10. Καὶ ἵνα, ὡς προείρηται, διὰ τῶν γνωριμωτέρων ῥητῶν τε καὶ πραγμάτων ὁδηγηθῶμεν εἰς κατανόησιν τοῦ σωτηρίου καὶ ἐν τῷ βαπτίσματι δόγματος· ἐν πληροφορίᾳ τῆς ἀληθείας ἐσπουδασμένως προσέχωμεν τοῖς σημαινομένοις, καὶ πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας πᾶν νόημα λαμβάνωμεν. Ἐβαπτίσθημεν, φησὶν, ἵν' ἐκ τούτου ἐκεῖνο παιδευθῶμεν, ὅτι, ὥσπερ τὸ ἔριον, βαπτισθὲν ἐν βάμματι, μεταποιεῖται κατὰ τὸ χρῶμα· μᾶλλον δὲ, ἵνα τῷ Βαπτιστῇ Ἰωάννῃ προφητεύσαντι περὶ τοῦ Κυρίου, ὅτι « Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, » ὁδηγῷ χρησάμενοι, φωτισθῶμεν τὸ φῶς τῆς γνώσεως πρὸς κατανόησιν τοῦ μεγάλου φωτὸς, τοῦτο εἴπωμεν· ὅτι, ὥσπερ ὁ σίδηρος, βαπτιζόμενος ἐν τῷ πυρὶ ἀναζωπυρουμένῳ ὑπὸ πνεύματος, εὐγνωστότερος μὲν γίνεται, εἴ τινα ἔχει ἐν ἑαυτῷ κακίαν, ἑτοιμότερος δὲ πρὸς τὸ καθαρισθῆναι· ἀλλοιοῦται δὲ οὐ μόνον τὸ χρῶμα, ἀλλὰ καὶ τὸ σκληρὸν καὶ δύσεικτον μεταβαλὼν πρὸς τὸ ἁπαλώτερον, ἐπιτηδειότερος μὲν γίνεται καὶ τῇ τῶν χειρῶν τοῦ τεχνίτου ἐνεργείᾳ, ῥυθμίζεται δὲ ἀξιολόγως πρὸς τὸ βούλημα τοῦ δεσπότου· ἀπὸ δὲ τῆς μελανίας λαμπρότερος ἑαυτοῦ γενόμενος, οὐ μόνον αὐτὸς πυρακτοῦται καὶ ἀπαστράπτει, ἀλλὰ καὶ τὰ ἐγγίζοντα φωτίζει καὶ θερμαίνει· οὕτως ἀκόλουθον καὶ ἀναγκαῖον τὸν βαπτισθέντα ἐν τῷ πυρὶ, τουτέστιν ἐν τῷ λόγῳ τῆς διδασκαλίας, ἐλέγχοντι μὲν τῶν ἁμαρτημάτων τὴν κακίαν, φανεροῦντι δὲ τῶν δικαιωμάτων τὴν χάριν, μισῆσαι μὲν καὶ βδελύξασθαι τὴν ἀδικίαν, καθὼς γέγραπται, εἰς ἐπιθυμίαν δὲ ἐλθεῖν τοῦ καθαρισθῆναι διὰ τῆς πίστεως ἐν δυνάμει τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ εἰπόντος· « Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, » καὶ τοῦ Ἀποστόλου μαρτυροῦντος· « Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων· » καὶ οὐ μόνον ἀπὸ πάσης ἀνομίας καὶ ἁμαρτίας καθαρισθῆναι, ἀλλὰ καὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ τότε, βαπτίσθέντα εἰς τὸν θάνατον τοῦ Κυρίου, συνδιατεθῆναι τῷ θανάτῳ, ὅπερ ἐστὶ νεκρωθῆναι τῇ ἁμαρτίᾳ, ἑαυτῷ τε καὶ τῷ κόσμῳ, ἵνα, κατὰ τὴν ἐνανθρώπησιν βιῶν, κατά τε καρδίαν, καὶ λόγον, καὶ πρᾶξιν ἐντυπωθεὶς καὶ ἐμμορφωθεὶς, ὥσπερ ὁ κηρὸς τῇ γλυφῇ, τῇ διδασκαλίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πληρώσῃ τὸ γε-
10. And in order that, as has been said before, through the more familiar sayings and realities we may be guided towards an understanding of the saving doctrine even in baptism, let us in full assurance of the truth give earnest heed to the things signified, and take every thought with reference to the aim of godliness. We were baptized, he says, that from this we might be taught that just as wool dipped in dye is transformed in colour—or rather, that using John the Baptist, who prophesied concerning the Lord, "He Himself shall baptize you in the Holy Spirit and fire," as our guide, we may be enlightened with the light of knowledge towards an understanding of the great Light, let us say this: that just as iron, dipped in the fire rekindled by a blast of wind, becomes both more readily discerned if it has any flaw in itself and readier to be cleansed, and is altered not only in colour, but also, changing its hardness and unyieldingness towards what is softer, becomes both better suited to the working of the craftsman's hands and is notably shaped to the will of its master, and having become brighter than itself out of its blackness, not only glows with fire and flashes forth itself, but also illuminates and warms what draws near; so it is consequent and necessary that he who has been baptized in the fire, that is, in the word of teaching, which convicts the wickedness of sins and manifests the grace of righteous ordinances, should hate and abhor unrighteousness, even as it is written, and come into a desire of being cleansed through faith in the power of the blood of our Lord Jesus Christ, Who Himself said: "This is My blood, that of the New Covenant, which is shed concerning many unto remission of sins," and as the Apostle bears witness: "In Whom we have redemption through His blood, the remission of trespasses;" and should be cleansed not only from all lawlessness and sin, but also from every defilement of flesh and spirit; and then, having been baptized into the death of the Lord, should be disposed together with His death, which is to be put to death to sin, both to himself and to the world, in order that, living according to the incarnation, being imprinted and moulded in heart, and word, and deed, just as wax by the seal-engraving, by the teaching of our Lord Jesus Christ, he may fulfil what is