16. Τὴν τοίνυν αυτου τοῦ Κυριου ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ τῆς ἀφέσεως τῶν ἡμετέρων ἁμαρτημάτων οἰκονομίαν διὰ τῆς μέχρι θανάτου ἐνανθρωπήσεως προσθεὶς ὁ Ἀπόστολος, δυσωπητικώτερον καὶ ἀναγκαστικώτερον ἡμᾶς παιδεύει κεκριμένως νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἵνα, ὥσπερ ὁ Χριστὸς, ἀποθανὼν δι' ἡμᾶς καὶ ἐγερθεὶς ἐκ νεκρῶν ὑπὲρ ἡμῶν, οὐκέτι ἀποθνήσκει, οὕτω καὶ ἡμεῖς, βαπτισθέντες εἰς τὸν θάνατον ἐν τῷ ὁμοιώματι, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ· καὶ διὰ τῆς ἐκ τοῦ βαπτίσματος ἀνόδου, ὥσπερ ἐκ νεκρῶν ἐγερθέντες, ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, καὶ μηκέτι ἀποθάνωμεν, τουτέστι, μηκέτι ἁμαρτήσωμεν· διότι « Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. » Καὶ ὥσπερ ἐκείνου ὁ θάνατος οὐ κυριεύει, οὕτω καὶ ἡμῶν μηκέτι κυριεύσῃ ἡ ἁμαρτία· τουτέστι, μηκέτι αὐτὴν ποιῶμεν. Καὶ ὅτι « Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· » ἀπαλλοτριωθέντες δὲ τῆς τοιαύτης δουλείας κατὰ πάντα τρόπον, ὡς ἐδήλωσεν ὁ Ἀπόστολος εἰπών· « Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, » ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ ἐλευθερώσαντι ἡμᾶς, καθὼς γέγραπται· « Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. » Πολὺ δὲ πρότερον τῆς ἁμαρτίας, δηλονότι χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται· « Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. Στήκετε οὖν, φησὶ, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. » Καὶ ὥσπερ αὐτὸς τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ· οὕτω καὶ ἡμεῖς ἐν τῷ τοῦ ὕδατος βαπτισμῷ, ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ καὶ τοῦ θανάτου, ἀποθανόντες τῇ ἁμαρτίᾳ ἐφάπαξ, φυλάξωμεν ἑαυτοὺς, καὶ μηκέτι ἐπανέλθωμεν ἐπὶ τὴν ἁμαρτίαν. Διαμείνωμεν δὲ ζῶντες τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ εἰπόντι· « Ὁ ἐμοὶ διακονῶν ἐμοὶ ἀκολουθήτω, » ἐν τῷ φυλάσσειν πρῶτον μὲν τὸ αὐτοῦ τοῦ Κυρίου πρόσταγμα, εἰπόντος· « Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· » ἔπειτα δὲ καὶ τὸ τοῦ Ἀποστόλου παράγγελμα, γράψαντος· « Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. » Κατορθοῦται δὲ τούτων ἕκαστον, ἐὰν, ἄξια τῆς ἐπουρανιου κλήσεως φρονοῦντες, ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτευώμεθα, καὶ δυνηθῶμεν ἀληθεύοντες εἰπεῖν· « Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντες τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι
16. Adding, then, the dispensation itself of our Lord Jesus Christ concerning the remission of our sins through His incarnation unto death, the Apostle teaches us more prevailingly and more compellingly to be decidedly dead indeed to sin, and alive to God in Christ Jesus, so that, just as Christ, having died on account of us and having been raised from the dead on our behalf, dies no more, so we also, having been baptized into death in its likeness, may die to sin; and through the ascent out of baptism, as though raised from the dead, may live to God in Christ Jesus, and die no more, that is, sin no more; because "The soul that sins, it shall die." And just as death has no dominion over Him, so let sin no longer have dominion over us either; that is, let us no longer commit it. And because "He who commits sin is a slave of sin," having been estranged in every way from such slavery, as the Apostle declared in saying: "Now those who belong to Christ Jesus have crucified the flesh with its passions and desires," let us live to God in Christ Jesus Who set us free, even as it is written: "Christ redeemed us from the curse of the law, having become a curse on our behalf." And much rather from sin, plainly by the grace of our Lord Jesus Christ, even as it is written: "For just as through the disobedience of the one man the many were constituted sinners, so through the obedience of the One the many shall be constituted righteous. Stand fast therefore," he says, "and do not be held fast again in a yoke of slavery." And just as He Himself died to sin once for all, and the life that He lives, He lives to God, so let us also, having died to sin once for all in the baptism of water, which is a likeness of the cross and of death, guard ourselves, and return no more unto sin. Let us abide living to God in Christ Jesus Who said: "He who ministers to Me, let him follow Me," in keeping first the command of the Lord Himself, Who said: "Thus let your light shine before men, that they may see your good works, and glorify your Father Who is in heaven;" and next also the charge of the Apostle, who wrote: "Whether you eat, or drink, or do anything, do all things unto the glory of God." And each of these things is rightly accomplished if, minding things worthy of the heavenly calling, we conduct our citizenship worthily of the Gospel of Christ, and are able in truth to say: "For the love of Christ constrains us, having judged this, that if One died on behalf of all, then all died; and He died on behalf of all, so that those who live may no longer