Migne Reading Room

PG 31 · cols. 1408–1417 · Read from the page

Monastic constitutions

Monastic constitutions

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1408Read from the page
τὴν ἀρχὴν της μαθητευσεως ἔχουσι, καὶ προσδοκῶσιν, ὅσον οὐδέπω βασιλεῦσαι τὸν Δεσπότην, καὶ ὑπολαμβάνουσιν, ὅτι καὶ αὐτοὶ καμοῦνται μὲν οὐδὲν, οὐδὲ κινδυνεύσουσιν, οὐδὲ κοπιάσουσιν, συμβασιλεύσουσι δὲ Χριστῷ, καὶ τῆς βασιλικῆς δόξης καὶ θεραπείας καὶ τιμῆς συμμεθέξουσι. Καὶ τοῦτο δηλοῖ μὲν Πέτρος ἐπιτιμῶν τῷ Ἰησοῦ, ἡνίκα περὶ τοῦ οἰκείου πάθους ἐποιεῖτο τοὺς λόγους· Προσλαβόμενος γὰρ αὐτὸν, φησὶν, ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ, λέγων· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ δεικνὺς ταύτῃ, ὅτι οὐδ' ὁπωστιοῦν προσεδόκα δυσχερές· δηλοῦσι δὲ καὶ οἱ υἱοὶ Ζεβεδαίου τὴν μητέρα παρακαλοῦσαν ὑπὲρ αὐτῶν τῷ Κυρίῳ προσαγαγόντες, ὥστε τῇ ἐκ δεξιῶν καὶ τῇ ἐξ εὐωνύμων τιμηθῆναι καθέδρᾳ. Εἰ γὰρ μὴ αὐτίκα μάλα βασιλεύειν αὐτὸν ὑπελάμβανον, οὐκ ἂν τοῦτο ἐτόλμησαν αἰτῆσαι, τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς ἐν οὐρανοῖς καθέδραν τοῦ Σωτῆρος διανοούμενοι.
holding the beginning of discipleship, and expecting the Master to reign almost immediately, and supposing that they themselves too would toil not at all, nor face danger, nor labour, but would reign together with Christ and share in the royal glory and service and honour. And Peter, on the one hand, makes this plain when rebuking Jesus while He was speaking concerning His own passion: For taking Him aside, it says, Peter began to rebuke Him, saying: Mercy on you, Lord, this shall by no means happen to you; and showing thereby that he expected nothing painful whatsoever; and the sons of Zebedee, on the other hand, make it plain also by bringing forward their mother entreating the Lord on their behalf, that they might be honoured with the seat on the right hand and that on the left. For had they not supposed that He was about to reign right away, they would not have dared to ask this, having in mind the seat of the Saviour in the heavens at the right hand of the Father.
4. Τί οὖν ταῦτα προσδοκῶσιν αὐτοῖς καὶ ἐλπίζουσιν ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Καὶ οὕτω πρᾶγμα ἐναντιώτατον τῆς οἰκείας ἐλπίδος ἀκούσαντες, οὐκ εἶπον, ὅτι Ἐφ' ἑτέραις ἐλπίσι προσήλθομεν, καὶ ἐναντία τῶν ἐλπισθέντων προστάσσεις ἡμῖν; Ἄνεσιν προσεδοκήσαμεν, καὶ πρὸς κινδύνους ἐκπέμπεις; Τιμὰς ἠλπίσαμεν, καὶ ἀτιμίας παρεισβάλλεις; Βασιλείαν προσεδοκήσαμεν, καὶ τὸ ἐλαύνεσθαι καὶ πάντων δούλους εἶναι διακελεύῃ; Οὐδὲν τούτων οὐκ εἶπον, καίπερ ἕτερα τῶν εἰρημένων ἀκούσαντες πλείονα καὶ βαρύτερα, οἷον τὸ, Παραδώσουσιν ὑμᾶς εις θλίψεις, καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ. Ταῦτα τοίνυν πάντα παρὰ τὴν προσδοκίαν ἀκούσαντες, κλίναντες τὸν αὐχένα τῆς διανοίας, τὸν ζυγὸν ὑπῆλθον, καὶ προχείρως ἐπὶ τοὺς κινδύνους, ἐπὶ τὰς ἀγορὰς, ἐπὶ τὰς ὕβρεις, ἐπὶ τοὺς λιθασμοὺς, ἐπὶ τοὺς ῥαβδισμοὺς, ἐπὶ τὰς ἀτιμίας, ἐπὶ τοὺς σταυροὺς, ἐπὶ τοὺς ποικίλους θανάτους ἐχώρησαν· καὶ μετὰ τοσαύτης προθυμίας ταῦτα ὑπέμενον, ὥστε χαίρειν αὐτοὺς καὶ ἑορτάζειν λαμπρῶς, ἡνίκα ἂν τοῖς τοῦ Χριστοῦ παθήμασι κοινωνῆσαι κατηξιώθησαν. Ἔχαιρον γὰρ, φησὶν, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Ταύτην τὴν εὐπείθειαν ἀπαιτεῖται ὁ κατὰ Θεὸν ἀσκητὴς τῷ ἡγουμένῳ εἰσφέρεσθαι. Χριστὸς γὰρ μαθητὰς εἵλετο, τοὺτον τὸν βίον, ὡς ἤδη προείπομεν, τοῖς
4. What, then, did He say to them as they expected and hoped for these things? Behold, I send you forth as sheep in the midst of wolves. And having heard a thing so utterly contrary to their own hope, they did not say: Upon other hopes we came, and you command us things contrary to what was hoped for? We expected ease, and you send us out towards dangers? We hoped for honours, and you bring in dishonours? We expected a kingdom, and you bid us be driven about and be servants of all? None of these things did they say, even though they heard other things more numerous and heavier than those mentioned, such as: They will deliver you up to afflictions, and will kill you, and you will be hated by all the nations for my name's sake. And before governors also and kings you will be led for my sake. Having heard all these things, therefore, contrary to expectation, bending the neck of their mind, they went under the yoke, and readily advanced to dangers, to public assemblies, to insults, to stonings, to beatings with rods, to dishonours, to crosses, to manifold deaths; and with so great an eagerness did they endure these things that they rejoiced and kept splendid festival whenever they were counted worthy to share in the sufferings of Christ. For they rejoiced, it says, that they were counted worthy to be dishonoured on behalf of His name. This compliance is the ascetic according to God required to render to his leader. For Christ chose disciples, this way of life, as we have already said before, for
Notes, col. 1408

On the reading

Printed της, for τῆς.

Printed μαθητευσεως, for μαθητεύσεως.

Printed εις, for εἰς.

Printed τοὺτον, for τοῦτον.

PG 31:1409Read from the page
ἀνθρώποις τυπῶν. Ὁ γὰρ καθηγούμενος οὐδὲν ἕτερόν ἐστιν ἢ ὁ τοῦ Σωτῆρος ἐπέχων πρόσωπον, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενόμενος, καὶ ἱερουργῶν τῷ Θεῷ τὴν τῶν πειθομένων αὐτῷ σωτηρίαν.
men setting forth as a pattern. For the leader is nothing else than he who bears the person of the Saviour, and has become a mediator between God and men, and ministers as a priest unto God the salvation of those who obey him.
5. Καὶ τοῦτο παρ' αὐτοῦ τοῦ Χριστοῦ παιδευόμεθα, Πέτρον ποιμένα μεθ' ἑαυτὸν τῆς Ἐκκλησίας ἑαυτοῦ καθιστῶντος· Πέτρε γὰρ, φησὶ, φιλεῖς με πλέον τούτων; Ποίμαινε τὰ πρόβατά μου· πᾶσι δὲ τοῖς ἐφεξῆς ποιμέσι καὶ διδασκάλοις τὴν ἴσην παρέχοντος ἐξουσίαν. Καὶ τούτου σημεῖον τὸ δεσμεῖν ἅπαντας ὁμοίως, καὶ λύειν ὥσπερ ἐκεῖνος. Ὥσπερ οὖν τὰ πρόβατα τῷ ποιμένι πείθεται, ταύτῃ τρεπόμενα, ᾗπερ ἂν ὁ ποιμὴν ἄγῃ· οὕτω προσήκει τοὺς κατὰ Θεὸν ἀσκητὰς τοῖς καθηγουμένοις πείθεσθαι, μὴ πολυπραγμονοῦντας τὰ ἐπιτάγματα, ὅταν ἁμαρτίας ᾖ καθαρὰ, ἀλλὰ τὰ ἐπιταχθέντα μετὰ προθυμίας πάσης καὶ σπουδῆς ἐκπληροῦντας. Ὥσπερ γὰρ ὁ τέκτων, ἢ ὁ οἰκοδόμος ἑκάστῳ τῶν τῆς τέχνης ὀργάνων κέχρηται πρὸς τὴν οἰκείαν βούλησιν, καὶ οὐκ ἂν εἴποι τὸ ὄργανον, ὡς οὐ πληρώσει τὴν χρείαν, πρὸς ἣν ὁ τεχνίτης αὐτὸ μεταχειρίζεται, ἀλλὰ εἴκει τῇ χειρὶ τοῦ ἄγοντος· οὕτω προσήκει τὸν ἀσκητὴν, ὡς ὄργανον τεχνίτῃ πρὸς συμπλήρωσιν τοῦ πνευματικοῦ οἰκοδομήματος συντελοῦν, ἐν πᾶσι πείθεσθαι, οἷς ἂν μὴ ὁ ἡγούμενος κρίνῃ καλῶς ἔχειν αὐτὸν ὑπουργεῖν, ὅπως ἂν μὴ τῇ τοῦ πνευματικοῦ ἔργου τελειώσει λυμήνηται, τὴν οἰκείαν οὐ συνεισφέρων χρείαν. Καὶ ὥσπερ τὸ ὄργανον οὐχ ἑαυτῷ ἐκλέγεται ὅπερ ἐνεργεῖν δέοι εἰς τὴν τῆς τέχνης συνεισφορὰν, οὕτω καὶ τὸν ἀσκητὴν προσήκει μὴ ἑαυτῷ τὰ ἔργα αἱρεῖσθαι, ἀλλὰ παραχωρεῖν τῇ συνέσει καὶ τῇ οἰκονομίᾳ τοῦ τεχνίτου τὴν ἐφ' ἑαυτῷ διατύπωσιν. Οἶδε γὰρ ὅ γε συνετῶς ἀφηγούμενος ἑκάστου καὶ ἤθη καὶ πάθη καὶ ψυχικὰς ὁρμὰς ἀκριβῶς ἐξετάζειν, καὶ πρὸς ταῦτα καὶ τὴν παρ' ἑαυτοῦ ἐφ' ἑκάστῳ οἰκονομίαν ἁρμόζειν. Διά τοι τοῦτο προσήκει μηδαμῶς ἐναντιοῦσθαι ταῖς αὐτοῦ διατάξεσιν, ἀλλὰ πεπεῖσθαι, ὡς ἁπάντων χαλεπώτατον ἑαυτὸν γινώσκειν καὶ θεραπεύειν, διὰ τὸ προσπεφυκέναι τοῖς ἀνθρώποις τὸ φίλαυτον, καὶ κλέπτειν τὴν τοῦ ἀληθοῦς κρίσιν ἕκαστον τῇ περὶ ἑαυτὸν προσπαθείᾳ. Τὸ δὲ παρ' ἄλλου γινώσκεσθαί τε καὶ θεραπεύεσθαι ῥᾴδιον, τοῦ τῆς φιλαυτίας πάθους ἐπὶ τῶν ἄλλους κρινόντων οὐκ ἐνοχλοῦντος τῇ ἀληθεῖ διαγνώσει. Ταύτης γὰρ τῆς συμφωνίας ἐν ἀσκητικῷ συστήματι καθεστώσης, ῥᾳδίως ἥ τε εἰρήνη ἐν αὐτοῖς πολιτεύσεται, καὶ ἡ σωτηρία μετὰ ἀγάπης καὶ ὁμονοίας τῶν ἁπάντων κατορθωθήσεται.
5. And this we are taught by Christ Himself, Who appoints Peter after Himself shepherd of His own Church—for Peter, He says, do you love me more than these? Shepherd my sheep—and grants equal authority to all subsequent shepherds and teachers. And a sign of this is that all alike bind and loose just as he did. Just as the sheep, therefore, obey the shepherd, turning whichever way the shepherd leads, so it befits ascetics according to God to obey their leaders, not busying themselves over the injunctions when they are pure of sin, but fulfilling with all eagerness and zeal the things enjoined. For just as the carpenter or the builder uses each of the tools of his craft according to his own wish, and the tool would not say that it will not fulfil the service for which the craftsman handles it, but yields to the hand of him who guides it; so it befits the ascetic, as a tool contributing for a craftsman towards the completion of the spiritual edifice, to obey in all things in which the leader does not judge it right for him to minister, lest he mar the perfection of the spiritual work by not contributing his own service. And just as the tool does not choose for itself what it ought to perform towards the contribution of the craft, so too it befits the ascetic not to choose tasks for himself, but to yield to the understanding and dispensation of the craftsman the ordering that concerns himself. For he who leads wisely knows how to examine with exactness both the habits and passions and impulses of soul of each man, and in view of these to adapt as well the dispensation from himself for each one. On this account, therefore, it befits one by no means to oppose his ordinances, but to be persuaded that most difficult of all things is to know and heal oneself, because self-love has grown onto men, and each steals away the judgement of what is true through partiality towards himself. To be known and healed by another, however, is easy, since in those who judge others the passion of self-love does not trouble true discernment. For when this harmony is established in an ascetic community, easily both peace will dwell as a citizen among them and salvation will be achieved with love and concord of all.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
Chapter XXIII.
Ὅτι καὶ τὰ εὐτελῆ τῶν ἔργων μετὰ πολλῆς προθυμίας αἱρεῖσθαι προσήκει τὸν ἀσκητήν.
That it befits the ascetic to choose with great eagerness even the lowly tasks.
Προσήκει μέντοι τὸν ἀσκητὴν καὶ τὰ εὐτελέστερα τῶν ἔργων μετὰ πολλῆς αἱρεῖσθαι τῆς σπουδῆς καὶ
Moreover, it befits the ascetic to choose even the lowlier of tasks with great zeal and
PG 31:1412Read from the page
προθυμίας, εἰδότα, ὅτι πᾶν ὃ διὰ τὸν Θεὸν γίνεται, οὐκ ἔστι μικρὸν, ἀλλὰ μέγα, καὶ πνευματικὸν, καὶ τῶν οὐρανῶν ἄξιον, καὶ τοὺς ἐκεῖθεν ἡμῖν ἕλκον μισθούς. Κἂν τοίνυν ὑποζυγίοις ἀχθοφοροῦσι ταῖς κοιναῖς χρείαις ἀκολουθεῖν δεήσῃ, ἀντιβαίνειν οὐ χρὴ, ἐννοοῦντα τοὺς ἀποστόλους, ὅπως προθύμως ὑπήκουσαν τῷ Κυρίῳ παραγαγεῖν τὸν πῶλον κελεύσαντι, καὶ λογιζόμενον, ὡς καὶ δι' οὓς ἡμεῖς τὴν ἐπιμέλειαν τῶν ὑποζυγίων αἱρούμεθα, ἀδελφοὶ τοῦ Σωτῆρός εἰσι· καὶ ἡ περὶ τούτους εὔνοια καὶ σπουδὴ τὴν ἀναφορὰν ἐπὶ τὸν Κύριον ἔχει τὸν φήσαντα· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἰ δὲ τὰ τῶν ἐλαχίστων οἰκειοῦται, πολλῷ μᾶλλον τὰ τῶν ἐκλεκτῶν οἰκειώσεται, μόνον μὴ τὴν διακονίαν ἀφορμὴν ἀδιαφορίας λογίσηται, ἀλλ' ἐν πάσῃ νήψει ἑαυτὸν ἀσφαλιζέσθω, ἵνα καὶ ἑαυτῷ καὶ τοῖς συντυγχάνουσιν ὠφέλεια γένηται. Ἂν δέ τι τῶν εὐτελεστέρων ἔργων δέῃ ἐργάζεσθαι, χρὴ εἰδέναι, ὅτι καὶ ὁ Σωτὴρ τοῖς μαθηταῖς διηκόνησε, καὶ τὰ εὐτελῆ τῶν ἔργων ποιῆσαι οὐκ ἀπηξίωσε, καὶ μέγα ἀνθρώπῳ Θεοῦ γενέσθαι μιμητὴν, διὰ τῶν ταπεινῶν τούτων εἰς τὸ ὕψος τῆς μιμήσεως ἐκείνης ἀναγομένῳ. Τίς δ' ἂν καὶ λέγοι λοιπὸν ταπεινὸς, ὧν Θεὸς τῆς ἐνεργείας ἐφήψατο
eagerness, knowing that everything which is done for God's sake is not small, but great, and spiritual, and worthy of the heavens, and drawing to us the rewards from thence. Even if, therefore, it should be necessary to attend beasts of burden carrying loads for the common needs, one ought not to resist, bearing in mind the apostles, how eagerly they obeyed the Lord when He commanded them to bring the colt, and reckoning that those too for whose sake we take up the care of the beasts of burden are brothers of the Saviour; and goodwill and zeal towards these has reference back to the Lord Who said: Inasmuch as you did it to one of the least of these my brothers, you did it to me. And if He makes the things done for the least His own, much more will He make the things done for the elect His own, provided only that one does not reckon the ministry an occasion for indifference, but in all sobriety let him safeguard himself, so that benefit may arise both for himself and for those who meet with him. And if it should be necessary to perform any of the lowlier tasks, one ought to know that the Saviour too ministered to the disciples, and did not disdain to do the lowly tasks, and that it is a great thing for a man to become an imitator of God, being led up through these humble things to the height of that imitation. And who henceforth would even call lowly the things whose working God touched
ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.
Chapter XXIV.
Ὅτι οὐ χρὴ τιμὰς καὶ πρεσβείας ἐπιζητειν τὸν ἀσκητήν.
That the ascetic ought not to seek honours and precedences.
1. Τιμὰς δὲ κατὰ μηδὲν ἐπιζητεῖν προσήκει τὸν ἀσκητήν. Εἰ μὲν γὰρ ἐνταῦθα τῶν πόνων καὶ τῶν κατορθωμάτων ἐπιζητεῖ τὰς ἀμοιβὰς, ἄθλιος τῆς ἀντιμισθίας ἐστὶ, τοῖς προσκαίροις τὰ αἰώνια ζημιούμενος· εἰ δὲ προείλετο ἐνταῦθα μὲν ἀγωνίσασθαι, ἐν οὐρανῷ δὲ τοὺς στεφάνους κομίσασθαι, ὀφείλει μὴ μόνον μὴ ἐπιζητεῖν τιμάς, ἀλλὰ καὶ διδομένας παραιτεῖσθαι καὶ ἀποκρούεσθαι, ἵνα μὴ ἡ ἐνταῦθα τιμὴ τῆς ἐκεῖ δόξης ἐλάττωσις γένηται. Ὁ γὰρ παρὼν βίος ὅλος ἔργων καὶ ἀγώνων ἐστίν· ὁ δὲ μέλλων, στεφάνων καὶ ἀμοιβῶν, καθὼς ὁ μέγας Παῦλος μέλλων τελειοῦσθαι τὴν ἐνταῦθα ζωὴν, καὶ πρὸς τὰ ἐκεῖθεν μεθίστασθαι, φησί· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος, οὐκ ἐνταῦθα, ἀλλ' ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Καὶ πάλιν ὁ Σωτήρ φησιν· Ἐν τῷ κόσμῳ τούτῳ θλίψιν ἕξετε. Καὶ πάλιν ὁ αὐτὸς Ἀπόστολος· Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ τοίνυν βούλει βασιλεῦσαι εἰς τὸ μέλλον, ἐνταῦθα μὴ ἄνεσιν, μὴ τιμὴν ἐπιζήτει, ἀλλὰ κἂν θλίβῃ πρὸς τὸ παρὸν ὑπὲρ τοῦ λόνου, δηλονότι τῆς ἀληθείας, γίνωσκε, ὅτι βασιλεύσεις
1. Honours, moreover, it befits the ascetic in no wise to seek. For if here he seeks the requitals of his labours and right deeds, he is wretched in his recompense, forfeiting eternal things for temporal ones; if, however, he has chosen to contend here, and in heaven to receive the crowns, he ought not only not to seek honours, but even when they are given to decline and thrust them away, lest honour here become a diminution of glory there. For the present life as a whole is one of works and contests; whereas that to come is one of crowns and requitals, just as the great Paul, being about to bring his life here to completion and to pass over towards the things yonder, says: I have fought the good fight, I have finished the course, I have kept the faith; henceforth there is laid up for me the crown of righteousness, which the Lord, not here, but in that day the righteous judge, will render to me. And again the Saviour says: In this world you will have affliction. And again the same Apostle: Through many afflictions we must enter into the kingdom of the heavens. If, therefore, you wish to reign in the future, seek not ease here, seek not honour, but even if you are afflicted for the present on behalf of the word—manifestly, of truth—know that you will reign
Notes, col. 1412

On the reading

Printed ταπεινὸς, for ταπεινὸν.

Printed ἐπιζητειν, for ἐπιζητεῖν.

Printed λόνου, for λόγου.

PG 31:1413Read from the page
ὕστερον. Τῆς γὰρ ἐνταῦθα ὑπὲρ τοῦ καλοῦ θλίψεως οὗτος ὁ μισθὸς ὥρισται. Ἐὰν δὲ μὴ θλίβῃ, μὴ προσδοκήσῃς τοὺς ἐκεῖθεν στεφάνους, ὡς ἐνταῦθα τοὺς ὡρισμένους ἐπὶ τοῖς στεφάνοις οὐ προκαταβαλόμενος ἀγῶνας καὶ πόνους.
hereafter. For of affliction here on behalf of the good, this reward has been appointed. And if you are not afflicted, do not expect the crowns from thence, as not having first laid down here the contests and labours appointed for the crowns.
2. Τιμὰς οὖν μηδαμῶς ἐπιζητείτω ὁ ἀσκητὴς, μήτε τῶν λοιπῶν προῆχθαι. Πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ἐὰν ἑαυτὸν ὑψώσῃ ὁ ἀσκητὴς, βαρὺν καὶ δυνατὸν ἔχει τὸν ταπεινοῦντα, καὶ μέχρις ᾅδου κατάγειν δυνάμενον· ἐὰν δὲ ἑαυτὸν ταπεινώσῃ, λαμπρὸν καὶ ὑπερμέγεθες ὑψωθήσεται, Θεοῦ πρὸς τὴν οἰκείαν δύναμιν ὑψοῦντος τὸν ταπεινούμενον. Περίμενε τοίνυν τὸν καλῶς ὑψοῦντα, ὦ ἀσκητὰ, καὶ μηδαμῶς μικροψύχει πρὸς τὰ παρόντα. Ἀθλητὴς γὰρ εἶ καὶ ἐργάτης τοῦ Χριστοῦ, ὅλην τὴν ἡμέραν ἀθλῆσαι συνθέμενος, καὶ ὅλης τῆς ἡμέρας ὑπομεῖναι τὸν καύσωνα. Τί, μηδέπω πληρώσας τῆς ἡμέρας τὸ μέτρον, μεταδιώκεις τὴν ἄνεσιν; Ἔκδεξαι τὴν ἑσπέραν, τὸ πέρας τῆς ἐνταῦθα ζωῆς, ἵνα, ἐλθὼν ὁ οἰκοδεσπότης, τοὺς μισθούς σοι ἀπαριθμήσηται. Ὀψίας γὰρ γενομένης, εἶπεν ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν· οὐ μεσούσης ἡμέρας, οὐδὲ ἐν ἀρχῇ τῆς μισθώσεως. Περίμεινον οὖν τὸ πέρας τοῦ βίου, καὶ τότε κομίσῃ τοὺς μισθοὺς ἐπαξίως. Ἄρτι δὲ στέγε τὴν ἐσχάτην χώραν, ἵνα τότε λάβῃς τὴν πρώτην.
2. Let the ascetic, therefore, by no means seek honours, nor to be set before the rest. For everyone who exalts himself shall be humbled; and he who humbles himself shall be exalted. If the ascetic exalts himself, he has a heavy and mighty One Who humbles and is able to bring down even unto Hades; if, however, he humbles himself, gloriously and exceedingly shall he be exalted, God exalting him who humbles himself in keeping with His own power. Wait, therefore, for Him Who exalts nobly, O ascetic, and by no means lose heart at things present. For you are an athlete and a labourer of Christ, having agreed to contend the whole day long and to endure the burning heat of the whole day. Why, not yet having fulfilled the measure of the day, do you pursue ease? Await the evening, the end of life here, so that, when the master of the house comes, he may count out your wages to you. For when evening came, the lord of the vineyard said to his steward: Call the labourers, and pay them their hire—not at midday, nor at the beginning of the hiring. Wait, therefore, for the end of life, and then you will receive your rewards worthily. For now, however, bear with the lowest place, so that then you may receive the first.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
Chapter XXV.
Περὶ τῆς κατὰ τὰ βρώματα ἀτυφίας καὶ ἁπλότητος.
On unpretentiousness and simplicity with respect to food.
Βρωμάτων μέντοι διαφορὰν οὐδαμῶς ἐπιζητεῖν ὀφείλει ὁ ἀσκητὴς, καὶ προσποιήσει δῆθεν ἐγκρατείας ἐξαλλαγὴν ἐδεσμάτων. Τοῦτο γὰρ ἀνατροπὴ τῆς κοινῆς εὐταξίας ἐστὶ καὶ σκανδάλων ὑπόθεσις, καὶ τοῦ οὐαι κληρονόμος γίνεται ὁ ἐν συστήματι ἀσκητικῷ τοιαύτας αἰτίας ταραχῆς ἐνδιδούς. Ἀλλὰ κἂν τὸ προσέψημα τοῦτο τὸ ταριχευτὸν, τὸ παρὰ τῶν ἁγίων Πατέρων ἐγκριθὲν ἀντ' ἄλλου τινὸς ἀρτύματος, ἐλάχιστον τοῖς βρώμασιν ἐπιβάλλεσθαι συμπεπλεγμένον τῷ λοιπῷ ἐδέσματι τοῦ ὕδατος ἢ τῶν λαχάνων ὑπάρχῃ, μὴ προφάσει δῆθεν κενοδόξου ἐθελοευλαβείας, ὡς κρέα παραιτούμενος, ἐπιζητείτω τῶν ἐδεσμάτων τὰ τιμιώτερα καὶ χρηστότερα, ἀλλὰ τῷ ἀποζέματι τοῦ ἐλαχίστου τεμάχους τὸν ψωμὸν ἀπαρατηρήτως ἀποβρέχων, προσφερέσθω μετὰ πάσης εὐχαριστίας. Τὸ γὰρ ἐλάχιστον ἐκεῖνο τμῆμα, εἰς τοσοῦτον πλῆθος ὕδατος ἢ σπερματώδους, ει τύχοι, βρώματος ἐμβληθὲν, οὐ τρυφῆς ἐστι κατηγόρημα, ἀλλὰ ἀκριβεστάτη τῶν ἀσκητῶν καὶ ταλαί-
Variety of foods, moreover, the ascetic ought by no means to seek, nor an alteration of viands under a supposed pretence of continence. For this is an overthrow of the common good order and a ground of offences, and he who gives rise to such causes of disturbance in an ascetic community becomes heir to the woe. Rather, even if it happen that this salted relish, approved by the holy Fathers in place of some other seasoning, be cast in a tiny amount into the food, mingled with the rest of the dish of water or of herbs, let him not, under a supposed pretext of vainglorious self-willed piety, as though declining flesh, seek out costlier and finer viands, but dipping his morsel of bread unostentatiously in the broth of that tiny piece, let him partake with all thanksgiving. For that tiny piece, cast into so great an abundance of water or, as the case may be, of pulse-like food, is no accusation of luxury, but the ascetics' most exact and austere
Notes, col. 1413

On the reading

Printed οὐαι, for οὐαὶ.

Printed ει, for εἰ.

PG 31:1416Read from the page
πωρος ὄντως ἐγκράτεια. Χρὴ τοίνυν τὰ τοιαυτα μὴ παρατηρεῖν τὸν τῆς ὁσιότητος ἀσκητήν. Οὐ γὰρ τῶν τοιούτων ἀπεχόμεθα Ἰουδαΐζοντες, ἀλλὰ τῆς τρυφῆς τὴν πλησμονὴν φεύγοντες.
wretched self-control indeed. The ascetic of holiness, therefore, ought not to observe such things carefully. For we abstain from such things not as Judaizing, but as fleeing the satiety of luxury.
ΚΕΦΑΛΑΙΟΝ Κϛʹ.
Chapter XXVI.
Ὅτι τὸν πρὸς τὸ τέλειον βλέποντα οὐδὲν ἡ πρόοδος παραβλάψαι δυνήσεται.
That going abroad will be able to harm in nothing him who looks towards perfection.
1. Εἰ δὲ λέγοι βλάπτεσθαι ταῖς προόδοις, ἢ ταῖς ὁδοιπορίαις ταῖς διὰ τὰς ἀναγκαίας χρείας τοῦ κοινοῦ γενομέναις ὁ ἀσκητὴς, καὶ διὰ τοῦτο παραιτοῖτο τὴν πρόοδον, οὔπω τῆς ὑπακοῆς τὴν ἀκρίβειαν κατενόησεν, οὐδὲ συνεῖδεν, ὡς τουτὶ τὸ κατόρθωμα ταῖς τοιαύταις βλακείαις οὐ τελειοῦται. Βλεπέτω τοίνυν τὰ ὑποδείγματα τῶν ἁγίων, πῶς τὴν ὑπακοὴν ἐτελείωσαν, πρὸς οὐδὲν τῶν οὕτω δυσηνύτων ἐπιταγμάτων οὐδὲ καταμικρὸν ἀντειπόντες ἢ ἀντιτείναντες· καὶ παιδευέσθω τὸ τῆς ὑπακοῆς τέλειον. Εἰ δέ τις καὶ ἀληθῶς παραβλάπτοιτο, παρακαλείτω τὴν ἀδελφότητα ὑπὲρ αὐτοῦ τὸν Θεὸν ἱκετεῦσαι, καὶ αὐτὸς δὲ αἰτείτω παρὰ τοῦ Θεοῦ μετ' ἐλπίδος ἀνενδοιάστου γενέσθαι σκεῦος ἐν πᾶσι τοῖς τε πνευματικοῖς κατορθώμασι, τοῖς τε σωματικοῖς πρὸς τὰ καλὰ τῶν ἔργων διακονήμασι, ἐνεργόν τε καὶ εὔχρηστον· καὶ πάντως ὁ τὰς προθυμίας τῶν τὸ καλὸν ζητούντων ἀποδεχόμενος δώσει τὴν δύναμιν, αὐτὸς ἐπὶ τὴν αἴτησιν προτρέψας, καὶ εἰρηκώς· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται· καὶ πάλιν ἑτέρωθι· Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ· αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος. Καὶ ἐπὶ πᾶσιν ἁπαξαπλῶς, οἷς ἂν ὁ νοῦς ὀκλάσῃ περὶ τὴν τελείαν ὑπακοὴν, ἢ ὁ Σατανᾶς ἐμποδίζῃ, τὴν προθυμίαν ἀμβλύνων καὶ ἀνακόπτων, τούτῳ τῷ βοηθήματι χρώμενοι, τὸν Θεὸν ἱκετεύωμεν, καὶ αἰτώμεθα δοθῆναι ἡμῖν τῶν κατορθωμάτων εὐμάρειαν, καθηλωθῆναί τε τὰς σάρκας ἡμῶν τῷ φόβῳ τοῦ Θεοῦ, καὶ ἀμετεώριστον γενέσθαι ἡμῖν τὴν διάνοιαν, μηδαμῶς ἁλισκομένην ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς. Ἐν γὰρ μετεωρισμῷ διανοίας αἱ κοσμικαὶ ἐπιθυμίαι τῇ ψυχῇ ἐμφυόμεναι ποικίλας ἀνωμαλίας τοῖς λογισμοῖς ἐνεργάζονται, καὶ ὀκνηροὺς ἡμᾶς πεοὶ τὰ καλὰ τῶν ἔργων ἀποτελοῦσι.
1. Now if the ascetic should say that he is harmed by goings abroad, or by journeys undertaken for the necessary needs of the community, and on this account should decline going abroad, he has not yet perceived the exactness of obedience, nor understood that this virtuous achievement is not perfected by such indolence. Let him look, therefore, to the examples of the saints, how they perfected obedience, neither gainsaying nor resisting even slightly any of commands so hard to accomplish; and let him be taught the perfection of obedience. Yet if anyone should even truly suffer harm, let him entreat the brotherhood to supplicate God on his behalf, and let him himself also ask from God with unwavering hope to become in all things, both in spiritual achievements and in bodily ministrations towards noble works, an active and serviceable vessel; and assuredly He Who accepts the eagerness of those who seek the good will give the power, having Himself exhorted us to ask, and having said: Ask, and it shall be given to you; seek, and you shall find; knock, and it shall be opened to you. For everyone who asks receives; and he who seeks finds; and to him who knocks it shall be opened; and again elsewhere: But if any of you lacks wisdom, let him ask from God, Who gives to all simply and does not reproach, and it shall be given to him; but let him ask in faith, doubting nothing. And in all things whatsoever wherein the mind may falter concerning perfect obedience, or Satan may hinder, blunting and checking eagerness, making use of this help, let us supplicate God, and ask that facility in right actions be granted to us, and that our flesh be nailed down by the fear of God, and that our mind become undistracted, in no way captivated by fleshly desires and pleasures. For in distraction of mind worldly desires, implanting themselves in the soul, work manifold irregularities in the thoughts, and render us sluggish regarding noble works.
2. Μὴ παραιτώμεθα τοίνυν ταῖς κοιναῖς καὶ ἀναγκαίαις τοῦ σώματος χρείαις συνεισφέρειν τὴν οἰκείαν συνεργίαν ἕκαστος, ἀλλ' ἱκετεύωμεν τὸν Θεὸν λαβεῖν τῆς συνεργίας τὴν δύναμιν. Ἐπεὶ, εἰ πάντες
2. Let us not decline, therefore, each of us to contribute his own cooperation towards the common and necessary needs of the body, but let us supplicate God to receive the strength for such cooperation. Since, if all
Notes, col. 1416

On the reading

Printed τοιαυτα, for τοιαῦτα.

Printed πεοὶ, for περὶ.

PG 31:1417Read from the page
παραιτοῖντο κατὰ μίμησιν τῶν φθασάντων, τίς ἀναπληρώσει τὰ τῶν χρειῶν; Ἄλλως δὲ καὶ ἐξ ὑποδείγματος τοῦτο παιδεύεσθαι ἄξιον. Ὁ γὰρ ἐγκαταλεγόμενος ἄρτι τάγματί τινι στρατιώτης οὐχὶ τοὺς ἐν τῷ τάγματι πρὸς τὴν οἰκείαν ἕξιν μεταστῆσαι πειρᾶται, ἀλλ' αὐτὸς πρὸς τὴν τοῦ τάγματος ἀγωγὴν καὶ συνήθειαν μεθαρμόζεται. Προσήκει τοίνυν καὶ τὸν ἐγκαταλεγόμενον πνευματικῷ συστήματι μὴ ἐκείνους πρὸς τὸν ἑαυτοῦ τρόπον μεθαρμόζειν ἐθέλειν, ἀλλὰ τὸν οἰκεῖον τρόπον τοῖς ἐν τῷ συστήματι ἔθεσί τε καὶ τύποις ἐξομοιοῦν.
should decline in imitation of those who went before, who will supply the matters of need? Besides, it is worthwhile to be taught this from an example as well. For the soldier newly enrolled in some regiment does not attempt to bring those in the regiment over to his own habit, but readapts himself to the discipline and custom of the regiment. It befits him also, therefore, who is enrolled in a spiritual community not to wish to readapt them to his own manner, but to assimilate his own manner to the customs and patterns in the community.
ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ.
Chapter XXVII.
Ὅτι οὐ χρὴ ἰδίας ἀσχολίας ἔχειν τὸν ἀσκητήν.
That the ascetic ought not to have private occupations.
Ἐξουσίαν δὲ ἑαυτοῦ οὐδὲ πρὸς τὸ ἀκαριαῖον ἔχοι ἂν ὁ ἀσκητὴς, ὥστε οἰκείαις ἀσχολίαις ἐνδιατρίβειν. Οὐδὲ γὰρ ὄργανον δίχα τοῦ τεχνίτου κινηθείη ἂν, οὐδὲ μέλος τοῦ παντὸς σώματος ἐν βραχεῖ γοῦν χωρίζεσθαι δύναιτ' ἂν, ἢ κινεῖσθαι παρὰ τὸ δοκοῦν τῷ ἔνδον τεχνίτῃ καὶ ἐπιστάτῃ τοῦ παντὸς σώματος· οὐδὲ ἀσκητὴς παρὰ τὸ δοκοῦν τῷ προεστῶτι πράττειν τι ἢ ἐνεργεῖν χώραν ἔχει. Εἰ δὲ λέγοι δι' ἀσθένειαν σώματος ἀτονεῖν πρὸς τὰ ἐπιτάγματα, τῷ καθηγουμένῳ ἐπιτρέψει τὴν δοκιμασίαν τῆς ἑαυτοῦ ἀσθενείας. Ἄλλως δὲ καὶ τὸ τῆς Γραφῆς λογισάμενος, ἑαυτὸν παρορμήσει πρὸς τὴν τῶν ἐπιτασσομένων ἐκπλήρωσιν, ἀκούων τῆς Γραφῆς λεγούσης· Οὔπω μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ πάλιν ἑτέρωθι· Διὰ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε.
Moreover, the ascetic could not have authority over himself even for an instant, so as to spend time in his own occupations. For neither could an instrument be moved apart from the craftsman, nor could a member of the whole body even briefly be separated, or be moved contrary to what seems good to the inward craftsman and overseer of the whole body; nor has an ascetic room to do or perform anything contrary to what seems good to the superior. And if he should say that through bodily weakness he lacks strength for the commands, he will entrust to the superior the testing of his own weakness. Besides, reckoning also the word of Scripture, he will urge himself on towards the fulfilment of the things commanded, hearing Scripture saying: You have not yet resisted unto blood, striving against sin; and again elsewhere: Wherefore lift up the slackened hands and the palsied knees.
ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ.
Chapter XXVIII.
Ὅτι χρὴ τὸν προεστῶτα πατρικῇ εὐνοίᾳ τὰ κατὰ τοὺς ὑπηκόους οἰκονομεῖν.
That the superior ought to administer the affairs of those under obedience with fatherly goodwill.
Καὶ αὐτὸς δὲ ὁ καθηγούμενος, ὡς πατὴρ παίδων γνησίων ἐπιμελούμενος, ἐπισκέψεται τὴν χρείαν ἑκάστου, καὶ τὴν προσήκουσαν, κατὰ τὸ ἐνὸν, εἰσοίσει θεραπείαν καὶ ἐπιμέλειαν· καὶ τὸ κατὰ ἀλήθειαν ἀσθενοῦν μέλος εἴτε ψυχικῶς εἴτε σωματικῶς μετὰ ἀγάπης καὶ τῆς πατρὶ πρεπούσης εὐνοίας διαβαστάσει.
And the superior himself also, caring as a father for true children, will examine the need of each, and will bring in, so far as lies in his power, the fitting care and attention; and the member that is in truth weak, whether in soul or in body, he will bear up with love and the goodwill befitting a father.
ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ.
Chapter XXIX.
Ὅτι οὐ χρὴ ἑταιρίας δύο ἢ τριῶν ἀδελφῶν ἐν συστήματι ἀσκητικῷ γενέσθαι.
That cliques of two or three brothers ought not to arise in an ascetic community.
Ἀγάπην δὲ τὴν πρὸς ἀλλήλους ἔχειν μὲν προσήκει τοὺς ἀδελφοὺς, μὴ μέντοι τινὰς ἑταιρίας δύο κατὰ ταυτὸ ἢ τρεῖς γενομένους συνίστασθαι. Οὐ γὰρ ἀγάπη τοῦτο, ἀλλὰ στάσις ἐστὶ, καὶ διαίρεσις, καὶ κακίας τῶν συνιόντων κατηγορία. Εἰ γὰρ τὸ
Now it befits the brothers indeed to have love towards one another, yet not, coming together two or three in the same place, to form any cliques. For this is not love, but faction, and division, and an accusation of malice in those who band together. For if the
Notes, col. 1417

On the reading

Printed Διὰ, for Διὸ.