Migne Reading Room

PG 31 · cols. 1516–1525 · Read from the page

On baptism, two books

On baptism, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1516Read from the page
νην ὑπὸ τοῦ Κυρίου τάξιν ἀναδραμεῖν, ἵνα οὕτω καὶ ὑμεῖς πρῶτον τοῦ, « Μαθητεύσατε, » τὴν δύναμιν γνόντες, εἶτα ἀκολούθως τὸν περὶ τοῦ ἐνδοξοτάτοῦ βαπτίσματος λόγον παραλαβόντες, ἐπὶ τὴν τελειότητα εὐοδωθῆτε, διδασκόμενοι τηρεῖν ὅσα πάντα ἐνετείλατο ὁ Κύριος τοῖς ἰδίοις μαθηταῖς, καθὼς γέγραπται. Ἐνταῦθα μὲν οὖν, « Μαθητεύσατε, » εἰπόντος, ἠκούσαμεν· λοιπὸν δὲ χρεία τῶν ἀλλαχοῦ περὶ τοῦ τοιούτου εἰρημένων προστάγματος μνημονεῦσαι, ἵνα πρῶτον μὲν τὸ φρόνημα εὐάρεστον τῷ Θεῷ κατορθώσαντες, ἔπειτα δὲ τὴν πρέπουσαν καὶ ἀναγκαίαν τάξιν φυλάξαντες, οὕτω τοῦ δυνατοῦ, κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μὴ ἐκπέσωμεν. Σύνηθες γὰρ τῷ Κυρίῳ τὰ ὁριστικῶς που προσταχθέντα διὰ τῶν ἐν ἄλλοις τόποις εἰρημένων σαφῶς παραδιδόναι· ὡς τὸ, «Θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ. » Ἁπλῶς γὰρ οὕτως εἰπὼν ἐνταῦθα, τὸ, πῶς, ἐν ἑτέρῳ τόπῳ σαφηνίζει, λέγων· « Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Καὶ πολλὰ ἄλλα ὁμοίως.
order given by the Lord to trace our way back, so that thus you also, having first known the force of the word, "Make disciples," and then consequently having received the discourse concerning the most glorious baptism, may be prospered unto perfection, being taught to keep all things whatsoever the Lord commanded His own disciples, just as it is written. Here, then, we have heard Him saying, "Make disciples;" and for the rest there is need to recall the things spoken elsewhere concerning such an ordinance, so that having first established our mindset as well-pleasing to God, and next having guarded the fitting and necessary order, we may thus not fall away from what is possible according to the aim of being well-pleasing towards God. For it is customary with the Lord to deliver clearly through things spoken in other places what has been enjoined somewhere in a summary manner: such as the saying, "Lay up for yourselves treasures in heaven". For having spoken simply thus here, He clarifies the "how" in another place, saying: "Sell your possessions, and give alms; make for yourselves purses that do not grow old, an unfailing treasure in the heavens". And many other things likewise.
2. Μαθητὴς μὲν οὖν ἐστιν, ὡς μανθάνομεν παρ' αὐτοῦ τοῦ Κυρίου, πᾶς ὁ τῷ Κυρίῳ προσερχόμενος, ὥστε ἀκολουθεῖν αὐτῷ, τουτέστιν, ἀκούειν τῶν λόγων αὐτοῦ· πιστεύειν τε καὶ πείθεσθαι αὐτῷ, ὡς Δεσπότῃ, καὶ βασιλεῖ, καὶ ἰατρῷ, καὶ διδασκάλῳ ἀληθείας, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, καὶ τοῦτο ἐὰν μένῃ ἐν αὐτοῖς, καθὼς γέγραπται· « Ἔλεγεν οὖν πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστὲ, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς· » ἐλευθερίαν δηλονότι ψυχῆς, ἀπὸ τῆς τοῦ διαβόλου πικρᾶς τυραννίδος, ἐν τῷ ῥυσθῆναι ἀπὸ τῆς τῶν ἁμαρτημάτων καταδυναστείας· « Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, » καὶ τῆς κατακρίσεως τοῦ θανάτου· καθὼς καὶ παρέδωκεν ἡμῖν Παῦλος ὁ Ἀπόστολος εἰπών· « Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· » καὶ πάλιν· « Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. » Τὸν δὲ πιστεύοντα τῷ Κυρίῳ, καὶ προσάγοντα ἑαυτὸν ἐπιτήδειον εἰς μαθητείαν, μανθάνειν δεῖ πρῶτον μὲν ἀφίστασθαι παντὸς ἁμαρτήματος· ἔπειτα δὲ καὶ παντὸς ἀφέλκοντος τῆς ὀφειλομένης κατὰ πολλοὺς λόγους τῷ Κυρίῳ εὐπειθείας, κἂν εὐλογοφανεῖς εἶναι δοκῶσιν. Ἀδύνατον γὰρ, ἁμαρτίαν ποιοῦντα, ἢ ἐμπλεκόμενον ταῖς τοῦ βίου τούτου πραγματείαις, ἢ ἐν φροντίδι καὶ αὐτῶν τῶν πρὸς τὸ ζῇν ἀναγκαίων, δουλεῦσαι, οὐχ ὅτι γε μαθητευθῆναι, τῷ Κυρίῳ τῷ οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, « Δεῦρο, ἀκολούθει μοι, » ποὶν ἐντείλασθαι πωλῆσαι τὰ ὑπάρχοντα, καὶ
2. A disciple, then, as we learn from the Lord Himself, is everyone who approaches the Lord so as to follow Him—that is, to hear His words, and both to believe and to obey Him as Master, and King, and Physician, and Teacher of truth, in hope of eternal life; and this, if he abide in them, just as it is written: "He said therefore to the Jews who had believed in Him: If you abide in my word, truly you are my disciples, and you shall know the truth, and the truth shall set you free"—freedom of soul, plainly, from the bitter tyranny of the devil, in being delivered from the domination of sins: "For everyone who commits sin," He says, "is a slave of sin", and under the condemnation of death; just as Paul the Apostle also delivered to us, saying: "For Him Who knew not sin He made to be sin on our behalf, that we might become the righteousness of God in Him"; and again: "For just as through the disobedience of the one man the many were constituted sinners, so through the obedience of the One the many shall be constituted righteous". And he who believes in the Lord, and brings himself forward fit for discipleship, must learn first indeed to stand aloof from every sin; and next also from everything that draws him away from the obedience owed on many accounts to the Lord, even if such reasons seem to be specious. For it is impossible for one committing sin, or entangled in the businesses of this life, or in anxiety even over the very necessities of living, to serve—not to say become a disciple of—the Lord, Who did not first say to the young man, "Come, follow me", before commanding him to sell his possessions, and
Notes, col. 1516

On the reading

Printed ἐνδοξοτάτοῦ, for ἐνδοξοτάτου.

Printed ποὶν, for πρὶν.

PG 31:1517Read from the page
δοῦναι τοῖς πτωχοῖς. Ἀλλ' οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν, ὅτι « Ταῦτα πάντα ἐφύλαξα.» Ὁ γὰρ μήπω λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ καθαρισθεὶς ἀπὸ τούτων ἐν τῷ αἵματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δουλεύων δὲ τῷ διαβόλῳ, καὶ κρατούμενος ὑπὸ τῆς ἐνοικούσης αὐτῷ ἁμαρτίας, ἀδυνάτως ἔχει δουλεῦσαι τῷ Κυρίῳ, τῷ ἀπαράβατον ἀπόφασιν δεδωκότι, ἐν τῷ εἰπεῖν· « Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δὲ δοῦλος τῆς ἁμαρτίας οὐ μένει ἐν τῇ οἰκίᾳ. » Μαρτυρεῖ δὲ καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, γράψας· Ὁ δὲ δοῦλος τῆς ἁμαρτίας ἐλεύθερός ἐστιν ἀπὸ τῆς δικαιοσύνης. Καὶ πάλιν ὁ Κύριός φησιν· « Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, » καὶ τὰ ἑξῆς. Καὶ ἔδειξε δι' ὧν ἐδίδαξεν ὁριστικῶς καὶ πολυτρόπως, ὅτι οὔτε οἱ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων ἑαυτοῖς μεριμνᾷν ἀνεχόμενοι δουλεύειν Θεῷ δύνανται, οὐχ ὅτι γε μαθητευθῆναι. Ὅθεν ἔμαθεν ὁ Ἀπόστολος πλατύτερον θεωρήσας εἰπεῖν· « Τίς μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; » Καὶ πάλιν ὁριστικῶς· « Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε. » Ἔτι δὲ ἐντρεπτικώτερον ἡμῖν παραδιδοὺς, τί εἶπε, μνημονεύσωμεν. « Οἶδα μὲν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω ἀγαθὸν, τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ κακὸν, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. » Καὶ τοῦτο αὐτὸ τὸ θεώρημα διὰ πλειόνων ἐπεξεργασάμενος, ὅτι ἀδύνατον τὸν κρατούμενον ὑπὸ ἁμαρτίας δουλεύειν τῷ Κυρίῳ, φανερῶς ὑποδεικνύει ἡμῖν τὸν λυτρούμενον ἡμᾶς ἐκ τῆς τοιαύτης τυραννίδος ἐν τῷ εἰπεῖν· « Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. » Καὶ μετ' ὀλίγα ἐπάγει· « Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν.»
give to the poor. Yet not even this did He command before he confessed, "All these things I have kept". For he who has not yet received the remission of sins and been cleansed from them in the blood of our Lord Jesus Christ, but serves the devil and is held fast by the sin indwelling in him, is unable to serve the Lord, Who has given an inviolable sentence in saying: "He who commits sin is a slave of sin; and the slave of sin does not abide in the house". And Paul also, speaking in Christ, bears witness, having written: And the slave of sin is free from righteousness. And again the Lord says: "No one can serve two masters", and what follows. And He showed through the things He taught summarily and in manifold ways that not even those who suffer themselves to be anxious for themselves over the necessities of living can serve God, let alone become disciples. Whence the Apostle, having contemplated more broadly, learned to say: "What partnership has righteousness and lawlessness? Or what communion has light with darkness? And what concord has Christ with Beliar? Or what part has a believer with an unbeliever? And what agreement has a temple of God with idols?". And again summarily: "The flesh lusts against the spirit, and the spirit against the flesh. And these are opposed to one another, so that you may not do whatever things you wish". And let us recall what he said in delivering this to us in a way that puts us still more to shame: "For we know that the law is spiritual; but I am carnal, sold under sin. For what I work out, I do not know; for not the good that I wish do I practise, but the evil that I hate, this I do. Now if what I do not wish, this I do, I agree with the law that it is good. So now it is no longer I that work it out, but the sin dwelling in me". And having worked out this very principle at greater length, that it is impossible for one held fast by sin to serve the Lord, he manifestly points out to us Him Who redeems us out of such tyranny in saying: "Wretched man that I am, who shall deliver me out of the body of this death? I give thanks to God through Jesus Christ our Lord". And after a little he adds: "There is therefore now no condemnation for those in Christ Jesus, who walk not according to the flesh".
3. Καὶ διὰ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων τὴν μεγάλην τῆς φιλανθρωπίας χάριν τοῦ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σαφῶς παρίστησιν, εἰπών· « Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. » Ἐν ἑτέρῳ δὲ τόπῳ θαυμασιωτέραν θεωρῶν τὴν ἐν Χριστῷ φιλαν-
3. And through the things spoken in another place he clearly presents the great grace of the loving-kindness towards man of God through the incarnation of our Lord Jesus Christ, saying: "For just as through the disobedience of the one man the many were constituted sinners, so also through the obedience of the One the many shall be constituted righteous". And in another place, contemplating as still more marvellous the loving-kindness in Christ
PG 31:1520Read from the page
θρωπίαν τοῦ Θεοῦ, φησί· « Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. » Ἀνάγκη οὖν πᾶσα ἔκ τε τῶν μνημονευθέντων καὶ τῶν ὁμοίων, εἴ γε μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ ἐδεξάμεθα, ῥυσθῆναι πρῶτον τῆς δυναστείας τοῦ διαβόλου, ἐνάγοντος τὸν ὑφ' ἁμαρτίας κρατούμενον ἐφ' ἃ μ⟨ὴ⟩ βούλεται κακὰ, καὶ τότε ἀπαρνησάμενον πάντα τὰ παρόντα, καὶ ἑαυτὸν, τῆς τε προσπαθείας τοῦ ζῇν ἀναχωρήσαντα, μαθητευθῆναι τῷ Κυρίῳ, καθως αὐτὸς εἶπεν· «Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι, » ὅπερ ἐστὶ, μαθητής μου γινέσθω. Τὸ δὲ αὐτὸ πλατύτερον καὶ ἀποδεικτικώτερον καὶ ἀποφαντικώτερον παραδίδωσιν ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, οὗ μνημονεύσομεν μετ' ὀλίγα. Λυτρούμεθα δὲ πάντες τῆς τοιαύτης τῶν ἁμαρτιῶν κατακρίσεως οἱ πιστεύοντες τῇ χάριτι τοῦ Θεοῦ τῇ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· « Τοῦτο μου ἐστὶ τὸ αἷμα τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· » μαρτυροῦντος δὲ καὶ τοῦ Ἀποστόλου δι' ὧν γράφει ποτὲ μέν· « Ἀγαπᾶτε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ· » ποτὲ δέ· « Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου· » καὶ πολλὰ τοιαῦτα. Ὅταν οὖν δοθῇ ἄφεσις τῶν ἁμαρτημάτων, τότε λαμβάνει ὁ ἄνθρωπος τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν παρα τοῦ ἐξαγοράσαντος ἡμᾶς Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, εἰς τὸ δύνασθαι προσελθεῖν τῷ λόγῳ. Καὶ τότε οὔπω τίς ἐστιν ἄξιος ἀκολουθῆσαι τῷ Κυρίῳ (πάλιν λέγω), οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, « Δεῦρο, ἀκολούθει μοι, » πρὶν εἰπεῖν, « Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. » Ἀλλ' οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν καθαρεύειν πάσης παραβάσεως, τῷ εἰπεῖν πεποιηκέναι πάντα τὰ ὑπὸ τοῦ Κυρίου εἰρημένα. Ὡς καὶ ἐν τούτῳ τὴν τάξιν φυλάττεσθαι ἀναγκαῖον. Οὐ μόνον δὲ ὑπαρχόντων, καὶ τῶν ἀναγκαίων πρὸς τὸ ζῇν καταφρονεῖν διδασκόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους νενομισμένων κατά τε νόμον καὶ φύσιν δικαίων καθηκόντων ὑπερφρονεῖν διδασκόμεθα, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· « Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· » ὁμοίως καὶ περὶ τῶν λοιπῶν τῶν ἐγγυτάτων οἰκείων, δῆλον δὲ, ὅτι πολὺ πρότερον τῶν ποῤῥωτέρω καὶ ξένων τῆς πίστεως. Οἷς ἐπάγει· « Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος· » ὅπερ κατορθώσας ὁ
towards man of God, he says: "For Him Who knew not sin He made to be sin on our behalf, that we might become the righteousness of God in Him". There is therefore every necessity, from both the things recalled and the like, if indeed we have not received the grace of God in vain, first to be delivered from the dominion of the devil, who leads on the one held fast by sin to evils that he does not wish, and then for each one, having renounced all present things and himself, and having withdrawn from passionate attachment to living, to become a disciple of the Lord, just as He Himself said: "If anyone comes to me, let him deny himself, and take up his cross, and follow me"—which is, let him become my disciple. And this same thing He delivers more broadly and more demonstratively and more emphatically in the Gospel according to Luke, which we shall recall after a little. Now we who believe are all redeemed from such condemnation of sins by the grace of God which is through His only-begotten Son our Lord Jesus Christ, Who said: "This is my blood of the New Covenant, which is poured out concerning many unto remission of sins"; while the Apostle also bears witness through what he writes, at one time indeed: "Love one another, just as Christ also loved us, and delivered Himself up as an offering and a sacrifice to God"; and at another time: "Christ redeemed us out of the curse of the law"; and many such things. Whenever, therefore, remission of sins has been granted, then man receives freedom from sin from Jesus Christ our Lord Who redeemed us, so as to be able to approach the word. And even then not yet is anyone worthy to follow the Lord (again I say), Who did not first say to the young man, "Come, follow me," before saying, "Sell your possessions, and give to the poor". Yet not even this did He command before he confessed that he was pure from every transgression, by saying that he had done all the things spoken by the Lord. So that in this too it is necessary that the order be guarded. And not only are we taught to despise possessions and the necessities of living, but we are taught to rise above even the just duties towards one another established by custom according to both law and nature, since our Lord Jesus Christ says: "He who loves father or mother above me is not worthy of me"; and likewise concerning the rest of one's closest kinsfolk, and plainly much sooner concerning those further removed and strangers to the faith. To which things He adds: "He who does not take his cross and follow after me is not worthy of me"; having accomplished which rightly, the
Notes, col. 1520

On the reading

Printed καθως, for καθὼς.

Printed Τοῦτο μου, for Τοῦτό μου.

Printed παρα, for παρὰ.

PG 31:1521Read from the page
Ἀπόστολος, εἰς ἡμετέραν διδασκαλίαν γράφει· « Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός.»
Apostle writes for our instruction: "I have been crucified to the world, and the world to me. And it is no longer I that live, but Christ lives in me".
4. Πάλιν δὲ τοῦ Κυρίου ἔστι μνημονεῦσαι, εἰπόντος κατὰ πρόσωπον ἑκάστῳ, τῷ μὲν εἰπόντι, « Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ, ἀπελθὼν, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ· » τῷ δὲ εἰπόντι· « Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ συντάξασθαι τοῖς εἰς τὸν οἶκόν μου, » ἐπιπληκτικώτερον καὶ μετὰ ἀπειλῆς σφοδροτέρας. Εἶπε γάρ· « Θὐδεὶς τὴν χεῖρα θεὶς ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. » Οὕτω καὶ τὸ πρὸς ὀλίγον ἀναβολὴν ἐμποιοῦν τῇ ὀφειλομένῃ τῷ Κυρίῳ ἀμετεωρίστῳ ὑπακοῇ καθῆκον ἀνθρώπινον, κἂν δοκῇ εὔλογον εἶναι, ἀλλότριόν ἐστι τοῦ θέλοντος μαθητευθῆναι τῷ Κυρίῳ, καὶ ἀπειλῆς δεινοτέρας ἄξιον. Καθολικώτερον δὲ νομοθετεῖ λέγων· « Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. » Ἐὰν δὲ ἔλθωμεν εἰς μνήμην τῶν ὑπὸ τοῦ Κυρίου εἰρημένων πρὸς τὸν εἰπόντα· « Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· » φοβερώτερον κρῖμα ὀργῆς καὶ ἀποτομίας μανθάνομεν, καὶ πάσης ἐλπίδος ἀγαθῆς ἀπαλλοτριοῦν τοὺς τοιούτους. Λέγει δὲ οὕτως· « Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. Καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἰπε τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπήρους, καὶ τυφλοὺς, καὶ χωλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον αὐτοῦ· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. » Πάλιν δὲ αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἀποσταλεὶς παρὰ τοῦ Πατρὸς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον, ἑαυτῷ ἐμμένων, καὶ τὸ
4. And again one may recall the Lord, Who spoke face to face to each: to the one who said, "Permit me first to go away and bury my father: Leave the dead to bury their own dead; but you, going away, proclaim far and wide the kingdom of God"; and to the one who said, "Permit me first to go away and bid farewell to those in my house," in a more rebuking manner and with a sterner threat. For He said: "No one having put his hand to a plough, and having turned to the things behind, is fit for the kingdom of God". Thus even a human duty that brings a brief delay into the unwavering obedience owed to the Lord, even though it seem to be reasonable, is foreign to one who wishes to become a disciple of the Lord, and deserving of a more terrible threat. And more universally He legislates, saying: "If anyone comes to me, let him deny himself, and take up his cross, and follow me". And if we come to the remembrance of the things spoken by the Lord to him who said, "Blessed is he who shall eat bread in the kingdom of God," we learn a more fearful judgement of wrath and severity, and one that alienates such men from every good hope. And He speaks thus: "A certain man made a great supper, and invited many. And he sent his slave at the hour of the supper to say to those who had been invited: Come, for all things are now ready. And they all alike began to excuse themselves. The first said: I have bought a field, and I have need to go out and see it; I ask you, hold me excused. And another said: I have bought five yoke of oxen, and I am going to test them; I ask you, hold me excused. And another said: I have married a wife, and on this account I cannot come. And having come back, the slave reported these things to his master. Then the master of the house, being angered, said to his slave: Go out quickly into the broadways and lanes of the city, and bring in here the poor, and maimed, and blind, and lame. And the slave said: Sir, it has been done as you ordered, and still there is room. And the master said to his slave: Go out into the roads and hedges, and compel people to come in, so that my house may be filled. For I say to you that none of those men who had been invited shall taste of my supper". And again the only-begotten Son Himself of the living God, Who was sent from the Father, not that He might judge the world, but that He might save the world, abiding in Himself, and the
Notes, col. 1521

On the reading

Printed Θὐδεὶς, for Οὐδεὶς.

Printed εἰπε, for εἶπε.

PG 31:1524Read from the page
θέλημα τοῦ ἀγαθοῦ Θεοῦ καὶ Πατρὸς αυτου πληρῶν, τῇ ἀποφάσει τῆς ἀποτομίας διδασκαλίαν ἐπάγει, τὴν ἀξίους ἡμᾶς ποιοῦσαν μαθητὰς αὐτοῦ γενέσθαι, καί φησιν· « Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τας ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. » Μῖσος δηλονότι, οὐ μελέτην ἐμποιοῦν ἐπιβουλῆς, ἀλλ' ἀρετὴν θεοσεβείας ἐν παρακοῇ τῶν ἀφελκόντων. « Καὶ ὅστις, φησὶν, οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω
fulfilling the will of the good God and His Father, by the sentence of severity He brings in the teaching that makes us worthy to become His disciples, and says: "If anyone comes to Me, and does not hate his father, and mother, and his wife, and children, and brothers, and sisters, and moreover even his own soul, he cannot be My disciple." A hatred, manifestly, that does not engender a study of plotting, but the virtue of godliness in disobedience to those things that draw us away. "And whoever," He says, "does not bear his cross, and follow behind
5. Στοχαζόμενος δὲ τῆς ἡμετέρας ἀσθενείας, καὶ δι' ὑποδειγμάτων ηὐδόκησε βεβαιῶσαι ἡμῶν τὰς καρδίας ἐν πληροφορίᾳ τῆς ἀληθείας, καὶ ἑτοιμοτέρους κατεργάσασθαι πρὸς ὑπακοὴν, δι' ὧν φησι· « Τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμὸν, ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; Ἢ τίς βασιλεὺς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ καθίσας πρότερον βουλεύεται, εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ' αὐτόν; Εἰ δὲ μήγε, ἔτι πόῤῥω αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας, ἐρωτᾷ τὰ πρὸς εἰρήνην. Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Οὔτε εἰς τὴν γῆν, οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. » Εἰ τούτοις πιστεύομεν, ἐλευθερωθέντες πρῶτον τῆς τοῦ διαβόλου καταδυναστείας, ἐν τῷ ἀπέχεσθαι παντὸς ἐπιθυμητοῦ πράγματος τῷ διαβόλῳ, χάριτι τοῦ Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἴ γε μὴ εἰς κενὸν ἐδεξάμεθα τὴν τοιαύτην χάριν, ἔπειτα ἀποταξάμενοι οὐ μόνῳ τῷ κόσμῳ καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, ἀλλὰ καὶ τοῖς πρὸς ἀλλήλους δικαίοις καθήκουσιν, ἔτι δὲ καὶ τῇ ἑαυτῶν ζωῇ, ὅταν τι τούτων ἀφέλκῃ ἡμᾶς ἀπὸ τῆς ὀφειλομένης τῷ Θεῷ ἀμετεωρίστου καὶ ταχείας ὑπακοῆς, οὕτω καταξιούμεθα μαθηταὶ τοῦ Κυρίου γενέσθαι· παιδευόμενοι λοιπὸν ὑπό τε Μωϋσέως καὶ τῶν προφητῶν, εὐαγγελιστῶν τε καὶ ἀποστόλων, τήν τε ἐν ἀρχῇ τοῦ Θεοῦ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ποίησιν πάντων ὁρατῶν τε καὶ ἀοράτων, τά τε ἱστορούμενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς τῆς τοῦ Θεοῦ χρηστότητος καὶ ἀποτομίας ἐν πολλῇ μακροθυμίᾳ, πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ καὶ παιδείαν ἡμετέραν· τάς τε προφητείας
5. Moreover, taking account of our weakness, He was well pleased through examples also to confirm our hearts in the full assurance of the truth, and to render us readier towards obedience, by what He says: "For which of you, wishing to build a tower, does not first sit down and reckon the cost, whether he has the means for completion, lest perchance, when he has laid a foundation and is not able to finish, all who behold begin to mock him, saying, This man began to build, and was not able to finish? Or what king, going forth to join battle with another king in war, does not sit down beforehand and take counsel whether he is able with ten thousand to meet him who comes against him with twenty thousand? Otherwise, while he is still far off, sending an embassy, he asks the terms of peace. So therefore every one of you who does not renounce all his own possessions cannot be My disciple. Salt is good; but if the salt becomes tasteless, wherewith shall it be seasoned? Neither for the land nor for the dunghill is it fit; they cast it outside. He who has ears to hear, let him hear." If we believe these words, having been freed first from the tyranny of the devil by abstaining from every thing desirable to the devil, by the grace of God through our Lord Jesus Christ—if indeed we did not receive such grace in vain—and next having renounced not only the world and its desires, but also our just mutual duties towards one another, and moreover even our own life, whenever any of these draws us away from the undistracted and swift obedience owed to God, thus are we counted worthy to become disciples of the Lord; being instructed henceforth by Moses and the prophets, and by evangelists and apostles, both in God's creation in the beginning of all things visible and invisible through His only-begotten Son our Lord and God Jesus Christ, and in the accounts recorded in the divinely inspired Scriptures of God's kindness and severity in much long-suffering, for the demonstration of His righteousness and for our instruction; and the prophecies
Notes, col. 1524

On the reading

Printed αυτου, for αὐτοῦ.

Printed τας, for τὰς.

PG 31:1525Read from the page
τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, καὶ τῶν τότε συνεμπιπτόντων ἐναντίων ἀλλήλοις πραγμάτων· καὶ περὶ τῆς ἐκ νεκρῶν ἐνδόξου ἀναστάσεως καὶ ἀναλήψεως, καὶ τῆς ἐνδοξοτάτης ἐπιφανείας ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· τά τε δόγματα τῆς κατὰ τὸ Εὐαγγέλιον ὁλοκλήρου καὶ εὐπροσδέκτου τῷ Θεῷ εὐσεβείας ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου βασιλείας, καὶ τὰ κρίματα τῆς δικαίας ἀνταποδόσεως τῶν τε ποιούντων τὰ ἀπηγορευμένα, ἢ ἀθετούντων τὰ ἐγκεκριμένα εἰς κόλασιν αἰώνιον, καὶ τῶν ἀξίως τοῦ Εὐαγγελίου Θεοῦ πολιτευομένων ἐν ὑγιαινούσῃ πίστει δι' ἀγάπης Χριστοῦ ἐνεργουμένῃ ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου βασιλείας τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
of the incarnation of our Lord Jesus, and of the things contrary to one another that then coincided; and concerning His glorious resurrection from the dead and ascension, and His most glorious appearing at the consummation of the age; and the doctrines of the complete godliness acceptable to God according to the Gospel in the love of Christ Jesus our Lord, upon hope of eternal life and of the heavenly kingdom, and the judgements of just recompense both of those who practise what is forbidden or reject what is approved unto eternal punishment, and of those who conduct their lives worthily of the Gospel of God in sound faith working through the love of Christ upon hope of eternal life and of the heavenly kingdom that is in Christ Jesus our Lord.
ΛΟΓΟΣ Βʹ.
Discourse II.
Πῶς βαπτίζεταί τις τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βάπτισμα.
How one is baptized with the baptism that is in the Gospel of our Lord Jesus Christ.
1. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολὴν δεδωκότος ἡμῖν ἀγαπᾷν ἀλλήλους, καθὼς αὐτὸς ἠγάπησεν ἡμᾶς· καὶ διὰ Παύλου τοῦ Ἀποστόλου διδάσκοντος ἡμᾶς ἀνέχεσθαι ἀλλήλων ἐν ἀγάπῃ, τὸ ἐπίταγμα τῆς ὑμετέρας ἐν Χριστῷ εὐλαβείας, τὸ περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνδοξοτάτου βαπτίσματος, προθύμως ἐδεξάμην, οὐχ ὡς πρὸς ἀξίαν εἰπεῖν τι δυνάμενος, ἀλλ', ὡς ἡ τὰ δύο λεπτὰ βαλοῦσα χήρα, συνεισφερόμενος. Καὶ ἐν τούτῳ δὲ τῆς παρὰ τῶν ἀγαπώντων τὸν Κύριον εὐχῆς μοι χρεία, ἵνα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι καὶ τοῦ Χριστοῦ αὐτοῦ, τὸ ἅγιον καὶ ἀγαθὸν Πνεῦμα, ὑπομιμνῆσκον καὶ διδάσκον ἡμᾶς ἃ ἂν παρὰ τοῦ Κυρίου ἀκούσῃ, κατευθύνῃ τόν τε νοῦν ἡμῶν εἰς ὁδὸν εἰρήνης, καὶ τὸν ὑγιῆ λόγον εἰς τὴν τῆς πίστεως οἰκοδομὴν, ὥστε πληρωθῆναι ἡμῖν τε καὶ ὑμῖν τό· « Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. » Πλὴν εἰδέναι χρὴ, ὅτι πρῶτον μαθητευθῆναι δεῖ, καὶ οὕτως τοῦ θαυμασιωτάτου βαπτίσματος καταξιωθῆναι. Οὕτως γὰρ αὐτὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἐνετείλατο τοῖς ἑαυτοῦ μαθηταῖς. Παραδεδώκαμεν οὖν ὑμῖν ἀναγκαίως κατ' ἰδίαν καὶ τὰ περὶ τῶν θελόντων γενέσθαι Χριστοῦ μαθητῶν παρ' αὐτοῦ τοῦ Κυρίου εἰρημένα, ὀλίγων γοῦν ἐκ πολλῶν μνημονεύσαντες. Ἐπειδὴ δὲ τὸ μὲν ἄνωθεν γεννηθῆναι ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ ἐπαγγέλλεται, τὸ δὲ ἐξ ὕδατος καὶ πνεύματος γεννηθῆναι εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, λογίζομαι ἀναγκαῖον εἶναι ὀλίγα ἐκ πολλῶν τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν εἰρημένων παραθέσθαι, ἵνα κατὰ μηδένα τρόπον ἀπολειφθῶμεν ταυτης. Οὐ γὰρ μικρὸν ἐν βίῳ,
1. Since our Lord Jesus Christ has given us a commandment to love one another, even as He Himself loved us, and through Paul the Apostle teaches us to bear with one another in love, I eagerly received the injunction of your reverence in Christ concerning the most glorious baptism according to the Gospel of our Lord Jesus Christ, not as being able to say anything worthy of the subject, but making my contribution like the widow who cast in the two mites. And in this too I have need of prayer from those who love the Lord, so that by the grace of the good God and of His Christ, the Holy and good Spirit, reminding and teaching us whatever He hears from the Lord, may direct both our mind into the way of peace and our sound speech unto the upbuilding of the faith, so that in both us and you that saying may be fulfilled: "Give an occasion to a wise man, and he will be wiser." Yet one must know that it is necessary first to be made a disciple, and thus to be counted worthy of the most marvellous baptism. For so our Lord and God Jesus Christ Himself, the only-begotten Son of the living God, commanded His own disciples. Necessarily, therefore, we have delivered to you separately also the things spoken by the Lord Himself concerning those who wish to become disciples of Christ, calling to mind at least a few things out of many. And since to be born from above promises seeing the kingdom of God, whereas to be born of water and spirit promises entering into the kingdom of God, I reckon it necessary to set forth a few out of the many things spoken concerning the kingdom of heaven, lest in any way we fall short of it. For in life it is no small thing,
Notes, col. 1525

On the reading

Printed ταυτης, for ταύτης.