Migne Reading Room

PG 31 · cols. 1528–1537 · Read from the page

On baptism, two books

On baptism, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1528Read from the page
τὸ παρὰ μικρὸν, εἶπέ τις τῶν παρ' ἡμῖν σοφῶν, καὶ τοῖς πλείστοις δῆλον ἐξ αὐτῶν τῶν πραγμάτων· πλὴν δὲ καὶ βεβαιότερον ἐκ τῆς περὶ τῶν ἱερέων, καὶ τῶν προσφερομένων ζώων εἰς θυσίαν, ἀκριβολογίας ἔστι πληροφορηθῆναι· ἐν οἷς εἰ μικρός τις μῶμος ἐφευρέθη, ἢ λώβησις οὐχὶ παντὸς μέλους, ἀλλὰ τούτου τοῦ μέρους, ὥσπερ γέγραπται, λοβοῦ ὠτίου, οὔτε ὁ ἄνθρωπος ἐνεκρίνετο εἰς ἱερωσύνην, οὔτε τὸ ζῶον εὐπρόσδεκτον ἦν εἰς θυσίαν· τοῦ μὲν Ἀποστόλου εἰπόντος· « Ταῦτα μὲν τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε· » τοῦ δὲ Κυρίου φανερῶς τὴν ὑπεροχὴν δείξαντος ἐν τῷ εἰπεῖν· « Τοῦ ἱεροῦ μεῖζον ὧδε· » καὶ περισσοτέρως δείξαντος τὴν ἐπιμέλειαν τῆς ψυχῆς ἀκριβεστέραν ποιεῖσθαι ἡμᾶς, ἐν τῷ εἰπεῖν· « ᾯ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν. »
what misses by a little, as one of the wise among us said, and as is clear to most people from the facts themselves; yet one may be assured still more firmly from the exactness prescribed concerning the priests and the animals offered for sacrifice; among whom, if some small blemish was found, or a maiming not of an entire limb, but of this part, even as it is written, the lobe of an ear, neither was the man approved for the priesthood, nor was the animal acceptable for sacrifice; the Apostle saying on the one hand: "Now these things happened to them by way of figure, and they were written for our admonition, upon whom the ends of the ages have come;" and the Lord on the other hand manifestly showing the superiority when He says: "Something greater than the temple is here;" and showing still more abundantly that we must exercise more exact care for the soul, when He says: "To whom they entrusted much, still more will they demand of him."
2. Μνημονεύσωμεν οὖν περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτε ἀνέβη εἰς τὸ ὄρος, καὶ τὴν ἀρχὴν τῆς διδασκαλίας διὰ τῶν μακαρισμῶν ἐποιεῖτο, πρῶτον μακαρισμὸν ἐκήρυξε τὴν ἐπαγγελίαν ἔχοντα βασιλείας οὐρανῶν. Εἶπε γάρ· « Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. » Ἐν δὲ τῷ ὀγδόῳ μακαρισμῷ φησι· « Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. » Καὶ πάλιν τὴν ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως εὐλογίαν διὰ τῆς παραβολῆς τοῦ ποιμένος προφητεύων, λέγει· « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, » καὶ τὰ ἑξῆς. Ἐν δὲ τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ἐν ἑτέρῳ καιρῷ καὶ τόπῳ, καθὼς τὰ γεγραμμένα δηλοῖ, πάλιν μακαρισμοὺς ἐκτιθέμενος, φησί· « Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· » καὶ πάλιν· « Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. » Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα. δι' ὧν βασιλείας οὐρανῶν καταξιοῦταί τις. Ὧν δὲ ἄνευ ἀδύνατόν ἐστιν εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν μὲν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ ἀποφαίνεται ὁ Κύριος, καί φησιν· « Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· » καὶ πάλιν· « Ἐὰν μὴ στραφῆτε, καὶ
2. Let us therefore make mention concerning the kingdom of heaven. Our Lord Jesus Christ, when He went up onto the mountain and made the beginning of His teaching through the beatitudes, proclaimed first the beatitude that holds the promise of the kingdom of heaven. For He said: "Blessed are the poor in spirit, because theirs is the kingdom of heaven." And in the eighth beatitude He says: "Blessed are those who have been persecuted for righteousness' sake, because theirs is the kingdom of heaven." And again, prophesying through the parable of the shepherd the blessing at the time of recompense, He says: "Come, blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world. For I was hungry and you gave Me to eat," and what follows. And in the Gospel according to Luke, at another time and place, even as the Scriptures show, setting forth beatitudes again, He says: "Blessed are the poor in spirit, because theirs is the kingdom of heaven;" and again: "Do not fear, little flock, because your heavenly Father was well pleased to give you the kingdom. Sell your possessions, and give alms. Make for yourselves purses that do not grow old, an unfailing treasure in the heavens." Such then are these things and others like them, through which one is counted worthy of the kingdom of heaven. As for the things without which it is impossible to enter into the kingdom of heaven, in the Gospel according to Matthew the Lord declares them, and says: "Unless your righteousness abounds more than that of the scribes and Pharisees, you shall by no means enter into the kingdom of heaven;" and again: "Unless you turn, and
PG 31:1529Read from the page
γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· » καὶ πάλιν· « Ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. » Ἐν δὲ τῷ κατὰ Ἰωάννην πρὸς Νικόδημον λέγει· « Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· » καὶ πάλιν· « Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. »
become like children, you shall by no means enter into the kingdom of heaven;" and again: "Whoever does not receive the kingdom of God like a child shall by no means enter into it." And in the Gospel according to John He says to Nicodemus: "Unless someone is born from above, he cannot see the kingdom of God;" and again: "Unless someone is born of water and spirit, he shall by no means enter into the kingdom of God."
3. Καθ' ὧν δὴ ἡ ἀπόφασις μία, δηλονότι ἴσος καὶ ὁ κίνδυνος τοῖς πᾶσιν, ἑνὸς ἐλλειφθέντος. Εἰ γὰρ λέγει ὁ Κύριος, « Ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· » πόσῳ μᾶλλον ἀπὸ τοῦ Εὐαγγελίου, αὐτοῦ τοῦ Κυρίου λέγοντος· « Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν; » Ὅθεν τεθαρσηκὼς Ἰάκωβος ὁ ἀπόστολος ἀπεφήνατο εἰπών· « Ὅς ἂν ποιήσῃ ὅλον τὸν νόμον, πταίσῃ δὲ ἐν ἑνὶ, ἔσται πάντων ἔνοχος. » Ἔμαθε δὲ εἰπεῖν τοῦτο, ἐξ ὧν ὁ Κύριος μετὰ τοὺς μακαρισμοὺς καὶ τὰς ὑπὲρ ἄνθρωπον μαρτυρίας καὶ ἐπαγγελίας τῷ Πέτρῳ δοὺς ἠπείλησεν, ὅτι « Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ· » Παῦλος δὲ ὁ ἀπόστολος, ἀνταναπληρῶν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία, ἐν Χριστῷ λαλῶν διαμαρτύρεται, δι' ἃ μάλιστα βασιλείας οὐρανῶν οὐ καταξιοῦταί τις, καὶ θανάτου κρίματι ὑποπίπτει· ποτὲ μὲν εἰπὼν ὁριστικῶς, ὅτι « Οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν. » Διὰ τί δὲ οὐκ εἶπεν, ὅτι Οἱ ταῦτα, ἀλλ', « Οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν οὐρανῶν οὐ κληρονομήσουσιν; » καὶ πάλιν καθολικώτερον, ὅτι « Ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· » καὶ ἀλλαχοῦ ὁμοίως. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ ἀπεφήνατο εἰπών· « Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. » Ἐπιτηρητέον δὲ ἐνταῦθα ἀναγκαίως, ὅτι οὐ κατὰ ἁμαρτημάτων πολλῶν, ἀλλὰ καθ' ἑνός ἐστι τὸ οὕτω φοβερὸν καὶ ἀπαράβατον κρῖμα, καὶ ταῦτα ἐκ τῶν συγκεχωρημένων, κἂν μόνην καὶ πρὸς ὀλίγον γοῦν ἀναβολὴν ἐμποιῇ τῇ κατὰ πολλοὺς λόγους ἀναγκαίως ὀφειλομένῃ ἀπροφασίστῳ ταχυτάτῃ τε καὶ ἀμετεωρίστῳ ὑπακοῇ τῷ Δεσπότῃ. Ἐκ τούτων οὖν πάντων καὶ τῶν τοιούτων παιδευόμεθα, ὅτι χρὴ, πάντα ὁλοκλήρως καὶ νομίμως πληρώσαντα, οἷς ἡ ἐπαγγελία τῆς βασιλείας τῶν οὐρανῶν ἐπαγγέλλεται, καὶ ὧν ἄνευ ἡ τῆς βασιλείας ἀπαγορεύεται χάρις, καὶ φυλαξάμενον ἀπὸ πάντων, δι' ἃ οὐδεὶς βασιλείαν οὐρανῶν κληρονομεῖ, οὕτω προσδοκᾷν καταξιοῦσθαι τῆς ἐπαγγελίας. Δεῖ γὰρ τὸν
3. Concerning these things, indeed, the sentence is one, and manifestly the danger too is equal in them all if a single one is lacking. For if the Lord says, "One iota or one hook of a letter shall by no means pass away from the law, until all things come to pass," how much more from the Gospel, when the Lord Himself says: "Heaven and earth will pass away, but My words shall by no means pass away"? Whence James the apostle took courage and declared, saying: "Whoever keeps the whole law, yet stumbles in one point, has become guilty of all." And he learned to say this from the fact that the Lord, after giving to Peter the beatitudes and the testimonies and promises surpassing human measure, threatened him, saying, "If I do not wash you, you have no part with Me;" while Paul the apostle, filling up in turn what is lacking of the afflictions of Christ on behalf of His body, which is the Church, speaking in Christ solemnly testifies as to the things on account of which above all one is not counted worthy of the kingdom of heaven and falls under the judgement of death: at one time saying definitely, "Those who practise such things are worthy of death." And why did he not say, Those who do these things, but, "Those who practise such things will not inherit the kingdom of heaven"? And again more universally, "The unrighteous will not inherit the kingdom of God;" and elsewhere similarly. And our Lord Jesus Christ Himself declared in the Gospel according to Luke, saying: "No one who puts his hand to a plough and turns back is fit for the kingdom of God." Here it must necessarily be observed that so fearful and inexorable a judgement is pronounced not against many sins, but against a single one, and that too among things permitted, even if it causes merely a brief delay to the unexcused, most swift, and undistracted obedience necessarily owed on many grounds to the Master. From all these things, therefore, and others like them, we are instructed that one must first fulfil completely and lawfully all things to which the promise of the kingdom of heaven is promised, and without which the grace of the kingdom is refused, and guard oneself from all things on account of which no one inherits the kingdom of heaven, and so expect to be counted worthy of the promise. For it is necessary that the
Notes, col. 1529

On the reading

Printed Ὅς, for Ὃς.

PG 31:1532Read from the page
ἀγῶνα τῆς πρὸς Θεὸν εὐαρεστήσεως οὐ μόνον κακιας πάσης ἀπηλλάχθαι, ἀλλὰ καὶ ἀλώβητον εἶναι καὶ ἄμωμον ἐν παντὶ ῥήματι Θεοῦ, Παύλου τοῦ ἀποστόλου μετὰ τὴν θεωρίαν τῆς μεγάλης καὶ ἀνεκδιηγήτου εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ὑπὲρ τῆς ἡμετέρας δικαιοσύνης τε καὶ σωτηρίας ἐπαγαγόντος· « Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. »
contest of pleasing God not only be rid of all wickedness, but also be unblemished and blameless in every word of God, since Paul the apostle, after contemplating the great and ineffable love of God and of His Christ towards us on behalf of our righteousness and salvation, subjoined: "Giving no stumbling-block in anything, lest our ministry be blamed, but in everything commending ourselves as ministers of God."
4. Ὥσπερ γὰρ ὁ πτωχὸς τῷ πνεύματι, ἐὰν μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τὴν ἀπόφασιν· οὕτω πάλιν, « Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, » ἢ ἄλλο τι τῶν τοιούτων ἐλλειφθῇ, διὰ τὴν ὁμοίαν ἀπόφασιν οὐ καταξιοῦται τῆς βασιλείας. Γέγραπται γάρ· « Ἵνα παραστήσῃ αὐτὴς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. » Καὶ πολλὰ τοιαῦτα, ἅπερ σπουδαιότερόν τις ἀναγνοὺς, σφοδρότερον βεβαιοῦται, ὅτι χρὴ πάντα πληρῶσαι, ἵνα βασιλείας οὐρανῶν καταξιωθῇ. Ὅτι δὲ ὁ τῇ δικαιοσύνῃ περισσεύων, ἢ γεννηθεὶς ἄνωθεν, πάντων ὁμοῦ τῶν κατορθωμάτων ἐφ' ὧν τε οι μακαρισμοὶ κεῖνται, καὶ τῶν λοιπῶν τὴν τελείωσιν ἐπλήρωσε, καὶ ἐργάτης εἶναι τούτων καὶ τῶν τοιούτων ὡμολόγηται, ὁ λόγος ὁ περὶ τοῦ ἄνωθεν γεννηθῆναι μικρὸν ὕστερον ἀποδείξει Θεοῦ χάριτι. Ἐπειδὴ δὲ, ὡς προείρηται, τὸ ἐπίταγμα τῆς ὑμετέρας εὐλαβείας τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον θαυμασιωτάτου βαπτίσματος ἐπεζήτησε παρ' ἡμῶν, πρὸς τοῖς εἰρημένοις περὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀκόλουθον εἶναι λογίζομαι καταμαθεῖν ἡμᾶς ἐν βραχεῖ καὶ τὴν διαφορὰν τοῦ κατὰ Μωϋσέα βαπτίσματος πρὸς τὸ τοῦ Ἰωάννου, καὶ τότε χάριτι Θεοῦ ἀξίους γενέσθαι κατανοῆσαι τὸ ἐν τῷ βαπτίσματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑπερέχον θαῦμα ἐν ἀσυγκρίτῳ ὑπερβολῇ τῆς δόξης. Μεῖζον γὰρ τοῦ ἱεροῦ ὧδε ἀπεφήνατο εἶναι ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ μεῖζον τοῦ Σολομῶντος ὧδε, καὶ μεῖζον τοῦ Ἰωνᾶ ὧδε. Καὶ ὁ Ἀπόστολος, προδιηγησάμενος τὴν τοῦ Μωϋσέως ἐν τῇ διακονίᾳ τοῦ νόμου τοῖς Ἰουδαίοις ἀπρόσιτον δόξαν, διαμαρτύρεται, ἐπαγαγών· « Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. » Καὶ Ἰωάννης ὁ Βαπτιστὴς, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς, μαρτυρεῖ, λέγων ποτὲ μὲν, « Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι· » ποτὲ δὲ, « Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ἐκεῖνος δὲ ὑμᾶς βαπτίζει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· » καὶ πολλὰ τοιαῦτα. Ὅσον δὲ διαφέρει τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ὕδατος, τοσοῦτον ὑπερέχει δηλονότι καὶ ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ τοῦ βαπτίζοντος ἐν
4. For just as the poor in spirit, unless he is born of water and spirit, cannot enter into the kingdom of heaven on account of the sentence; so again, "Unless righteousness abounds more than that of the scribes and Pharisees," or if anything else of the kind is lacking, on account of the like sentence he is not counted worthy of the kingdom. For it is written: "That He might present the Church to Himself glorious, not having spot or wrinkle or any such thing, but that she might be holy and blameless." And there are many such passages, by reading which more earnestly one is more strongly assured that it is necessary to fulfil all things in order to be counted worthy of the kingdom of heaven. Now that he who abounds in righteousness, or has been born from above, has fulfilled the perfection of all right deeds together—both those upon which the beatitudes rest and the remainder—and has been acknowledged to be a doer of these and suchlike things, the discourse concerning being born from above will demonstrate a little later by the grace of God. Since, however, as has been said before, the injunction of your reverence sought from us the discourse on the most marvellous baptism according to the Gospel, in addition to what has been said concerning the kingdom of heaven I reckon it fitting for us to learn briefly also the difference between the baptism according to Moses and that of John, and then by the grace of God to become worthy to comprehend the surpassing wonder in the baptism of our Lord Jesus Christ in an incomparable excess of glory. For the only-begotten Son of the living God declared that something greater than the temple is here, and something greater than Solomon is here, and something greater than Jonah is here. And the Apostle, having previously recounted the glory of Moses in the ministry of the law that was unapproachable to the Jews, solemnly testifies, subjoining: "For indeed what was glorified has not been glorified in this respect, on account of the surpassing glory." And John the Baptist, than whom no one among those born of women is greater, bears witness, saying at one time, "He must increase, but I must decrease;" and at another time, "I indeed baptize you with water unto repentance, but He baptizes you with the Holy Spirit and fire;" and many such things. By as much, then, as the Holy Spirit differs from water, by so much manifestly does He Who baptizes with the Holy Spirit surpass him who baptizes with
Notes, col. 1532

On the reading

Printed κακιας, for κακίας.

Printed αὐτὴς, for αὐτὸς.

Printed οι, for οἱ.

PG 31:1533Read from the page
ὕδατι, καὶ αὐτὸ τὸ βάπτισμα· ὥστε αὐτὸν τὸν Ἰωαννην, τὸν τοσοῦτον καὶ τοιοῦτον καὶ οὕτως μαρτυρηθέντα ὑπὸ τοῦ Κυρίου, ἀνεπαισχύντως προειπεῖν, ὅτι « Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. »
water, and so too does the baptism itself; so that John himself, so great and of such a kind and thus borne witness to by the Lord, unashamedly foretold: "I am not worthy to loose the strap of the sandal."
5. Ὡς ἐκ πάντων φανερὸν εἶναι τὴν ὑπερβολὴν τοῦ κατὰ τό Εὐαγγέλιον τοῦ Χριστοῦ βαπτίσματος· ἣν εἰ καὶ πρὸς ἀξίαν κατανοῆσαι ἀδύνατον, κατὰ δύναμιν γοῦν, καὶ ταύτην, ὡς ἂν ὁ Θεὸς ἱκανώσῃ, ἐξ αὐτῶν τῶν γεγραμμένων εἰπεῖν εὐσεβὲς καὶ ὠφέλιμον. Τὸ μὲν οὖν διὰ Μωϋσέως παραδοθὲν βάπτισμα πρῶτον μὲν ἐπεγίνωσκε διαφορὰν ἁμαρτημάτων· οὐ γὰρ πάντα τὰ ἁμαρτήματα εἶχε τὴν χάριν τῆς ἀφέσεως· ἔπειτα δὲ θυσίας ἐπεζήτει διαφόρους, ἠκριβολογεῖτο περὶ ἁγνισμοῦ, ἀφώριζεν ἕως καιροῦ τὸν ἐν ἀκαθαρσίᾳ καὶ μολυσμῷ, παρατήρησιν ἐποιεῖτο ἡμερῶν καὶ ὡρῶν· καὶ τότε τὸ βάπτισμα παρελαμβάνετο, ὥσπερ ἐπισφράγισμα τοῦ καθαρισμοῦ. Τὸ δὲ Ἰωάννου βάπτισμα πολυπλάσιον εἶχε τὸ πλέον. Οὐδεμίαν γὰρ ἐποιεῖτο διάκρισιν ἁμαρτημάτων, οὐ διαφορὰν ἐπεζήτει θυσιῶν, οὐκ ἀκρίβειαν ἐποιεῖτο ἁγνισμοῦ, οὐ παρατήρησιν εἶχεν ἡμερῶν ἢ ὡρῶν. Καὶ κατ' οὐδὲν εἰς μηδὲν ἀναβολῆς γινομένης ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἅμα τε προσῆλθέ τις ἐξομολογούμενος τὰς ἁμαρτίας, ὅσας δήποτ' οὖν καὶ οἵας δήποτ' οὖν· καὶ ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ ποταμῷ, καὶ εὐθὺς ἐλάμβανε τὴν ἄφεσιν τῶν ἁμαρτημάτων. Τὸ δὲ τοῦ Κυρίου βάπτισμα λόγον μὲν ἔχει κρείττονα παντὸς ἀνθρωπίνου, δόξαν δὲ ἀνωτέραν πάσης ἐπιθυμίας καὶ εὐχῆς ἀνθρωπίνης, ὑπερβολὴν δὲ χάριτος καὶ δυνάμεως πλείονα ἢ ὅσον ἥλιος ἀστέρων ὑπερέχει. Μᾶλλον δὲ τὰ μνημονευθέντα τῶν ἁγίων ῥητὰ σφοδρότερον παρίστησι τὴν ἀσύγκριτον ὑπεροχήν. Ἀλλ' οὐ διὰ τοῦτο σιωπῆσαι χρὴ, αὐτοῖς δὲ τοῖς ῥητοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁδηγοῖς χρώμενοι, καὶ ὥσπερ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι ὁδηγούμενοι εἰπεῖν ἀναγκαῖον, οὐχ ἵνα τῇ ἡμετέρᾳ ἑρμηνείᾳ ἐν ἀσθενείᾳ σώματος καὶ λόγῳ ἐξουθενημένῳ σμικρυνθῇ ἡ δόξα, ἀλλ' ἵνα καὶ ἐν τούτῳ θαυμαστωθῇ τὸ μέγεθος τῆς μακροθυμίας καὶ φιλανθρωπίας τοῦ ἀγαθοῦ Θεοῦ, ὅτι ἀνέχεται ψελλιζόντων τὰ μεγαλεῖα τῆς ἐν Χριστῷ Ἰησοῦ ἀγάπης καὶ χάριτος αὐτοῦ
5. Hence from all things the superiority of the baptism of Christ according to the Gospel is manifest; and even if it is impossible to comprehend it worthily, yet to speak of it according to our ability—and even that as God may enable us—out of the Scriptures themselves is pious and profitable. Now the baptism handed down through Moses, first of all, recognized a distinction of sins, for not all sins had the grace of forgiveness; and next it required diverse sacrifices, made exact rules concerning purification, set apart for a time him who was in uncleanness and defilement, kept an observance of days and hours; and then baptism was received, as it were a seal of cleansing. The baptism of John, however, had a manifold advantage. For it made no distinction of sins, required no variety of sacrifices, made no exact rule of purification, kept no observance of days or hours. And without any delay at all in any respect towards the grace of God and of His Christ, no sooner did someone come forward confessing his sins, however many and of whatever sort they might be, than he was baptized in the river Jordan, and immediately received the forgiveness of his sins. But the baptism of the Lord has a meaning superior to every human word, a glory higher than every human desire and prayer, and an excess of grace and power greater than that by which the sun surpasses the stars. Still more forcibly do the sayings of the saints that have been mentioned present its incomparable superiority. Yet we must not keep silent on that account; rather, using the very sayings of our Lord Jesus Christ as guides, and being guided as through a mirror and in a riddle, it is necessary to speak—not so that by our interpretation, in weakness of body and despised speech, the glory may be diminished, but so that in this too the greatness of the long-suffering and loving-kindness towards mankind of the good God may be marvelled at, because He bears with those who lisp the mighty works of His love and grace in Christ Jesus
6. Εἰπὼν τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· « Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· » καὶ πάλιν· « Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· » μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν (πληρουμένης εἰς αὐτὸν τῆς διὰ τοῦ Δαβὶδ ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς προφητείας, εἰπόντος· « Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη
6. When, therefore, our Lord Jesus Christ had said: "Unless someone is born from above, he cannot see the kingdom of God;" and again: "Unless someone is born of water and spirit, he cannot enter into the kingdom of God;" and after His resurrection from the dead (when there was being fulfilled in Him the prophecy through David spoken from the person of God and the Father, saying: "Thou art My Son, today I have begotten Thee; ask of Me, and I will give Thee nations
Notes, col. 1533

On the reading

Printed Ἰωαννην, for Ἰωάννην.

Printed τό, for τὸ.

PG 31:1536Read from the page
τὴν κληρονομίαν σου, και την κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, » ὅπερ καὶ γέγονε, καὶ ἔστιν ἐν ὀφθαλμοῖς πάντων,) λοιπὸν τοῖς ἑαυτοῦ μαθηταῖς, ὥσπερ ἀντιδιαστελλόμενος τῇ πρώτῃ ἐντολῇ κωλυούσῃ εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν, ἐντέλλεται, εἰπών· « Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. » Ἀναγκαῖον δὲ εἶναι λογίζομαι ἑκάστου ῥητοῦ τὴν δύναμιν διὰ τῆς πίστεως συνιέναι τε καὶ κατανοῆσαι, καὶ εἰπεῖν καθόσον ἂν κατ' εὐχὰς κοινὰς δοθῆναι ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Γέγραπται γὰρ, ὅτι « Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε· » καὶ πάλιν· « Ἐπίστευσα, δι' ὃ ἐλάλησα. » Ἐπειδὴ δὲ τῶν τε ὀνομάτων καὶ τῶν ῥημάτων, καὶ τῶν πραγμάτων ἐν τῇ συνηθείᾳ οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, κατὰ τὸ συμβὰν τὴν χρῆσιν παραλαμβάνεσθαι δοκῶ ἐν τῇ θεοπνεύστῳ Γραφῇ παρά τε Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ τῶν ἁγίων προφητῶν τε καὶ εὐαγγελιστῶν, καὶ ἀποστόλων, ἀλλὰ δεδοκιμασμένως ἐν ἁγίῳ Πνεύματι, πρὸς τὸν σκοπὸν τῆς εὐσεβοῦς φρονήσεως, καὶ τοῦτο οὐκ ἐξ ὁλοκλήρου, ἐν μέρει δὲ καὶ καθόσον ἂν ἕκαστον συμβάλληται τῷ προκειμένῳ ὑγιεῖ λόγῳ, φρονεῖν τε εὐσεβῶς καὶ ὁδηγεῖν τὸν νοῦν εἰς κατανόησιν τῶν τε κριμάτων καὶ δογμάτων τῆς εὐσεβείας· ἀναγκαῖον καὶ ἡμᾶς ἐξητασμένως καὶ ἐπιτετηρημένως προσέχειν ἑκάστω ῥητῷ, καὶ κατὰ σκοπὸν τῆς ἄνω κλήσεως ἐκλέγεσθαι τὴν διάνοιαν. Καὶ τοῦτο ποιοῦμεν, ἐὰν κατ' εὐχὰς κοινὰς ἐνδυναμώσῃ ἡμᾶς Ἰησοῦς Κριστὸς ὁ μονογενὴς
for Thy inheritance, and the ends of the earth for Thy possession," which indeed has come to pass and is before the eyes of all), He henceforth charges His own disciples, as though setting this over against the first commandment that forbade going off into a way of the Gentiles, saying: "Go forth, make disciples of all the nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit." Now I reckon it necessary through faith both to understand and to comprehend the force of each saying, and to speak in so far as speech may be given us in answer to common prayers at the opening of our mouth. For it is written: "Unless you believe, neither will you understand at all;" and again: "I believed, wherefore I spoke." And since I hold that the usage of nouns and verbs and things in ordinary custom is adopted in the divinely inspired Scripture—by God and His Christ, and by the holy prophets and evangelists and apostles—not simply and at random, as chance may have it, but with tested discernment in the Holy Spirit towards the aim of pious thought, and this not in its entirety, but in part and in so far as each contributes to the sound teaching set before us, both to think piously and to guide the mind unto the comprehension of the judgements and doctrines of godliness; it is necessary for us also to attend with scrutiny and close observation to each saying, and to select its meaning according to the aim of the upward calling. And this we do, if in answer to common prayers Jesus Christ the only-begotten strengthens us
7. Τὸ μὲν οὖν « ἄνωθεν » εἰπεῖν δηλοῦν δοκῶ την ἐπανόρθωσιν τῆς προλαβούσης ἐν ῥυπαρίᾳ τῶν ἁμαρτημάτων γενέσεως· τοῦ μὲν Ἰὼβ εἰπόντος, ὅτι « Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ· » καὶ τοῦ Δαβὶδ ὀδυρομένου, καὶ λέγοντος, ὅτι « Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου· » τοῦ δὲ Ἀποστόλου διαμαρτυρομένου, ὅτι « Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης Θεοῦ· δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αἵματι αὐτοῦ. » Διὸ καὶ ἡ ἄφεσις τῶν ἁμαρτημάτων δίδοται τοῖς πιστεύουσιν, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· « Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· » καθὼς μαρτυρεῖ πάλιν ὁ Ἀπόστολος, λέγων· « Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος
7. Now the expression "from above" I hold to signify the setting right of our prior birth that took place in the filthiness of sins: Job saying on the one hand, "No one is clean from filth, not even if his life is one day;" and David lamenting and saying, "In lawlessnesses I was conceived, and in sins my mother craved in pregnancy with me;" and the Apostle solemnly testifying on the other hand, "For all sinned, and fall short of the glory of God, being justified freely by His grace through the redemption that is in Christ Jesus, Whom God set forth as a propitiation through faith in His blood." Wherefore also the forgiveness of sins is given to those who believe, the Lord Himself having said: "This is My blood, that of the New Covenant, which is poured out concerning many unto forgiveness of sins;" even as the Apostle bears witness again, saying: "According to the good pleasure of the will
Notes, col. 1536

On the reading

Printed και, for καὶ.

Printed την, for τὴν.

Printed ἑκάστω, for ἑκάστῳ.

Printed Κριστὸς, for Χριστὸς.

PG 31:1537Read from the page
αὐτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς· » ἵνα, ὥσπερ ἀνδριὰς συντριβεὶς συνθλασθείς τε, καὶ ἀφανίσας τὴν ἔνδοξον μορφὴν τοῦ βασιλέως, ἄνωθεν μορφοῦται ὑπὸ τοῦ σοφοῦ τεχνίτου καὶ ἀγαθοῦ δημιουργοῦ ἀντιποιουμένου τῆς δόξης τοῦ ἰδίου πλάσματος, καὶ εἰς τὴν ἀρχαίαν δόξαν ἀποκαθίσταται· οὕτω καὶ ἡμεῖς παθόντες διὰ τὴν παρακοὴν τῆς ἐντολῆς, κατὰ τὸ γεγραμμένον, « Ἄνθρωπος, ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, » ἀνακληθῶμεν εἰς τὴν πρώτην δόξαν τῆς εἰκόνος τοῦ Θεοῦ. Κατ' εἰκόνα γὰρ, φησὶ, καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον. Πῶς δὲ τοῦτο γεγένηται, Παῦλος ὁ ἀπόστολος ἐδίδαξεν, εἰπών· « Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διαδοχῆς· » ἵνα, ὥσπερ ὁ κηρὸς, παραδιδόμενος τῷ τύπῳ τῆς γλυφῆς, μορφοῦται πρὸς ἀκρίβειαν τὴν ἐγκειμένην τῇ γλυφῇ μορφὴν, οὕτω καὶ ἡμεῖς, παραδόντες ἑαυτοὺς τῷ τύπῳ τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας, μορφωθῶμεν τὸν ἔσω ἄνθρωπον, πληροῦντες τὸ ὑπὸ τοῦ αὐτοῦ εἰρημένον προστακτικῶς. Φησὶ γάρ· « Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν· » καὶ πολλὰ τοιαῦτα.
of Him, unto the praise of the glory of His grace, wherein He graced us in the Beloved, in Whom we have redemption through His blood, the forgiveness of trespasses according to the riches of His grace, which He made to abound towards us"; so that, just as a statue that has been shattered and crushed, and has obliterated the glorious form of the king, is formed anew by the wise craftsman and good artificer who lays claim to the glory of his own handiwork, and is restored to its ancient glory; so we also, having suffered through the disobedience of the commandment, according as it is written, "Man, being in honour, did not understand; he was compared to the senseless beasts, and was made like unto them", might be recalled to the first glory of the image of God. For according to the image, it says, and likeness of God did God make man. And how this has come to pass, Paul the apostle taught, saying: "Thanks be to God, that you were slaves of sin, but you obeyed from the heart that form of tradition unto which you were delivered"; so that, just as wax, when delivered to the mould of the carving, is formed with exactness to the form engraved in the carving, so we also, having delivered ourselves to the mould of the teaching according to the Gospel, may be formed as to the inner man, fulfilling that which was spoken by the same man imperatively. For he says: "Having put off the old man with his practices, and having put on the new, which is being renewed unto knowledge according to the image of Him Who created him"; and many such things.
8. Τοῦ μὲν οὖν ἐξ ὕδατος γεννηθῆναι τὸν λόγον Παῦλος, ὁ ἐν Χριστῷ λαλῶν, δογματικῶς παραδίδωσι λέγων· « Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα· τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γαρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ· εἰδότες, ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε, ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. » Ἐξ ὧν ἁπάντων καὶ ὁ λόγος τῆς ἄνωθεν γεννήσεως καθ' ὁμοιότητα θεωρεῖται. Ἀδύνατον δὲ ἦν ἄνωθεν γεννηθῆναι,
8. Now the principle of being born of water Paul, who speaks in Christ, delivers dogmatically, saying: "Or are you ignorant, brethren, that all we who were baptized into Christ Jesus were baptized into His death? We were buried therefore with Him through baptism into death, so that, just as Christ was raised from the dead through the glory of the Father, so we also might walk in newness of life. For if we have become united with the likeness of His death, we shall be also with that of His resurrection; knowing this, that our old man was crucified with Him, that the body of sin might be done away with, that we should no longer be enslaved to sin. For he who has died has been justified from sin. But if we died with Christ, we believe that we shall also live with Him; knowing that Christ, having been raised from the dead, dies no more; death no more has dominion over Him. For the death that He died, He died to sin once for all; but the life that He lives, He lives to God. Even so reckon you also yourselves to be dead indeed to sin, but alive to God in Christ Jesus". From all which things the principle of birth from above is also contemplated by way of likeness. For it was impossible to be born from above,
Notes, col. 1537

On the reading

Printed γαρ, for γὰρ.