παιδίον. Διὰ τοῦτο κινηθέντες οἱ μάγοι ἀπὸ ἀνατολῶν τῇ ὁδηγίᾳ ἀστέρος ἑπόμενοι, ἐπιστάντες τοῖς Ἱεροσολύμοις, πᾶσαν μὲν ἐτάραξαν τῇ ἑαυτῶν ἐπιδημίᾳ τὴν πόλιν, φόβον δὲ τῷ βασιλεῖ τῶν Ἰουδαίων ἐνῆκαν. Εὑρόντες οὖν ὃν ἐζήτουν, δώροις ἐτίμησαν, χρυσῷ, καὶ λιβάνῳ, καὶ σμύρνῃ· τάχα που τῇ προφητείᾳ τοῦ Βαλαὰμ ἀκολουθοῦντες καὶ ἐνταῦθα, ὃς περὶ τοῦ Χριστοῦ τοιαῦτα εἶπε· «Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἀναστήσει αὐτόν; Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» Ἐπεὶ οὖν διὰ μὲν τοῦ λέοντος τὸ βασιλικὸν ὁ λόγος ἐνδείκνυται, διὰ δὲ τῆς κατακλίσεως τὸ πάθος, διὰ δὲ τῆς τοῦ εὐλογεῖν δυνάμεως τὴν θεότητα, ἀκολουθοῦντες τῇ προφητείᾳ οἱ μάγοι, ὡς μὲν βασιλεῖ τὸν χρυσὸν, ὡς δὲ τεθνηξομένῳ τὴν σμύρναν προσήνεγκαν, ὡς δὲ Θεῷ τόν λίβανον. Οὐ μὴν οὐδ' ἐκεῖνο τοῖς περιέργως τὰ κατὰ τὸν τόκον ἐκλαμβάνουσιν εἰπεῖν ὑπάρχει, ὅτι ὁ ἀστὴρ τοῖς κομήταις παραπλήσιος ἦν, οἵπερ μάλιστα δοκοῦσι βασιλέων διαδοχὰς δηλοῦντες κατ' οὐρανὸν ἵστασθαι. Ἀκίνητοι γὰρ καὶ οὗτοι ὡς ἐπίπαν εἰσὶν, ἐν περιγραπτῷ τόπῳ τῆς ἐκκαύσεως γινομένης. Κομῆται γὰρ καὶ δοκίδες καὶ βόθυνοι διάφορα σχήματα, καὶ προσηγορίαι οἰκεῖαι τοῖς σχήμασι. Πάντων δὲ γένεσις ἡ αὐτή. Ὅταν γὰρ πλημμύρῃ ὁ περὶ τὴν γῆν ἀὴρ, καὶ εἰς τὸν αἰθέριον τόπον ὑπερχυθῇ, καὶ οἱονεὶ ὕλην τῷ πυρὶ παρασχόμενος τὸ παχὺ καὶ τεθολωμένον τῆς ἐντεῦθεν ἀναφορᾶς, ἀστέρος ἐναργῆ φαντασίαν παρέχεται. Ὁ μέντοι φανεὶς ἐπὶ τῆς ἀνατολῆς, κινήσας τοὺς μάγους πρὸς τὴν ζήτησιν τοῦ γεννηθέντος, πάλιν ἀφανὴς ἦν ἕως οὗ ἀπορουμένοις αὐτοῖς ἐπὶ τῆς Ἰουδαίας δεύτερον ἐξεφάνη, ὥστε ἀκοῦσαι τίνος ἦν, καὶ τίνι ὑπουργεῖ, καὶ διὰ τίνα γεγέννηται. Ἐλθὼν γὰρ ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Διὸ καὶ ἰδόντες οἱ μάγοι ἐχάρησαν χαρὰν μεγάλην. Δεξώμεθα τοίνυν καὶ ἡμεῖς ταύτην τὴν μεγάλην χαρὰν ἐν ταῖς καρδίαις ἡμῶν. Ταύτην γὰρ εὐαγγελίζονται τὴν χαρὰν τοῖς ποιμέσιν οἱ ἄγγελοι. Μετὰ μάγων προσκυνήσωμεν, μετὰ ποιμένων δοξάσωμεν, μετὰ ἀγγέλων χορεύσωμεν, «Ὅτι ἐτέχθη ἡμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,» οὐκ ἐν μορφῇ Θεοῦ, ἵνα μὴ διαπτοήσῃ τὸ ἀσθενοῦν, ἀλλ' ἐν μορφῇ δούλου, ἵνα ἐλευθερώσῃ τὸ δουλωθέν. Τίς οὕτως νωθρὸς τὴν ψυχὴν, τίς οὕτως ἀχάριστος, ὡς μὴ χαίρειν καὶ ἀγαλλιᾶσθαι καὶ φαιδρύνεσθαι ἐπὶ τοῖς παροῦσι; Κοινὴ ἑορτὴ πάσης τῆς κτίσεως· αὕτη τῷ κόσμῳ δωρεῖται τὰ ὑπερκόσμια· τοὺς ἀρχαγγέλους πέμπει πρὸς τὸν Ζαχαρίαν, καὶ πρὸς τὴν Μαρίαν· καὶ χοροὺς ἀγγέλων ἵστησι τοὺς λέγοντας· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Ἀστέρες διατρέχουσιν ἐξ οὐρανοῦ· μάγοι
Child was. Moved therefore from the east and following the guidance of the star, the Magi, arriving at Jerusalem, troubled the whole city by their coming, and cast fear upon the king of the Jews. Having found, then, Him Whom they sought, they honoured Him with gifts, with gold, and frankincense, and myrrh; perhaps following here also the prophecy of Balaam, who spoke thus concerning Christ: "Lying down, He rested as a lion, and as a whelp. Who shall rouse Him up? Those who bless Thee are blessed, and those who curse Thee are cursed." Since, therefore, the oracle sets forth royalty through the lion, the passion through the lying down, and the Godhead through the power of blessing, the Magi, following the prophecy, offered the gold to Him as King, the myrrh as to One Who would die, and the frankincense as to God. Nor indeed is it open to those who curiously interpret the things concerning the nativity to say this either, that the star resembled comets, which especially seem to stand in heaven signifying successions of kings. For these too are for the most part motionless, the kindling taking place in a circumscribed spot. For comets and beams and pits are different shapes, and names proper to the shapes. Yet the origin of all is the same. For whenever the air around the earth swells, and overflows into the ethereal region, and supplies as it were fuel to the fire in the thick and turbid part of the exhalation rising from here, it presents the vivid appearance of a star. Yet the one that appeared in the east, having stirred the Magi to seek Him Who was born, was again unseen until, as they were at a loss in Judaea, it shone forth a second time, so that they might hear Whose it was, and Whom it served, and on Whose account it had come into being. For coming, it stood still above where the Child was. Wherefore also, on seeing it, the Magi rejoiced with great joy. Let us too, then, receive this great joy in our hearts. For this joy the angels proclaim as good tidings to the shepherds. With Magi let us worship, with shepherds let us glorify, with angels let us dance in chorus, "Because there has been born to us today a Saviour, Who is Christ the Lord. God is the Lord, and He has shone upon us," not in the form of God, lest He terrify what is weak, but in the form of a servant, that He might set free what was enslaved. Who is so sluggish of soul, who so ungrateful, as not to rejoice and exult and be gladdened at the things now present? It is a common feast of all creation; this bestows upon the world things above the world; it sends the archangels to Zechariah, and to Mary; and it stations choirs of angels saying: "Glory to God in the highest, and on earth peace, goodwill among men." Stars speed across from heaven; Magi