4. Πάλιν δὲ τοῦ Κυρίου ἔστι μνημονεῦσαι, εἰπόντος κατὰ πρόσωπον ἑκάστῳ, τῷ μὲν εἰπόντι, « Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ, ἀπελθὼν, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ· » τῷ δὲ εἰπόντι· « Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ συντάξασθαι τοῖς εἰς τὸν οἶκόν μου, » ἐπιπληκτικώτερον καὶ μετὰ ἀπειλῆς σφοδροτέρας. Εἶπε γάρ· « Θὐδεὶς τὴν χεῖρα θεὶς ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. » Οὕτω καὶ τὸ πρὸς ὀλίγον ἀναβολὴν ἐμποιοῦν τῇ ὀφειλομένῃ τῷ Κυρίῳ ἀμετεωρίστῳ ὑπακοῇ καθῆκον ἀνθρώπινον, κἂν δοκῇ εὔλογον εἶναι, ἀλλότριόν ἐστι τοῦ θέλοντος μαθητευθῆναι τῷ Κυρίῳ, καὶ ἀπειλῆς δεινοτέρας ἄξιον. Καθολικώτερον δὲ νομοθετεῖ λέγων· « Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. » Ἐὰν δὲ ἔλθωμεν εἰς μνήμην τῶν ὑπὸ τοῦ Κυρίου εἰρημένων πρὸς τὸν εἰπόντα· « Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· » φοβερώτερον κρῖμα ὀργῆς καὶ ἀποτομίας μανθάνομεν, καὶ πάσης ἐλπίδος ἀγαθῆς ἀπαλλοτριοῦν τοὺς τοιούτους. Λέγει δὲ οὕτως· « Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. Καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἰπε τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπήρους, καὶ τυφλοὺς, καὶ χωλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον αὐτοῦ· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. » Πάλιν δὲ αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἀποσταλεὶς παρὰ τοῦ Πατρὸς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον, ἑαυτῷ ἐμμένων, καὶ τὸ
4. And again one may recall the Lord, Who spoke face to face to each: to the one who said, "Permit me first to go away and bury my father: Leave the dead to bury their own dead; but you, going away, proclaim far and wide the kingdom of God"; and to the one who said, "Permit me first to go away and bid farewell to those in my house," in a more rebuking manner and with a sterner threat. For He said: "No one having put his hand to a plough, and having turned to the things behind, is fit for the kingdom of God". Thus even a human duty that brings a brief delay into the unwavering obedience owed to the Lord, even though it seem to be reasonable, is foreign to one who wishes to become a disciple of the Lord, and deserving of a more terrible threat. And more universally He legislates, saying: "If anyone comes to me, let him deny himself, and take up his cross, and follow me". And if we come to the remembrance of the things spoken by the Lord to him who said, "Blessed is he who shall eat bread in the kingdom of God," we learn a more fearful judgement of wrath and severity, and one that alienates such men from every good hope. And He speaks thus: "A certain man made a great supper, and invited many. And he sent his slave at the hour of the supper to say to those who had been invited: Come, for all things are now ready. And they all alike began to excuse themselves. The first said: I have bought a field, and I have need to go out and see it; I ask you, hold me excused. And another said: I have bought five yoke of oxen, and I am going to test them; I ask you, hold me excused. And another said: I have married a wife, and on this account I cannot come. And having come back, the slave reported these things to his master. Then the master of the house, being angered, said to his slave: Go out quickly into the broadways and lanes of the city, and bring in here the poor, and maimed, and blind, and lame. And the slave said: Sir, it has been done as you ordered, and still there is room. And the master said to his slave: Go out into the roads and hedges, and compel people to come in, so that my house may be filled. For I say to you that none of those men who had been invited shall taste of my supper". And again the only-begotten Son Himself of the living God, Who was sent from the Father, not that He might judge the world, but that He might save the world, abiding in Himself, and the