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις (φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις αἱ ἐπιτιμήσεις· καὶ ἅμα δυσπαράδεκτοί εἰσι τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπαθῶς παντάπασι διακειμένων οἱ λόγοι)· ἀλλὰ συγχωρήσαντα κενὰ καὶ ἄπρακτα ἐκβοῆσαι καὶ ὀλοφύρεσθαι, ἤδη τοῦ κακοῦ ὑπανέντος τι καὶ χαλάσαντος, τότε ἐμμελῶς καὶ πράως τῆς παρακλήσεως ἅπτεσθαι. Ἐπεὶ καὶ οἱ πωλοδάμναι τοὺς δυσηνίους τῶν πώλων οὐκ εὐθὺς κατάγχουσι τοῖς χαλινοῖς, οὐδὲ ἀνακρούουσιν (ἀναχαιτίζειν γὰρ οὕτω καὶ ἀποσείεσθαι τοὺς ἐπιβάτας διδάσκουσιν)· ἀλλὰ συνενδιδόντες τὴν πρώτην, καὶ συνεξορμῶντες αὐτοῖς, ἐπειδὰν ἴδωσιν ὑπὸ τῆς οἰκείας ὁρμῆς καὶ βίας τὸν θυμὸν ἀναλώσαντας, τότε παραλαβόντες δεδαμασμένους, εὐπειθεστέρους ἤδη ποιοῦσι διὰ τῆς τέχνης. Οὕτως ἔσται κατὰ τὸν τοῦ Σολομῶντος λόγον· Ἀγαθὸν εισελθεῖν εις οἶκον πένθους μᾶλλον ἢ εις οἶκον πότου· εἰ μέλλοι τις, ἐπιστημόνως καὶ πράως τῷ λόγῳ χρώμενος, μεταδιδόναι τῆς οἰκείας ὑγιείας τῷ κάμνοντι, ἀλλ' οὐχὶ τῆς ἀλλοτρίας λύπης, ὡς ὀφθαλμίας, μεταλαμβάνειν.
suffer, neither making light merriment over their misfortunes nor showing indifference to others' pains. Yet certainly it is not fitting to be carried away any further along with those who grieve, so as either to cry aloud with them, or to wail in dirges with the sufferer, or in other respects to imitate and emulate him who has been darkened by passion: for instance, shutting oneself up with him, and putting on black raiment with him, and sitting on the ground with him, and neglecting the cutting of one's hair. For from these things comes rather the intensifying of the misfortune than the soothing of it. Do you not see that swollen glands and inflamed spleens, supervening the one upon wounds and the other upon fevers, heighten the pains along with them, whereas hands soothe the aching part by their gentle touch? Do you yourself also, therefore, neither inflame the passion by your presence, nor fall down together with him who has fallen. For he who raises up one lying prostrate ought by all means to stand higher than the fallen man; whereas he who has fallen down on a level with him stands in need himself as well of another to raise him up. Rather, it is fitting to be stung at heart by what has happened, and quietly to wear a sorrowful look over painful events, signifying the sympathy of one's soul by a thoughtful countenance and a gravity invested with weight; and when speaking, it is not fitting to leap straightway into rebukes, as though springing and trampling upon men lying prostrate (for rebukes are burdensome to those whose soul is bruised by grief; and at the same time the words of men who are altogether unaffected by feeling are hard for sufferers to accept, and unconvincing for consolation), but after allowing them to utter vain and unavailing cries and lamentations, once the ill has somewhat abated and slackened, then tunefully and gently to set one's hand to exhortation. For horse-tamers likewise do not straightway choke unruly colts with the bits or jerk them back (for in that way they teach them to rear up and shake off their riders); rather, yielding along with them at first and rushing forward with them, once they see that they have spent their mettle through their own onrush and violence, they then take them in hand already subdued, and render them more obedient through their skill. Thus will it be in accordance with the saying of Solomon: "It is better to go into a house of mourning than into a house of drinking", if one intends, by using speech skilfully and gently, to impart one's own soundness to the sufferer, and not to partake of another's grief as of an inflammation of the eyes.
9. Κλαίειν οὖν μετὰ κλαιόντων. Ὅταν ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυσον τῷ τοιούτῳ, καὶ συμπάθει. Οὕτω γάρ σοι ὑπάρξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. Ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποστάξας δάκρυον ἑαυτὸν ἐξιάσατο, δι' ὧν
9. Weep, therefore, with those who weep. Whenever you see your brother lamenting in repentance over the sins he has committed, weep together with such a man, and show fellow-feeling. For thus it will be yours amid another's sufferings to set right what is your own. For he who sheds a warm tear over his neighbour's sin heals himself, inasmuch as
Notes, col. 257

On the reading

Printed ἐξαγριάνης, for ἐξαγριάνῃς.

Printed εισελθεῖν, for εἰσελθεῖν.

Printed εις, for εἰς.